Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

τοιαύτη δὲ τῆς μεταστάσεως σπουδή τις εἰς τὰς πόλεις ἐνέπεσεν, ὧν αἱ μὲν ἐκβάλλουσαι τὰς φρουρὰς τῶν Λακεδαιμονίων τὴν ἐλευθερίαν διεφύλαττον, αἱ δὲ τοῖς περὶ Κόνωνα προσετίθεντο. καὶ Λακεδαιμόνιοι μὲν ἀπὸ τούτου τοῦ χρόνου τὴν κατὰ θάλατταν ἀρχὴν ἀπέβαλον, οἱ δὲ περὶ Κόνωνα κρίναντες παντὶ τῷ στόλῳ πλεῖν ἐπὶ τὴν Ἀττικὴν ἀνέζευξαν, καὶ τὰς Κυκλάδας νήσους προσαγαγόμενοι κατέπλευσαν ἐπὶ Κύθηρα τὴν νῆσον.

εὐθὺ δὲ ταύτης ἐξ ἐφόδου κυριεύσαντες τοὺς μὲν Κυθηρίους ὑποσπόνδους ἐξέπεμψαν εἰς τὴν Λακωνικήν, αὐτοὶ δὲ καταλιπόντες τῆς πόλεως τὴν ἱκανὴν φρουρὰν ἔπλεον ἐπὶ Κορίνθου. ἐκεῖ δὲ καταπλεύσαντες τοῖς συνέδροις διελέχθησαν ὑπὲρ ὧν ἤθελον, καὶ συμμαχίαν ποιησάμενοι τούτοις μὲν χρήματα κατέλιπον, αὐτοὶ δʼ εἰς τὴν Ἀσίαν ἐξέπλευσαν.

περὶ δὲ τὸν αὐτὸν χρόνον Ἀέροπος ὁ τῶν Μακεδόνων βασιλεὺς ἐτελεύτησε νόσῳ, βασιλεύσας ἔτη ἕξ· τὴν δʼ ἡγεμονίαν διαδεξάμενος Παυσανίας υἱὸς ἦρξεν ἐνιαυτόν.

Θεόπομπος δʼ ὁ Χῖος τὴν τῶν Ἑλληνικῶν σύνταξιν κατέστροφεν εἰς τοῦτον τὸν ἐνιαυτὸν καὶ εἰς τὴν περὶ Κνίδον ναυμαχίαν, γράψας βύβλους δώδεκα. ὁ δὲ συγγραφεὺς οὗτος ἦρκται μὲν ἀπὸ τῆς περὶ Κυνὸς σῆμα ναυμαχίας, εἰς ἣν Θουκυδίδης κατέληξε τὴν πραγματείαν, ἔγραψε δὲ χρόνον ἐτῶν δεκαεπτά.