Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

μετὰ δὲ ταῦτα Διονύσιος μὲν καὶ Λεπτίνης μετὰ μακρῶν νεῶν ἐξέπλεον ἀγορὰν βουλόμενοι παρακομίσαι, οἱ δὲ Συρακόσιοι καθʼ αὑτούς τε γενόμενοι καὶ κατὰ τύχην ἰδόντες σιτηγὸν πλοῖον προσφερόμενον, πέντε ναυσὶν ἐπέπλευσαν αὐτῷ, καὶ κατακυριεύσαντες κατῆγον εἰς τὴν πόλιν.

τῶν δὲ Καρχηδονίων ἐπʼ αὐτοὺς ἀναχθέντων τετταράκοντα ναυσίν, οἱ Συρακόσιοι πάσας ἐπλήρωσαν τὰς ναῦς, καὶ ναυμαχήσαντες τῆς τε στρατηγίδος νεὼς ἐκυρίευσαν καὶ τῶν ἄλλων εἴκοσι καὶ τέτταρας διέφθειραν· καταδιώξαντες δὲ τὰς φευγούσας μέχρι τοῦ ναυστάθμου τῶν πολεμίων, προεκαλοῦντο τοὺς Καρχηδονίους εἰς ναυμαχίαν.

ἐκεῖνοι μὲν οὖν διὰ τὸ παράδοξον τεταραγμένοι ἡσυχίαν ἔσχον, οἱ δὲ Συρακόσιοι τὰς αἰχμαλώτους ναῦς ἀναψάμενοι κατήγαγον εἰς τὴν πόλιν. μετεωρισθέντες δὲ τῷ προτερήματι, καὶ διαλογιζόμενοι τὸν μὲν Διονύσιον πλεονάκις ἡττημένον, αὑτοὺς δὲ χωρὶς ἐκείνου νενικηκότας Καρχηδονίους, φρονήματος ἐπληροῦντο.

ἀθροιζόμενοι δὲ διελάλουν, ὅτι περιορῶσιν αὑτοὺς δουλεύοντας Διονυσίῳ, καὶ ταῦτα καιρὸν ἔχοντες τῆς καταλύσεως αὐτοῦ· τὸν μὲν γὰρ ἔμπροσθεν χρόνον ἦσαν ἀφωπλισμένοι, τότε δὲ διὰ τὸν πόλεμον τῶν ὅπλων ἦσαν κύριοι.