Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

κατελάβετο δὲ καὶ τὸ τῆς Ἀχραδινῆς προάστειον, καὶ τοὺς νεὼς τῆς τε Δήμητρος καὶ Κόρης ἐσύλησεν· ὑπὲρ ὧν ταχὺ τῆς εἰς τὸ θεῖον ἀσεβείας ἀξίαν ὑπέσχε τιμωρίαν. ταχὺ γὰρ αὐτῷ τὰ πράγματα καθʼ ἡμέραν ἐγίνετο χείρω, καὶ τοῦ Διονυσίου θαρροῦντος ἀκροβολισμοὺς συνίστασθαι συνέβαινε προτερεῖν τοὺς Συρακοσίους.

ἐγίνοντο δὲ καὶ τὰς νύκτας ἐν τῷ στρατοπέδῳ παράλογοι ταραχαί, καὶ μετὰ τῶν ὅπλων συνέτρεχον, ὡς τῶν πολεμίων ἐπιθεμένων τῷ χάρακι. ἐπεγενήθη δὲ καὶ νόσος, ἣ πάντων αὐτοῖς αἰτία κακῶν κατέστη· περὶ ἧς μικρὸν ὕστερον ἐροῦμεν, ἵνα μὴ προλαμβάνωμεν τῇ γραφῇ τοὺς καιρούς.

Ἰμίλκων μὲν οὖν τεῖχος περιβαλὼν τῇ παρεμβολῇ, τοὺς τάφους σχεδὸν πάντας τοὺς σύνεγγυς καθεῖλεν, ἐν οἷς τόν τε Γέλωνος καὶ τῆς γυναικὸς αὐτοῦ Δημαρέτης, πολυτελῶς κατεσκευασμένους. ᾠκοδόμησε δὲ καὶ τρία φρούρια παρὰ θάλατταν, τὸ μὲν ἐπὶ τοῦ Πλημμυρίου, τὸ δʼ ἐπὶ μέσου τοῦ λιμένος, τὸ δὲ κατὰ τὸν νεὼν τοῦ Διός· εἰς δὲ ταῦτα τόν τε οἶνον καὶ τὸν σῖτον καὶ τὰ λοιπὰ τῶν ἐπιτηδείων κατεκόμιζε, νομίζων χρονιωτέραν ἔσεσθαι τὴν πολιορκίαν.

ἀπέστειλε δὲ καὶ τὰς ὁλκάδας ναῦς ἔς τε Σαρδῶνα καὶ Λιβύην, ὅπως σῖτον καὶ τὰς ἄλλας τροφὰς παρακομίζωσιν. Πολύξενος δὲ ὁ Διονυσίου κηδεστὴς ἔκ τε Πελοποννήσου καὶ τῆς Ἰταλίας παρεγενήθη ναῦς μακρὰς ἄγων τριάκοντα παρὰ τῶν συμμάχων καὶ ναύαρχον Φαρακίδαν Λακεδαιμόνιον.