Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ἀγαγὼν οὖν πρὸς τὸν πορθμὸν τὰς δυνάμεις, τὰ πρὸς τὴν διάβασιν παρεσκευάζετο. καὶ πρῶτον μὲν ᾔτει τοὺς Ῥηγίνους ἀγοράς, ἐπαγγελλόμενος ταχέως τὰς δοθείσας ἀποστέλλειν ἐκ Συρακουσῶν. τοῦτο δʼ ἔπραττεν, ὅπως μὴ διδόντων μὲν αὐτῶν δικαίως δόξῃ τὴν πόλιν ἑλεῖν, δόντων δʼ ἐνόμιζεν ἐξαναλώσειν αὐτῶν τὸν σῖτον καὶ προσκαθίσας τὴν πόλιν διὰ τὴν σπάνιν ταχὺ κυριεύσειν αὐτῆς.

οἱ δὲ Ῥηγῖνοι τούτων μὲν οὐδὲν ὑπονοοῦντες τὸ μὲν πρῶτον ἐφʼ ἡμέρας τινὰς ἐχορήγουν τὰς τροφὰς λαμπρῶς· ὡς δὲ πλείονα χρόνον ἐνδιέτριβε, ποτὲ μὲν ἀρρωστίαν, ποτὲ δὲ ἄλλας προφάσεις ποριζόμενος, ὑπονοήσαντες αὐτοῦ τὴν ἐπιβολήν, οὐκέτι παρεῖχον τὰς τροφὰς τῷ στρατοπέδῳ.

ὁ δὲ Διονύσιος ἐπὶ τούτῳ προσποιηθεὶς ἀγανακτεῖν, τοὺς μὲν ὁμήρους τοῖς Ῥηγίνοις ἀπέδωκε, τὴν δὲ πόλιν περιστρατοπεδεύσας καθʼ ἡμέραν προσβολὰς ἐποιεῖτο. κατεσκεύασε δὲ καὶ μηχανημάτων πολὺ πλῆθος ἀπίστων τοῖς μεγέθεσι, διʼ ὧν τὰ τείχη σαλεύων ἐφιλοτιμεῖτο κατὰ κράτος ἑλεῖν τὴν πόλιν.

οἱ δὲ Ῥηγῖνοι στρατηγὸν ἑλόμενοι Φύτωνα, καὶ πάντας τοὺς ἐν ἡλικίᾳ καθοπλίσαντες, ταῖς τε φυλακαῖς ἐπιμελῶς ἐχρῶντο καὶ κατὰ τὰς εὐκαιρίας ἐξιόντες ἐνεπύριζον τὰς τῶν πολεμίων μηχανάς.

οὗτοι μὲν οὖν πολλάκις ὑπὲρ τῆς πατρίδος λαμπρῶς ἀγωνιζόμενοι πρὸ τῶν τειχῶν, τήν τε τῶν πολεμίων ὀργὴν ἐξέκαυσαν καὶ πολλοὺς μὲν ἑαυτῶν ἀπέβαλον, οὐκ ὀλίγους δὲ καὶ τῶν Σικελιωτῶν ἀνεῖλον.