Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

τοῦ δʼ ἔτους τούτου διεληλυθότος Ἀθήνησι μὲν ἦρχε Πυργίων, ἐν δὲ τῇ Ῥώμῃ τὴν ὕπατον ἀρχὴν μετέλαβον χιλίαρχοι τέσσαρες, Λεύκιος Λουκρήτιος, Σερούιος Σουλπίκιος, Γάιος Αἰμίλιος καὶ Γάιος Ῥοῦφος, Ὀλυμπιὰς δʼ ἤχθη ὀγδόη πρὸς ταῖς ἐνενήκοντα, καθʼ ἣν ἐνίκα Σώσιππος Ἀθηναῖος.

τούτων δὲ τὴν ἀρχὴν παρειληφότων Διονύσιος ὁ τῶν Συρακοσίων δυνάστης πορευθεὶς εἰς Ἱππώνιον μετὰ τῆς δυνάμεως, τοὺς μὲν κατοικοῦντας ἐν αὐτῇ μετῴκισεν εἰς τὰς Συρακούσας, τὴν δὲ πόλιν κατασκάψας τοῖς Λοκροῖς προσεμέρισε τὴν χώραν.

κατὰ τὸ συνεχὲς γὰρ ἐφιλοτιμεῖτο τοὺς Λοκροὺς εὖ ποιεῖν διὰ τὴν συγχωρηθεῖσαν ἐπιγαμίαν· τοὺς δὲ Ῥηγίνους ἐπεθύμει τιμωρήσασθαι διὰ τὴν περὶ τῆς οἰκειότητος ἀδικίαν. καθʼ ὃν γὰρ καιρὸν ἀπέστειλε πρὸς αὐτοὺς πρέσβεις ἀξιῶν αὑτῷ συγχωρηθῆναι τῶν πολιτικῶν παρθένων γαμῆσαι, φασὶ τοὺς Ῥηγίνους ἀποκριθῆναι δημοσίᾳ τοῖς πρέσβεσιν, ὡς μόνην αὐτῷ συγχωρῆσαι γαμεῖν τὴν τοῦ δημίου θυγατέρα.

διὰ τοῦτο βαρέως φέρων καὶ δοκῶν ὑπερβαλλόντως ὑβρίσθαι, πολὺς ἦν ἐπὶ τῇ κατʼ αὐτῶν τιμωρίᾳ. καὶ γὰρ ἐν τῷ πρότερον ἐνιαυτῷ τὴν εἰρήνην συνέθετο πρὸς αὐτοὺς οὐ τῆς φιλίας ὀρεγόμενος, ἀλλὰ τὴν ναυτικὴν δύναμιν παρελέσθαι βουλόμενος, οὖσαν τριήρων ἑβδομήκοντα· διελάμβανε γὰρ τῆς κατὰ θάλατταν βοηθείας ἀποκλεισθείσης ῥᾳδίως ἐκπολιορκήσειν τὴν πόλιν.

διόπερ κατὰ τὴν Ἰταλίαν ἐνδιατρίβων ἐζήτει πρόφασιν εὔλογον, διʼ ἧς οὐ παρὰ τὴν ἀξίαν τὴν ἰδίαν δόξει λελυκέναι τὰς συνθήκας.