Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

οἱ δὲ Σελινούντιοι τῶν ἱππέων τοὺς κρατίστους ἐπιλέξαντες διὰ νυκτὸς εὐθέως ἀπέστειλαν τοὺς μὲν εἰς Ἀκράγαντα, τοὺς δʼ εἰς Γέλαν καὶ Συρακούσας, δεόμενοι τὴν ταχίστην βοηθεῖν, ὡς οὐ δυναμένης πλείω χρόνον τῆς πόλεως ὑποστῆναι τῶν πολεμίων τὴν δύναμιν.

οἱ μὲν οὖν Ἀκραγαντῖνοι καὶ Γελῷοι περιέμενον τοὺς Συρακοσίους, βουλόμενοι τὴν δύναμιν ἀθρόαν ἄγειν ἐπὶ τοὺς Καρχηδονίους· οἱ δὲ Συρακόσιοι πυθόμενοι τὰ περὶ τὴν πολιορκίαν, πρὸς μὲν Χαλκιδεῖς πόλεμον ἔχοντες διελύσαντο, τὰς δʼ ἀπὸ τῆς χώρας δυνάμεις ἀθροίζοντες, μεγάλην ποιούμενοι παρασκευὴν ἐχρόνιζον, νομίζοντες ἐκπολιορκηθήσεσθαι τὴν πόλιν, ἀλλʼ οὐκ ἀναρπασθήσεσθαι.

Ἀννίβας δὲ τῆς νυκτὸς διελθούσης ἅμα ἡμέρᾳ πανταχόθεν μὲν προσέβαλε, τὸ δὲ κατὰ τὴν πόλιν πεπτωκὸς μέρος τοῦ τείχους καὶ τὸ συνάπτον τούτῳ κατέβαλε ταῖς μηχαναῖς.

ἀνακαθάρας δὲ τὸν πεσόντα τόπον τοῦ τείχους, καὶ τοῖς κρατίστοις ἐκ διαδοχῆς ἀγωνιζόμενος, ἐπʼ ὀλίγον ἐξέωσε τοὺς Σελινουντίους· οὐ μήν γε βιάσασθαι δυνατὸν ἦν τοὺς ὑπὲρ τῶν ὅλων διαγωνιζομένους.

πολλῶν δʼ ἀναιρουμένων παρʼ ἀμφοτέροις, τοῖς μὲν Καρχηδονίοις νεαλεῖς διεδέχοντο τὴν μάχην, τοῖς δὲ Σελινουντίοις οὐκ ἦν τὸ βοηθῆσον. τῆς δὲ πολιορκίας ἐφʼ ἡμέρας ἐννέα γενομένης μετὰ φιλοτιμίας ἀνυπερβλήτου, πολλὰ συνέβη τοὺς Καρχηδονίους κακοπαθεῖν καὶ δρᾶσαι δεινά.

κατὰ δὲ τὸ πεπτωκὸς τεῖχος ἀναβάντων τῶν Ἰβήρων, αἱ μὲν ἐπὶ τῶν οἰκιῶν οὖσαι γυναῖκες ἀνεβόησαν, οἱ δὲ Σελινούντιοι νομίζοντες ἁλίσκεσθαι τὴν πόλιν κατεπλάγησαν, καὶ τὰ τείχη λιπόντες κατὰ τὰς εἰσβολὰς τῶν στενωπῶν ἀθρόοι συνίσταντο, καὶ τὰς μὲν ὁδοὺς διοικοδομεῖν ἐνεχείρησαν, τοὺς δὲ πολεμίους ἐπὶ πολὺν χρόνον ἠμύνοντο.

βιαζομένων δὲ τῶν Καρχηδονίων, τὰ πλήθη τῶν γυναικῶν καὶ παίδων ἔφευγον ἐπὶ τὰς οἰκίας, καὶ τούς τε λίθους καὶ τὰς κεραμίδας ἔβαλλον ἐπὶ τοὺς πολεμίους. ἐπὶ πολὺν δὲ χρόνον οἱ Καρχηδόνιοι κακῶς ἀπήλλαττον, οὔτε περιστῆναι δυνάμενοι τοὺς ἐν τοῖς στενωποῖς διὰ τοὺς τῶν οἰκιῶν τοίχους, οὔτʼ ἐπʼ ἴσης διαγωνίσασθαι διὰ τοὺς ἀπὸ τῶν στεγῶν βάλλοντας.

οὐ μὴν ἀλλὰ τοῦ κινδύνου μέχρι δείλης παρεκτείνοντος, τοῖς μὲν ἀπὸ τῶν οἰκιῶν ἀγωνιζομένοις ἐνέλιπε τὰ βέλη, τοῖς δὲ Καρχηδονίοις οἱ διαδεχόμενοι τοὺς κακοπαθοῦντας ἀκέραιοι διηγωνίζοντο. τέλος δὲ τῆς μὲν ἔνδον δυνάμεως ἀφαίρεσιν λαμβανούσης, τῶν δὲ πολεμίων ἀεὶ πλειόνων εἰς τὴν πόλιν ἐμπιπτόντων, ἐξεώσθησαν ἐκ τῶν στενωπῶν οἱ Σελινούντιοι.