Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

οἱ δὲ Σελινούντιοι ἐκ πολλῶν ὄντες ἄπειροι πολιορκίας, καὶ Καρχηδονίοις ἐν τῷ πρὸς Γέλωνα πολέμῳ συνηγωνισμένοι μόνοι τῶν Σικελιωτῶν, οὔποτʼ ἤλπιζον ὑπὸ τῶν εὐεργετηθέντων εἰς τοιούτους φόβους συγκλεισθήσεσθαι.

θεωροῦντες δὲ τὰ μεγέθη τῶν μηχανημάτων καὶ τὰ πλήθη τῶν πολεμίων, περιδεεῖς ἦσαν καὶ κατεπλήττοντο τὸ μέγεθος τοῦ περιεστῶτος κινδύνου.

οὐ μὴν κατὰ πᾶν γε τὴν σωτηρίαν ἀπεγίνωσκον, ἀλλὰ προσδοκῶντες συντόμως ἥξειν τοὺς Συρακοσίους καὶ τοὺς ἄλλους συμμάχους, πανδημεὶ τοὺς πολεμίους ἀπὸ τῶν τειχῶν ἠμύνοντο.

οἱ μὲν γὰρ ἀκμάζοντες ταῖς ἡλικίαις ἐν τοῖς ὅπλοις ὄντες διεκινδύνευον, οἱ δὲ πρεσβύτεροι περί τε τὰς παρασκευὰς ἦσαν καὶ περιπορευόμενοι τὸ τεῖχος ἐδέοντο τῶν νέων μὴ περιιδεῖν αὐτοὺς ὑποχειρίους τοῖς πολεμίοις γινομένους· γυναῖκες δὲ καὶ παῖδες τάς τε τροφὰς καὶ βέλη τοῖς ὑπὲρ τῆς πατρίδος ἀγωνιζομένοις παρεκόμιζον, τὴν αἰδῶ καὶ τὴν ἐπὶ τῆς εἰρήνης αἰσχύνην παρʼ οὐδὲν ἡγούμεναι.

τοσαύτη κατάπληξις καθειστήκει, ὥστε τὸ μέγεθος τῆς περιστάσεως δεῖσθαι καὶ τῆς παρὰ τῶν γυναικῶν βοηθείας. ὁ δʼ Ἀννίβας ἐπαγγειλάμενος τοῖς στρατιώταις εἰς διαρπαγὴν δώσειν τὴν πόλιν, τάς τε μηχανὰς προσήρεισε καὶ τοῖς κρατίστοις στρατιώταις ἐκ διαδοχῆς προσέβαλλε τοῖς τείχεσιν.

ὁμοῦ δὲ αἵ τε σάλπιγγες τὸ πολεμικὸν ἐσήμαινον καὶ πρὸς ἓν παράγγελμα πᾶν ἐπηλάλαξε τὸ τῶν Καρχηδονίων στράτευμα, καὶ τῇ βίᾳ μὲν τῶν κριῶν ἐσαλεύετο τὰ τείχη, τῷ δʼ ὕψει τῶν πύργων οἱ μαχόμενοι πολλοὺς τῶν Σελινουντίων ἀνῄρουν·

ἐν πολυχρονίῳ γὰρ εἰρήνῃ γεγονότες καὶ τῶν τειχῶν οὐδʼ ἡντινοῦν ἐπιμέλειαν πεποιημένοι ῥᾳδίως κατεπονοῦντο, τῶν ξυλίνων πύργων πολὺ τοῖς ὕψεσιν ὑπερεχόντων. πεσόντος δὲ τοῦ τείχους οἱ μὲν Καμπανοὶ σπεύδοντες ἐπιφανές τι πρᾶξαι, ταχέως εἰσέπεσον εἰς τὴν πόλιν.

τὸ μὲν οὖν πρῶτον κατεπλήξαντο τοὺς ὑποστάντας, ὀλίγους ὄντας· μετὰ δὲ ταῦτα πολλῶν συνδραμόντων ἐπὶ τὴν βοήθειαν ἐξεώσθησαν καὶ συχνοὺς ἑαυτῶν ἀπέβαλον· οὔπω γὰρ τελέως ἀνακεκαθαρμένου τοῦ τείχους βιασάμενοι καὶ κατὰ τὴν ἔφοδον εἰς δυσχωρίας ἐμπίπτοντες ῥᾳδίως ἠλαττοῦντο. νυκτὸς δʼ ἐπιγενομένης οἱ μὲν Καρχηδόνιοι τὴν πολιορκίαν ἔλυσαν.