Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ἅμα δὲ τούτοις πραττομένοις Μεγαρεῖς θλιβόμενοι τῷ πολέμῳ τῷ πρὸς τοὺς Ἀθηναίους καὶ τῷ πρὸς τοὺς φυγάδας· διαπρεσβευομένων δὲ πρὸς ἀλλήλους περὶ τούτων, τῶν πολιτῶν τινες ἀλλοτρίως ἔχοντες πρὸς τοὺς φυγάδας ἐπηγγείλαντο πρὸς τοὺς Ἀθηναίων στρατηγοὺς προδώσειν τὴν πόλιν.

οἱ δὲ στρατηγοί, Ἱπποκράτης τε καὶ Δημοσθένης, συνθέμενοι περὶ τῆς προδοσίας, ἐξέπεμψαν νυκτὸς στρατιώτας ἑξακοσίους εἰς τὴν πόλιν, καὶ οἱ συνθέμενοι παρεδέξαντο τοὺς Ἀθηναίους ἐντὸς τειχῶν. καταφανοῦς δὲ τῆς προδοσίας γενομένης κατὰ τὴν πόλιν, καὶ τοῦ πλήθους σχιζομένου κατὰ τὴν αἵρεσιν, καὶ τῶν μὲν συμμαχούντων τοῖς Ἀθηναίοις, τῶν δὲ βοηθούντων τοῖς Λακεδαιμονίοις, ἐκήρυξέ τις ἀφʼ ἑαυτοῦ τοὺς βουλομένους τίθεσθαι τὰ ὅπλα μετὰ Ἀθηναίων καὶ Μεγαρέων.

διόπερ τῶν Λακεδαιμονίων ἐγκαταλείπεσθαι μελλόντων ὑπὸ τῶν Μεγαρέων, συνέβη τοὺς φρουροῦντας τὰ μακρὰ τείχη καταλιπεῖν, εἰς δὲ τὴν καλουμένην Νίσαιαν, ἥπερ ἐστὶν ἐπίνειον τῶν Μεγαρέων, καταφυγεῖν.

περιταφρεύσαντες δὲ αὐτὴν οἱ Ἀθηναῖοι ἐπολιόρκουν· μετὰ δὲ ταῦτα ἐκ τῶν Ἀθηνῶν τεχνίτας προσλαβόμενοι περιετείχισαν τὴν Νίσαιαν. οἱ δὲ Πελοποννήσιοι φοβούμενοι μὴ κατὰ κράτος ἁλόντες ἀναιρεθῶσι, παρέδοσαν τὴν Νίσαιαν τοῖς Ἀθηναίοις καθʼ ὁμολογίαν. καὶ τὰ μὲν κατὰ τοὺς Μεγαρέας ἐν τούτοις ἦν.