Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ἀποβιβάσαντος δʼ αὐτοῦ τοὺς στρατιώτας, καὶ τῶν Κορινθίων ἀντιταχθέντων, οἱ Ἀθηναῖοι δυσὶ μάχαις ἐνίκησαν καὶ πολλοὺς τῶν πολεμίων ἀνελόντες τρόπαιον ἔστησαν. ἐτελεύτησαν δʼ ἐν τῇ μάχῃ τῶν Ἀθηναίων εἰς ὀκτώ, τῶν δὲ Κορινθίων πλείους τῶν τριακοσίων.

ὁ δὲ Νικίας πλεύσας εἰς Κρομμυῶνα τήν τε χώραν ἐδῄωσε καὶ τὸ φρούριον ἐχειρώσατο. εὐθὺς δʼ ἐπαναζεύξας καὶ τειχίσας φρούριον ἐν τῇ Μεθώνῃ, φυλακὴν κατέλιπε τὴν τὸ χωρίον ἅμα φυλάξουσαν καὶ τὴν ἐγγὺς χώραν δῃώσουσαν· αὐτὸς δὲ τὴν παραθαλάττιον πορθήσας ἐπανῆλθεν εἰς τὰς Ἀθήνας.

μετὰ δὲ ταῦτα ἐπὶ Κύθηρα ναῦς ἀπέστειλαν ἑξήκοντα καὶ δισχιλίους ὁπλίτας, ὧν εἶχε τὴν στρατηγίαν Νικίας μετʼ ἄλλων τινῶν. οὗτος δὲ στρατεύσας ἐπὶ τὴν νῆσον καὶ προσβολὰς ποιησάμενος παρέλαβε τὴν πόλιν καθʼ ὁμολογίαν. ἐν δὲ τῇ νήσῳ καταλιπὼν φρουρὰν ἐξέπλευσεν εἰς τὴν Πελοπόννησον καὶ τὴν παραθαλάττιον χώραν ἐδῄωσε.

καὶ Θυρέας μὲν κειμένας ἐν τοῖς μεθορίοις τῆς Λακωνικῆς καὶ τῆς Ἀργείας ἐκπολιορκήσας ἐξηνδραποδίσατο καὶ κατέσκαψε, τοὺς δʼ ἐν αὐτῇ κατοικοῦντας Αἰγινήτας καὶ τὸν φρούραρχον Τάνταλον Σπαρτιάτην ζωγρήσας ἀπήγαγεν εἰς τὰς Ἀθήνας. οἱ δὲ Ἀθηναῖοι τὸν μὲν Τάνταλον δήσαντες ἐφύλαττον μετὰ τῶν ἄλλων αἰχμαλώτων καὶ τοὺς Αἰγινήτας.