Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ἐπανελθόντος δὲ εἰς τὰς Θήβας τοῦ Μαρδονίου μετὰ τῆς δυνάμεως, ἔδοξε τοῖς συνέδροις τῶν Ἑλλήνων παραλαβεῖν τοὺς Ἀθηναίους, καὶ πανδημεὶ προσελθόντας εἰς τὰς Πλαταιὰς διαγωνίσασθαι περὶ τῆς ἐλευθερίας, εὔξασθαι δὲ καὶ τοῖς θεοῖς, ἐὰν νικήσωσιν, ἄγειν κατὰ ταύτην τὴν ἡμέραν τοὺς Ἕλληνας ἐλευθέρια κοινῇ, καὶ τὸν ἐλευθέριον ἀγῶνα συντελεῖν ἐν ταῖς Πλαταιαῖς.

συναχθέντων δὲ τῶν Ἑλλήνων εἰς τὸν Ἰσθμόν, ἐδόκει τοῖς πᾶσιν ὅρκον ὀμόσαι περὶ τοῦ πολέμου, τὸν στέξοντα μὲν τὴν ὁμόνοιαν αὐτῶν, ἀναγκάσοντα δὲ γενναίως τοὺς κινδύνους ὑπομένειν.

ὁ δὲ ὅρκος ἦν τοιοῦτος· οὐ ποιήσομαι περὶ πλείονος τὸ ζῆν τῆς ἐλευθερίας, οὐδὲ καταλείψω τοὺς ἡγεμόνας οὔτε ζῶντας οὔτε ἀποθανόντας, ἀλλὰ τοὺς ἐν τῇ μάχῃ τελευτήσαντας τῶν συμμάχων πάντας θάψω, καὶ κρατήσας τῷ πολέμῳ τῶν βαρβάρων οὐδεμίαν τῶν ἀγωνισαμένων πόλεων ἀνάστατον ποιήσω, καὶ τῶν ἱερῶν τῶν ἐμπρησθέντων καὶ καταβληθέντων οὐδὲν ἀνοικοδομήσω, ἀλλʼ ὑπόμνημα τοῖς ἐπιγινομένοις ἐάσω καὶ καταλείψω τῆς τῶν βαρβάρων ἀσεβείας.

τὸν δὲ ὅρκον ὀμόσαντες ἐπορεύθησαν ἐπὶ τὴν Βοιωτίαν διὰ τοῦ Κιθαιρῶνος, καὶ πρὸς τὰς ὑπωρείας καταντήσαντες πλησίον τῶν Ἐρυθρῶν, αὐτοῦ κατεστρατοπέδευσαν. ἡγεῖτο δὲ τῶν μὲν Ἀθηναίων Ἀριστείδης, τῶν δὲ συμπάντων Παυσανίας, ἐπίτροπος ὢν τοῦ Λεωνίδου παιδός.