Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ὁ γὰρ Μαρδόνιος ἐν τῇ Βοιωτίᾳ διατρίβων μετὰ τῶν δυνάμεων τὸ μὲν πρῶτον τῶν ἐν Πελοποννήσῳ πόλεων ἐπειρᾶτό τινας ἀφιστάνειν,χρήματα διαπεμπόμενος τοῖς προεστηκόσι τῶν πόλεων, μετὰ δὲ ταῦτα πυνθανόμενος τὴν τῶν Ἀθηναίων ἀπόκρισιν καὶ παροξυνθείς, ἅπασαν ἦγεν ἐπὶ τὴν Ἀττικὴν τὴν δύναμιν·

χωρὶς γὰρ τῆς δεδομένης ὑπὸ Ξέρξου στρατιᾶς πολλοὺς ἄλλους αὐτὸς Μαρδόνιος ἐκ τῆς Θρᾴκης καὶ Μακεδονίας καὶ τῶν ἄλλων τῶν συμμαχίδων πόλεων ἠθροίκει, πλείους τῶν εἴκοσι μυριάδων.

τηλικαύτης δὲ δυνάμεως προαγούσης εἰς τὴν Ἀττικήν, οἱ μὲν Ἀθηναῖοι βιβλιαφόρους ἀπέστειλαν πρὸς τοὺς Λακεδαιμονίους δεόμενοι βοηθεῖν· βραδυνόντων δὲ αὐτῶν καὶ τῶν βαρβάρων ἐμβαλόντων εἰς τὴν Ἀττικήν, κατεπλάγησαν, καὶ πάλιν ἀναλαβόντες τέκνα καὶ γυναῖκας καὶ τῶν ἄλλων ὅσα δυνατὸν ἦν ταχέως ἀποκομίζειν, ἐξέλιπον τὴν πατρίδα καὶ συνέφυγον πάλιν εἰς τὴν Σαλαμῖνα.

ὁ δὲ Μαρδόνιος χαλεπῶς ἔχων πρὸς αὐτούς, τὴν χώραν ἅπασαν κατέφθειρε καὶ τὴν πόλιν κατέσκαψε καὶ τὰ ἱερὰ τὰ καταλελειμμένα παντελῶς ἐλυμήνατο.