In Hippocratis De fracturis

Galen

Galen, In Hippocratis De fracturis

Πρὸς δὲ τούτοις τὰ μὲν τῆς κνήμης ὀστέα παραπλήσια μῆκός ἐστι καὶ σμικρόν τι οὐκ ἄξιον λόγου τὸ ἔξω ὀστέον ὑπερέχει, οὐδενὸς μεγάλου κώλυμα ἐὸν, ἀφ’ οὗ πέφυκεν ὁ ἔξω τένων, ὁ παρὰ τὴν ἰγνύην.

Μικρῷ τινι μεῖζον εἶναί φησι τὸ ἔξωθεν ὀστοῦν ὃ καλοῦσι περόνην, ὅπερ ἤδη καὶ πρόσθεν εἶπεν, ἡνίκα τῶν ἁπλῶν τῆς κνήμης καταγμάτων ἔγραψε θεραπείαν. ἡμεῖς δὲ καὶ τότε καὶ νῦν λέγομεν ὡς μὲν πρὸς τὸ κάτω

619
μέρος ἡ περόνη τῆς κνήμης ὑπερέχει, κατὰ δὲ τὸ πρὸς τῷ γόνατι φαίης ἂν μᾶλλον ὑπερέχειν τὴν κνήμην· οὐδὲ γὰρ διαρθροῦται πρὸς τὴν περόνην ὁ μηρὸς, ἀλλ’ ὡς εἴπομεν ἀρτίως, ἡ ἔξωθεν αὐτοῦ κεφαλὴ τῇ κατὰ τοῦτο κοιλότητι τῆς κνήμης ἐπιβαίνει. διὰ τί δέ φησιν, οὐδενὸς μεγάλου κωλύματος τῇ περόνῃ συνεῖναι, τοῖς ἀνεγνωκόσι περὶ χρείας μορίων ἐστὶ δῆλον, ἐν οἷς ἐδείχθησαν αἱ διαρθρώσεις ἅπασαι δύο σκοποὺς ἔχουσαι τῆς κατασκευῆς, τῶν μὲν ἐνεργειῶν τὸ ἀκώλυτον, τῶν δὲ ἐκπτώσεων, ὡς Ἱπποκράτης ὠνόμασεν, ἄρτι κώλυμα. τὸ μὲν οὖν ἀκώλυτον εἰς τὴν ἐνέργειαν αἵ τε κοιλότητες ἐπιπολῆς οὖσαι καὶ οἱ σύνδεσμοι χαλαροὶ γιγνόμενοι παρέχουσι, τὴν δὲ εἰς τὰς ἐξαρθρώσεις ἀσφάλειαν αἵ τε κοιλότητες βαθεῖαι καὶ μεγάλας ἔχουσαι τὰς ὀφρῦς, οἵ τε σύνδεσμοι σύντονοι μὲν τὴν οὐσίαν, τὸ δὲ μῆκος βραχεῖς, οἵ τε ἔξωθεν περικείμενοι τῇ διαρθρώσει τένοντες ἰσχυροί τε καὶ σύντονοι. εἰ τοίνυν τῇ περόνῃ τῇ κατὰ γόνυ διαρθρώσει πρὸς ἀσφάλειαν οὐδὲν συντελεῖ, πλὴν σμικροῦ
620
τινος, ὅπερ δι’ αὐτῆς ἧς ἔγραψε λέξεως ἐνεδείξατο λέγων· ἀφ’ οὗ πέφυκεν ὁ ἔξω τένων ὁ παρὰ τὴν ἰγνύην. οὐ τῆς ἀκριβοῦς γνώσεως ἕνεκεν χρή σε περιμένειν τὴν ἀνατομὴν ἐπὶ πάντων τῶν ἰσχνῶν ἐναργῶς φαινομένων καὶ πρὸ τῆς ἀνατομῆς, τένοντας δὲ διὰ τί καλεῖ τὰς ἀπονευρώσεις τῶν μυῶν εἴρηταί μοι πολλάκις. οὗτος ὁ τένων ὁ κατὰ τὰ ἔξω τοῦ γόνατος ἔξωθεν σφίγγων τὴν διάρθρωσιν βοηθεῖ τι τῆς κατὰ τὸ μέρος ἀσφαλείας κώλυμα γιγνόμενον ἐνταῦθα ὀλισθαίνειν τὸν μηρόν.