In Hippocratis De fracturis

Galen

Galen, In Hippocratis De fracturis

Καὶ δικαίην φύσιν μοῦνον ἔχον καὶ ταύτην περιφερέα, τὸ δὲ τοῦ βραχίονος ἄρθρον μέγα τε καὶ βαθμίδας πλείονας ἔχον.

Τὸ κατὰ γόνυ, φησὶν, ἄρθρον τοῦ μηροῦ δικαίαν φύσιν μόνον ἔχει. δῆλον δὲ, ὡς πολλάκις εἴρηται, τὸ δίκαιον ὄνομα παρ’ αὐτῷ τὴν ἴσην. σκεψώμεθα οὖν ἀκριβῶς διὰ τί μόνον τοῦτο τὸ ἄρθρον, φησὶν, ἴσην ἔχει φύσιν, εὑρεῖν ἡμᾶς ὡς μηδαμόθι πλεονεκτεῖν ἐν αὐτῷ τὰ μόρια διὰ τὸ πᾶν ὅμοια ἀλλήλοις γ’ ἐνεστῶτα τὰ μόρια, διὰ τὸ πᾶν καὶ διάρθρωσιν μίαν ἔχειν. ἐπεὶ δὲ τοίνυν εἰς δύο περιφερεῖς

614
κεφαλὰς ὁ μηρὸς ἐνταῦθα τελευτᾷ κατά τε τὸ μέγεθος ἴσως, κατά τε τὸ σχῆμα διαρθροῦνται, ταῖς ἀμφοτέραις κοιλότησι τῆς κνήμης ἴσαις ἐμφυομέναις, ἔτι πρὸς τούτῳ κατ’ εὐθὺ τῶν ὅλων ἐστὶν ἑκάτερον τῶν περάτων, τό τε τοῦ μηροῦ καὶ τὸ τῆς κνήμης. διὰ τοῦτο προσηκόντως ἄν τις φαίη δικαίαν φύσιν ἔχειν τὸ ἄρθρον τοῦτο. τὸ γὰρ ἄνω μέρος τοῦ μηροῦ τὸ πρὸς ἰσχίον διαρθρούμενον οὔτε κατ’ εὐθὺ μηροῦ τὴν κεφαλὴν ἔχει· δόξει γὰρ ἀποχωρεῖν πρὸς τὴν ἔσω χώραν· οὔτε κατ’ ἀναλογίαν τοῦ μεγέθους. παχύτερος γάρ ἐστιν ὁ μηρὸς πολλῷ τοῦ πέρατος· ἡ γοῦν τοῦ βραχίονός ἐστι κεφαλὴ τοῦ μηροῦ καὶ τοῦτ’ ἐλάττονος αὐτοῦ κατὰ τὸν ὄγκον ὄντος, ἀλλ’ οὐδ’ αὕτη κατ’ εὐθὺ βραχίονος πέφυκεν. εἰ δὲ καὶ τὰς ἄλλας ἐπισκέποις διαρθρώσεις, εὕροις ἂν οὐδεμίαν ἔχουσαν ἁπάσας τὰς ἐπὶ τῆς κατὰ γόνυ διαρθρώσεως εἰρημένας ἰσότητας. αὐτίκα γέ τοι τὸ κάτω πέρας τῆς κνήμης, ἔνθα τὰ τῆς περόνης διαρθροῦται κατὰ τῷ ἀστραγάλῳ, οὔτε τὰς ἐπιφύσεις οὔτε τὰς κοιλότητας ἀνάλογον ἔχει τοῖς ὀστοῖς. ἐχρῆν γὰρ, εἴπερ οὕτως εἶπεν, ὥσπερ ἡ κνήμη πάμπολυ
615
παχυτέρα τῆς περόνης ἐστὶν, οὕτω καὶ τὴν ἐπίφυσιν αὐτῆς εἶναι μείζονα, κατά τε τὴν ἔνδον ἐν τῇ διαρθρώσει κοιλότητα καὶ τὴν ἔξωθεν αὐτῆς κυρτότητα. νυνὶ δ’ οὐχ οὕτως ἔχει· καὶ μέντοι καὶ αὐτὸς ὁ ἀστράγαλος οὐχ ἁπλοῦν ἔχει τὸ σχῆμα κατὰ τὴν διάρθρωσιν, ἀλλὰ ποικίλον τε καὶ διαλλάττον ἐν τοῖς μέρεσιν αὐτῶν πάμπολυ. παραπλήσια δ’ ἂν τούτοις εὕροις ἐπὶ τῆς κατὰ τὸν καρπὸν διαρθρώσεως πήχεώς τε καὶ κερκίδος, ἅπερ εἰ πάντα διέρχομαι, ὡς μακρὸν μῆκος ἐκπεσεῖν ἀναγκασθήσομαι καὶ πολὺ μᾶλλον εἰπὼν ἄλλην ἁπασῶν διαρθρώσεων ἑρμηνεύειν με τὴν φύσιν, οἷον τῆς κατὰ τὴν γένυν ἢ κατὰ τὸ πλατὺ καλούμενον ὀστοῦν. ἀλλὰ δοκεῖ μοι βέλτιον εἶναι μικρὸν ἐν κεφαλαίῳ λόγον εἰπόντα μεταβαίνειν ἐφ’ ἕτερον. ἔστι δ’ ὁ λόγος τοιόσδε· τῆς τῶν ὀστῶν ἁπάντων φύσεως ἓν ὑπόμνημά μοι γέγραπται, τὸ σχῆμα καὶ τὴν διάρθρωσιν ἑρμηνεύοντι. τοῦτο μεταχειρισάμενος εὑρήσεις ἀληθῶς περὶ πάντων τῶν ἄρθρων ἀποφηνάμενον ἐν τῷ προκειμένῳ λόγῳ, μόνου τοῦ κατὰ γόνυ τὴν ἀκριβῆ καὶ δικαίαν ἔχοντος διάρθρωσιν. τὸ δὲ τοῦ βραχίονος ἄρθρον μέγα τε καὶ βαθμίδας ἔχον πλείονας
616
προκείμενον παραβάλλειν ἀλλήλαις τὴν κατὰ γόνυ διάρθρωσιν τῇ κατ’ ἀγκῶνα καὶ δείξαντα κατὰ γόνυ παθήματα τῶν ὀστῶν ἐπιεικέστερα τῶν κατ’ ἀγκῶνα. τοῦτο ἐπιχειρίσας δεικνύειν ἔφη, τό τε γὰρ ἄρθρον τοῦ μηροῦ εὐσταλέστερον ὡς ἐπὶ μεγέθει καὶ προσέτι τῷ λόγῳ τὴν δικαίαν φύσιν ἔχον, αὔταρκες ἂν ἐγεγόνει· καίτοι περιβάλλει μόνην τὴν κατ’ ἀγκῶνα διάρθρωσιν ἐπὶ τῷ μοῦνον προσέθηκεν εἰπών· καὶ τὴν δικαίαν φύσιν μοῦνον ἔχον ἠναγκάσθη ἀναμνῆσαι τῆς τῶν ὅλων ἄρθρων φύσεως, οὐδεμιᾶς ἁπλῆς οὔσης, ἀλλὰ καὶ τοῖς σχήμασι καὶ τοῖς μεγέθεσιν ἀνίσου τε καὶ ἀνομοίου κατὰ μέρη. νῦν οὖν ἐπὶ τὴν κατ’ ἀγκῶνα διάρθρωσιν ἐλθόντος αὐτοῦ καὶ δεικνύντος ἀνόμοιά τε καὶ ἄνισα τὰ κατ’ αὐτὴν μέρη καὶ ἡμεῖς ἀκολουθήσαντες αὐτῇ τῇ λέξει σαφηνιοῦμεν ἑκάτερον τῶν λεγομένων. μέγα μὲν οὖν ἔφη τὸ κατ’ ἀγκῶνα πέρας εἶναι ἤπερ τὸ τοῦ βραχίονος εἰκότως. πλατύνεται γὰρ ἐνταῦθα πλείους λαμβάνων κεφαλὰς ἀνίσους, ἃς ὀνομάζουσι κονδύλους, ἥ θ’ ὑποδεχομένη κοιλότης αὐτῶν κατά τινα δέχεται, καθάπερ ἐπὶ γόνατος·
617
ἀλλὰ τὴν μέσην ἐν αὐταῖς κυρτότητα τὴν περιφερῆ τροχηλίαν παρὰ φύσιν οὖσαν. ἐπὶ τῶν μεγάλων κονδύλων τοῦ βραχίονος ὁ μὲν ἔνδον οὐδὲν ὀστοῦν ἔχει πρὸς αὐτὸν οὔτε συναρθρούμενον, ὁ δὲ ἔξω κατὰ τὴν κερκίδα διαρθροῦται. περιέχουσιν αὐτὴν κατὰ τοῦτο κοιλότητα, ἣν ἐπὶ τῷ πέρατι τὸ τῆς κερκίδος ὀστοῦν ἔχει. μέχρις μὲν οὖν τῶνδε φαίνεται πῆχυς μὲν καὶ κερκὶς ὑποδεχόμενα τὸν βραχίονα, καθ’ ἕτερον δ’ αὖ τρόπον ὁ βραχίων ὑποδέχεται τὰς κορώνας τοῦ πήχεως ἔχων δύο κοιλότητας ἐπιτηδείας ἑκατέρωθεν, βραχυτέραν μὲν τὴν πρόσω, βαθυτέραν δὲ τὴν ὀπίσω· διότι καὶ αἱ τοῦ πήχεως ἀποφύσεις ἃς κορώνας τε θηλυκῶς καὶ κόρωνα καλοῦσιν οὐδετέρως, ἄνισοι τὸ μέγεθός εἰσι καὶ μείζων ἡ ὄπισθεν. ὥστε ποικίλη τε καὶ ἀνόμοιος τοῖς μέρεσι, καὶ κατὰ τοῦτο καλῶς εἶπεν ὁ Ἱπποκράτης ἐπὶ τοῖς κατὰ γόνυ δικαίαν φύσιν ἔχειν τὸ ἄρθρον, οὐ μὴν ἐπὶ τοῖς κατ’ ἀγκῶνα. διὰ τί δὲ βαθμίδας ἔχει πλείονας, εἰ καὶ τούτους παραβαλὼν εἶπε, τῇ κατὰ γόνυ. δύο γὰρ ἐκεῖναι μόναι βαθμίδες εἰσὶ τῆς κνήμης, ὡς καὶ δύο κόνδυλοι τοῦ μηροῦ· κατ’
618
ἀγκῶνα δὲ μία μὲν ἐστι μεγάλη κοιλότης τοῦ πήχεως ἣν ὁρίζουσιν αἱ δύο κορῶναι, βραχυτέρα μὲν πρόσθεν, ἡ δὲ ἐκ τῶν ὄπισθεν μερῶν προμηκεστέρα. τοῦ δὲ βραχίονος αὐτοῦ δύο μέν εἰσιν αἱ δύο ἐξεσκαμμέναι κοιλότητες, ὥσπερ βόθυνοί τινες, ἐμβαίνειν ἔφη τὰς κορώνας τοῦ πήχεως, μία δὲ ἄλλη καθάπερ ἐκγεγλυμμένη κατὰ τὸ μέσον αὐτοῦ τροχηλίᾳ παραπλησίως.