In Hippocratis De fracturis

Galen

Galen, In Hippocratis De fracturis

Ἀλλ’ ἢν μὲν ἀπύρετος ᾖ, φαρμακεύειν ἄνω χρὴ, ὥσπερ εἴρηται, καὶ ὅσα μὴ ξυνεχῆ πυρεταίνηται· ἢν δὲ ξυνεχῆ πυρεταίνηται, μὴ φαρμακεύειν. ἀπέχειν δὲ σιτίων καὶ ῥοφημάτων, ποτῷ δὲ χρῆσθαι ὕδατι καὶ μὴ οἴνῳ, ἀλλὰ ὀξυγλυκεῖ.

Σύνηθες αὐτῷ τὸ φαρμακεύειν οὐκ ἐπὶ πάσης προσφορᾶς φαρμάκου λέγειν, ἀλλ’ ἐπὶ τῆς τῶν καθαιρόντων μόνης. ἐκέλευσε δὲ νῦν ἐλλέβορον αὐθημερὸν ἢ τῇ ὑστέρῃ διδόναι, πρὶν ἄρξασθαι φλεγμαίνειν δηλονότι τὰ μόρια καὶ πυρέττειν τὸν ἄνθρωπον. εἰ δὲ πυρετῆναι φθάσειεν, εἰ δὲ

466
ἐπιεικῶς ὅμως ἐπιδιδόναι τὸν ἐλλέβορον, ἡμεῖς δὲ οὐδ’ ἀπυρέτῳ τολμῶμεν διδόναι, εἰ σφοδρῶς, οὐδὲ δίδωσιν, ἀλλὰ καὶ σφοδροτάτως διαιτᾷ, μήτε σιτία μήτε ῥοφήματα προσφέρων ἐπὶ ποτοῦ τε μόνου διαιτῶν οὐκ οἴνου δηλονότι, τοῦτο γὰρ εὔδηλον, εἰ καὶ μηδὲν αὐτῷ ἐγεγράφει, κωλύων διδόναι τὸν οἶνον, ἀλλ’ ἐπὶ τοῦ καλουμένου ὀξυγλυκέος ἢ καὶ μελικράτου. τούτοις γὰρ χρῆται ποτοῖς ἐν τῇ λεπτοτάτῃ διαίτῃ καὶ τρίτῳ πρὸς αὐτοῖς ὀξυμέλιτι, ὃ διὰ μέλιτος καὶ ὄξους σκευάζεται. τὸ δ’ ὀξυγλυκὲς γλυκυτάτων κηρίων ἐστὶν ἀπόβρεγμά τε καὶ ἀφέψημα, καθάπερ ἔτι καὶ νῦν γίγνεται κατὰ τὴν Ἑλλάδα τρόπῳ τῷδε, κηρίον ἐκθλίψαντες τὸ μέλι βάλλουσιν εἰς λέβητα καθαρὸν ὕδωρ ἔχοντα, κἄπειτα ἑψήσαντες, ἄχρις ἂν ἱκανῶς αὐτοῖς δόξῃ τὰ κηρία τὴν ἐν αὐτοῖς ὑγρότητα πᾶσαν ἐναποτεθεῖσθαι τῷ ὕδατι, κατατίθενται καὶ φυλάττουσι καὶ χρῶνται τοῦ θέρους, ὡς ἂν ἀδίψῳ πόματι κεραννύντες ὕδατι ψυχρῷ. τούτῳ τοίνυν τῷ ὀξυγλυκεῖ χρῆσθαι καὶ ὁ Ἱπποκράτης κελεύει χρῆσθαι δ’ ἂν καὶ μελικράτῳ μὴ παρόντος αὐτοῦ, οὐ μὴν ὀξυμέλιτί
467
γε συμφέρει χρῆσθαι πεπονθότων νευρωδῶν μορίων. ἅπτεται γὰρ αὐτῶν τὸ ὄξος, ὡς ἥ τε πεῖρα διδάσκει καὶ αὐτός σοι ἐδήλωσεν· ἀλλ’ ἐφ’ ὦν ἐστὶν ὀξυμέλιτος χρεία ἐδίδαξέ σε κατὰ τὸ περὶ διαίτης ὀξέων, ὃ τινὲς μὲν ἐπιγράφουσι πρὸς τὰς κνιδίας, οὐκ ὀρθῶς, ἔνιοι δὲ περὶ πτισάνης, οὐδ’ οὗτοι καλῶς.

Ἢν δὲ μὴ μέλλῃ παλιγκοταίνειν, τὰ ἐκχυμώματα καὶ τὰ μελάσματα καὶ τὰ περιέχοντα ὑπόχλωρα γίνεται καὶ μὴ σκληρά.

Ἤδη ταῦτα δεδήλωται δυνάμει δι’ ἐκείνης τῆς λέξεως ἐν ᾖ φησὶν, ἢν μὲν τὰ ἐκχυμώματα τῶν φλεβῶν καὶ τὰ μελάσματα καὶ τὰ ἐγγὺς ἐκείνων ὑπέρυθρα γίγνεται καὶ ὑπόσκληρα, κίνδυνος παλιγκοτῆσαι· τῷ γὰρ ὑπόσκληρά τε καὶ ὑπέρυθρα ἀντικείμενα νῦν γράφει τὰ ὑπόχλωρα καὶ μὴ σκληρά. γίγνεται μὲν τὰ μὲν ὑπόχλωρα κατὰ μικρὸν ὑποστρεφομένου καὶ γενομένου τοῦ πύου· τὰ δὲ μὴ σκληρὰ,

468
διότι μὴ φλεγμαίνει μεγάλως τὰ μόρια. τοῦτο γὰρ ἦν τὸ αἴτιον καὶ τοῦ μεταβάλλειν εἰς πῦον τὸ παρεγκεχυμένον αἷμα.

Ἀγαθὸν τοῦτο τὸ μαρτύριον ἐν πᾶσιν ἐκχυμώμασιν τοῖσι μὴ μέλλουσιν παλιγκοταίνειν.

Ἀγαθὸν μὲν εἶπεν ἐν ἴσῳ τὸ ἀσφαλὲς καὶ βέβαιον καὶ ἀληθὲς καὶ διηνεκές. μαρτύριον δ’ ἀντὶ τοῦ σημεῖον, ἐπειδὴ μαρτυρεῖ καὶ πιστοῦται τὴν δόξαν ἡμῶν, ἣν ἐν τῷ προκειμένῳ γράμματι διδάσκει νῦν ὁ Ἱπποκράτης, φησὶ δ’ οὐ μόνον ἐπὶ τῶν κατὰ τὴν πτέρναν ἐκχυμωμάτων ἀσφαλὲς τὸ εἰρημένον σημεῖον, ἀλλὰ κἀπὶ τῶν ἄλλων ἁπάντων εἰκότως. οὐ γὰρ ἐκ τῆς τῶν τῇδε μορίων ἐνδείξεως, ἀλλ’ ἐξ αὐτοῦ τοῦ ἐκχυμώματος ἐγνώσθη. κίνδυνος μὲν οὖν οὐκ ἴσον ἡ κακοήθεια τῶν ἐκχυμωμάτων ἐπάξει· κατὰ γὰρ τὴν τῶν μορίων φύσιν ἐν οἷς γίγνεται διαφορά τις αὕτη προσέρχεται, τήν γε μὴν γένεσιν οὐκ ἐκ τῶν μορίων, ἀλλ’ ἐκ

469
τοῦ μὴ διαπυΐσκεσθαι τὸ παρεγκεχυθὲν αἷμα λαμβάνει. οὐ διαπυΐσκεται δὲ φλεγμονῆς μεγάλης ἐπιγινομένης, ἤτοι διὰ τὴν μοχθηρίαν τῆς ἐπιδέσεως ἢ διὰ τὴν τῶν χυμῶν κακοήθειάν τε καὶ πλῆθος, ἣν ὁ μὲν ἐπηνόρθου τῇ διὰ τῆς φαρμακείας κενώσει, ἡμεῖς δὲ τῇ φλεβοτομίᾳ. καὶ θαυμάζω πῶς οὐκ ἀρκεῖται ταύτῃ μόνῃ, καίτοι γιγνώσκων τε καὶ χρώμενος ἐπὶ τῶν τοιούτων αὐτῇ. λέγει γοῦν ἐν τῷ περὶ ἄρθρων αὐτός· ὁπόταν τὰ περὶ ταῖς πλευραῖς θλάσματα θεραπεύει σὺν τοῖς ἄλλοις οἷς ἀξιοῖ ποιεῖν καὶ τόδε, φλέβα τε τὴν κατ’ ἀγκῶνα τέμνεσθαι.

Ὅσα δὲ σὺν σκληρύσμασι πελιοῦται κίνδυνος μὲν μελανθῆναι.

Καὶ τὸ κατὰ τῆς γῆς ἐκχεόμενον αἷμα ποτὲ μὲν ἄχρι πολλοῦ διαμένει, ποτὲ δὲ ξανθότερον γίγνεται, ποτὲ δὲ ἐπὶ τὸ μελάντερον τρέπεται, καί ποτε σαφῶς γίγνεται μέλαν. εἰκὸς μὲν οὖν καὶ διὰ τὸ ὑπερέχον ἤτοι γ’

470
αἴθριον ἢ ζοφῶδες ὂν ἢ ὑγρὸν ἢ ξηρὸν ἢ θερμὸν ἢ ψυχρὸν εἰς διαφόρους ἀφικνεῖσθαι χροιὰς αὐτό. τὴν δ’ οὖν μεγίστην αἰτίαν τῆς τῶν χρωμάτων ἀπαλλαγῆς ἐξ αὐτῶν λαμβάνων διαφερόντως, ὡς ἑκάστῳ τῶν ἀνθρώπων ἢ τοῖς μὲν μελαγχολικώτερόν ἐστι, τοῖς δὲ φλεγματωδέστερον ἢ ὑδατωδέστερον ἢ τῆς ξανθῆς ἢ ὠχρᾶς οὐκ ὀλίγον ἔχον χολῆς. οὕτως οὖν καὶ τοῖς τῶν ζώων σώμασιν, ἐπειδὰν ἐκχυθὲν τῶν φλεβῶν εἰς διαφόρους ἀφικνεῖται χροιὰς, ὅταν γε μὴ κρατῆται καὶ μεταβάλληται πρὸς τῶν περιεχόντων αὐτὸ σωμάτων εἰς πῦον. εἰκὸς οὖν ἐνίοτε κατὰ τοῦτον τὸν καιρὸν πελιδνὸν φαίνεσθαι, διότι τὸ μὲν πελιδνὸν σῶμα μεταξὺ τοῦ τ’ ἀκριβῶς μέλανός ἐστι καί τινος τῶν εὐανθῶν, ὁποῖα μάλιστά ἐστιν ἐρυθρόν τε καὶ ξανθὸν, ὅπερ καὶ αὐτὸ χρῶμα. λέγω δὲ τὸ πελιδνὸν ἐκ τῶν εὐανθῶν εἰς τὸ μέλαν ἀφικνουμένων συμπίπτειν εἴωθεν ἢ ἐκ τοῦ μέλανος ἐπὶ τὸ λευκὸν, ὅταν ἐκπυΐσκηται. πολλάκις γοῦν ἰδεῖν ἐστι τά τε ὡς μεμελασμένα κατὰ τὴν εἰς πῦον μεταβολὴν ἀρχομένην πελιδνὰ φαίνοντα. κατὰ βραχύ τε τοῦ μέλανος μὲν ἀποχωροῦντα,
471
πρὸς δὲ τὴν τοῦ πυρὸς χρόαν ἐρχόμενα λευκότερα γίγνεται. τεφρώδης γάρ ἐστιν ἡ τοῦ πύου χρόα. νῦν οὖν ὁ Ἱπποκράτης διδάσκει σε διορισμὸν ἐπὶ τοῖς ἐκχυμώμασιν ὀφθεῖσι πελιδνοῖς· ἐὰν μὲν γὰρ κατὰ σκληρότητα, αὐτοῖς τοῦθ’ ὑπάρχει, φλεγμαίνει τὰ μόρια, χωρὶς δὲ σκληρότητος ἀφλέγμαντον διαμένει. τὰ μὲν οὖν ἀφλέγμαντα τὴν φύσιν ἐῤῥῶσθαι δηλοῖ καὶ τὸ τῶν φλεβῶν ἐκκεχυμένον αἷμα πεφθήσεσθαι καὶ πῦον ἔσεσθαι, τὰ δὲ φλεγμαίνοντα ἀῤῥωστίαν τῆς φύσεως διὰ τὴν ἀσθένειαν τῶν φλεγμαινόντων μορίων καὶ διὰ τὸ πλῆθος τοῦ περιεχομένου κακοχύμου μὴ πέττειν τὸ ἐκχύμωμα μήτε ἐκπυΐσκειν. λείπεται οὖν αὐτὸ μελανθῆναί τε καὶ διαφθαρῆναι.

Τὸν δὲ πόδα ἐπιτηδεύειν χρὴ ὅκως ἀνωτέρω τοῦ ἄλλου σώματος ἔσται τὰ πλεῖστα ὀλίγον. ὑγιὴς δ’ ἂν γένοιτο ἐν ἑξήκοντα ἡμέρῃσιν, εἰ ἀτρεμέοι.
472

Εἰς μὲν τὸν ταπεινότερον πόδα τὸ ἐκ τοῦ σκέλους ἐπιῤῥέον αἷμα γεννήσει φλεγμονὴν, εἰς δὲ τὸν ὑψηλότερον οὐδὲν μὲν ἐπιῤῥεῖ καὶ διὰ τοῦτο πάντως αὐτὸν ὑψηλότερον θετέον, οὐ μὴν πολλῷ γε. προσέρχεται γὰρ ὀδύνη τῇ τοιαύτῃ θέσει χρονιζομένῃ, τὰ δ’ ὀδυνώμενα φλεγμαίνει. ὅρος γοῦν τῆς ὑψώσεως τοῦ ποδός ἐστι τὸ ἀνώδυνον σχῆμα. τοῦτο δ’ εὑρήσεις εἰ πειραθείη τηνικαῦτα τεινόμενον, ὅταν ὀλίγον ὑψωθῇ τὸν πόδα.

Ἡ δὲ κνήμη δύο ὀστέα ἐστὶ, τῇ μὲν συχνῷ λεπτότερον τὸ ἕτερον τοῦ ἑτέρου, τῇ δὲ οὐ πολλῷ λεπτότερον.

Ἡ λέξις δ’ αὐτὴ μαρτυρεῖν δόξει τοῖς φάσκουσι καὶ πῆχυν καὶ βραχίονα καὶ κνήμην καὶ μηρὸν ὑφ’ Ἱπποκράτους ὀνομάζεσθαι μὴ τὸ συγκείμενον ἅπαν ἔκ τε τῶν ὀστῶν καὶ τῶν ἀμφ’ αὐτὰ σωμάτων, ἀλλὰ μόνα τὰ ὀστᾶ, οὐ μὴν ὅτι γε οὐ μόνον οὕτως λέγεται δηλοῦται διὰ τῆς λέξεως,

473
ἀλλ’ ὅτι καὶ οὕτως ὡς ἐγχωρεῖ διττὸν ἀπ’ αὐτοῦ λέγεσθαι τὰ τοιαῦτα πάντα καθάπερ ὑπέλαβον εἶναι οἱ ποτὲ μὲν ἐπὶ τῶν ὀστῶν μόνον τιθέντες αὐτῶν τὴν προσηγορίαν, ποτὲ δὲ συμπεριλαμβάνοντες καὶ τὰ περικείμενα πάντα, ὥστε κνήμην ὀνομάζεσθαι τὸ μεταξὺ τῆς κατὰ γόνυ διαρθρώσεως. ὅτι δὲ δυοῖν ὀστῶν ἐνταῦθα τὸ μὲν ἕτερον ἀμφοῖν ὀνομάζεται κνήμη, τὸ δ’ ἕτερον περόνη, καὶ ὅτι πλατύτερον μέν ἐστιν ἡ κνήμη, λεπτότερον δὲ ἡ περόνη, καὶ ὅτι τὸ μέσον μὲν καὶ ἄσαρκον ἐν ὅλῳ τῷδε τῷ μορίῳ κατὰ μῆκος ἐκτεταμένον ἄνωθεν κάτω ἐπὶ τῶν ἰσχνῶν φαινόμενον, ὅπερ ἀντικνήμιον ὀνομάζουσι τῆς κνήμης ἐστὶ μέρος, οὐ τῆς περόνης, ὅσα τ’ ἄλλα τῶν ὀστῶν ἐπίστασθαι προσήκει, λέλεκται πάντα κατὰ τὸ περὶ τῶν ὀστῶν ἡμέτερον ὑπόμνημα τοῖς εἰσαγομένοις γραφέν.

Ξυνέχεται δὲ ἀλλήλοισι τὰ πρὸς τοῦ ποδὸς καὶ ἐπίφυσιν κοινὴν ἔχει.
474

Τοῦ κοινὴν ὀνόματος οὐχ οὕτως προσῆκεν ἀκούειν, ὡς συνεχῆ λέγοντος αὐτοῦ τὴν ἐπίφυσιν εἶναι καὶ μίαν ἀκριβῶς, ἀλλ’ ὡς ἐζευγμένων ἀμφοτέρων τῶν ἐπιφύσεων καὶ συνεχομένων εἰς ἑνὸς τὴν φαντασίαν. οὐδενὸς γὰρ ἀλλήλαις κοινωνοῦσιν αἱ ἐπιφύσεις, ὡς μίαν δοκεῖν εἶναι. τὰ γυμνὰ δ’ αὐτῶν μόρια τὰ τελευταῖα περιφερῆ κατὰ τὸ σχῆμα καλεῖται μὲν οὐκ ὀρθῶς ὑπό τινων ἀστράγαλον. συνεχὴς γὰρ τένων τὸν ἀστράγαλον ἔχων ἔνδον, ὡς καὶ δι’ αὐτοῦ οὕτω· κατακρυπτόμενος ἀφανής ἐστι καὶ πρὸς τὴν ἁφὴν καὶ πρὸς τὴν ὄψιν.

Ἐν ἰθυωρίῃ δὲ τῆς κνήμης οὐ ξυνέχεται.

Οὐ συνέχεται τὰ προειρημένα δύο ὀστᾶ τῆς κνήμης κατὰ τὴν εὐθύτητα τῆς κνήμης, ὅπερ ἐστὶ κατὰ τὸ μῆκος οὐ συνέχεται, τουτέστιν οὐχ ἅπτεται κατὰ τοῦτ’ ἀλλήλων οὔτε συνδεῖται.

475
Τὰ δὲ πρὸς τοῦ μηροῦ ξυνέχεται καὶ ἐπίφυσιν ἔχει καὶ ἡ ἐπίφυσις διάφυσιν.

Πολλαπλάσιόν ἐστι τῷ πάχει τὸ τῆς κνήμης πέρας ἐν τῇ κατὰ γόνυ διαρθρώσει τοῦ τῆς περόνης, ὥστε καὶ ἡ ἐπίφυσις ὅλη σοι δόξει τῆς κνήμης εἶναι, κατὰ δὲ τὸ ἔξω πέρας αὐτῆς ὑπερήρεισται ἡ περόνη. διάφυσιν δ’ ἔχει, φησὶ, τὴν ἐν τῷ μέσῳ γεννωμένην ὑπεροχὴν νευροχονδρώδη διάφυσιν εἰπών. διορίζει δ’ αὐτὴ τοὺς ἐπιβαίνοντας τῇ κνήμῃ κονδύλους. καταπαλαιουμένους τῶν ὀστῶν ἐπὶ τῶν νεκρῶν σωμάτων ἀποσήπεται πολλάκις, ὡς ἀπατηθῆναί τινα, καὶ δόξει ψεῦδος εἰρῆσθαι πρὸς Ἱπποκράτους ὑπὲρ αὐτῆς ἀλόγως γε τῶν προσφάτων ἁπάντων φαίνεται.

Μακρότερον δὲ τὸ ἕτερον ὀστέον σμικρῷ τὸ κατὰ τὸν σμικρὸν δάκτυλον. ἡ μὲν φύσις τοιαύτη τῶν ὀστέων τῶν ἐν τῇ κνήμῃ.
476

Μακρότερον ὅπερ ἐγὼ γράφειν οὕτως ἀξιῶ, μικρότερον δ’ ἐστὶ τὸ ἕτερον ὀστοῦν κατὰ σμικρὸν δάκτυλον, καὶ εἰ οὕτως ἔγραψεν αὐτὸς ὁ Ἱπποκράτης, οὕτως πέπειστο τὴν κατὰ τὸ γόνυ τῆς κνήμης ἐπίφυσιν κοινὴν ἀμφοτέρων εἶναι ὀστῶν, οὐ μόνης τῆς κνήμης, ἁπλῶς ἔσται μακρότερον καὶ οὐ κατὰ τὸ κάτω πέρας μόνον.

Ὀλισθαίνει δὲ ἔστιν ὅτε τὰ πρὸς τοῦ ποδὸς, ὁτὲ μὲν ξὺν τῇ ἐπιφύσει ἀμφότερα τὰ ὀστέα, ὁτὲ δὲ ἡ ἐπίφυσις ἐκινήθη, ὁτὲ δὲ τὸ ἕτερον ὀστέον.

Ἔνιοι τῶν ἰατρῶν οἴονται τὸ ἐξαρθρεῖν λέγεσθαι κατὰ τῶν ἐξισταμένων τελέως ὀστῶν. τὸ δὲ ὀλισθαίνειν ἐπὶ τῶν παραρθρούντων μὲν, οὐ μὴν παντάπασί γε ἐκπιπτόντων τῆς φυσικῆς διαρθρώσεως, οὐδὲ τὸ κατὰ τὴν ἀρχὴν εἰρημένον ἐν τῷ περὶ ἄρθρων ἔχον οὕτως. ὤμου δ’ ἄρθρον

477
ἕνα τρόπον οἶδα ὀλισθάνον τὸν ἐς τὴν μασχάλην· ὅλη γὰρ ἡ κεφαλὴ τοῦ βραχίονος ἀποχωρεῖ τῆς κοιλότητος, ᾗ διήρθρωται μὴ δυναμένης γενέσθαι βραχείας παραρθρήσεως, καθάπερ αὐτὸς ὁ Ἱπποκράτης ἔγραψε καὶ τὴν αἰτίαν προσθεὶς, ἣν ὅταν ἐπ’ ἐκεῖνο τὸ βιβλίον ἀφικώμεθα μαθησόμεθα.

Ταῦτα δ’ ὀχλώδεα μὲν ἧσσον ἢ τὰ ἐν τῷ καρπῷ τῶν χειρέων, εἰ τολμῷεν ἀτρεμέειν οἱ ἄνθρωποι. ἴησις δὲ παραπλησίη οἵηπερ ἐκείνῳ, τήν τε γὰρ ἐμβολὴν χρὴ ποιέεσθαι ἐκ κατατάσιος ὥσπερ ἐκείνων, ἰσχυροτέρης δὲ δεῖται τῆς κατατάσιος, ὅσῳ ἰσχυρότερον τὸ σῶμα ταύτῃ. ἐς τὰ πλεῖστα μὲν γὰρ ἀρκέουσιν ἄνδρες δύο, ὁ μὲν ἔνθεν, ὁ δ’ ἔνθεν τείνοντες. ἢν δὲ μὴ ἰσχύουσι, ἰσχυροτέρην ῥηίδιόν ἐστι ποιέειν τὴν κατάτασιν.

Οὐ μόνον τῶν ἐν τῷ καρπῷ τῆς χειρὸς ἧσσόν ἐστιν ὀχλώδη, ἀλλὰ καὶ τῶν ἐν τῷ ποδὶ πολὺ μᾶλλον. ἐπεὶ δὲ

478
κοινὴν τὴν διδασκαλίαν ἐποιήσατο τὴν κατὰ τὸν πόδα καὶ ἄκραν τὴν χεῖρα, διὰ τοῦτο ἤρκεσεν αὐτῷ μνημονεῦσαι τοῦ ἑτέρου τῶν μορίων, ὃ πρῶτόν ἐστι τῆς κνήμης καὶ τοῦ ποδὸς κατ’ εὐθεῖαν. ὅσον γὰρ ἀπολείπεται τῶν κατὰ τὸν πόδα καὶ μάλιστα τῶν κατὰ τὴν πτέρναν ἐστὶν ὀχλωδεστέρα μικρὸν ἔμπροσθεν αὐτὸς εἶπεν.

Ἢ γὰρ πλήμνην κατορύξαντα χρὴ ἢ ἄλλο τι ὅ. τι τούτῳ ἔοικε μαλθακόν τι περὶ τὸν πόδα περιβάλλειν, ἔπειτα πλατέσι βοείοισιν ἱμᾶσι περιδήσαντα τὸν πόδα τὰς ἀρχὰς τῶν ἱμάντων ἢ πρὸς ὕπερον ἢ πρὸς ἕτερον ξύλον προσδήσαντας τὸ ξύλον πρὸς τὴν πλήμνην ἄκρον ἐνθέντα ἀνακλᾷν. τοὺς δ’ ἀντιτείνειν ἄνωθέν τε τῶν ὤμων ἐχομένους καὶ τῆς ἰγνύης.

Ξύλον τι κατορύττειν ἀξιοῖ δυνάμενον ὑποδέξασθαι πέρας μοχλοῦ, δι’ οὗ τὴν κατάτασιν τοῦ κώλου μέλλει ποιεῖσθαι.

479
γιγνώσκεν δὲ οἶμαί σε τὴν καλουμένην χοινικίδα τοῦ τρόχου πλήμνην ὑπὸ τῶν Ἰώνων λέγεσθαι, καὶ γὰρ παρὰ τῷ ποιητῇ τοὔνομά ἐστι. τὴν δ’ εὐπορίαν τῶν εἰς τὰς θεραπείας χρησίμων ἀσκεῖν ἀεὶ συμβουλεύων ὁ Ἱπποκράτης ἐμνημόνευσε καὶ νῦν τῆς πλήμνης ἐν ἅπασι τόποις ὑπ’ ἀνθρώπων οἰκουμένος εὐπορῆσαι δυναμένων ἡμῶν αὐτῆς, ὥσπερ καὶ τῷ ὑπέρῳ πρὸς τὴν ἐνεστῶσαν κατάστασιν ἀντὶ μοχλοῦ χρῆται. καὶ τίνα δὲ τρόπον αὐτοῖς προσήκει χρῆσθαι σαφῶς αὐτὸς ἐδήλωσε διὰ τῆς ἰδίας λέξεως τοῖς προσέχουσι τὸν νοῦν αὐτῷ.

Ἔστι δὲ καὶ τὸ ἄνω τοῦ σώματος ἀνάγκη προσλαβεῖν.

Τὰς ἰσχυρὰς ἀντιτάσεις ἀνάγκας εἴρηκε τὸ βίαιον αὐτῶν ἐνδείξασθαι βουλόμενος.