In Hippocratis De fracturis

Galen

Galen, In Hippocratis De fracturis

Ἐν δὲ ἑκάστῃ τῶν ἀπολυσίων ὕδατι πολλῷ θερμῷ χρέεσθαι. ἐν πᾶσι δὲ πολλὸν ὕδωρ θερμὸν καταχέειν τοῖσι κατ’ ἄρθρα σίνεσιν. αἱ δὲ πιήζιες καὶ αἱ καλάσιες ἐν τοῖσιν αὐτέοισιν χρόνοισι τὰ αὐτὰ σημεῖα δεικνυόντων
445
ἅπερ ἐπὶ τοῖσιν πρόσθεν καὶ τὰς μετ’ ἐπιδέσιας ὡσαύτως χρὴ ποιέεσθαι. ὑγιέες δὲ τελέως οὗτοι γίνονται ἐν τεσσαράκοντα ἡμέρῃσι μάλιστα, ἢν τολμέωσι κατακεῖσθαι. ἢν δὲ μὴ, πάσχουσι ταῦτα ἃ καὶ πρότερον καὶ ἐπὶ μᾶλλον.

Ἔνθα πραΰνειν μὲν ὀδύνην, χαλάσαι δὲ τὴν τάσιν βούλεται τῶν σωμάτων, ἐνταῦθα πλέονι χρῆσθαι καταντλήσει θερμοῦ ὕδατος, ἔστι δὲ μάλιστα ἐν τοῖς κατ’ ἄρθρα τοιαῦτα παθήματα· νευρωδέστερά τε γὰρ καὶ ὀστωδέστερα ταῦτα τὰ μόρια. θλίβεται οὖν ὑπὸ τοῦ φλεγμαίνοντος καὶ μᾶλλον αἰσθάνεται τῆς ὀδύνης, ὅτι νευρωδέστερα εἶναι. σίνεσιν δ’ εἶπε τὰ οἷον βλάμματα, διότι καὶ τὸ βλάπτεσθαι σίνεσθαι καλεῖ.

Ὅσοι δὲ πηδήσαντες ἀφ’ ὑψηλοῦ τινος ἐστηρίξαντο τῇ πτέρνῃ ἰσχυρῶς, τουτέοισι διΐστανται μὲν τὰ ὀστέα, φλεβία
446
δ’ ἐκχυμοῦνται ἀμφιθλασθείσης τῆς σαρκὸς ἀμφὶ τὸ ὀστέον, οἴδημα δ’ ἐπιγίνεται καὶ πόνος πουλύς. τὸ γὰρ ὀστέον τοῦτο οὐ σμικρόν ἐστι καὶ ὑπερέχει μὲν ὑπὸ τὴν ἰθυωρίην τῆς κνήμης.

Ἐκχυμοῦσθαι τὰς φλέβας εἶπε σημῆναι βουλόμενος ἐκχεῖσθαι τὸν ἐν ἑαυταῖς περιεχόμενον ἔξω χυμὸν, ὅπερ ἐστὶ τὸ αἷμα. γίγνεται δὲ τοῦτο θλασθέντος αὐτοῦ τοῦ χιτῶνος· ὅσα γὰρ θλάττεται σώματα τὴν φυσικὴν ἕνωσιν ἀπόλλυται κατὰ πολλὰ μέρη καὶ μικρὰ διασπώμενα, καθ’ ἃ καὶ περιεκχεῖται τὸ αἷμα. τοῦτο οὖν τὸ ἐκχυθὲν αἷμα δέχονται μὲν αἱ περιεχόμεναι χῶραι τὴν φλέβα, δεξάμεναι δὲ οὐ φυλάσσουσιν οἷον ἐδέξαντο, μελαίνεται μὲν γὰρ ἐν τῷ χρόνῳ, καθάπερ εἰ κἀκτὸς ἐκχυθὲν ἐχρόνισε, καὶ γίνεται πάθος ὃ καλεῖται θρόμβωσις, ἐξ οὗ παθήματος ἐγγενομένου τῷ αἵματι, θρόμβος μὲν ἤδη τὸ αἷμα καλεῖται καὶ ἔστι. μέλαν δὲ γίγνεται τῇ χρόᾳ καὶ σήπεται ἐντεῦθεν μοχθηρῶς. ἀλλὰ ταῦτα μὲν οὐχ οἷόν τε χαλεπώτατα συμπίπτειν τοῖς ἐκχύμασιν,

447
ἵν’ ὅταν ὑπὸ τῆς φύσεως κρατεῖται μεταβάλλῃ, καθάπερ καὶ ἄλλο κατὰ τὰς πεττομένας φλέγμονας αἷμα, καὶ γίγνεται πῦον. ἵνα δὲ κρατήσῃ τοῦ αἵματος ἡ ἐν τοῖς μορίοις φύσις, ἐστοχάσθαι χρὴ δυοῖν τούτοιν, ἑτέρου μὲν ὡς μὴ φλεγμῆναι τὰ σώματα καὶ ὅπως τοῦτο γίγνεται πρότερον ἐμάθομεν, ἑτέρου δὲ τοῦ διωρίσθαι τὸ παρεκκεχυμένον αἷμα. τοῦτο οὖν στοχαζόμενος ὁ Ἱπποκράτης κατὰ μέρος ἐφεξῆς πάντα συμβουλεύει. διΐσταται δὲ, ἔφη, τὰ ὀστέα τῶν οὕτω πηδησάντων ἀποῤῥηγνυμένων δηλονότι τῶν συμφυόντων αὐτὰ συνδέσμων, ὥσπερ ὀλίγον ἔμπροσθεν ὑπὲρ τῶν κατὰ τὸν ταρσὸν ἐλέγομεν. ἔζευκται δὲ τῇ πτέρνῃ κατὰ τὸ ἄνω μέρος ὁ ἀστράγαλος. ἔμπροσθεν δὲ τὸ καλούμενον κυβοειδὲς, ὥσπερ γε καὶ τῷ ἀστραγάλῳ κατὰ τὰ πρόσω μέρη συνήρθρωται τὸ σκαφοειδὲς ὀνομαζόμενον ὀστοῦν καὶ τούτοις ἀμφοτέροις τῷ τε κυβοειδεῖ καὶ τῷ σκαφοειδεῖ τὰ τοῦ ταρσοῦ τέτταρα. δέδεικται δὲ ὑπὲρ τούτων ἁπάντων τῶν ὀστῶν τῶν τε κατὰ πόδα καὶ ἄκραν χεῖρα κατὰ τὸ περὶ τῶν ὀστῶν ὑπόμνημα.

448
Κοινωνέει δὲ φλεψὶ καὶ νεύροις ἐπικαίροισιν, ὁ τένων δὲ ὀπίσθιος τούτῳ προσήρτηται τῷ ὀστέῳ. τούτους χρὴ ἰητρεύειν μὲν κηρωτῇ καὶ σπλήνεσι καὶ ὀθονίοισιν. ὕδατι δὲ θερμῷ πλείστῳ τουτέοισιν χρῆσθαι καὶ ὀθονίοισι πλείοσιν· ἐπὶ τουτέοισι δεῖ καὶ ἄλλως ὡς βελτίστων καὶ προσηνεστάτων.

Τῷ τῆς πτέρνης, φησὶν, ὀστέῳ κοινωνεῖ μὲν νεῦρα μεγάλα, τοῦτο γὰρ αὐτὸ νῦν δηλοῖ τὸ ἐπίκαιρα· καθάπερ δὲ καὶ φλέβες οὐ μικραί. συμπέφυκε δὲ ὀπίσθιος τένων ὁ ἐκ τῶν κατὰ τὴν γαστροκνημίαν μυῶν γενόμενος. εἴρηται δὲ καὶ περὶ τούτων αὐτάρκως ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσι καὶ τῇ τῶν μυῶν ἀνατομῇ· καὶ χρὴ ταῦτά γε ἀκριβῶς μεμαθηκέναι τὸν ἀκολουθεῖν βουλόμενον οἷς νῦν ὁ Ἱπποκράτης διδάσκει.

449
Καὶ ἢν μὲν τύχῃ ἁπαλὸν τὸ δέρμα φύσει ἔχων τὸ ἀμφὶ τῇ πτέρνῃ ἐᾷν οὕτως· ἢν δὲ παχὺ καὶ σκληρὸν οἷα μετεξέτεροι ἴσχουσι, κατατέμνειν χρὴ ὁμαλῶς καὶ διαλεπτύνειν μὴ διατρώσκοντα.

Τῶν προειρημένων παθημάτων περὶ τὴν πτέρναν τε καὶ κατὰ τὰ συνεχῆ μόρια γενομένων κίνδυνός ἐστιν ὀδύνας τε μεγάλας ἀκολουθήσειν καὶ φλεγμονὴν οὐ σμικράν. ὀστώδη τε γὰρ τὰ χωρία καὶ οὐκ ἐκ τῶν ἐπιτυχόντων ὀστῶν, ἀλλ’ ἐκ πάνυ μικρῶν συνηρθρωμένα, ὥστε ἐὰν καὶ βραχέα τινὰ γένηται φλεγμονῆς μεγάλας ὀδύνας ἔσεσθαι διὰ τὴν θλίψιν. ὁ δ’ ἐμφυόμενος τῇ πτέρνῃ τένων ἀξιόλογος ὢν τὸ μέγεθος, εἰ φλεγμήνῃ, κίνδυνον ἕξει σπασμῶν. καὶ μὴν καὶ νεῦρα κατὰ τὸ μόριον τοῦτο μεγάλα τέτακται ψαύοντα τῶν ὀστῶν, ὡς καὶ τοῦτ’ ἔμαθες ἐν τῇ τῶν νεύρων ἀνατομῇ. ταῦτα οὖν τἄλλα τῆς θεραπείας ἁπάσης ἠκριβῶσθαι χρὴ κατά τε τὴν τῆς διαίτης λεπτότητα καὶ

450
τὸ πλῆθος τοῦ καταντλουμένου θερμοῦ, καὶ μέντοι καὶ τὸ δέρμα τὸ κάτω ὃ προσαγορεύουσιν ἴχνος ἐπὶ πολλοῦ χρή. σύμμετρον δὲ ἐφ’ ὧν σκληρόν ἐστιν ὅρον τοῦ βάθους τῆς τομῆς ποιούμενος τὴν σκληρότητα. τυλοῦται γὰρ ἐπ’ ἐνίων, ὡς μηδ’ ἐπὶ βραχὺ προχεῖν αἵματος, ἢν μὴ μέχρι βάθους ἱκανοῦ καθιῇ τις τὴν σμίλην. αὐτὸ μὲν δὴ τοῦτο αὐτοῦ προσήκει τέμνειν τὸ μέρος ὃ οὔτε προχεῖ τι τοῦ αἵματος, ἐκείνου δὲ φείδεσθαι καθὸ τέμνομεν εὐθέως αἱμάσεται· καὶ γὰρ ὀδυνᾶται τεμνόμενον. ἐκεῖ δὲ οὐχ ἁπλῶς τέμνειν, ἀλλ’ ὁμαλῶς τὸ σκληρὸν τοῦ δέρματος. ἔχοις δ’ ἂν τρεῖς σκοποὺς τοῦ τέμνειν ὁμαλῶς, κατὰ μὲν τὸ μῆκος τῆς τομῆς, ἕτερον δὲ τὸ βάθος καὶ τρίτον καὶ τὸ μεταξὺ διάστημα. χρὴ γὰρ ἴσας τε τῷ μήκει καὶ πλάτει τὰς τομὰς ἀλλήλαις τέμνειν, ἴσον τε διεστηκυίας ὥσπερ ἅπαν ὁμοίως τὸ ἴχνος ἀλύπως ἐπεκτείνηται κατὰ τὸν τῆς φλεγμονῆς καιρόν. ἴσμεν γὰρ ὅτι τε τὰ φλεγμαίνοντα πάντα γίγνεται καὶ ὡς αἱ τάσεις ὀδύνας τε γεννῶσι καὶ φλεγμονὰς αὔξουσι καὶ σπασμοὺς ἐπικαλοῦνται. ὡς οὖν ἡ πολλὴ κατάντλησις ὕδατος
451
θερμοῦ παραχεομένου δαψιλοῦς ἐλαίου τὴν τάσιν ἐκλύουσα μεγάλως ὀνίνησιν, οὕτως καὶ τὰς τομὰς ἐπενόησε ποιεῖσθαι τοσοῦτον κατιούσας εἰς τὸ βάθος, ὡς μηδέπω τιτρώσκειν τὸ ἔναιμον τοῦ δέρματος, ἐπινενοῆσθαι χρησίμως αὐτῷ τὰς ἀμυχὰς, ὅπου κἀπὶ τῶν ἄλλων μορίων, ὅταν γε μεγάλως φλεγμαίνῃ, σχάζειν ἀναγκαζόμεθα τὸ δέρμα, τοῦτο μὲν κενοῦντές τι τῆς περιουσίας τοῦ κατὰ τὴν φλεγμονὴν αἵματος, τοῦτο δὲ καὶ δι’ ἀναπνοὰς ἐργαζόμενοι καὶ προσέτι τὴν τάσιν ἐκλύοντες ἣν ἐκ τῆς φλεγμονῆς ἔσχεν. ἐπὶ δὲ τοῦ ποδὸς, ἐπειδὴ καὶ μᾶλλον ἐπὶ τὸ σχάζειν τὸ δέρμα παραγενησόμεθα, κἂν μηδέπω φλεγμαίνῃ, διότι σκληρότατον ὂν, ἐφ’ ὅ γε τοιοῦτόν ἐστιν οὐ δύναται προσεπεκτείνεσθαι κατὰ τὰς φλεγμονάς· αὐτό τε οὖν ὀδυνήσεται τεταμένον ἰσχυρῶς, θλάσεται δὲ τῇ περιτάσει τὰ ὑποκείμενα καὶ μάλιστα τὸν συμπεφυκότα τένοντα πλάτος ἐκ μιᾶς ἀπονευρώσεως ἑνὸς τῶν κατὰ τὴν γαστροκνημίαν μυῶν ἔχει τὴν γένεσιν. ἐάν περ οὖν οὗτος εἰς ὀδύνην τε καὶ φλεγμονὴν ἀφίκηται, κίνδυνος ὅλῳ τῷ μυῒ παραθεῖναι τὰ αὐτά. τοῦτο
452
δ’ εἰ γένοιτο καὶ σπασμὸν ἀκολουθήσειν εἰκός. διὰ ταῦτ’ οὖν ἅπαντα τέμνειν μὲν, ὡς εἴρηται, προσήκει τὸ ἴχνος, ἑξῆς δὲ λεπτύνειν, ὡς ἔφην, τουτέστι λεπτὸν ἐργάζεσθαι. γένοιτο δ’ ἂν τοῦτο τῆς μὲν σκληρότητος αὐτοῦ μαλαττομένης, τοῦ δὲ πλήθους καθαιρομένου. γενήσεται δ’ ἄμφω ταῦτα καταντλούντων ἔλαιόν τε καὶ ὕδωρ θερμὸν οὐκ ὀλίγον· εἶτ’ ἐπὶ τῇ καταντλήσει πρὸ τῶν ἐπιδέσμων ὑπολειφόντων ἔλαιον μηδεμίαν ἔχον στύψιν.

Ἐπιδεῖν δὲ ἀγαθῶς οὐ παντὸς ἀνδρός ἐστι τὰ τοιαῦτα· ἢν γάρ τις ἐπιδέῃ, ὥσπερ καὶ τὰ ἄλλα τὰ κατὰ τὰ σφυρὰ ἐπιδεῖται, ὁτὲ μὲν περὶ τὸν πόδα ἐπιβαλλόμενος, ὁτὲ δὲ περὶ τὸν τένοντα, αἱ ἀποσφίγξεις αὗται χωρίζουσι μὲν τὴν πτέρνην, ᾗ τὸ θλάσμα ἐγένετο.

Τῷ μὲν ἀγαθῶς ἀντὶ τοῦ καλῶς οὗτός τε καὶ οἱ ἄλλοι παλαιοὶ πολλάκις εἰρήκασιν. ἀξιοῖ δὲ καὶ τὰ περὶ τὴν

453
πτέρναν ἐπιδεῖν τῷ καταγματικῷ τρόπῳ μεμφόμενος τοὺς οὕτως ἐπιδοῦντας, ὡς ἐπιδεῖν εἰθίσμεθα πολλάκις ἕνεκα τοῦ κρατῆσαί τι τῶν ἐπικειμένων αὐτοῖς φαρμάκων ἢ καταπλασμάτων ἢ καὶ τινας ἐπιβροχάς. ἔστι δ’ ὁ τρόπος τῆς ἐπιδέσεως ᾧ μέμφεται τοιόσδε.

Τῆς ἀρχῆς τοῦ ἐπιδέσμου λοξῆς ἀνατεταμένης κατὰ τὸ σφυρὸν ἡ νομὴ τῆς ἐπιδέσεως γίγνεται πρὸς τὸ κάτω τοῦ ποδὸς ἔμπροσθεν τοῦ προπετοῦς τῆς κνήμης πέρατος ὃ καλοῦσιν ἀστράγαλον. ἐντεῦθεν δὲ πάλιν ὑποστρεψάντων ἐγκαρσίως ὑπὸ τὸ τοῦ ποδὸς ἴχνος ἐπίδεσμος ἀχθεὶς καὶ διελθὼν ὅλον τὸν πόδα μέχρι τῆς ἀντικειμένης χώρας αὖθις ἀνάγεται λοξὸς, ἐκ τῶν κάτω τε καὶ πρόσω μερῶν τοῦ ἀστραγάλου ψαύων αὐτοῦ, καθάπερ καὶ πρόσθεν τε κατήγετο τῇ αὐτῇ χρωμένων τῇ νομῇ συντυχεῖν ἀναγκαῖόν ἐστι κατὰ τὸ πρόσω τοῦ ποδὸς ἑαυτῷ τὸν ἐπίδεσμον γενέσθαι τὸ σχῆμα παραπλήσιον τῷ χ γράμματι. κἀντεῦθεν κύκλῳ κατὰ τὸ σφυρὸν ἑλιχθέντα παραγενέσθαι πάλιν ἐπ’ ἐκεῖνον τὸν τρόπον, ὅθεν ἤρξατο καὶ οὕτως ἐκ δευτέρου τὰς αὐτὰς ἔχειν περιβολὰς αἷς διῆλθον, ὡς ἐπὶ τὴν

454
ἀρχὴν αὖθις ἀνελθεῖν, εἶτ’ ἐντεῦθεν εἴς τε τὸ τρίτον ἑλιχθέντα κατὰ τὴν αὐτὴν νομὴν ἐπὶ τὴν ἀρχὴν ἀφικέσθαι πάλιν ἐντεῦθέν τε περὶ τὸ σφυρόν. ἔνιοι δ’ ὅταν ἑλίξωσι τὴν ὑπὸ τὸ ἴχνος ἐγκαρσίαν οὐκ εὐθέως ἀνάγουσι λοξὸν ἐπὶ τὸ σφυρὸν ἄνω τὸν ἐπίδεσμον, ἀλλὰ κυκλοτερῶς πρῶτον ἑλίττουσιν ἐπὶ τὸν ταρσὸν, ὥσπερ γε καὶ τὸ σφυρόν. ἔνιοι κυκλοτερῶς ὡς διαλαμβάνεσθαι τὰς λοξὰς ὑπὸ τῶν κυκλοτερῶν. αἱ μὲν οὖν συνήθως γιγνόμεναι περιβολαὶ τῶν ἐπιδέσμων ἐνταῦθα μύες εἰσίν. ἐν δὲ τοῖς προκειμένοις πάθεσι τοιαῦται, διότι μήτε προσυποβάλλεταί τι πρὸ τῶν ἐπιδέσμων ἕτερον οὗ τῆς κρατήσεως ἐν ἐκείνῃ ἐπίδεσις γίγνεται μήτ’ ἀπαθής ἐστιν ἡ πτέρνα, καθάπερ ἐπ’ ἐκείνων, ἀλλ’ αὕτη πρώτη πέπονθεν, ὥστε ὁ προειρημένος τρόπος τῆς ἐπιδέσεως ἐπὶ τὴν πτέρναν ἐκθλίβειν τὸ αἷμα χωρίζει αὐτὴν τὴν ἐπίδεσιν. χρὴ δὲ τὸ ἐναντίον τούτου γίγνεσθαι τῆς ἐπιδέσεως ἐκ τῆς πτέρνης παραπλησιάζοντα χωρία τὸ αἷμα διωθουμένης, ὅπερ ὁ καταγματικὸς τρόπος τῆς περιβολῆς τῶν ὀθονίων ἐργάζεται μόνος, ὡς ἔμπροσθεν ἐμάθομεν· ἐκείνῳ τοιγαροῦν καὶ νῦν κέχρηται.

455
Καὶ οὕτω κίνδυνος σφακελίσαι τὸ ὀστέον τὸ τῆς πτέρνης.

Τὴν ὅλην τῆς οὐσίας ἑκάστου μορίου φθορὰν ὀνομάζουσιν οἱ παλαιοὶ σφακελὸν, ἀλλὰ ἐν τῇ μὲν τῶν σαρκώδων μορίων καὶ ἄλλοις ὀνόμασι χρῶνται. λέγει οὖν αὐτὸς καὶ σαπρὰν σάρκα καὶ μυδῶσαν καὶ σηπομένην καὶ ἄλλα τοιαῦτα ὀνόματα. κατὰ δὲ τοῦ φθειρομένου δι’ ὅλης αὐτῆς οὐσίας ὀστοῦ σφάκελον ἐπιφέρει. συμβαίνει δὲ τοῦτο τὸ πάθημα τοῖς ὀστοῖς, ὅταν ἡ παρακειμένη σὰρξ αὐτοῖς μοχθηροὺς ἰχῶρας γεννῶσα καὶ διαβρέξασα τούτοις αὐτὰ διασήψῃ.

Καίτοι ἢν σφακελίσῃ, τὸν αἰῶνα πάντα ἱκανὸν ἀντισχεῖν τὸ νόσημα.

Φανερώτερον νῦν εἰρηκέναι τὸν ὅλον Βίον τοῦ ἀνθρώπου, καὶ ἔστιν ὁ λόγος αὐτοῦ τοιοῦτος· ἄν ποτε ἡ πτέρνα

456
σφακελίσῃ, ἀνίατον γίγνεται τὸ πάθημα καὶ παραμένει τῷ βίῳ παντὶ ἡ ἐξ αὐτοῦ κάκωσις.

Καὶ γὰρ τἄλλα ὅσα μὴ ἐκ τοιούτου τρόπου σφακελίζει, ἀλλ’ ἐν κατακλίσει μελανθείσης τῆς πτέρνης ὑπ’ ἀμελείης τοῦ σχήματος ἢ ἐν κνήμῃ τρώματος γινομένου, ἐπικαίρου καὶ χρονίου καὶ κοινοῦ τῇ πτέρνῃ ἢ ἐν μηρῷ ἢ ἐπὶ ἄλλῳ νοσήματι ὑπτιασμοῦ χρονίου γενομένου, ὅμως καὶ τοῖσι τοιούτοισι χρόνια καὶ ὀχλώδεα καὶ πολλάκις ἀναῤῥηγνύμενα, ἢν μὴ χρηστῇ μὲν μελέτῃ θεραπευθῇ, πολλῇ δ’ ἡσυχίῃ, ὥστ’ ἐκ τοῦ τοιούτου τρόπου σφακελίζοντα κινδύνους μεγάλους τῷ σώματι παρέχει πρὸς τῇ ἄλλῃ λύμῃ.

Οὐ μόνον, φησὶν, ἐκ τῶν προειρημένων διαθέσεων εἴωθε κακοῦσθαι τὸ τῆς πτέρνης ὀστοῦν, ἀλλὰ καὶ ταῖς χρονίαις ἐπικλίσεσιν, ἃς ὑπτιασμοὺς ὠνόμασεν, ἀμελῶς κειμένη

457
μελαίνεται πολλάκις ἡ πτέρνα. τοιαύτη δὲ θέσις ἐστὶν ὅταν ἐπὶ σκληροῦ τε καίηται καὶ μὴ συνεχῶς ἐπαίρηται, μηδ’ ἀεὶ θερμαινομένη τε καὶ πιλουμένη πρὸς τῶν ὑποκειμένων. διότι αἱρεθεὶς μεταποιεῖν τροχίσκον ἐξ ἐρίου μαλακοῦ, καλοῦσι δὲ ἔνιοι τρόφιον αὐτὸν ἀνάλογον τῷ μεγέθει τῆς πτέρνης ἔχοντα τὴν ἐντὸς ἑαυτοῦ κοιλότητα, καθ’ οὗ κυκλίσκου στηρίζομεν οὕτως τὴν πτέρναν, ὡς αἱρεῖσθαι τὸ κάτωθεν αὐτοῦ μέρος, ὅπως ἄθλιπτός τε ἅμα καὶ διαπνεόμενος καὶ ἀθέρμαντος φυλάττοιτο.

Καὶ γὰρ πυρετοὶ ὑπεροξέες, ξυνεχέες, τρομώδεες, λυγγώδεες, γνώμης ἁπτόμενοι καὶ ὀλιγήμεροι κτείνοντές τε.

Ἐν τῷ σφακέλῳ τῆς πτέρνης ταῦτα γίγνεσθαί φησιν, οὐ διότι τὸ ὀστοῦν αὐτῆς διαφθείρεται· τούτῳ γὰρ οὐδὲν τῶν ἄνω συνυπάρχει κατὰ τὸν αὐτὸν λόγον ἰδίαν ἔχοντι περιγραφὴν ἐπί τε τὰ πέριξ αὐτῆς σώματά τε ψαύοντα καὶ

458
τὰ συμπεφυκότα μεταλαμβάνειν τοῦ κατ’ αὐτὴν πάθους. διὰ τοῦτο καὶ τῶν ἄνω τοῦ σώματος μερῶν αἱ κακώσεις γίγνονται. ὁ γοῦν τένων ὁ συμφυόμενος αὐτῇ φλεγμήνας εὔδηλον ὅτι καὶ τοὺς κατὰ γαστροκνημίας μῦς ὅλους εἰς συμπάθειαν ἄξει τὴν γένεσιν ἐξ αὐτῶν ἔχων. εἰ δ’ ἐκεῖνοι πάθοιεν οἱ μύες, ἕτοιμον ἤδη καὶ τοῖς εἰς τούτους διασπειρομένοις παθεῖν, ὥσπερ γε καὶ ταῖς ἀρτηρίαις· ἀλλὰ διὰ μὲν τὰς ἀρτηρίας ἡ καρδία συμπαθοῦσα, διὰ δὲ τῆς τῶν νεύρων οὐσίας ὁ ἐγκέφαλος. οὔσης οὖν τῆς καρδίας αὐτῆς τοῦ ἐμφύτου θερμοῦ πηγῆς, τοῦ δ’ ἐγκεφάλου καθ’ ἑαυτὸν μὲν ἔχοντος τὸ λογίζεσθαι, διὰ δὲ τῶν μυῶν κινεῖν τὰ μόρια τὰς προαιρετικὰς ὠνομασμένας κινήσεις ἀκόλουθόν ἐστι, πυρετὸν μὲν γίγνεσθαι διὰ τὴν καρδίαν, παραφροσύνας δὲ διὰ τὸν ἐγκέφαλον, τρόμους τε καὶ σπασμοὺς διὰ τοὺς μύας, λύγγας δὲ διὰ τὸν στόμαχον, ἐπειδὴ πλέον μετέχει νεύρων.

459
Γένοιτο δ’ ἂν καὶ φλεβῶν αἱμοῤῥόων πελιώσιες, ναυσιώσιες καὶ γαγγραινώσιες ὑπὸ τῆς πιέσιος, γένοιτο δ’ ἂν ταῦτα ἔξω τοῦ ἄλλου σφακελισμοῦ. ταῦτα μὲν οὖν εἴρηται οἷα τὰ ἰσχυρότατα θλάσματα γίνεται, ταῦτα μέντοι πλεῖστα ἡσυχαίως ἀμφιθλᾶται καὶ οὐδεμίη πολλὴ σπουδὴ τῆς μελέτης, ἀλλ’ ὅμως ὀρθῶς γε δεῖ χειρίζειν. ἐπὴν μέντοι ἰσχυρὸν δόξῃ εἶναι τὸ ἔρεισμα, τά τε εἰρημένα ποιέειν χρή.

Αἱμόῤῥους μὲν φλέβας ὀνομάζει τὰς μεγάλας, ἐπειδὴ διαιρουμένων αὐτῶν αἱμοῤῥαγίαι γίγνονται μὴ συμβαίνουσαι κατὰ τὰς μικράς. ὀλίγον τε γὰρ ἐπὶ τούτων ἐκχεῖται τὸ αἷμα καὶ ταχέως περιπήγνυται τοῖς χείλεσι τῆς διαιρέσεως ὃ βλαβήσεται. ναυσιώσεις ὠνόμασεν ἰδίως ἀπὸ τῶν ναυτιώντων καὶ διὰ τοῦτ’ ἐμούντων ποιήσας τοὔνομα. ναυσίαν γὰρ τὴν ναυτίαν ὀνομάζουσιν οἱ Ἴωνες καὶ σχεδὸν ἃς ἔμπροσθεν ἐκχυμώσεις ἐκάλεσε, ταύτας νῦν ναυσιώσεις

460
εἶπεν, ὅταν αἱ φλέβες ἀποπτύουσί τε καὶ οἷον ἐμοῦσιν ἐξ αὐτῶν αἷμα βαρυνόμεναι διά τε τὴν σφῶν αὐτῶν ἀσθένειαν, ἣν ἐκ τοῦ φλεγμαίνειν ἴσχουσι καὶ διὰ τὸ πλῆθός τε καὶ κακίαν αὐτοῦ τοῦ αἵματος. πρόδηλον γὰρ ὡς ἐν τῇ τοιαύτῃ διαθέσει διαφθείρεται. γαγγραινώσεις δὲ φλεβῶν εἶπε τὰς δι’ ὑπερβολὴν τῆς φλεγμονῆς αὐτῶν ἀκολουθούσας νεκρώσεις, τὰ δὲ πάντα φησὶ διὰ τὴν μοχθηρὰν ἐπίδεσιν, ἧς καὶ αὐτῆς ἐστι δύο κεφάλαια, τό τε χωρισθῆναι τὴν πτέρναν ὑπ’ αὐτῆς γυμνὴν γιγνομένην καὶ τὸ θλιβῆναι σφοδρῶς τὰ δεξάμενα τὰς ἐπιβολὰς τῶν ὀθονίων μόρια. μελέτης δὲ πρόδηλον ὅτι τῆς ἐπιμελείας λέγει κατὰ σύνηθες τοῦτο τοῖς Ἴωσι καὶ πολλάκις ἐπὶ τούτου σημαινομένου καὶ αὐτὸς ἐχρήσατο τῇ προσηγορίᾳ.

Καὶ τὴν ἐπίδεσιν τὴν πλείστην ποιέεσθαι ἀμφὶ τὴν πτέρνην περιβάλλοντα ἄλλοτε πρὸς τὰ ἄκρα ποδὸς ἀντιπεριβάλλοντα, ἄλλοτε πρὸς τὰ μέσα, ἄλλοτε πρὸς τὰ περὶ τὴν κνήμην. προσεπιδεῖν δὲ καὶ τὰ πλησίον πάντα καὶ
461
ἔνθεν καὶ ἔνθεν, ὥσπερ καὶ πρόσθεν εἴρηται, καὶ ἰσχυρὴν μὲν μὴ ποιέεσθαι τὴν πίεσιν.

Τὴν ἐναντίαν ἐπίδεσιν ἐπαινεῖ τὴν τοῖς πολλοῖς συνήθη, ἣν ἔμπροσθεν ἐμέμψατο, καθ’ ἣν ἐκ τῶν ἄλλων μερῶν τοῦ ποδὸς ἐπὶ τὴν φλέβα ἐκτείνεται τὸ αἷμα. προσήκει γὰρ ἐξ ἐκείνης τὰ ἄλλα τὴν περιουσίαν τῶν χυμῶν πτέρνης ἐπιδουμένης, ὡς ἐπὶ τῶν καταγμάτων ἔμπροσθεν ἐπέδειξε καὶ τὰς πλείστας ἐπιβολὰς τῶν ὀθονίων αὐτῆς λαβούσης καὶ ἰσχυρὴν μὲν μὴ ποιεῖσθαι τὴν πίεσιν.

Ἐν πολλοῖσι δὲ τοῖς ὀθονίοισιν.

Εἴρηταί μοι καὶ πρόσθεν ὅτι τὴν ἀσφάλειαν τῆς ἐπιδέσεως ἢ τῇ πιέσει κελεύει ποιεῖν ἢ τῷ πλήθει τῶν ὀθονίων ἐργάζεσθαι τὴν ἀσφάλειαν οὕτως τῆς τάσεως ἰσχυρῶς.

462
Ἄμεινον δὲ καὶ ἐλλέβορον πιπίσκειν αὐθήμερον ἢ τῇ ὑστεραίῃ, ἀπολῦσαι δὲ τριταῖον καὶ αὖθις μετεπιδῆσαι.

Οὐ μόνον ἕνεκα τοῦ κενῶσαι τὸ περίττωμα δίδωσιν ἐλλέβορον, ἀλλὰ καὶ τῆς ἀντισπάσεως χάριν. εὔδηλον γὰρ ὅτι τὸν λευκὸν δίδωσιν ὃς ἐμέτους κινεῖ φθάνων εἰς τὴν ἄνω γαστέρα ἐξ ὅλου τοῦ σώματος ἐπισπᾶσθαι, πλὴν εἰς τὰς τῶν ἐντέρων ἕλικας αὐτὸν κατενεχθῆναι. ὅτι δὲ τὸν λευκὸν ἐλλέβορον δίδωσι κἀξ ὦν ἐπιφέρει δῆλον. ἐφεξῆς μὲν γάρ φησιν, ἀλλ’ εἰ μὲν ἀπύρετος ᾖ, φαρμακεύειν ἄνω χρὴ, ὥσπερ εἴρηται. τὸ μὲν δὴ κενοῦσθαι τὰ περιττὰ τῶν οὕτως ἐχόντων, ἀντισπᾶσθαι δὲ πρὸς τἀναντία μόρια τῶν πεπονθότων τοὺς χυμοὺς, ὅτι μεγάλως ὠφελεῖ δῆλον. εἰ δὲ δι’ ἐλλεβόρου λευκοῦ τοῦτο ποιητέον, οὐκέτι δῆλον. εἴωθε γὰρ ἐνίοτε πνίγειν, ὅταν χυμοὺς παχεῖς ἢ γλίσχρους ἐν αὑτῷ πολλοὺς τὸ σῶμα περιέχει, διὸ καὶ προδιαλύομεν αὐτοὺς

463
τῇ λεπτυνούσῃ διαίτῃ χρώμενοι, περὶ ἧς ὅλον ἔχεις ἡμέτερον ὑπόμνημα. τὸ τοίνυν διδόναι τὸν ἐλλέβορον ἄνευ τοῦ προδιαιτῆσαι σφαλερὸν, ἀδήλου γε ὄντος ἐπὶ πολλῶν ὁποίους ἔχει τὸ σῶμα χυμούς. ἴσως οὖν ἐπὶ τῶν τότε σωμάτων ἀκινδύνως ἐχρῆτο τῷ λευκῷ ἐλλεβόρῳ διὰ τὴν δίαιταν ὧν ἐθεράπευεν ἀνθρώπων, οὐκ ἀπολαυστικὴν καὶ ἀργὸν οὖσαν, ἀλλ’ ἐν πόνοις μὲν πολλοῖς, ἐδέσμασι δὲ ὀλίγοις, ὡς μὴ πάχος ἀθροίζεσθαι χυμῶν. ἴσμεν γὰρ ὅτι τοὺς τοιούτους ἀργίαι τε καὶ πλησμοναὶ γεννῶσιν. εἰ δὲ καὶ τὴν ἰσχὺν ἐννοήσεις τῶν τότε σωμάτων ἐκ τῆς εἰρημένης διαίτης γιγνομένην, ἔτι καὶ μᾶλλον αὐτῷ συγχωρήσεις ἐλλέβορον αὐτοῖς διδόναι, δυναμένων γε τῶν τότε ἀνθρώπων ἀντέχειν πρὸς τὰς τῶν ἐμέτων ταλαιπωρίας.

Σημεῖα δὲ τάδε ἢν παλιγκοταίνει ἢ οὔ. ἐπὴν μὲν τὰ ἐκχυμώματα τῶν φλεβῶν καὶ τὰ μελάσματα καὶ τὰ ἐγγὺς
464
ἐκείνων ὑπέρυθρα γίνεται καὶ ὑπόσκληρα, κίνδυνος παλιγκοτῆσαι.

Τὰ κακοήθη παθήματα παλίγκοτα καλεῖ καὶ τὸ παλιγκοταίνειν τὸ οἷον πάλιν κακοηθεύεσθαι. σημεῖα δέ σε διδάσκει τῆς κακοηθείας τῶν προκειμένων ὑπὲρ ὦν ὁ λόγος, ἅτινα σημεῖα τὸ κεφάλαιον ἔχει φλεγμονῆς γένεσιν, ἣ ἀντὶ παντὸς ἐφυλάττετο μὴ γενέσθαι. πάσης οὖν φλεγμονῆς ἐρυθρότερόν τε καὶ σκληρότερον ἐργαζομένης τὸ δέρμα, τούτων οὐδ’ ἕτερον χρὴ γενέσθαι κατὰ τὰ πεπονθότα μόρια. μαλακὰ δὲ εἶναι καὶ ὑπόχλωρα τὰ ἐκχυμώματα δεῖ. βούλεται γὰρ ἐκπυΐσκειν αὐτὰ χωρὶς φλεγμονῆς, ὥστε τοῦ μὲν μὴ φλεγμαίνειν ἐστὶ σημεῖον, εἰ μαλακότης μὲν ὑπάρχει τοῖς μέλεσιν, ἐρυθρότης δὲ οὐχ ὑπάρχει. τοῦ δὲ μὴ ἐκπυῆσαι τὸ οὐδ’ ἕτερον ἔχειν χρῶμα, μήτε τὸ ἐρυθρὸν μήτε τὸ μέλαν. τὸ μὲν γὰρ ἐρυθρὸν φλεγμαίνειν αὐτὰ, τὸ δ’ ὅλως ἤδη μέλαν μήτε κρατεῖσθαι μήτε πέττεσθαι ὑπὸ τῆς φύσεως, ἀλλά γε θρόμβος τὸ αἷμα. τοῦτο γὰρ αὐτῷ συμβαίνει χρονιζομένῳ,

465
κἂν ἐντὸς τοῦ σώματος ἐκχυθῇ, κἀνταῦθα μὲν οὐδέποτ’ ἐκπυΐσκεται, κατὰ δὲ τὸ σῶμα κρατούσης μὲν τῆς φύσεως εἰς πῦον μεταβάλλει, μὴ κρατούσης δὲ σήπεται τὸν αὐτὸν τρόπον ὥσπερ ἐκτὸς ἢ καὶ μᾶλλον, ὅτι θερμόν ἐστι τὸ χωρίον ἐν ᾦ περιέχεται.