In Hippocratis Prognosticum

Galen

Galen, In Hippocratis Prognosticum

Ὁκόσοισι δὲ ἀπὸ τοῦ ἥπατος οἱ ὕδρωπες γίνονται, βῆχές τε καὶ θυμὸς ἐγγίνεται αὐτέοισι καὶ οὐδὲν ἀποπτύουσιν ἄξιον λόγου καὶ οἱ πόδες οἰδέουσι καὶ ἡ γαστὴρ οὐ διαχωρέει, εἰ μὴ σκληρά τε καὶ πρὸς ἀνάγκην καὶ περὶ τὴν κοιλίην γίνεται οἰδήματα, τὰ μὲν ἐπὶ δεξιὰ, τὰ δὲ ἐπ’ ἀριστερὰ ἱστάμενά τε καὶ καταπαυόμενα.

Θυμὸν εἴρηκε νῦν τὴν προθυμίαν ἣν ἴσχουσι πρὸς τὸ βήττειν, ἐρεθιζόμενοι μὲν ὡς πρὸς τὸ σύμπτωμα, παραχρῆμα δὲ αὐτοῦ παυόμενοι καὶ μόνον ἀρχῆς τοῦ βήττειν πειρώμενοι. ὁ γὰρ τοῦ ἥπατος ὄγκος ἐγκείμενος ταῖς φρεσὶ στενοχωρίαν ἐργάζεται τῷ πνεύμονι. παραπλησίας οὖν διαθέσεως γινομένης τῇ κατὰ τὰς ὄντως αὐτῷ στενοχωρίας,

117
δι’ ἃς φλεγμαίνων τε καὶ καταῤῥοϊζόμενος ἐκ τῆς κεφαλῆς πάσχει. προθυμοῦνται μὲν βήττειν, ἐλπίζοντες ἐκ τοῦ κενῶσαι τὸ λυποῦν ἰάσασθαι τὴν στενοχωρίαν. ἀρξάμενοι δὲ αὐτοῦ παραχρῆμα παύονται διὰ τῆς πείρας αὐτῆς εἰς γνῶσιν ἀκριβεστέραν ἀφικνούμενοι τῆς διαθέσεως, αἰσθανόμενοί τε σφῶν αὐτῶν ὅτι μάτην ἤλπισαν. ἀλλὰ καὶ ἡ φύσις αὐτὴ καθ’ αὑτὴν ἐπάγει βῆχα, τὰς ἐμφράξεις τοῦ πνεύμονος ἐκκαθαίρουσα, κἂν ἡμεῖς μὴ προαιρώμεθα βήττειν· ὥστ’ ἐργῶδες εἷναι πολλάκις ἀντισχεῖν τε καὶ κωλῦσαι τὸ σύμπτωμα. νῦν οὖν ὁπότε διὰ τὴν στενοχωρίαν ἐπὶ τὸ βήττειν οἱ κάμνοντες ἔρχονται μάτην, ὡς ὀνησόμενοί τι τὴν ἐκ τῆς φυσικῆς δυνάμεως ὑπηρεσίαν οὐκ ἔχοντες αὐτίκα παύονται. διὰ ταῦτα μὲν γὰρ ἡ προθυμία γίνεται τοῖς οὕτω κάμνουσι τοῦ βήττειν. ἀπολείπει δ’ αὐτοὺς ἐν τάχει τοὔργον, ὡς ἂν μηδὲν ἀποπτύοντας ἄξιον λόγου. ἀλλὰ τοσοῦτον ὅσον εἰς τὰς τραχείας ἀρτηρίας ὀῤῥῶδές τε καὶ λεπτὸν ἐκ τῶν περιεχόντων ἀγγείων τὸ ὀῤῥῶδες αἷμα συνθλίβεται δίκην ἱδρῶτός τινος ταῦτ’ οὖν οἱ ἀπὸ τοῦ ἥπατος ὕδρωπες
118
ἀφορίζονται τῶν προειρημένων, ἔτι τε τῇ βραχύτητι καὶ τῇ σκληρότητι τῶν ὑπερχομένων κάτω. διερεθίζονται γὰρ ἐκεῖνοι πεπονθότων αὐτοῖς ἤτοι τῶν ἐντέρων ἢ τοῦ μεσεντερίου. τοῖς δ’ ἀπὸ τοῦ ἥπατος ὑδεριῶσιν, ὡς ἂν ἀπαθῶν ὄντων τούτων, οὔτε διαφθειρομένης τῆς τροφῆς οὔτε βαρυνομένων ὑπ’ αὐτῆς τῶν μορίων, ἔῤῥωνται γὰρ καὶ οὐ γίνονται διάῤῥοιαι, μένει πλεῖον αὐτόθι τὰ τῆς τροφῆς λείψανα, τὸ μέν τι διαπέμποντα πρὸς τὴν ἐντὸς τοῦ περιτοναίου χώραν, τὸ δέ τι καὶ τῇ φλεγμονῇ τοῦ ἥπατος οἷον ἐξοπτώμενα, καὶ μέντοι καὶ τὸ δέρμα πᾶν αὐτοῖς, ὡς ἂν ὑπὸ φλεγματώδους αἵματος τρεφόμενον, οἰδαλέον τε γίνεται καὶ εἰ πιέσαις αὐτὸ τῷ δακτύλῳ, παραχρῆμα μὲν φαίνεται κοῖλον, ὀλίγον δ’ ὕστερον εἰς τὴν ἔμπροσθεν ἐπανερχόμενον κατάστασιν. οὐ μὴν εὐθέως ἐξ ἀρχῆς ἅμα τῇ μεταπτώσει τῆς ὀξύτητος εἴωθε γίνεσθαι τὸ τοιοῦτον, ἀλλ’ οἱ μὲν πόδες οἰδίσκονται πρῶτοι, ποῤῥωτάτω τῶν θερμοτάτων μορίων ὄντες. ἐπαναβαῖνον δὲ τὸ σύμπτωμα καὶ περὶ τὴν κοιλίαν πᾶσαν τὴν αὐτὴν ἐργάζεται διάθεσιν, ὥστε εἰ πιέσας τὸ οἴδημα δακτύλῳ κοιλαίνεσθαί τε καὶ οἶον βοθροῦσθαι
119
τὸν τόπον, εἶτ’ ὀλίγον ὕστερον εἰς τὴν ἔμπροσθεν ἐπανέρχεσθαι κατάστασιν. ὅπερ Ἱπποκράτης εἶπε καὶ περὶ τὴν κοιλίην οἰδήματα γίνεται ἱστάμενά τε καὶ καταπαυόμενα. δύναιτο δ’ ἂν εἰρηκέναι τοῦτο καὶ περὶ τῆς πρώτης γενέσεως αὐτῶν ἔτι. καὶ γὰρ ἀρχόμενα συνίστασθαι καθίστανται πολλάκις, ὡς δόξαι τινὶ πεπαῦσθαι τελέως αὐτά. μετὰ ταῦτα δὲ αὖθις ἐπαίρεται καὶ πάλιν δὲ καθίστανται καὶ αὖθις πάλιν ἐπαίρεται. προελθόντος δὲ τοῦ χρόνου μένει μηκέτι καθιστάμενα. διαφέρει γε μὴν ταῦτα τῶν προειρημένων ἐν τοῖς κενεῶσι, τῷ κοιλαίνεσθαι πιεζόμενα, φλεγματικὴν ἔχοντα τὴν φύσιν, οὐκέτι φυσώδει πνεύματι καθάπερ ἐκεῖνα γινόμενα.

Κεφαλὴ δὲ καὶ χεῖρες καὶ πόδες ψυχρὰ ἐόντα κακὸν τῆς τε κοιλίης καὶ τῶν πλευρῶν θερμῶν ἐόντων.
120

Ἐν μὲν τοῖς χρονίοις νοσήμασι καὶ μάλιστα χειμῶνος καὶ γέρουσιν οὐ μόνον ἐν ταῖς εἰσβολαῖς τῶν πυρετῶν, ἃς ἐπισημασίας ὀνομάζουσιν, ἀλλὰ καὶ τοῖς διαλείμμασιν οὐδὲν θαυμαστόν ἐστι περιψύχεσθαι τὰ πέρατα τοῦ σώματος, ἄσαρκά θ’ ὑπάρχοντα φύσει καὶ ποῤῥωτάτω κείμενα τῶν σπλάγχνων. ἀλλ’ ἐν τούτῳ τῷ βιβλίῳ περὶ τῶν χρονίων νοσημάτων οὐκ ἔστιν ὁ λόγος αὐτῷ. τὸ τοίνυν ἐν τοῖς ὀξέσι καταψύχεσθαι ταῦτα τὰ μόρια κατὰ τὴν ἐναντίαν διάθεσιν ὡς τὸ πολὺ γίνεται τῆς ἐν τοῖς χρονίοις ἐργαζομένης τὸ σύμπτωμα τοῦτο. κατ’ ἐκεῖνα μὲν γὰρ οὐκ ἐξικνεῖται μέχρι τῶν ἄκρων τοῦ ζώου μορίων ἡ ἔμφυτος θερμότης ὑπ’ ἀῤῥωστίας. ἐν δὲ τοῖς ὀξέσι διὰ μέγεθος τῆς τῶν σπλάγχνων φλεγμονῆς· ὀλίγον μέντοι τῆς αἱματώδους οὐσίας εἰς ὅλον ἥκει τὸ σῶμα. πλεῖστον δὲ αὐτῆς ἐν τοῖς φλεγμαίνουσι κατακλείεται καὶ διὰ τοῦτο τὰ μέσα μόρια τοῦ σώματος, ἅπερ ἐστὶ θώραξ τε καὶ γαστὴρ, ἱκανῶς φαίνεται θερμά. γίνεταί γε μὴν ἐνίοτε ἐν τοῖς ὀξέσιν ἐπισημασία μετὰ ῥίγους ἢ ψύξεως οὐ μόνα τὰ πέρατα τοῦ σώματος,

121
ἀλλὰ αὐτὸ καὶ τὸ περὶ θώρακα καὶ τὴν γαστέρα δέρμα ψυχρὸν ἐργαζομένη. αὕτη μὲν οὐδὲν ἐνδείκνυται κατὰ τὰ σπλάγχνα φαῦλον. ὅταν δὲ μενόντων θερμῶν τῶν κατὰ πλευράς τε καὶ τὴν γαστέρα μορίων ἢ καὶ τοῦ κατὰ φύσιν ἔτι θερμοτέρων γεγενημένων ψύχηται τὰ τοῦ σώματος ἄκρα μόρια, μέγεθος φλεγμονῆς ἐνδείκνυται κατὰ τὰ σπλάγχνα καὶ τάχα βέλτιόν ἐστιν ἀκοῦσαι τὸ θερμῶν ἐόντων ἐπί τε τῆς κοιλίας καὶ τῶν πλευρῶν οὕτως εἰρημένον, ὡς ἐπιφανέστερον αὐτῶν τεθερμασμένων ἢ ὁπότε. κατὰ φύσιν εἶχον. ἴσμεν δ’ ὅτι καὶ ὁ καλούμενος λειπυρίας πυρετὸς ἐκ τῆς τοιαύτης ἰδέας ἐστίν.