In Hippocratis Prognosticum

Galen

Galen, In Hippocratis Prognosticum

Οἱ δὲ ὕδρωπες οἱ ἐκ τῶν ὀξέων νουσημέτων πάντες κακοί. οὔτε γὰρ τοῦ πυρὸς ἀπαλλάσσουσιν, ἐπώδυνοί τέ εἰσι κάρτα καὶ θανατώδεες. ἄρχονται δὲ οἱ πλεῖστοι μὲν ἀπὸ τῶν κενεώνων καὶ τῆς ὀσφύος, οἱ δὲ ἀπὸ τοῦ ἥπατος.

Κατὰ μὲν τὴν ἀρχὴν τοῦ συγγράμματος αὐτὸς ἔφη, σκέπτεσθαι δὲ ὧδε χρὴ ἐν τοῖς ὀξέσι νοσήμασι, πρῶτον μὲν

111
τὸ πρόσωπον τοῦ νοσέοντος, εἰ ὅμοιόν ἐστι τοῖσι τῶν ὑγιαινόντων. ὅθεν ἔνιοί φασιν οὐ περὶ τοῦ νεκρώδους προσώπου μόνον ὡς ἐν ὀξεῖ νοσήματι, ἀλλὰ περὶ τῶν ἑξῆς ἁπάντων γεγονέναι τὸν λόγον αὐτῷ, μηδὲ τὸ κατὰ τὴν τελευτὴν τοῦ συγγράμματος εἰρημένον ἀναγνόντες ἔνθα φησί· ταῦτα δὲ λέγω περὶ τῶν ὀξέων· νοσημάτων καὶ ὅσα ἐκ τούτων γίνεται. καὶ μέντοι καὶ φαίνεται περί τε τῶν ἐμπυημάτων εἰρηκὼς ἔμπροσθεν οὐ μόνον ἐκείνων ὅσα κατὰ τὴν εἰκοστὴν ἡμέραν ῥήγνυσθαι πέφυκεν, ἀλλὰ καὶ τῶν εἰς τὴν τριακοστήν τε καὶ τεσσαρακοστὴν καὶ ἑξηκοστὴν ἀφικομένων, ἔτι τε πρόσθεν ὑπὲρ τῶν ἄχρι τῆς τεσσαρακοστῆς ἡμέρας ἐκτεινομένων νοσημάτων, ἔνθα φησίν· εὔπνοιαν δὲ χρὴ κάρτα νομίζειν μεγάλην δύναμιν ἔχειν εἰς σωτηρίαν, ἐν ἅπασι τοῖσιν ὀξέσι νουσήμασι, ὁκόσα σὺν πυρετοῖς τέ ἐστι καὶ ἐν τεσσαράκοντα ἡμέρῃσι κρίνεται. καὶ νῦν ἄντικρυς εἷπεν, οὐ περὶ πάντων ὑδρώπων ποιούμενος τὸν λόγον, ἀλλ’ ὅσοι περ ἂν αὐτῶν ἐκ τῶν ὀξέων νοσημάτων γένωνται. καὶ περὶ μὲν τῶν ἐμπύων τε καὶ φθινωδῶν καὶ ἐν τοῖς ἑξῆς ἐρεῖ
112
καὶ πρὸς τούτοις ἔτι καὶ περὶ τεταρταίων ὁμολογουμένων καὶ τούτων χρονίων νοσημάτων. οἱ γοῦν ἐκ τῶν ὀξέων νοσημάτων ὕδρωπες ὅτι πάντες εἰσὶ κακοὶ μήτε τὸν πυρετὸν παύοντες. ὀδυνηροί τε διαμένοντες, αὐτὸς εἶπεν. ἐδίδαξε δὲ καὶ τὰς γενέσεις αὐτῶν, ἥπατος μὲν ἄντικρυς ὀνομαστὶ μνημονεύσας, ἑνὶ δὲ κοινῷ λόγῳ τῶν ἐν τοῖς κενεῶσι μορίων, ἅπερ ἐστὶ νῆστις καὶ μεσεντέριον, ἔντερά τε λεπτά. προσαγορεύειν γὰρ εἰκός ἐστιν αὐτὸν ἐκεῖνα τὰ μόρια κενεῶνας, ὅσα μεταξὺ τῆς τε τοῦ θώρακος ἐσχάτης πλευρᾶς ἐστι καὶ τοῦ τῆς λαγόνος ὀστοῦ. καὶ γάρ τοι καὶ κενὸν ἅπαν φαίνεται τοῦτο τὸ χωρίον, εἰ παραβάλλοις αὐτὸ τοῖς ἄνωθεν αὐτοῦ μέρεσι καὶ κάτωθεν ὀστώδεσιν ὑπάρχουσιν ἀμφοτέροις. ἔστι δὲ καὶ λαπαρὸν ἅπαν τοῦτο τὸ μόριον, ὅταν γε μὴ πρὸ ὀλίγου τις ἐμπεπλησμένος ᾖ σιτίων τε καὶ ποτῶν. καί μοι δοκεῖ καὶ ὁ ποιητὴς αὐτὰ ταῦτα τὰ μόρια τοῦ σώματος ὀνομάζειν λαπάρας. ὑδρώπων μὲν οὖν ἁπάντων ἡ κοινὴ γένεσις ἀποτυχία τοῦ τῆς αἱματώσεως ἔργου
113
γίνεται. καθάπερ γὰρ καὶ ἐν γαστρὶ πέττεται τὰ σιτία, κατὰ τὸν αὐτὸν τρόπον ἐν ἥπατι καὶ φλεψὶν ἡ ἐν τῇ κοιλίᾳ προπεφθεῖσα τροφή. καὶ μέντοι καὶ ὡς ἐν τῇ κοιλίᾳ ποτὲ μὲν ἧττον ἀποτυγχάνεται τὸ τῆς πέψεως ἔργον, ἔστιν ὅτε δὲ μᾶλλον, οὕτω κἀν τῷ ἥπατι. πάσχει γὰρ τὸ ἧπαρ ἐνίοτε μὲν αὑτὸ καθ’ αὐτὸ πρῶτον, ὥσπερ καὶ ἡ γαστὴρ, ἐνίοτε δὲ κατὰ συμπάθειαν ἑτέρων μορίων. εὔδηλον οὖν ὅτι τὰ πάντα συμπαθοῦντα ἀλλήλοις ἢ τῷ γειτνιᾷν ἢ τῷ κοινωνίαν ἔχειν μεγάλην κατὰ τὰ ἀγγεῖα καὶ νεῦρα πάσχει. οὕτω τοίνυν καὶ τὸ ἧπαρ διά τε φλεβῶν μεγάλων συνῆφθαι φαίνεται καὶ σπληνὶ καὶ γαστρὶ καὶ ἐντέροις, ἥ τε θέσις αὐτῶν οὕτω πλησίον ὡς ἔνια μὲν ἅπτεσθαι, τινὰ δὲ ὀλίγου δεῖν ψαύειν αὐτοῦ. σπληνὸς μὲν οὖν οὐκ ἐμνημόνευσεν ὁ Ἱπποκράτης, ἐπειδὴ περὶ τῶν ὀξέων νοσημάτων ὁ λόγος ἦν αὐτῷ. φαίνεται δὲ τοῦτο τὸ σπλάγχνον, ὅταν ἐν χρονίοις νοσήμασι σκιῤῥώδη λάβῃ διάθεσιν, εἰς συμπάθειάν τε τὸ ἧπαρ ἄγειν, ὑδέρους τε δι’ ἐκείνου μέσου τῷ παντὶ σώματι κατασκευάζειν. ἥπατος δὲ καὶ τῶν κενεώνων μέμνηται καὶ
114
διδάσκει τὰς διαφορὰς τῶν ἐπ’ αὐτῶν γινομένων ὑδέρων, ὡς διὰ τῆς ἑξῆς λέξεως ἔσται δῆλον.

Οἷσι μὲν οὖν ἀπὸ τῶν κενεώνων καὶ τῆς ὀσφύος αἱ ἀρχαὶ γίνονται τῶν ὑδρώπων, οἵ τε πόδες οἰδέουσι καὶ διάῤῥοιαι πολυχρόνιοι ἴσχουσιν, οὔτε τὰς ὀδύνας λύουσαι τὰς ἐκ τῶν κενεώνων τε καὶ τῆς ὀσφύος, οὔτε τὴν γαστέρα λαπάσσουσαι.

Τὸ μὲν οὖν οἰδεῖν τοὺς πόδας ἁπάντων κοινὸν ὑδέρων· ἀμέλει καὶ τοῖς ἐφ’ ἥπατι συνεδρεύειν αὐτό φησι. γινώσκομεν δ’ ὅτι καὶ τοῖς ἐπὶ σπληνὶ καὶ ἁπλῶς ἅπασι τοῖς ἄλλοις. τὸ δὲ τῆς διαῤῥοίας· ἴδιον ἐξαίρετόν ἐστι τοῖς ἐπὶ κενεῶσιν ὑδέροις, ὅσοι τῆς νήστεως ἢ τοῦ μεσεντερίου φλεγμαινόντων γίνονται. μάλιστα γὰρ δὴ τούτοις ἀκρατεῖς αἱ φλέβες εἰσὶ, δι’ ὧν ἕλκει τὸ ἧπαρ εἰς αὑτὸ τὴν τροφὴν,

115
ὥστ’ οὔθ’ ὑπηρετεῖν τῷ σπλάγχνῳ πρὸς τὴν ἀνάδοσιν, οὔτε μένειν ἐν τῇ νήστει καὶ τοῖς λεπτοῖς ἐντέροις τὴν τροφήν. κἂν εἰ ἀῤῥωστοῦντα τύχῃ βαρυνόμενα πρὸς αὐτῆς, ὠθεῖ κάτω παραχρῆμα πᾶσαν αὐτὴν, καὶ αὕτη τῆς διαῤῥοίας αἰτία. καὶ δὴ καὶ διαφθείρεσθαι τὴν τροφὴν ἀθροίζεσθαί τε πολὺ τὸ χολῶδες εἰκός ἐστι διὰ τὴν τῶν φλεγμαινόντων μορίων θερμότητα. δῆξις οὖν οὐ σμικρὰ γίνεται διὰ ταῦτα τοῖς ἐντέροις, ἐρεθίζουσα πρὸς τὴν ἀπόκρισιν τῶν περιεχομένων ἐν αὐτοῖς, καὶ αὕτη πάλιν αἰτία δευτέρα τῆς διαῤῥοίας ἐστίν. εἰκότως δ’ αὐτάς φησιν οὔτε τὰς ὀδύνας παύειν οὔτε λαπάττειν, τουτέστι κενοῦν καὶ προστέλλειν τὰ τῆς γαστρὸς οἰδήματα, δηλῶν κἀν τούτοις ὅτι μετ’ ὀδύνης ἐκκρίνουσιν, ὅτι τε τὸ ὑπογάστριον ὅλον αὐτοῖς εἰς ὄγκον ἐξαίρεται. τὰς μὲν γὰρ ὀδύνας ἀναγκαῖόν ἐστι γίνεσθαι διά τε τὰς φλεγμονὰς καὶ τὰς δήξεις. τὴν γαστέρα δ’ ὅλην ἐξαίρεσθαι τῶν ἐντέρων πληρουμένων πνεύματος φυσώδους, οὖ τὴν μὲν γένεσιν εὔλογόν ἐστιν ἕπεσθαι ταῖς
116
ἀπεψίαις. τὸ δὲ οὐ μένειν ἔνδον ἀῤῥωστίᾳ τῆς περισταλτικῆς δυνάμεως τῶν ἐντέρων γίνεται.