In Hippocratis De articulis

Galen

In Hippocratis De articulis, Galen, Kühn, Leipzig, 1829

Κεκάμφθαι δὲ μᾶλλον ἢ ἐκτετάσθαι πᾶν τὸ σῶμα χρή. προσδέχεσθαι μέντοι κατὰ τοὺς δακτύλους τὰ ἄρθρα τὰ ἐμβαλλόμενα ἀποστατικὰ ἔσεσθαι· τὰ γὰρ πλεῖστα οὕτω γίνεται, ἢν καὶ ὁτιοῦν φλεγμονῆς ὑπογένηται, ὡς εἰ μὴ δι’ ἀμαθίην τῶν δημοτέων ἐν αἰτίῃ ἔμελλεν ὁ ἰητρὸς ἔσεσθαι,
713
οὐδὲν ἂν πάντως οὐδ’ ἐμβάλλειν ἔδει. τὰ μὲν οὖν κατὰ τὰ ἄρθρα ὀστέα ἐξίσχοντα ἐμβαλλόμενα οὕτω κινδυνώδεά ἐστιν ὡς εἴρηται.

Οὐ ταὐτόν ἐστιν ἐκτετάσθαι τε λέγειν καὶ ἐκτείνεσθαι, καθάπερ οὐδὲ κεκάμφθαι καὶ κάμπτεσθαι· ἐκτετάσθαι μὲν γάρ τις εἰπὼν τὸ κῶλον ἓν αὐτοῦ σχῆμα μόνον δηλοῖ τὸ κατ’ εὐθυωρίαν οὐκ ἔχον τε τὸ μᾶλλον καὶ τὸ ἧττον· κεκάμφθαι δὲ εἰπὼν πάντα τὰ μετὰ τὴν ἔκτασιν σχήματα σημαίνει μᾶλλον καὶ ἧττον ἀλλήλων διαφέροντα μέχρι τῆς ἐσχάτης καμπῆς. τὸ δέ γε ἐκτείνεσθαι καὶ κάμπτεσθαι τῶν κινήσεων αὐτῶν ἐστι δηλωτικὸν ἐν τοῖς μετασχηματιζομένοις κώλοις γιγνόμενον. τὸ μὲν ἐκτείνεσθαι κατὰ τοῦ μεταξὺ τῆς τε ἐσχάτης καμπῆς καὶ τῆς ἀκριβοῦς ἐκτάσεως. τὸ κάμπτεσθαι δ’ ἔμπαλιν ἄχρι τῆς ἄκρας ἐκτάσεως, ἄχρι τῆς τελευταίας καμπῆς. νῦν οὖν ὁ Ἱπποκράτης εἰπὼν κεκάμφθαι μᾶλλον ἢ ἄχρι τῆς τελευταίας καμπῆς, τὸ κατ’ εὐθυωρίαν μόνον παραιτεῖται· διὰ δὲ τοῦ κεκάμφθαι

714
πάντα τὰ μεταξὺ ταύτης τε καὶ τῆς ἐσχάτης καμπῆς, ἐν οἷς ἀεὶ τὸ προσφορώτερον αἱρεῖσθαι προσήκει, ποτὲ μὲν ἐλάχιστον ἀποχωροῦντα τῆς ἄκρας ἐκτάσεώς πως, ἔστιν ὅτε καὶ πλέον. ὁπόταν δὲ χρῇ τούτων ἑκάτερον πράττειν, ἐκ τῶν προειρημένων δυνήσῃ στοχάζεσθαι.

Ὅσα δὲ κατὰ τὰ ἄρθρα τὰ κατὰ τοὺς δακτύλους ἀποκόπτεται τελείως, ταῦτα ἀσινέα τὰ πλεῖστά ἐστιν, ἢν μή τις ἐν αὐτῇ τῇ τρώσει λειποθυμήσας βλαβείη.

Περὶ τῶν ἀποκοπτομένων ὀστῶν ἐντεῦθεν ἄρχεται διδάσκειν σαφῶς ἅπαντα διεξιὼν, ὡς μὴ δεῖσθαι τῆς παρ’ ἡμῶν ἐξηγήσεως, ἀλλ’ ἀρκεῖ τοσοῦτόν μοι προειπεῖν, ὡς ἀκολουθήσεις σχεδὸν ἅπασιν οἷς λέγει, σκοπὸν ἔχων ὅνπερ κἀπὶ τῶν ἐξισχόντων ἄρθρων, ἃ καλεῖν ἔθος ἐστὶ τοῖς νεωτέροις ἰατροῖς ἐκβυρσώματα. κατὰ γὰρ τὸ

715
μέγεθος τῶν ἄρθρων καὶ τὸ τοῦ κινδύνου μέγεθος, ὥσπερ ἐπ’ ἐκείνων τονῦν, οὕτως ἐπὶ τῶν ἀποκοπτομένων ὀστῶν εἴωθε γίγνεσθαι. προσθήσω δὲ κἀγὼ τῶν ἀσαφές τι δοκούντων ἔχειν ἐξήγησιν.

Καὶ ἰητρείη φαύλη ἀρκέσει τῶν τοιούτων ἑλκέων· ἀτὰρ καὶ ὅσα μὴ κατὰ τὰ ἄρθρα, ἀλλὰ κατ’ ἄλλην τινὰ ἴξιν τῶν ὀστέων ἀποκόπτεται, καὶ ταῦτα ἀσινέα ἐστὶ καὶ ἔτι εὐαλθέστερα τῶν ἑτέρων, καὶ ὅσα κατὰ τοὺς δακτύλους ὀστέα κατεαγότα ἐξίσχει μὴ κατὰ τὸ ἄρθρον, καὶ ταῦτα ἀσινέα ἐστὶν ἐμβαλλόμενα. ἀποκόψιες δὲ τέλειαι ὀστέων καὶ κατὰ τὰ ἄρθρα καὶ ἐν ποδὶ καὶ ἐν χειρὶ καὶ ἐν κνήμῃ τοῖσι παρὰ τὰ σφυρὰ καὶ ἐν πήχεϊ τοῖσι κατὰ τοὺς καρποὺς, τοῖσι πλείστοισιν ἀποκοπτομένοισιν ἀσινέα γίνεται, ὅσα ἂν μὴ αὐτίκα λειποθυμίη ἀνατρέψῃ ἢ τεταρταίοισιν ἐοῦσι πυρετὸς ξυνεχὴς ἐπιγένηται. ἀποσφακελίσιες μέντοι σαρκῶν καὶ ἐν τρώμασιν αἱμοῤῥόοισι γενομένοισιν
716
ἢ ἀποσφίγξεσιν ἰσχυραῖς καὶ ἐν ὀστέων κατήγμασι γενομένοισι, πιεχθεῖσι μᾶλλον τοῦ καιροῦ, καὶ ἐν ἄλλοισι δεσμοῖσι βιαίοισι ἀποληφθέντα ἀποπίπτει πολλοῖσι, καὶ οἱ πολλοὶ περιγίνονται τῶν τοιούτων καὶ οἷσι μηροῦ μέρος τι ἀποπίπτει καὶ τῶν σαρκῶν καὶ τοῦ ὀστέου καὶ οἷσι βραχίονος. ἧσσον δὲ πήχεός τε καὶ κνήμης ἀποπεσούσης καὶ ἔτι εὐφόρως περιγίνονται. οἷσι μὲν οὖν κατεαγέντων ὀστέων ἀποσφακελίσιες αὐτίκα ἐγένοντο καὶ μελασμοὶ, τούτοισι μὲν ταχεῖαι περιῤῥήξιες γίνονται τοῦ σώματος καὶ τὰ ὑποπίπτοντα ταχέως ἀποπίπτει ἤδη τῶν ὀστέων προενδεδωκότων· οἷσι δὲ ὑγιέων ἐόντων τῶν ὀστέων οἱ μελασμοὶ γίνονται αἱ μὲν σάρκες ταχέως θνήσκουσι καὶ τούτοισι. τὰ δὲ ὀστέα βραδέως ἀφίστανται, ᾗ ἂν τὰ ὅρια τοῦ μελασμοῦ γένηται καὶ ἡ ψίλωσις τοῦ ὀστέου.

Λέλεκται δὲ πολλάκις ἤδη φαύλην ὀνομάζειν ἰατρείαν τὴν ἀντικειμένην τῇ ἀκριβεῖ.

717
Χρὴ δὲ ὅσα ἂν κατωτέρω τοῦ σώματος τῶν ὁρίων τοῦ μελασμοῦ ἔῃ, ταῦτα ὅταν ἤδη πάμπαν τεθνήκῃ καὶ ἀνάλγεα ᾖ, ἀφαιρέειν κατὰ τὸ ἄρθρον προμυθεόμενον ὅκως μὴ τετρώσῃς· ἢν γὰρ ὀδυνηθῇ ἀποταμνόμενος καὶ μήπω κηρήσῃ τὸ σῶμα τεθνεὸς ταύτῃ ᾗ ἀποτέμνεται, κάρτα κίνδυνος ὑπὸ τῆς ὀδύνης λειποθυμῆσαι. αἱ δὲ τοιαῦται λειποθυμίαι πολλοὺς παραχρῆμα ἤδη ἀπώλεσαν. μηροῦ μὲν οὖν ὀστέον ψιλωθὲν ἐκ τοιούτου τρόπου ὀγδοηκοσταῖον εἶδον ἀποστάν. ἡ μέντοι κνήμη τούτῳ τῷ ἀνθρώπῳ κατὰ τὸ γόνυ ἀφῃρέθη εἰκοσταίη, ἐδόκεε δέ μοι καὶ ἐγγυτέρω. οὐ γὰρ ἅμα, ἀλλ’ ἐπὶ τὸ προμηθέστερον ἔδοξέ μοί τι ποιέειν· κνήμης δὲ ὀστέα ἐκ τοιούτου μελασμοῦ μάλα κατὰ μέσην τὴν κνήμην ἐόντα, ἑξηκοσταῖά μοι ἀπέπεσεν, ὅσα ἐψιλώθη αὐτῶν. διενέγκοι μὲν γὰρ ἄν τι καὶ ἰητρείη ἰητρείης ἐς τὸ θᾶσσόν τε καὶ βραδύτερον τὰ ὀστέα ψιλούμενα ἀποπίπτειν. διενέγκοι δ’ ἄν τι καὶ πίεξις πιέξιος καὶ ἐπὶ τὸ ἰσχυρότερόν τε καὶ ἀσθενέστερον καὶ ἐς τὸ θᾶσσόν τε καὶ βραδύτερον
718
ἀπομελανθέντα ἀποθανεῖν τὰ νεῦρα καὶ τὰς σάρκας καὶ τὰς ἀρτηρίας καὶ τὰς φλέβας. ἐπεὶ ὅσα μὴ ἰσχυρῶς ἀποληφθέντα θνήσκει, ἔνια τῶν τοιουτέων οὐκ ἀφικνέεται ἐς ὀστέων ψιλώματα, ἀλλ’ ἐπιπολαιότερα ἐκπίπτει, ἔνια δὲ οὐδὲ ἐς νεύρων ψιλώματα ἀφικνεῖται, ἀλλ’ ἐπιπολαιότερα ἐκπίπτει, διά γ’ οὖν ταύτας τὰς προφάσιας οὐκ ἔστιν ἓν ὄνομα ἀριθμοῦ τῷ χρόνῳ θέσθαι, ἐν ὁκόσῳ ἕκαστα τούτων κρίνεται.

Προειρηκὼς ὅτι μελαινομένων καὶ φθειρομένων τῶν περικειμένων τοῖς ὀστοῖς σαρκῶν ἀναγκαῖόν ἐστι καὶ τοῖς γυμνωθεῖσιν αὐτῶν ὀστοῖς τῷ χρόνῳ ταὐτὸν συμβῆναι καὶ διὰ τοῦτο κελεύσας ἀποκόπτειν αὐτὰ, νῦν συμβουλεύει τὴν ἀφαίρεσιν ποιεῖσθαι, μὴ ψαύοντα τῶν ὑγιῶν, ὅπως μὴ διὰ τὴν ὀδύνην ὁ κάμνων λειποθυμήσας ἰσχυρῶς δυσανακόμιστος γένηται. κατ’ ἄρθρον δὲ μᾶλλον, εἰ οἷόν τε, ποιεῖσθαι κελεύει τὴν ἀφαίρεσιν ἕνεκα τοῦ τάχους. ἐν μέσοις γὰρ τοῖς κώλοις χρόνος τρίβεται τῶν ὀστέων ἐκκοπτομένων, ἐπὶ δὲ τῶν ἄρθρων ἄνευ τοῦ ψαῦσαι τῶν ὀστῶν, ἀποκόπτεται τὸ πεπονθὸς μέρος τοῦ κώλου.

719
Προσδέχεσθαι δὲ μάλα χρὴ τοιαῦτα ἰήματα. ἐπιδέειν γὰρ φοβερώτερά ἐστιν ἤ τινι ἰητρεύειν καὶ ἰητρείη πραείη ἀρκέει πᾶσι τοιούτοισι· αὐτὰ γὰρ ἑωυτὰ κρίνει μόνον· τῆς τε διαίτης ἐπιμελέεσθαι χρὴ ὡς κατὰ δύναμιν ἀπύρετος ἔῃ.

Οὐ μόνον τῶν καμνόντων ἀεὶ φαίνεται κηδόμενος ὁ Ἱπποκράτης, ἀλλὰ καὶ τῶν ἰατρῶν ὡς ἀνέγκλητοι μὲν ἀεὶ παρὰ τοῖς κάμνουσιν ὦσιν, εὐδοκιμῶσι δὲ τὰ πλεῖστα. διὰ τοῦτ’ οὖν ἐπισημαίνεταί τε καὶ διορίζεται τὰ κατὰ φαντασίαν μεγάλα πάθη τῶν κατὰ δύναμιν. ἐπὶ μὲν οὖν τῶν κατὰ δύναμιν ἰσχυρῶν, οὐ μὴν φαινομένων γε τοιούτων, ἀποδιδράσκειν κελεύει. προΐεσθαι δὲ τὰ κατὰ φαντασίαν μεγάλα, καθάπερ καὶ ταυτὶ τὰ νῦν περὶ ὧν ὁ λόγος. ὅταν γὰρ ἀκριβῶς τι νεκρωθῇ μέρος, οὐκέτι συμπάθειαν ἰσχυρὰν ἄγει τὰ πλησιάζοντα. ταῦτ’ οὖν ἐὰν ἀποκόψῃς, τὸν ἐν

720
τῇ χειρουργίᾳ τῆς λειποθυμίας φυλαξάμενος κίνδυνον οὐκέτι οὐδὲν ἀκολουθήσει δυσχερές.

Καὶ ἐν σχήμασι δικαίοισιν εὐθετίζειν τὸ σῶμα. δίκαια δὲ καὶ ταῦτα μηδὲ μετεωροποιέειν, μηδὲ ἐς τὸ κάτω ῥέπειν, ἀλλὰ μᾶλλον ἐς τὸ ἄνω ποτὶ καὶ ἔστ’ ἂν τελείως περιῤῥαγῇ· αἱμοῤῥαγιέων γὰρ ἐν τούτῳ τῷ χρόνῳ κίνδυνος· διὰ τοῦτο γοῦν οὐ χρὴ κατάῤῥοπα ποιέειν τὰ τραύματα, ἀλλὰ τἀναντία.

Πολλάκις ἤδη μοι λέλεκται τὸ δίκαιον ἐπὶ τοῦ κατὰ δύναμιν ἴσου λέγειν ὁ Ἱπποκράτης. ἔστι δὲ τοῦτο ταὐτὸ τῷ κατὰ τὴν ἀξίαν ἑκάστου. τοιοῦτο δέ τι καὶ τὴν δικαιοσύνην ἴσμεν οὖσαν. ὅσον μὲν οὖν ἐπὶ τοῖς μυσὶ δίκαιον σχῆμά ἐστιν, ἐν ᾧ μηδετέρως τείνονται, μήθ’ οἱ κάμπτοντες μήθ’ οἱ ἐκτείνοντες τὸ κῶλον· ὅσον δ’ ἐπὶ τὸ κάταντες ἢ ἄναντες ἀποθέσθαι τὸ μόριον, ἴσον μὲν ἄν τῳ

721
δόξειε τὸ μέσον ἀναῤῥόπου τε καὶ καταῤῥόπου, τουτέστι τὸ κατ’ εὐθεῖαν γραμμὴν ἐκτεταμένον ἀκριβῶς εἶναι δίκαιον. καὶ ὅταν γε μηδεὶς ᾖ κίνδυνος αἱμοῤῥαγίας, ἐὰν εὐφορώτερον ᾖ τοῦτο τῷ κάμνοντι, προαιρετέον αὐτό· καὶ λέλεκταί γε περὶ τούτου μικρὸν ἔμπροσθεν, ἡνίκα περὶ τῶν ἐκβυρσωμένων ὁ λόγος ἦν. νυνὶ δ’ ἐπὶ τῶν ἀποκοπτομένων ὀστῶν, ὥσπερ ἐπὶ τῇ χειρουργίᾳ κίνδυνος, ὡς ἂν ἀλγήσαντα σφοδρῶς τὸν κάμνοντα λειποθυμῆσαι. οὕτως μετὰ τὴν χειρουργίαν ἕτερος εἷς κίνδυνός ἐστιν ὁ τῆς αἱμοῤῥαγίας, ὅταν ἀποπέσῃ τὰ σεσηπότα μόρια τοῦ σώματος εἰωθὼς γίνεσθαι. πρόδηλον δ’ ὅτι τὸ κατάῤῥοπον σχῆμα πρὸς αἱμοῤῥαγίας ἐστὶν ἑτοιμότατον καὶ ὅσον ἐπὶ τὸ φυγεῖν ἀκριβῶς τε ἄμα καὶ ἀσφαλῶς τὸν ἐκ τῆς αἱμοῤῥαγίας κίνδυνον, ἐχρῆν ἀνάῤῥοπον ἀποσχηματίζειν τὸ ἀποκεκομμένον κῶλον, ἀλλ’ ἐπὶ τοῦτ’ ἐπώδυνον τὸ σχῆμα, διὰ τοῦτ’ ἀνάῤῥοπον αὐτὸ μετρίως σχηματίζομεν. εὔδηλον δ’ ὅτι καὶ κατ’ αὐτὴν τὴν ῥῆσιν αὐξῆσαι βουλόμενος τὸν λόγον ἐχρήσατο τῇ ποτὶ φωνῇ, ὡς
722
εἰ καὶ οὕτως εἶπε, μηδὲν μετέωρον ποιεῖν μηδὲ ἐς τὸ κάτω ῥέπον, ἀλλὰ μᾶλλον ἄνω καὶ μάλισθ’ ὅταν τελέως περιῤῥαγῇ τὰ σεσηπότα. τῶν γὰρ αἱμοῤῥαγιῶν ἐν τούτῳ τῷ χρόνῳ κίνδυνος.

Ἐπεὶ ὅταν γε ὁ χρόνος ἐγγένηται πλείων καὶ καθαρὰ τὰ ἕλκεα γένηται, οὐκέτι ταῦτα τὰ σχήματα ἐπιτήδειά ἐστιν, ἀλλ’ ἡ εὐθεῖα θέσις καὶ ἐνίοτε ἐπὶ τὸ κατάῤῥοπον ῥέποντα· ἀνὰ χρόνον γὰρ ἐνίοισι τούτων ἀποστάσιες ὀστέου γίνονται καὶ ὑποδεσμίδων δέονται.

Ὥσπερ ὁπόταν τὰς αἱμοῤῥαγίας ἐφυλάττετο τὴν εὐθεῖαν θέσιν τοῦ κώλου, καίτοι μέσην τε καὶ δικαίαν οὖσαν, ἐπὶ τὸ ἀνάῤῥοπον ἦγεν εἰς τοσοῦτον ἄχρι τοῦ χωρὶς ὀδύνης τοῦ κάμνοντος ἀναταθῆναι τὸ κῶλον, οὕτως νῦν ἐνίοτε μετρίως κατάῤῥοπον ἀξιοῖ σχηματίζεσθαι τὸ κῶλον ἕνεκα τῆς ἐκκρίσεως τῶν ἰχώρων. ὅπου γὰρ οὔθ’ αἱμοῤῥαγίας ἐστὶ

723
κίνδυνος οὔτε συμπαθείας οὔτε φλεγμονῆς, ἤδη ὄντα καθαρὰ τὰ ἕλκη μόνης ἐπουλώσεως χρήζει, περὶ παντός ἐστι ποιητέον, ὡς μήτε πῦον ὑφίσταται τότε μήτε ἰχώρ τις λεπτὸς, ἀλλ’ ἀποῤῥέει πάντα. κολπωθέντος μέντοι τινὸς αὐτόθι μέρους, εἴωθε γὰρ ἐνίοτε καὶ τοῦτο γίγνεσθαι, τῶν ἰχώρων ἀναβιβρωσκόντων ἐκεῖνα τὰ μόρια, ἃ κατ’ ἐκεῖνον τὸν χρόνον ἐν ᾧ διὰ τὸν φόβον τῆς αἱμοῤῥαγίας ἀνάῤῥοπον ἡγούμεθα σχῆμα, χρείας ἕξομεν ὑποδεσμίδων αἷς προστελοῦμεν τὸν κόλπον. ἡ δ’ ἐπίδεσις ἐν τῷ τοιούτῳ καιρῷ κατὰ τὸν ἐναντίον γίνεται τρόπον ἁπάσαις ταῖς ἔμπροσθεν εἰρημέναις. ἐπ’ ἐκείνων μὲν γὰρ ἐκ τῶν κάτω μερῶν ἀρχόμενοι τελευτῶμεν ἄνω. κατὰ δὲ τὰς νῦν προκειμένας διαθέσεις, ἐφ’ ὦν ἐκκρίνεσθαι βουλόμεθα τὸ πῦον ἄνωθεν, ἀρχομένους ἐπὶ τὰ κάτω χρὴ νέμεσθαι παυομένους ἀνωτέρω βραχεῖ τοῦ κατὰ τὸν κόλπον στόματος, ἵν’ ἐκ μὲν τοῦ πυθμένος αὐτοῦ πᾶν ἐκθλίβηται διὰ τῆς εἰρημένης ἐπιδέσεως, ἀνεῳγμένου δὲ τοῦ στόματος εὐθέως ἐκρέῃ.

724
Προσδέχεσθαι δὲ χρὴ τοὺς τοιούτους ἀνὰ χρόνον ὑπὸ δυσεντερίης πιέζεσθαι· καὶ γὰρ ἐπὶ τοῖς μελαινομένοισι τοῖσι πλείστοισι ἐπιγίνεται δυσεντερίη καὶ ἐπὶ τῇσιν αἱμοῤῥαγίῃσιν ἐξ ἑλκέων. ἐπιγίνεται δὲ ὡς ἐπὶ τὸ πολὺ κεκριμένων ἤδη καὶ τῶν μελασμῶν καὶ τῆς αἱμοῤῥαγίης.

Τὴν τῆς δυσεντερίας προσηγορίαν ἔοικεν ὁ Ἱπποκράτης οὐ κατὰ τῆς τῶν ἐντέρων ἑλκώσεως ἐπιφέρειν, ὡς οἱ πολλοὶ τῶν ἰατρῶν, ἀλλὰ κατὰ τῆς αἱματώδους ἐκκρίσεως διὰ τῶν ἐντέρων γιγνομένης, ὥστε καὶ ὅταν ἀῤῥωστίᾳ τοῦ ἥπατος αἱματώδη διαχωρῆται καὶ τότε ὀνομάζεσθαι δυσεντερίαν τὸ πάθος, ὅπερ καὶ φαίνεται γιγνόμενόν τε καὶ λεγόμενον ὑπὸ τῶν ἰατρῶν. καὶ πολλοὺς ἴστε τῶν οὕτω πεπονθότων ἀπολλυμένους ἀγνοίᾳ τῶν θεραπευόντων. ἐπεὶ δ’ ἐνίοτε διὰ τὴν τῶν ἐξιόντων δριμύτητα συνεκκρίνηταί τις ἅμα τοῖς διαχωρήμασι κατ’ ἀρχὰς, ἀμελῇ δὲ τοῦ χρόνου προϊόντος ἤδη καὶ τῶν ἐντέρων αὐτῶν ξύσματα διὰ τοῦ

725
θεραπεύειν ὡς ἕλκωσιν ἐντέρων μόνην, οἱ πολλοὶ τῶν ἰατρῶν ἀμελοῦντες τοῦ ἥπατος αἴτιοι θανάτου τοῖς κάμνουσιν ἐγένοντο. νόσημα μὲν οὖν ἐστιν ἥ τε τοῦ ἥπατος ἀῤῥωστία καὶ ἡ τῶν ἐντέρων ἕλκωσις. κοινὸν δὲ σύμπτωμά ἐστιν ἡ διὰ τῆς ἕδρας ἔκκρισις αἱματώδης οὐ κατὰ τὰς εἰρημένας αἰτίας γιγνομένη· καὶ γὰρ διὰ πλῆθος αἵματος ἀναστομουμένων εἰς ἔντερα φλεβῶν αἱματώδη διαχωροῦσιν, ὡς εἶναι τὸ πάθημα παραπλήσιον αἱμοῤῥοΐσι, μόνῳ διαφέρον τῷ κατὰ μὲν τὴν ἕδραν ἐκείνας γίγνεσθαι, κατὰ δὲ τὰς τῶν ἐντέρων ἕλικας ἀναστομοῦσθαι τὰς φλέβας ἐπὶ τούτων ἢ καὶ κατὰ τὸ ἀπευθυσμένον μὲν αὐτὸ, πόῤῥω μέντοι τῆς ἕδρας ἄνω κατὰ τὴν ἀρχὴν αὐτοῦ καὶ πολλοὺς εἴδομεν τοῦτο πάσχοντας ὧν ἀπεκόπη τι κῶλον, ἀλλὰ καὶ ὅσοι κατέλυσαν ἀθρόως ἰσχυρὰ γυμνάσια κατὰ τὸν ἔμπροσθεν χρόνον εἰθισμένα, τινὲς μὲν ἀθλήσαντες, ἔνιοι δὲ σκάπτοντες ἢ τοιοῦτόν τι φιλοπόνως ἐργαζόμενοι· ἐὰν γὰρ μὴ συγκαταλύσωσι τοῖς γυμνασίοις καὶ τὸ πλῆθος τῆς ἐδωδῆς, ἣν ὅτ’ ἐπόνουν ἐποιοῦντο, τινὲς μὲν ἐν τάχει πληθωρικοῖς ἁλίσκονται νοσήμασιν,
726
ἔνιοι δὲ εὐτυχέστερον πράξαντες τῷ ὑφ’ Ἱπποκράτους εἰρημένῳ συμπτώματι δυσεντερίας· οὕτω γὰρ ὠνόμασεν, ὡς ἔφην, τὴν διαχώρησιν τοῦ αἵματος. ἐνίους δὲ ἤδη οἶδα τῇ διὰ ῥινῶν αἱμοῤῥαγίᾳ σωζομένους, ἄλλους δὲ ἁλισκομένους χολέρᾳ, καὶ γίνεται πᾶσιν αἷμα ἐκ περιόδου τοῦ πάμπαν, ἴσως ὡς ἔγγιστα τῷ χρόνῳ τὰ τοιαῦτα συμπτώματα. κακωθέντες γὰρ ἐπὶ ταῖς ἀθρόαις κενώσεσι καὶ καταψυχθέντες οὐ προσέχουσι τῇ μετὰ ταῦτα διαίτῃ. πάλιν δ’ ἀφυλάκτως διαιτώμενοι πάλιν πλῆθος ἀθροίζουσιν ἴσον τῷ πρόσθεν ἐν ἴσῳ χρόνῳ. κοινὴν οὖν αἰτίαν ἁπάντων τῶν οὕτω πασχόντων ἐροῦμεν εἶναι πληθώραν ἐκκενουμένην διὰ φλεβῶν ἀναστομώσεως ἢ κατὰ ῥῖνας ἢ καθ’ ἕδραν ἢ κατ’ ἔντερα γινομένης. αὐτὴν δὲ τὴν πληθώραν ἀθροίζεσθαι τοῖς ἐσθίουσι μὲν, ὡς ἔμπροσθεν ἤσθιον δαψιλῶς, μὴ δαπανοῦσι δὲ τὸ ἐκ τῆς τροφῆς ἀθροιζόμενον αἷμα. τούτῳ τῷ λόγῳ κοινῷ πάντων ὄντι τῶν οὕτω πασχόντων ὑποπέπτωκε καὶ τὰ ὑφ’ Ἱπποκράτους εἰρημένα. οἶς γὰρ ἀπεκόπη τι κῶλον ἡ πρότερον εἰς αὐτὸ παραγενομένη τροφὴ κατὰ
727
τὰς φλέβας ἀθροιζομένη πλῆθος αἵματος ἐργάζεται. συμβουλεύειν δὲ χρὴ τοῖς τοιούτοις ἅπασιν ἐλάττω τ’ ἐσθίειν ἢ πρόσθεν, ὀλιγότροφά τε ταῦτα εἶναι καὶ συνεχῶς ὑπάγειν γαστέρα, γυμνάζεσθαί τε καθόσον ἂν δύναιντο καὶ τρίβεσθαι πλείω καὶ μὴ λούεσθαι μετὰ τροφὴν, ἀλλὰ πρὸ τροφῆς πολλάκις. εἰ δὲ καὶ διαφορητικοῖς ὕδασιν ἔχοιεν χρῆσθαι, κάλλιστα οὕτω πράττοιεν. ταῦτα μὲν οὖν εἴρηταί μοι κατὰ τὸ πάρεργον οὐκ ὄντα πάρεργα. διὰ τί δὲ καὶ τῶν αἱμοῤῥαγησάντων ἰσχυρῶς ἐνίοις ἐπιγίγνεται μετά τινα χρόνον ἡ τοιαύτη δυσεντερία, προσθεῖναι χρὴ τῷ λόγῳ· συμβαίνει δὴ καὶ τούτοις τοιοῦτον, ἐπὶ ταῖς σφοδραῖς αἱμοῤῥαγίαις καταψύχεται τὸ σῶμα καὶ διὰ τοῦθ’ ἧττον ἢ πρόσθεν ἐκκενοῦται διὰ τοῦ δέρματος. ὑπομένον δὲ ἐν τῷ σώματι τὸ μὴ κενούμενον αὐξάνει τὸ πλῆθος τοῦ αἵματος, ἐφ’ ᾧ καθότι δέδεικται πρόσθεν αἵ τε χολέραι καὶ αἱ διὰ ῥινῶν αἱμοῤῥαγίαι καὶ αἱματώδεις δυσεντερίαι γίγνονται· καὶ γὰρ οὕτως αὐτὰς ὀνομάζω ἕνεκα σαφοῦς διδασκαλίας. ἕπονται δ’, ὡς ἔφην, αἵματος πλήθει διὰ ῥώμην μᾶλλον οὐκ ἀῤῥωστίαν
728
ἐπὶ τὴν ἔκκρισιν αὐτοῦ τῆς φύσεως ὁρμώσης ἔμπαλιν ἢ ἐπὶ τῶν ἡπατικῶν ἔχει διαθέσεων. ἐν ἐκείναις γὰρ ἀῤῥωστία τοῦ ἥπατος αἱματώδη δι’ ἐντέρων ὑπέρχεται. ἐὰν μὲν ἤτοι δι’ αἱμοῤῥοΐδων ἢ διὰ τῶν εἰς ἔντερα καθηκουσῶν φλεβῶν ἢ διὰ τῶν εἰς τὰς ῥῖνας ἡ φύσις ἰσχύσῃ τὸ περιττὸν ἐκκρῖναι, σὺν εὐτυχίᾳ τοῦ πληθωριῶντος ἡ κένωσις ἐγένετο· μὴ δεξαμένων δὲ τῶν ἐνταῦθα χωρίων τὸ πλῆθος, ἀλλ’ ἐπὶ θώρακα καὶ πνεύμονα ῥυέντος αὐτοῦ, χαλεπὸν ἤδη τὸ πάθημα. δυοῖν γὰρ θάτερον περιπλευμονίαις τε καὶ πλευρίτισιν ἢ ἀναγωγαῖς αἵματος οἱ τοιοῦτοι περιπίπτουσι.

Καὶ ὁρμᾶται μὲν λαύρως καὶ ἰσχυρῶς, ἀτὰρ οὔτε πολυήμερος γίνεται οὔτε θανατώδης, οὔτε γὰρ μάλα ἀπόσιτοι γίνονται οἱ τοιοῦτοι οὔτε ἄλλως ξυμφέρει κενεαγγέειν.
729

Οὐχ ὡς ἱστορίαν γράφων τῶν συμβαινόντων τοῖς οὕτω κάμνουσιν, ὥσπερ ὁ Θουκυδίδης, ἡνίκα διηγεῖται τὸν λοιμὸν, ἀλλ’ ἕνεκα διορισμοῦ τῶν ἐφ’ ἑτέραις αἰτίαις γιγνομένων δυσεντεριῶν, ταῦτα προσέθηκεν ὁ Ἱπποκράτης, ὥστ’ εἰ μὴ καὶ τῆς προκειμένης πραγματείας ἴδιός ἐστιν ὁ λόγος, οὐδὲν χεῖρον αὐτὸν ἐξεργάσασθαι παμπόλλων ἰατρῶν ἀδυνατούντων διακρῖναι τὰς διαθέσεις, ἐφ’ αἷς ἐκκρίσεις αἵματος γίγνονται. νομίζουσι γοῦν ἔνιοι πάσας αὐτὰς ἑλκώσεσιν ἐντέρων ἕπεσθαι, μεγάλως σφαλλόμενοι. ἡ μὲν οὖν ἀπὸ τῶν αἱμοῤῥοΐδων ἔκκρισις οὐδ’ αὐτοὺς τοὺς κάμνοντας λανθάνει. τῶν δ’ ἄνωθεν ἐπὶ τὴν ἕδραν ἀφικνουμένων αἱματωδῶν ἔνια μὲν εὐθὺς ἐξ ἀρχῆς ἥκει, τινὰ δὲ προηγήσατό τι τοιοῦτον, εἰ ἐξαίφνης διαχωρήσειεν αἷμα πολὺ, γιγνώσκειν ἀναστόμωσιν ἀγγείου γεγονέναι τῆς φύσεως τὸ βαρῦνον αὐτὴν ἀποκρινούσης. ἐκ τούτου τοῦ γένους ἐστὶ καὶ ἡ νῦν ὑφ’ Ἱπποκράτους εἰρημένη δυσεντερία λάβρως ὁρμᾶται καὶ ταχέως παύεται, μετὰ τοῦ μηδ’ ἀνορέκτους τοὺς

730
κάμνοντας ἰσχυρῶς γίγνεσθαι, καθάπερ ὅταν ἥπατος ἀῤῥωστοῦντος ἐκκρίσεις ἕπονται τοιαῦται. σπανιώτερον μὲν οὖν ἡπατικὴ διάθεσις ἀπὸ τοιαύτης ἄρχεται κενώσεως. ὡς τὸ πολὺ γὰρ οἷον κρεῶν πλύμα ἰχῶρες αἵματος λεπτὸν ἐκκρίνονται κατ’ ἀρχὰς αὐτοῖς. ἄρχεται μὲν οὖν ἐνίοτε καὶ σὺν ἀθρόᾳ κενώσει τοῦ αἵματος, ὅταν ποτὲ συνέλθῃ πληθωρικὴ διάθεσις ἀῤῥωστίᾳ τοῦ σπλάγχνου. μετὰ δὲ τὴν ἀρχὴν ὁποτέρως ἂν γενομένη ἅμα τῷ καὶ ἀνορεκτεῖν ἐσχάτως αὐτοὺς ἐκκρίνεται, ποτὲ μὲν αἷμα καθαρὸν οὐ πολὺ, ποτὲ δὲ καὶ μετὰ χολῆς ξανθῆς ἅμα ταῖς τῶν ἐντέρων ἀποξυομέναις πιμελαῖς, εἶτά που καὶ μετὰ ταῦτα καὶ οἷον τρὺξ αἵματος, ἡνίκα δὴ κακῶς ἔχει τὸ σπλάγχνον, παχύς. ἐπὶ δὲ ταῖς τοιαύταις ἐκκρίσεσι καὶ μάλισθ’ ὅταν ἔχωσί τι καὶ χολῆς αὐτῶν τῶν ἐντέρων συνεκκρίνεται τὰ μόρια τὰ καλούμενα ξύσματα ἐπιπολῆς αὐτῶν ἀποξυούσης τῆς δριμύτητος τῶν ἐντέρων διαχωρουμένων· ἐπὶ μὲν οὖν τῶν τοιούτων λεπτοτάτης διαίτης ἐστὶ χρεία, τοῖς δὲ τὸ πλεονάζον ἐκκρίνουσιν
731
αἷμα, βέλτιόν ἐστι διδόναι τροφὴν σύμμετρον ἐῤῥωμένου τοῦ ἥπατος καὶ κρατεῖν αὐτῆς δυναμένου.

    Μηροῦ δὲ ὀλίσθημα κατ’ ἰσχίον ὧδε χρὴ ἐμβάλλειν, ἢν ἐς τὸ εἴσω μέρος ὠλισθήκῃ.

    Κατεγνώκασιν Ἱπποκράτους ἐπεμβαλεῖν τὸ κατ’ ἰσχίον ἄρθρον, ὡς ἂν ἐκπίπτον αὐτίκα πρῶτος μὲν Κτησίας ὁ Κνίδιος συγγενὴς αὐτοῦ· καὶ γὰρ αὐτὸς ἦν Ἀσκληπιάδης τὸ γένος, ἐφεξῆς δὲ Κτησίου καὶ ἄλλοι τινές. διττῆς οὖν οὔσης κρίσεως ἁπάντων τῶν τοιούτων πραγμάτων τῆς μὲν ἑτέρας, ὅταν αὐτόπτης τις γένηται τοῦ ζητουμένου, τῆς δ’ ἑτέρας ὅταν ἐκ τῆς φύσεως αὐτοῦ μὴ περιμένων μακρὰν πεῖραν ἐνδεικτικῶς ἀποφαίνηταί τι, καὶ ἡμεῖς ἀμφοτέρας ποιησόμεθα. τὸ μὲν οὖν τῆς φύσεως τοῦ πράγματος ἐστὶ τοιόνδε. κατὰ τὴν διάρθρωσιν ταύτην ἰσχυρότατός ἐστι σύνδεσμος,

    732
    στρογγύλος, ἐγκατακεκρυμμένος αὐτῇ, συνάπτων τὴν κορυφὴν τῆς κεφαλῆς τοῦ μηροῦ τῷ βαθυτάτῳ τε καὶ κοιλοτάτῳ μέρει τῆς κοτύλης, ὥστε καὶ μὴ τεθέαταί τις τὸν κίνδυνον, ἀλλ’ ἐκ ταύτης γε τῆς διηγήσεως ἀκόλουθον αὐτὸ νοῆσαι βραχὺν εἶναι κατὰ μῆκος αὐτὸν, ὅπου ὁ μηρὸς ἐνστρέφεται ἀεὶ, καθάπερ ὁ Ἱπποκράτης εἶπεν·

  1. Ἰσχίῳ ἐνστρέφεται.
  2. μηδέποτ’ ἐκτὸς ὑπερβαίνων τὴν ὀφρὺν τῆς κοτύλης ἀναγκαῖον ἐλάχιστον εἶναι τῷ μήκει τὸν σύνδεσμον. οὗτος οὖν αὐτός ἐστιν ὁ κωλύων ἐκπίπτειν τὸν μηρὸν, ἄχρι περ ἂν ἔχῃ κατὰ φύσιν. ἐγχωρεῖ δ’ αὐτὸν οὐκ ἀποῤῥαγέντα μόνον, ἀλλὰ καὶ δι’ ὑγρότητα πολλὴν ἀθροισθεῖσαν ἐν τῇ κοιλότητι παρὰ φύσιν ἔκτασιν τοσαύτην σχεῖν, ὡς ἐπιτρέψαι ποτὲ ἐκπεσεῖν τῆς κατὰ φύσιν ἕδρας τὸν μηρόν. εἰ μὲν οὖν ἀποῤῥαγέντος τοῦ συνδέσμου τὸν μηρὸν ἐππεσεῖν συμβαίνει, κἂν ἐμβληθῇ, παραχρῆμα εἶναι κατὰ χώραν οὐ δυνήσεται. καταντοῦς γὰρ οὔσης τῆς κοτύλης καὶ μεγάλου βάρους αὐτῆς

    733
    ἐκκεκραμένου τοῦ παντὸς σκέλους, ἑτοίμως αὖθις ὁ μηρὸς ἐκστήσεται τῆς ἰδίας χώρας, ἥτις ἐν τῷ βαδίζειν ἐγχειρῆσαι βραχὺ θᾶττον ἢ ὑπερβῆναί τι τῶν ἐν ποσὶν, ὡς εἴ γέ τις ὀλίγην αὐτοῦ ποιοῖτο κίνησιν ἐφ’ ὁμαλοῦ ἐδάφους, ἀεί ποτε δύναιτ’ ἂν οὕτω μόνος φυλάξαι τὴν κατὰ φύσιν θέσιν· ἀλλ’ ἔοικεν ἀδύνατον τοῦτο. καὶ γὰρ εἰ μηδὲν ἄλλο δυνάμενός γε πάντως ἐπαίρειν ἀναγκασθήσεται, ὡς ἐν ταῖς εἰς πτύελον ἐμβάσεσιν. οὕτως μὲν οὖν ἡ φύσις τοῦ πράγματος ἡμᾶς διδάσκει, μὴ δύνασθαι μεῖναι κατὰ χώραν τὸν μηρὸν ἐμβληθέντα τοῦ συνδέσμου διασπασθέντος· καὶ γὰρ αὖ κἀκεῖνο προσθεὶς ἄν τις ἀληθεύοι, τῇ μὲν κατὰ τὸ γόνυ διαρθρώσει σύνδεσμοί τινὲς εἰσιν ἔξωθεν νευρώδεις, τῷ μηρῷ δὲ μόνῳ εἶς οὗτος οὐδενὸς ἔξωθεν ἄλλου τοιούτου σφίγγοντος τὴν διάρθρωσιν, οὔτε τῶν μυῶν· οὐδὲ γὰρ οὐδὲ παρὰ τούτων ὀλίγη τίς ἐστι βοήθεια πρὸς τὸ μὴ ῥᾳδίως ἐκπίπτειν τὰ ἄρθρα καὶ μάλισθ’ ὅταν ὦσιν εὐτραφεῖς τε καὶ σύντονοι, καθάπερ οὔτε τοῖς γυμναστικοῖς καὶ τοῖς σφοδροτάτας ἴσχουσι κατὰ τὰ παλαίσματα πληγάς τε καὶ πτώσεις καὶ τάσεις καὶ περιστροφὰς τῶν ἄρθρων οὐκ ἐκπίπτει τὰ κῶλα,
    734
    διὰ τὸ πάντοθεν ἰσχυροῖς καὶ μεγάλοις σφίγγεσθαι μυσίν. εἶπε δὲ καὶ αὐτὸς ὁ Ἱπποκράτης κατ’ ἀρχὰς τοῦδε τοῦ βιβλίου καὶ τοῖς βουσὶ μάλιστα ἐκπίπτειν τὸ κατ’ ἰσχίον ἄρθρον, ὅταν ὦσι γέροντές τε καὶ λεπτοὶ διαῤῥαγέντος τοῦ κατὰ τὸν μηρὸν συνδέσμου, μένειν οὐχ οἷόν τε τῷ ἄρθρῳ κατὰ χώραν, κἂν ἐμβληθῇ καὶ μάλιστα ἐπὶ τῶν ἰσχνῶν. ἐφεξῆς οὖν ἴδωμεν, εἰ δι’ ὑγρότητα δαψιλῆ χαλασθεὶς ὁ σύνδεσμος ἐπιτρέψοιεν ἐκπεσεῖν τῷ μηρῷ, κἄπειτα ἐμβληθείη, τί συμβαίνειν εἰκός. ἐμοὶ μὲν δοκεῖ κἀνταῦθα πρόδηλον εἶναι, μενούσης μὲν αὐτῆς τῆς ὑγρότητος αὖθις ὡς αὐτὸς ἐκπέσῃ, ξηρανθείσης δὲ τὴν κατὰ φύσιν ἀσφάλειαν ἀπολήψεσθαι. ὅτι δὲ δι’ ὑγρότητα συμβαίνει τὸν μηρὸν ἔξαρθρον γίγνεσθαι καὶ παρ’ αὐτοῦ τοῦ Ἱπποκράτους μαθήσῃ γράφοντος ἐν ἀφορισμοῖς ὧδε· ὅσοις ὑπὸ ἰσχιάδος ἐνοχλουμένοις ἐξίσταται τὸ ἰσχίον καὶ πάλιν ἐμπίπτει, τούτοισι μύξα ἐπιγίγνεται. μύξης οὖν ἀθροιζομένης ἐν τῇ διαρθρώσει, τουτέστιν ὑγρῷ γλίσχρῳ διαβρεχόμενος ὁ σύνδεσμος χαλᾶται. διαφέρει δ’ οὐδὲν εἴτε σύνδεσμον ὀνομάζειν αὐτὸν, εἴτε νεῦρον
    735
    συνδετικόν. ὅσοι γὰρ τῶν συνδέσμων εἰσὶ στρογγύλοι κατὰ νεύρων ἰδέαν, ἔθος ἐστὶ τοῖς ἀνατομικοῖς νεῦρα συνδετικὰ προσαγορεύειν αὐτούς· καὶ ἡμεῖς ἰασάμεθα δὶς ἤδη τοιαύτην ἔκπτωσιν μηροῦ καὶ οὐκέτι ἐξέπεσε τοῦ λοιποῦ χρόνου. προσήκει δὲ μέχρι πολλοῦ ξηραίνουσι φαρμάκοις περιλαμβάνειν τὴν διάρθρωσιν ἄχρις ἂν αὐτάρκως ξηρανθῆναι τὸ συνδετικὸν νεῦρον, ὡς μηκέτι συνεπεκτείνεσθαι τῷ μηρῷ τὴν ὀφρὺν τῆς κοτύλης ὑπερβαίνοντι, κατέχειν δὲ ἔνδον αὐτὸν ἐν τῇ κατὰ φύσιν θέσει. ὅτι δ’ ἐνίοτε μένει βληθεὶς μάρτυς ἀξιοπιστότατος ὁ Ταραντῖνος Ἡρακλείδης ἀνὴρ οὔθ’ ἕνεκα δόγματος κατασκευῆς ψευσάμενος, ὡς ἂν οἱ πολλοὶ τῶν δογματικῶν ἐποίησαν, οὔτ’ ἀγύμναστος περὶ τὴν τέχνην, ἀλλ’ εἴπερ τις καὶ ἄλλος ἱκανῶς τρίβων τῶν ἔργων τῆς ἰατρικῆς. ἀκούσωμεν δ’ αὐτοῦ τῆς ῥήσεως, ἥν ἔγραψεν ἐν τῷ τετάρτῳ τῶν ἐκτὸς θεραπευτικῶν, αὐτοῖς ὀνόμασιν οὕτως ἐχούσης. ὅσοι δὲ οἴονται μὴ μένειν μηρὸν ἐμβληθέντα διὰ τὸ μὴ διασπᾶσθαι τὸ συνέχον νεῦρον πρὸς τὴν κοτύλην τοῦ ἰσχίου τὸν μηρὸν, ἀγνοοῦσιν ἐν τῷ καθόλου
    736
    τρόπῳ τὴν ἀπόφασιν ποιούμενοι. οὐ γὰρ ἂν Ἱπποκράτης καὶ Διοκλῆς ἀνέγραψαν ἐμβολὰς, ἔτι δὲ Φιλότιμος, Εὐήνωρ, Νηλεὺς, Μόλπις, Νυμφόδωρος, ἄλλοι δέ τινες. ἡμεῖς δ’ ἐπὶ δύο παιδίων ἐκρατήσαμεν τῆς προθέσεως. πολλάκις τοί γε καὶ μᾶλλον ἐπὶ τῶν τελείων ὀλισθαίνει πάλιν τὸ ἄρθρον. οὐκ ἐκ λόγου δὲ δεῖ τὸ πρᾶγμα κρίνειν, ἀλλ’ ἐπειδή ποτε καὶ μένει, διαλαμβάνειν μὴ διὰ παντὸς ἀποσπασμὸν γίνεσθαι τοῦ νεύρου, ἀλλὰ καὶ ἀποχαλᾶσθαι καὶ συστρέφεσθαι πάλιν, ἐπειδὰν τοῦ ζητεῖν ἐστι χρήσιμον, ἀλλ’ οὐ παντελῶς κοινόν. ἐπὶ τῷ τέλει τῆς ῥήσεως ὁ Ταραντῖνος τοῦτο προσέγραψε φυλάττων τὴν ἑαυτοῦ προαίρεσιν ἐμπειρικὴν οὖσαν. ἔστι δ’ αὐτῶν ἡ προαίρεσις ὅσα φανερῶς ὦπται καὶ τὸ χρήσιμον ἤδη πρὸς τὴν τέχνην ἔχομεν ἐξ αὐτῶν εἰπεῖν, ἄχρηστον ἐπὶ τούτων εἶναι τὴν τῆς αἰτίας ζήτησιν, ἀλλὰ καὶ μετὰ τὸν Ἡρακλείδην ἄλλοι πολλοὶ τῶν νεωτέρων γεγράφασιν ἐμβληθέντα μηρὸν ὑπ’ αὐτῶν ἄχρι παντὸς μεμενηκέναι.

737
Ἀγαθὴ μὲν ἥδε καὶ δικαίη καὶ κατὰ φύσιν ἡ ἐμβολὴ καὶ δή τι καὶ ἀγωνιστικὸν ἔχουσα ὅστις γε τοῖσι τοιούτοισιν ἥδεται κομψευόμενος. κρεμάσαι χρὴ τὸν ἄνθρωπον τῶν ποδῶν πρὸς μεσόδμην δεσμῷ δυνατῷ, μαλθακῷ δὲ καὶ πλάτος ἔχοντι, τοὺς δὲ πόδας ἔχειν χρὴ, ὅσον τέσσαρας δακτύλους ἀπ’ ἀλλήλων ἢ καὶ ἔλασσον· χρὴ δὲ καὶ ἐπάνωθεν τῶν ἐπιγουνίδων προσπεριβεβλῆσθαι πλατεῖ ἱμάντι καὶ μαλθακῷ ἀνατείνοντι ἐς τὴν μεσόδμην.

Τὸ χαριέντως τι πανουργεῖν εἰώθασιν οἱ Ἀττικοὶ κομψεύεσθαι λέγειν, ὅπερ καὶ νῦν σημαίνει παρὰ τῷ Ἱπποκράτει τὸ κομψευόμενος. καὶ γὰρ καὶ πρόσθεν εἷπεν ἐπὶ τῶν τῆς κλίμακος κατακλίσεων, ὡς ἐκχαυνοῦν τὸν πολὺν ὄχλον ἐπιτηδεύοντές τινες ἐπ’ αὐτὴν ἥκουσιν, ἀλλ’ ὅμως κἀκείνην ἔγραψεν, ἐπεὶ καὶ καλῶς αὐτῇ χρωμένους ἑώρα τοὺς καθ’ ἑαυτὸν ἰατρούς. οὕτως οὖν καὶ νῦν ὡς ἄν τις κάλλιστα διὰ κλίμακος κατατείνας ἐμβάλλοι μηρὸν ἐβουλήθη διδάξαι.

738
ἴσως δ’ ἄν ποτε καὶ χρησαίμεθα αὐτῇ μὴ παρόντος τοῦ βάθρου, περὶ οὖ μετὰ ταῦτα ἐρεῖ. κελεύει τοιγαροῦν ἐπὶ κλίμακος τὸν θεραπευόμενον δήσαντας ἱμᾶσιν κρεμάσαι τὴν κλίμακα πρὸς μεσόδμην ἀνατείναντας. οὕτως δὲ ὀνομάζεται τὸ μέγα ξύλον ἀπὸ τοῦ ἑτέρου τοίχου πρὸς τὸν ἕτερον διῆκον, ἔν τε τοῖς τῶν πανδοχείων οἴκοις τοῖς μεγάλοις ἐν οἶς ἱστᾶσι τὰ κτήνη καὶ κατ’ ἀγρὸν ὁμοίως ἐν τοῖς γεωργικοῖς οἴκοις. βούλεται δὲ τοὺς μὲν πόδας ἄνω πρὸς τὴν μεσόδμην ἐστράφθαι, τοῦ κατατεινομένου δὲ τὴν κεφαλὴν οὐ πολὺ τῆς γῆς ἀπέχειν, ἄλλως τε δυνηθῆναι τὸν ἐμβάλλοντα τὸ ἄρθρον ὀρθὸν παρεστῶτα ταῖς ἑαυτοῦ χερσὶ χρῆσθαι πρὸς τὴν ἐμβολὴν, ὡς ἐφεξῆς διδάσκει.

Τὸ δὲ σκέλος τὸ σιναρὸν τετάσθαι χρὴ, ὡς δύο δακτύλοισι μᾶλλον τοῦ ἑτέρου. ἀπὸ δὲ τῆς γῆς τὴν κεφαλὴν ἀπεχέτω, ὡς δύο πήχεας ἢ ὀλίγῳ πλέον ἢ ἔλασσον. τὰς δὲ χεῖρας παρατεταμένας παρὰ τὰς πλευρὰς προσδεδεμένος
739
ἔστω μαλθακῷ τινι. πάντα δὲ ταῦτα ὑπτίῳ κατακειμένῳ κατασκευασθήτω ὡς ὅτε ἐλάχιστον χρόνον κρεμάσηται· ὅταν δὲ κρεμασθῇ ἄνδρα, χρὴ εὐπαίδευτον καὶ μὴ ἀσθενέα ἐνείραντα τὸν πῆχυν μεσηγὺ τῶν μηρῶν.

Τοὺς μὲν δεσμοὺς ὅπως προσήκει περιβαλεῖν οἶς εἶπε μέρεσι τοῦ σώματος, ἐδήλωσε σαφῶς. ἰσχυροτέρους μέντοι κελεύει καὶ μαλθακοὺς ἀνατείνοντας εἶναι τοὺς κατὰ τὸ πεπονθὸς σκέλος εἰκότως. ὅλη γὰρ ἡ κατάτασις ἕνεκα τῆς ἐκείνου θεραπείας γίγνεται κατὰ τὸν κοινὸν ἁπάντων τῶν ἐμβαλλομένων λόγον. ἐπειδὴ γὰρ ἡ κεφαλὴ τοῦ μηροῦ τῆς κοτύλης ἐκπεσοῦσα πρὸς τὴν ἐκτὸς χώραν ἧκεν ὑπὸ τῶν ἐνταῦθα μυῶν ἀνασπασθεῖσα. προσήκει δήπου πρότερον εἰς τὸ κάτω μέρος αὐτὴν ἀγαγεῖν ἅμα τῷ μηρῷ δηλονότι, κἄπειθ’ οὕτως ἀπῶσαι πρὸς τὴν ἐκτὸς χώραν, εἶτα ἐπειδὰν κατ’ εὐθὺ γένηται τῆς κοτύλης ἤτοι τοῖς μυσὶν ἐπιτρέψαι μόνοις τοὐντεῦθεν ἢ καὶ συνεπωθεῖν αὐτόν. εἴρηται δὲ ἤδη πολλάκις ὡς οἱ μύες ἅπαντες ἐπὶ τὰς ἑαυτῶν κεφαλάς

740
ἀνασπᾶσθαι πεφύκασι. συνανασπῶσιν οὖν δηλονότι καὶ τὸν μηρὸν ἑαυτοῖς, ἀνασπώμενος δ’ ἐμβήσεται τῇ κοτύλῃ τοῦ ἰσχίου κατὰ τὴν κεφαλὴν αὐτοῦ.

Εἶτα θέσθαι τὸν πῆχυν μεσηγὺ τοῦ περιναίου καὶ τῆς κεφαλῆς τοῦ μηροῦ ἐξεστηκυίης, ἔπειτα συνάψαντα τὴν ἑτέρην χεῖρα πρὸς τὴν διῃρημένην παραστάντα ὀρθὸν παρὰ τὸ σῶμα τοῦ κρεμαμένου ἐξαπίνης ἐκκρεμασθέντα, μετέωρον αἰωρηθῆναι ὡς ἰσοῤῥοπώτατον. αὕτη δὲ ἡ ἐμβολὴ παρέχεται πάντα ὅσα χρὴ κατὰ φύσιν. αὐτό τε γὰρ τὸ σῶμα κρεμάμενον τῷ ἑωυτοῦ βάρει κατάτασιν ποιέεται, ὅ τε ἐκκρεμασθεὶς ἅμα μὲν τῇ κατατάσει ἀναγκάζει ὑπεραιωρεῖσθαι τὴν κεφαλὴν τοῦ μηροῦ ὑπὲρ τῆς κοτύλης, ἅμα δὲ τῷ ὀστέῳ τοῦ πήχεος ἀπομοχλεύειν καὶ ἀναγκάζειν εἰς τὴν ἀρχαίην φύσιν ὀλισθαίνειν. χρὴ δὲ παγκάλως μὲν τοῖσι δεσμοῖσιν ἐσκευάσθαι, φρονέοντα δὲ ὡς ἰσχυρότατον τὸν ἐξαιωρούμενον εἷναι. ὡς μὲν οὖν καὶ
741
πρόσθεν εἴρηται, μέγα τὸ διαφέρον ἐστὶ τῶν φυσίων τοῖσιν ἀνθρώποισιν ἐς τὸ εὐέμβλητα εἶναι καὶ δυσέμβλητα καὶ διότι μέγα διαφέρει, εἴρηται πρόσθεν ἐν τοῖς περὶ ὤμου.

Πλιχάδα μὲν ὀνομάζειν εἴωθεν ἅπαν τὸ μεταξὺ τῶν βουβώνων ἑκατέρου σκέλους. ἐν ταύτῃ δὲ τῇ πλιχάδι τὸ μέσον προσαγορεύει περίναιον, ὅπερ ἀπὸ τῆς ἐκφύσεως αἰδοίου καθήκει πρὸς τὴν ἕδραν. ἐν αὐτῷ δὲ καὶ τῆς κύστεως ὁ τράχηλος τέτακται· μεταξὺ δὲ τούτου γε κατὰ τὸ μῆκος ἐν τῇ πλιχάδι μέσῃ καὶ τῆς τοῦ μηροῦ κεφαλῆς ἀξιοῖ θέντα τὸν πῆχυν ἐπισυζεύξαντά τε τὴν ἑτέραν χεῖρα, καθότι σαφῶς αὐτὸς ἔγραψεν ἐκκρεμασθῆναι τὸν εἰς τὸ κάτω μέλλοντα τὴν κεφαλὴν ἐπισπάσαι τοῦ μηροῦ. γενήσεται δὲ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ μοχλεία πρὸς τὴν εἰς τὸ ἔξω μετάστασιν τοῦ ἄρθρου, χάριν τοῦ κατ’ εὐθὺ γενέσθαι τῆς κοτύλης τοῦ ἰσχίου τὴν κεφαλὴν τοῦ μηροῦ.

742
Ἐνίοισι γὰρ ὁ μηρὸς ἐμπίπτει ἀπ’ οὐδεμιῆς παρασκευῆς, ἀλλ’ ὀλίγης μὲν κατατάσιος, ὅσον τῇσι χερσὶ κατιθῦναι, βραχείης δὲ κιγκλίσιος.

Ὥσπερ ἐν τοῖς ἔμπροσθεν ἀῤῥενικῶς εἶπε κιγκλισμὸν, οὕτω νῦν κίγκλισιν θηλυκῶς τὴν ἐπὶ βραχὺ γιγνομένην διακίνησιν. αὐτὸς γὰρ τὸ διακινῆσαι ῥῆμα κατὰ τῆς βραχείας κινήσεως, ἧσπερ μέμνηκε γράφων ἐμβολὴν ἐξηρθρηκυίας γένυος.

Πολλοῖσι δὲ συγκάμψασι τὸ σκέλος κατὰ τὸ ἄρθρον ἐνέπεσεν ἤδη ἀμφίσφαλσιν ποιησάμενον· ἀλλὰ γὰρ τὰ πολὺ πλείω οὐκ ἐνακούει τῆς τυχούσης παρασκευῆς. διὰ τοῦτο ἐπίστασθαι μὲν χρὴ τὰ κράτιστα περὶ ἑκάστου ἐν πάσῃ τῇ τέχνῃ, χρέεσθαι δὲ οἶσιν ἂν δόξη ἑκάστοτε. εἴρηνται μὲν οὖν τρόποι κατατασίων καὶ ἐν τοῖσιν ἔμπροσθεν γεγραμμένοισιν,
743
ὥστε χρέεσθαι τούτων ὅστις ἂν παρατύχῃ. δεῖ γὰρ ἀντικατατετάσθαι ἰσχυρῶς ἐπὶ θάτερα μὲν τοῦ σκέλεος, ἐπὶ θάτερα δὲ τοῖ σώματος. ἢν γὰρ εὖ καταταθῇ, ὑπεραιωρηθήσεται ἡ κεφαλὴ τοῦ μηροῦ ὑπὲρ τῆς ἀρχαίης ἕδρης· καὶ ἢν μὲν ὑπεραιωρηθῇ οὕτως, οὐδὲ κωλῦσαι ἔτι ῥηΐδιον ἵζεσθαι αὐτὴν ἐς τὴν ἑωυτῆς ἕδρην, ὥστε ἤδη πᾶσα ἀρκέει μόχλευσίς τε καὶ κατόρθωσις. ἀλλὰ γὰρ ἐλλείπουσιν ἐν τῇ κατατάσει, διὰ τοῦτο ὄχλον πλείω παρέχει ἡ ἐμβολή.

Ἐν τῷ κάμπτειν τὸ σκέλος κατὰ βουβῶνα μετέωρος ὅλος ὁ μηρὸς γίνεται. κατὰ τὴν τοιαύτην γοῦν ἐνέργειαν ἡ ἐκπεπτωκυῖα κεφαλὴ τοῦ μηροῦ διακινηθεῖσα τὰ κατὰ περίσφαλσιν εἴωθεν ἐκπίπτειν ἔστιν ὅτε. τὸ δὲ κατὰ περίσφαλσιν ἔστιν ὅτε ποῖόν τι δηλοῖ καὶ ἐπὶ τοῦ κατ’ ὦμον ἄρθρου καὶ τὸ κατ’ ἰσχίον ἐκπιπτόντων τε καὶ ἐκβαλλομένων γίνεται, διὰ τῶν ἔμπροσθεν αὐτὸς ἐδίδαξεν ἡνίκα διδάσκει ἐπὶ τούτων τῶν διαρθρώσεων μὴ δύνασθαι γενέσθαι

744
παράρθρημα, καθάπερ ἐπ’ ἀγκῶνος καὶ καρποῦ καὶ γόνατος καὶ σφυροῦ· διὰ γὰρ τὰς σφαιροειδεῖς μὲν εἶναι τὰς κεφαλὰς τῶν μηρῶν ὀστῶν, κυκλοτερῆ δὲ τὴν ὀφρὺν τῶν πρὸς αὐτὰς διαρθρουμένων κοιλοτήτων, οὐκ ἐνδέχεται μέρος μέν τι τῶν κεφαλῶν ἐν ταῖς κοιλότησιν εἶναι· μέρος δὲ οὐκ εἶναι, καθάπερ οὐδ’ ἐπὶ τῆς ὀφρύος ὀχεῖσθαι τῆς κοτύλης, ἀλλ’ εὐθέως ἀποκυλιομένας αὐτὰς ἢ εἴσω χωρεῖν ἢ ἔξω τῆς διαρθρώσεως. ἐπεὶ τοίνυν ἐλαχίστη ῥοπὴ τὴν ἐφ’ ἑκάτερα φορὰν τῆς κεφαλῆς οἰακίζει περίσφαλσιν ὠνόμασε τὸ γιγνόμενον.