In Hippocratis De articulis

Galen

In Hippocratis De articulis, Galen, Kühn, Leipzig, 1829

Ἀτὰρ καὶ γαγγραινοῦσθαι ἱκνέεται κνήμην καὶ τὸν πόδα· ταῦτα βεβαίως εἰδέναι χρὴ οὕτως ἐσόμενα.

Καὶ τὸ τῆς γαγγραίνης πάθημα παραγίνεσθαί φησιν αὐτοῖς ἐμβληθέντων τῶν ἐξεχόντων ὀστῶν παρὰ τῷ μεγέθει δηλονότι τῆς φλεγμονῆς. ὅταν γοῦν ὑπὲρ τὰ πάθη τὰ φλεγμαίνοντα τό τ’ ἐρυθρὸν τῆς φλεγμονῆς ἀπόλλυται, πελιδνῶν γιγνομένων τῶν σωμάτων, ἥ τε ὀδύνη μεμειῶσθαι δοκεῖ, διότι καὶ ἡ αἴσθησις ἐναρκώθη, καὶ ὅταν γε τελέως ἀναίσθητα γένωνται τὰ οὕτως πάσχοντα σώματα, τὸ πάθος οὐκέτι γάγγραιναν, ἀλλὰ σφάκελον ὀνομάζουσι. μεταξὺ γὰρ τούτου τοῦ σφακέλου καὶ τῆς μεγάλης φλεγμονῆς ἐστιν ἡ γάγγραινα, τοσοῦτον χεῖρον τῆς τηλικαύτης φλεγμονῆς ὅσον μετριώτερον τοῦ σφακέλου. φθορὰ γὰρ οὗτός ἐστι τῆς ὅλης οὐσίας τοῦ σφακελίσαντος μέλους, ὥστε οὐδ’ ἂν ἰήσαιτό τις αὐτὸν ἤδη συνιστάμενον, ἀλλ’ ἔτ’ ἀρχόμενον, ὅπερ οὐδὲ σφάκελός ἐστιν ὄντως, ἀλλὰ γάγγραινα μεγάλη πλησίον ἥκουσα σφακέλου.

688
καταχρώμεθα δ’ οὖν ἐνίοτε τοῖς τῶν παρακειμένων παθῶν ὀνόμασι ἐπὶ τῶν ἀφικνουμένων μὲν εἰς αὐτὰ, μηδέπω δὲ ἐχόντων τὴν ἐκείνων ἰδέαν τε καὶ φύσιν. οὕτως οὖν καὶ τὴν μεγίστην φλεγμονὴν, ὅταν μήτε τὴν εὔχροιαν διασώζῃ τὴν ἑαυτῆς μήτε τὴν ὀδύνην, ἐνίοτε γάγγραιναν ὀνομάζομεν, μηδέπω μὲν οὖσαν ἀκριβῶς γάγγραιναν, εἰ δ’ ἀμεληθείη, μικρὸν ὕστερον ἐσομένην.

Καὶ οὐκ ἄν μοι δοκέῃ οὔτ’ ἐλλέβορος ὠφελήσειν αὐθήμερόν τε δοθεὶς καὶ αὖθις πινόμενος, ἄγχιστα δὲ εἴπερ τι τοιοῦτον, οὐ μέντοι οὐδὲ τοῦτο δοκέω· ἢν δὲ μὴ ἐμβληθῇ, μηδὲ ἀπ’ ἀρχῆς, μηδὲ εἰσπειρηθῇ ἐμβάλλειν, περιγίνονται οἱ πλεῖστοι αὐτῶν.

Περὶ τῆς τοῦ ἑλλεβόρου χρήσεως ἐπὶ τῶν τοιούτων παθῶν εἴρηταί μοι διὰ τῶν εἰς τὸ περὶ ἀγμῶν ὑπομνημάτων.

689
Χρὴ δὲ ἡρμόσθαι μὲν τὴν κνήμην καὶ τὸν πόδα οὕτως, ὡς αὐτὸς ἐθέλει.

Ἡρμόσθαι μὲν τὴν κνήμην καὶ τὸν πόδα τὸ ἀσφαλῶς ἐστιν ἐστηρίχθαι. τούτου δὲ στοχαζόμενόν σε κελεύει τὸ ἀνωδυνώτατον αἱρεῖσθαι σχῆμα τῷ κάμνοντι· τὸ γὰρ, ὡς αὐτὸς ἐθέλει ὁ κάμνων, τοῦτον ἔχει τὸν σκοπόν.

Μοῦνον δὲ μὴ ἀπαιωρευμένα, μηδὲ κεκινευμένα ἔστω.

Τὸ μὲν μὴ κεκινευμένα δυνάμει προείρητο κἀν τῷ ἡρμόσθαι· τοῦτο γάρ ἐστιν αὐτὸ τὸ ἡρμόσθαι τὸ ἐστηρίχθαι οὕτω κατὰ πᾶν μέλος τὸ κῶλον, ὡς μηδαμόθι δύνασθαι κινεῖσθαι. τὸ δὲ μὴ ἀπαιωρευμένα καλῶς προσέθηκεν. εἰρηκὼς γὰρ ὅτι περ ἂν εὐφορώτατον ᾖ τῷ κάμνοντι σχῆμα, τοῦθ’ ἡμᾶς αἱρεῖσθαι, τῶν σχημάτων δ’ ἕν τι τὸ κατάῤῥοπον

690
ἐπιστάμενος ἀξιοῖ τοῦτο φυλάττεσθαι, διότι ῥευματίζεσθαι τὰ πεπονθότα φλεγμονῆς αἴτιον γίγνεται. μεμνήμεθα δήπου κατὰ τὴν ἔμπροσθεν διδασκαλίαν εἰρημένου ὑπ’ αὐτοῦ κατὰ τὸ σκέλος σχήματος, ὡς ἄκρον τὸν πόδα βραχεῖ τινι τῆς ἀκριβεστάτης εὐθύτητος ὑψηλότερον εἶναι προσήκει. νῦν οὖν ἔοικε συγχωρεῖν τοῖς κάμνουσι χρῆσθαι τῷ κατ’ εὐθεῖαν. ὄντων γὰρ τριῶν τῶν πάντων, τοῦ τε καταῤῥόπου τε καὶ τοῦ ἰσοῤῥόπου καὶ τρίτου ἀναῤῥόπου συγχωρῶν ὡς ἂν ὁ κάμνων ἐθέλῃ σχηματίζεσθαι τὸ σκέλος, ἄνευ τοῦ καταῤῥόπου προστίθησιν. ἔμπροσθεν δ’ ἐκέλευε μόνῳ χρῆσθαι τῷ ἀνθρώπῳ τῷ κατ’ εὐθυωρίαν. εὔδηλον οὖν ἐστιν, ὅτι μάλιστα φροντίζει κατὰ τὰς τοιαύτας διαθέσεις ἀνωδυνίας φόβῳ σπασμοῦ. τοῦτον γὰρ ἐν τοῖς νευρώδεσι μορίοις, αἱ ὀδύναι μάλιστα ἐργάζονται, ὥστ’ εἴγε μήτε ψύχοιτο τὰ οὕτω πεπονθότα μήτ’ ὀδυνῷτο, σπασμὸν αὐτοῖς ἐπιγενέσθαι ἀδύνατόν ἐστι.

691
Καὶ ἰητρεύειν δὲ πισσηρῇ καὶ σπλήνεσιν οἰνηροῖσιν ὀλίγοισι μὴ ἄγαν ψυχροῖσι. ψῦχος γὰρ ἐν τοῖσι τοιούτοισι σπασμὸν ἐπικαλέεται.

Καὶ περὶ τῶν τοιούτων ἤδη μοι λέλεκται, θεραπευούσης μὲν τῆς πισσηρᾶς κηρωτῆς τὰ ἕλκη, τοῦ δ’ οἴνου καὶ μάλιστα, ὡς αὐτὸς ἐδίδαξε, μέλανός τε ὄντος καὶ αὐστηροῦ διαφυλάττοντος ἀφλέγμαντα τὰ πεπονθότα μέρη. περὶ δὲ τοῦ φεύγειν χρῆναι τὸ ψῦχος, ὡς σπασμῶδες ἴσως μὲν ἐπὶ τῶν σαρκωδῶν μερῶν ἔδει τινὸς ἐξηγήσεως, ἐπὶ δὲ τῶν νεύρων ἄντικρυς δῆλον· ἀμφότερον γὰρ αὐτοῖς ὑπάρχει καὶ τὸ ψύχεσθαι ῥᾳδίως, ἅτε φύσει ψυχροῖς οὖσι καὶ ἀναίμοις καὶ τὸ παθοῦσιν εἰς σπασμὸν ἥκειν. οὐδὲ γὰρ οὐδ’ ἄλλο τι δύναται σπασθῆναι μέρος ἄνευ τοῦ συμπαθῆσαι τὰ νεῦρα· καὶ μὴν δὴ καὶ ὅτι νευρώδεις τε τῶν ἄλλων μερῶν εἰσιν αἱ διαρθρώσεις πρόδηλον. οἱ γάρ τοι μύες ἐν αὐτοῖς εἰς τένοντα τελευτῶσιν ἀποτιθέμενοι τὰς σάρκας, ἃς ἐν τοῖς ἄλλοις

692
ἑαυτῶν μέρεσιν εἶχον, ὥστε μᾶλλον ζητητέον ἐστὶ, διὰ τί χρῆταί ψυχρῷ μετρίως τῷ οἴνῳ· χρῆναι γὰρ οὐδὲ μετρίως ψυχρὸν προσφέρειν, ἀλλὰ θερμόν. ἔστι δὲ καὶ ὁ περὶ τούτου λόγος τοιόσδε· τῶν ἡλκωμένων μορίων ὁ μέντοι σκοπὸς τῆς ἰατρικῆς ἐστιν ἐν τῷ μὴ φλεγμῆναι. τοῦτο δὲ ἔσται μηδεμιᾶς ὑγρότητος ἐπιῤῥεούσης μορίῳ τῷ πεπονθότι, οὐκ ἐπιῤῥυήσεται δὲ ψυχόντων ἡμῶν αὐτό· τὰ γὰρ θερμαίνοντα καὶ ὑγραίνοντα εἰ τῷ σώματι προσφέρεται, παραχρῆμα μὲν ἐρυθρότερον ἐργάζεται τοῦτο. μικρὸν ὕστερον δὲ καὶ εἰς ὄγκον ἐξαίρει, καίτοι καὶ ἄλλην παραπλησίαν φλεγμονὴν καὶ περὶ αὐτὸ διάθεσιν ἐργάζεται. τὰ δὲ ψύχοντα τοὐναντίον ἅπαντα οὐ μόνον οὐδεμίαν ἐπικαλεῖται τοῖς ψυχομένοις μέρεσιν ἐκ τῶν ἄνωθεν ὑγρότητα περιττὴν, ἀλλὰ καὶ τὰς περιεχομένας ἐν αὐτοῖς ἐκθλίβει τε καὶ ὠθεῖ πρὸς τὰ πλησιάζοντα μόρια· διττὰ δ’ ἐστὶ τὰ ψύχοντα· τὰ μὲν τῇ πρὸς τὴν ἁφὴν ποιότητι προσφάτῳ, τὰ δὲ τῇ συμφύτῳ δυνάμει, τὰ δὲ τὰ στύφοντά ἐστι ψυχρὰ, καθάπερ ἐδείξαμεν ἐν τῇ περὶ τῶν ἁπλῶν φαρμάκων
693
πραγματείᾳ· καὶ τὸ λοιπὸν γένος τῶν ψυχόντων ἀπὸ τούτων διώρισται, μήκωνος ὀπὸς καὶ μανδραγόρου χυλὸς καὶ κώνειον, ὅσα τ’ ἄλλα τὴν ψῦξιν ἔχει σὺν ὑγρότητι. αὐστηρὰ γὰρ πάντα γεώδη τὴν ψῦξιν ἔχειν ἐδείκνυτο. λέλεκται δὲ οὐκ ὀλίγα περὶ τῆς τῶν τοιούτων φαρμάκων χρήσεως κἀν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν, ὥσπερ γε κἀν τοῖς περὶ τῶν ἑλκῶν Ἱπποκράτους ὑπομνήμασι. πρὸς δὲ τὸν ἐνεστῶτα λόγον ἀρκεῖ γιγνώσκειν τοσοῦτον, ὡς ἡ μὲν τῶν ὑγρῶν καὶ ψυχρῶν φαρμάκων δύναμις εἰς τὸ βάθος ὅλον ἐνδύεται τῶν σωμάτων, οἷς ἂν πλησιάζῃ καὶ διὰ ταχέων αὐτὰ καταψύχει πλέον ἢ δεῖται ναρκοῦντα τὴν διοικοῦσαν τὰ σώματα δύναμιν. ὅσα δὲ γεώδη τὴν ψῦξιν ἔχει, ταῦτ’ ἐπιτηδειότατα, δι’ ὧν εἴρηκα πραγμάτων, ἐδείχθη πρὸς ἀπόκρισιν ἐπιῤῥεόντων χυμῶν. κατὰ τοῦτο τοιγαροῦν αὐτὰ προσφέρομεν, ἐπεὶ καὶ τὸ θερμὸν ἐπισπᾶται πρὸς ἑαυτὸ τοὺς χυμούς. διὰ τοῦτο καὶ τῇ προσφάτῳ ποιότητι ψυχρὰ προσφέρομεν, μὴ ὅτι θερμαινόντων αὐτά. νῦν οὖν ὁ Ἱπποκράτης
694
ὅσον μὲν ἐπὶ τῇ διαθέσει τῶν ἡλκωμένων μορίων ἐχρῆτο ἂν αὐτοῖς τοῖς ψυχροῖς, ὥσπερ κἀπὶ τῶν ἄλλων τραυμάτων· ὅσον δ’ ἐπὶ τῷ φοβεῖσθαι τὸν διὰ τὴν ψῦξιν εἰωθότα γίγνεσθαι σπασμὸν, οὐ τολμᾷ τελέως ἐψυγμένου χρῆσθαι καὶ διὰ τοῦτο προσέθηκε τῷ περὶ αὐτῶν λόγῳ τὸ μὴ ἄγαν ψυχροῖσιν.

Ἐπιτήδεια δὲ καὶ φύλλα τεύτλων ἢ βηχίου ἢ ἄλλου τινὸς τῶν τοιούτων ἐν οἴνῳ μέλανι αὐστηρῷ ἡμίεφθα ἐπιτεθέντα ἰητρεύειν ἐπί τε τὸ ἕλκος ἐπί τε τὰ περιέχοντα.

Ποία τίς ἐστι καὶ τὸ βήχιον ἐπιτηδεία πρὸς τὰ παρόντα διὰ τὸ ξηραίνειν μετρίως, οὗ χρήζειν ἐδείχθη τὰ ἕλκη πάντα. περὶ δὲ τοῦ μέλανος οἴνου καὶ αὐστηροῦ λέλεκταί μοι κἀν τοῖς περὶ ἀγμῶν ὑπομνήμασιν, ὅτι τὸ μὲν ἀποκρούεσθαι τοῖς ἄλλοις οἴνοις ὁμοίως ἔχει. παχυμερέστερος

695
δὲ ὑπάρχων αὐτῶν οὐ δάκνει τὰ ἡλκωμένα μόρια καὶ κατὰ τοῦτ’ ἔστιν αἱρετώτερος ἐκείνων.

Κηρωτῇ δὲ χλιερῇ ἐπιχρίειν αὐτὸ τὸ ἕλκος.

Οὐχ ὡς ἕλκει συμφέρουσαν ἐπιδέδεικταί μοι αἱρεῖσθαι νῦν τὴν κηρωτὴν τὸ περὶ τῶν ἑλκῶν ἐξηγουμένῳ, φεύγων τὰ τοιαῦτα φάρμακα κωλύοντα τὴν κόλλησιν αὐτῶν, ἀλλ’ ὅτι νῦν οὐχ ἁπλῶς ὡς ἕλκος ἰᾶται τὸ ἕλκος, ὅτι μήτε κολλᾷν αὐτῷ πρόκειται, καθάπερ ἄλλα τὰ νεότρωτα. τὸν πρῶτον δ’ ἔχει σκοπὸν ἐν τῇ θεραπείᾳ μὴ σπασθῆναι τὸν ἄνθρωπον, δι’ ὧν οὐδ’ ἐμβάλλειν αἱρεῖται τὸ ἄρθρον, ἀλλὰ μᾶλλον ἐᾶσαι χωλὸν αἰσχρῶς ἀποδειχθῆναι τὸ ἕλκος, οὔτ’ οὖν ἁπλῶς προσφέρει τὰ μαλθακώδη φάρμακα· καλεῖ γὰρ οὕτως αὐτὸς ἐν τῷ περὶ ἑλκῶν αὐτὰ, καίτοι παρηγορικὰ τῶν φλεγμαινόντων ὄντα. κατ’ ἀρχὴν γὰρ οὕτω γεγονυίας φλεγμονῆς

696
αὐτοῦ τοῦ μὴ γενέσθαι πρὸς τὴν ἀρχὴν αὐτὴν φροντίζει καὶ διὰ τοῦτο χρῆται τοῖς ἀποκρουστικοῖς. οὔτ’ αὖ μόνοις τούτοις χρῆται, καθάπερ ἐπὶ τῶν ἄλλων διὰ τὸ σπασμοῦ δεδιὼς, ἀλλ’ ἔστιν αὐτῷ μικτὸς ὁ τρόπος τῆς θεραπείας ἐπιπεπλεγμένων ἀλλήλοις τῶν ἐναντίων ταῖς δυνάμεσι φαρμάκων ἐν μέτρῳ προσήκοντι. φανεῖται δέ γε καὶ διὰ τῶν ἐφεξῆς γεγραμμένων τούτου στοχαζόμενος, οἷς ἤδη πρόσεχε τὸν νοῦν.

Ἢν δὲ ἡ ὥρη χειμερινὴ ἔῃ καὶ ἔρια ῥυπαρὰ ἐν οἴνῳ καὶ ἐλαίῳ καταῤῥαίνοντα χλιεροῖσι ἄνωθεν ἐπιτέγγειν.

Οὔτε χλιαροῖς ἐχρῆτο τοῖς φαρμάκοις, οὔθ’ ὅλως ἐμίγνυεν ἔλαιον, εἴπερ ὡς ἡλκωμένον ἁπλῶς ἐθεράπευε τὸ μόριον, ἀλλ’ ὅπερ ἔμπροσθεν ἔφην, ἐπειδὴ φοβεῖται τὸν σπασμὸν, ἔλαιόν τε μίγνυσι καὶ χλιαρὰ προσφέρει πάντα, μήθ’ ὡς πρὸς σπασμὸν ἱστάμενος μόνον· ἀποκεχώρηκε γὰρ ἂν

697
οὕτω τῆς κατὰ τὸ ἕλκος ἰάσεως· ἀλλὰ μηδὲ πρὸς ἐκεῖνο μόνον ἀποβλέπων. ἐν γὰρ τοῖς ἐπιπεπλεγμένοις πάθεσι ἐπιπλέκεσθαι δεῖ καὶ τὴν θεραπείαν, διὰ τοῦτο δὲ καὶ τὰ ἔρια προσφέρειν κελεύει ῥυπαρὰ, τουτέστιν οἰσυπηρά. καλοῦσι γὰρ οὕτως αὐτὰ διὰ τὸν οἴσυπον, ἐπειδὴ καὶ τοῦτο τὸ φάρμακον οὐχ ἁπλῆς ἐστι δυνάμεως, ὡς ἐδείκνυμεν ἐν τοῖς περὶ φαρμάκων, ἀλλὰ μικτῆς ἐξ ἐναντίων ποιοτήτων τε καὶ δυνάμεων τῆς τε στυφούσης καὶ τῆς θερμαινούσης χλιαρῶς. ἐπιτέγγειν δὲ, τουτέστιν ἐπιβρέχειν κελεύει τὰς τοιαύτας διαθέσεις οὐκ ἐν χειμῶνι μόνον, ἀλλὰ καὶ τῷ θέρει δηλονότι. κοινὸν γὰρ τοῦτο κατὰ πάσης τῆς θεραπείας, ἧς εἶπεν, ἐπὶ τῇ τελευτῇ προσέθηκεν, οὐχ ὡς ἐν τῷ χειμῶνι μόνον δεομένων τῶν τοιούτων διαθέσεων ὑγρότητος διηνεκοῦς, ἀλλὰ καὶ τῷ θέρει μᾶλλον ἢ ἐκείνῳ. διότι καὶ μᾶλλόν γ’ ἐν αὐτῷ ξηραίνεται τὰ περιβαλλόμενα τοῖς οὕτως ἔχουσιν ἔρια. καταντλεῖν μὲν οὖν ἀεὶ συνεχῶς ἅπαντα τὰ τοιαῦτα κελεύει. τὸ καταντλούμενον δ’ εἶναι χρὴ τοιοῦτον, οἶον ἐκέλευσε κατὰ τὴν πρώτην εὐθέως θεραπείαν προσφέρειν
698
ἢ οἶνον μόνον, ὅταν ᾖ θέρους ἢ μετ’ ἐλαίου κατὰ χειμῶνα δηλονότι καὶ μέντοι καὶ τὸ ποσὸν τῆς θερμότητος ἐκ τῆς τοῦ περιέχοντος ἡμᾶς ἀέρος εὑρήσεις κράσεως. ἡνίκα μὲν γὰρ ἱκανῶς ἐστι ψυχρὸς, αὐξήσεις τὴν θερμότητα τῶν ἐπαντλουμένων ὑγρῶν, ἡνίκα δὲ θερμὸς, ἐκλύσεις. οὐ γὰρ ὅλως ἧκεν ἐπὶ τὸ χρῆσθαι τῷ θερμῷ, διὰ τοῦτο καὶ τὴν ποσότητα τῆς θερμασίας ὑπαλλάξεις συνεπιτείνων τε καὶ συνεκλύων τῇ τοῦ περιέχοντος ἡμᾶς ἀέρος κράσει. μεμνῆσθαι δ’ ἐπὶ τῶν τοιούτων ἁπάντων χρὴ τῶν εἰρημένων ὑπ’ αὐτοῦ καθόλου καὶ μὴ πάντα ἐπὶ πᾶσιν ἀκούειν ἐθέλειν. τίνα δὲ ταῦτά ἐστιν; ἃ καὶ διὰ τῶν εἰς τοὺς ἀφορισμοὺς ὑπομνημάτων ἠξίωσα μεμνῆσθαι καὶ δι’ ἄλλων πολλῶν· καὶ ἐπειδὰν ἕν τι ῥηθῇ καὶ τῶν ἄλλων ἁπάντων ὅσα τὴν αὐτὴν ἔχει δύναμιν ἀναμιμνήσκεσθαι προσήκει καὶ νομίζειν ἐπὶ πάντων ἀκηκοέναι τὸν λόγον ὡς ἂν καὶ πάντων ὄντα κοινόν. οὕτω γοῦν καὶ νῦν αὐτὸς μὲν ὥρας χειμερινῆς ἐμνημόνευσε, σὺ δὲ καὶ χώρας καὶ ἡλικίας καὶ ἐθῶν τε καὶ φυσικῆς κράσεως σωμάτων ἀναμνησθήσῃ, χώρας μὲν
699
ψυχρᾶς, ἡλικίας δὲ πρεσβυτικῆς, ἐθῶν δὲ τῶν καταψυχόντων τὸ σῶμα καὶ φυσικῆς κράσεως τῆς ψυχροτέρας. ἅπαντα γὰρ ἐνδείκνυται ταῦτα τὴν αὐτὴν ἔνδειξιν τῇ πρὸς Ἱπποκράτους ὥρᾳ γεγραμμένῃ. ἀλλὰ καὶ ὥσπερ ἐν χειμῶνι πρὸς τὸ θερμότερον ὑπαλλάττει τὴν θεραπείαν, οὕτως ἐν θέρει κατὰ τοὐναντίον ἐπὶ τὸ ψυχρότερον ὑπαλλάξεις. ἀνάλογον δὲ τῷ θέρει κατὰ τὰς θερμὰς ἡλικίας τε καὶ χώρας ἔθη τε καὶ κράσεις σωμάτων. πάντων μὲν οὖν θερμαίνειν ἐνδεικνυμένων αὐξήσεις ἐπὶ τὸ θερμὸν ἅπασαν τὴν θεραπείαν, ἁπάντων δὲ ψύχειν ἐπὶ τὸ ψυχρόν· εἰ δὲ τὰ μὲν ἐπὶ τὸ θερμαίνειν γε, τὰ δὲ ἐπὶ τὸ ψύχειν προτρέπει, πρός τε τὸν ἀριθμὸν αὐτῶν ἀποβλέπων καὶ τὴν δύναμιν, οὕτως ἂν μάλιστα στοχάσαι τοῦ προσήκοντος μετρίως κατὰ τὸ θερμαίνειν τε καὶ ψύχειν.

Καταδεῖν δὲ μηδὲν μηδενὶ, μηδὲ περιπλάσσειν. εὖ γὰρ εἰδέναι χρὴ, ὅτι πίεξις καὶ ἀχθοφορίη πᾶν κακὸν τοῖσι τοιούτοισίν ἐστιν.
700

Οὐ μόνον ἀφεῖλε τὴν διὰ τῶν ὑποδεσμίδων ἐπίθεσιν ἐπὶ τούτων, ᾗ διὰ παντὸς ἐχρῆτο κατά τε τὰ κατάγματα καὶ τὰς ἐξαρθρήσεις, ἀλλὰ καὶ τὰς ἔξωθεν ἐπὶ τοῖς ἐρίοις γινομένας περιβολὰς τῶν ἐπιδέσμων· καὶ τὴν αἰτίαν εἶπεν αὐτὸς, ὅτι πίεξις καὶ ἀχθοφορίη πᾶν κακὸν τοῖς τοιούτοις ἐστίν. ἀρκεῖ τοιγαροῦν αὐτοῖς μόνα τὰ ἔργα μήτε πίεσιν ἐργάσασθαι μήτ’ ἀχθοφορίαν δυνάμενα διὰ μαλακότητά τε καὶ κουφότητα. ταῦτα δὲ πάλιν οὐχ ὡς ἕλκος ἰώμενος δέδιεν, ἀλλὰ καὶ τὸν ἐκ τῶν γεγυμνωμένων τε καὶ τεθλασμένων τενόντων καὶ νεύρων φυλαττόμενος σπασμόν.

Ἐπιτήδεια δὲ πρὸς τὰ τοιαῦτα καὶ τῶν ἐναίμων μετεξέτερα, ὅσοισιν αὐτῶν ξυμφέρει. ἔρια δὲ ἐπιτιθέντα οἴνῳ ἐπιτέγγοντα πολὺν χρόνον ἐᾷν· τὰ δὲ ὀλιγημερώτατα τῶν ἐναίμων καὶ ὅσα ῥητίνῃ προκαταλαμβάνεται, οὐχ ὁμοίως ἐπιτήδεια ἐκείνοισίν ἐστι. χρονίη γὰρ ἡ κάθαρσις τῶν ἑλκέων γίνεται τούτων, πολὺν γὰρ χρόνον πλαδαρὴ
701
γίνεται, τινὰς δὲ τούτων ἀγαθὸν ἐπιδέειν. εἰδέναι μὲν δή που σάφα χρὴ, ὅτι ἀνάγκη τὸν ἄνθρωπον χωλὸν αἰσχρῶς γενέσθαι. ὁ γὰρ ὁ ποὺς ἐπὶ τὸ ἄνω ἀνέσπασται τῶν τοιούτων καὶ τὰ ὀστέα τὰ διολισθήσαντα ἔξω ἐξέχοντα φαίνεται. οὔτε γὰρ ψιλοῦται τῶν τοιούτων ὀστέων οὐδὲν ὡς ἐπὶ τὸ πολὺ, εἰ μὴ κατὰ βραχύ τι, οὔτε ἀφίσταται, ἀλλὰ περιωτειλοῦται λεπτῇσιν ὠτειλῇσι καὶ ἀσθενέσι και ταῦτα ἢν ἀτρεμίζωσι πουλὺν χρόνον· ἢν δὲ μὴ, ἑλκύδριον ἐγκαταλειφθῆναι κίνδυνος ἀναλθές. ὅμως δὲ περὶ οὗ λόγος οὕτω μὲν οἱ ἰητρευόμενοι σώζονται, ἐμβληθέντος δὲ τοῦ ἄρθρου καὶ ἐμμείναντος ἀποθνήσκουσιν.

Ἔναιμα καλεῖ φάρμακα κἀν τούτοις τοῖς βιβλίοις καὶ τῷ περὶ ἑλκῶν, ὅσα παραχρῆμα τοῖς τραύμασι προσφέρεται. τούτων οὖν, φησὶν, ὅσα διὰ πλείονος χρόνου λυόμενα δύναται μεταξὺ τῶν λύσεων ἐπιτέγγεσθαι, παραληπτέον ἐστὶ μάλιστα. βούλεται γὰρ ὥσπερ τἆλλα πάντα τῆς θεραπείας

702
αὐτῶν πρὸς τὸ παρηγορικώτατον εἶδος ἔχειν τὴν ἀναφορὰν, οὕτω καὶ τὸ μὴ ἐπιδεῖν τὸν κάμνοντα καὶ τὸ μὴ συνεχῶς ἐπιλύειν. διὰ πλέονος δὲ χρόνου λύεσθαι δύναται τῶν ἐναίμων φαρμάκων τὰ ξηραντικώτερα, φυλαττομένων ἡμῶν ἐν αὐτοῖς τὸ διὰ σφοδρότητα ξυντατικόν. παραδείγματος δ’ ἕνεκεν, ὧν ἴστε δυοῖν φαρμάκων μνημονεύσω γεγραμμένων ἐν ἁπάσαις βίβλοις, ὅσαι συνθέσεως τῶν φαρμάκων ἔχουσι συμμετρίας, ὁποῖαι αἱ τοῦ Ἀνδρομάχου δύο καὶ ἡ τοῦ Ἥρα μία καὶ ἄλλων εἰσὶ πάμπολλαι, δι’ ἀσφάλτου μὲν ἄλλα φάρμακα συντίθενται. καλεῖται δὲ τὸ μὲν ἕτερον αὐτῶν Βάρβαρος, τὸ δ’ ἕτερον Κυζικηνὴ πλέον ἢ τὰ ἔναιμα ξηραίνουσα βλάπτει μᾶλλον ἢ ὠφελεῖ, συντείνουσα τὰ μέλη καὶ ὀδυνῶσα. τὸ δ’ ἕτερον φάρμακον ἐπιτήδειον, ὅταν γε καὶ αὐτὸ συμμέτρως ᾖ κεκραμένον. ἔνια γὰρ καὶ τούτων ἀμετρότερόν τε ξηραίνει καὶ σκληρὰ κατὰ τὴν σύστασίν ἐστιν. ἀλλὰ περὶ μὲν τῆς τῶν τοιούτων φαρμάκων διαφορᾶς, ἐν τοῖς περὶ τῆς συνθέσεως αὐτῶν ἐπὶ πλέον
703
λέγεται. τῶν δ’ ὑφ’ Ἱπποκράτους ἐφεξῆς εἰρημένων τὰ πλεῖστά ἐστι σαφῆ τοῖς μεμνημένοις, ὧν ἔμπροσθεν εἶπον ἐξηγούμενος, αὐτό τε τοῦτο τὸ περὶ ἄρθρων βιβλίον καὶ πρὸς αὐτὸ τὸ περὶ ἀγμῶν. τὰ δὲ ὀλιγημερώτατα τῶν ἐναίμων καὶ ὅσα ῥητίνῃ προσκαταλαμβάνεται, οὐχ ὁμοίως ἐπιτήδεια ἐκείνοις ἐστί. χρονίη γὰρ ἡ κάθαρσις τῶν ἑλκῶν τούτων γίνεται, πολὺν γὰρ χρόνον πλαδαρή. τίνα μὲν ὀλιγημερώτατα λέγει τῶν ἐναίμων, οὐ χαλεπῶς ἐξευρήσεις, εἴ γε μέμνησαι τῶν ἐν τῇ πρὸ ταύτης ῥήσει κατὰ τὴν ἐξήγησιν εἰρημένων, δῆλον γὰρ ὅτι τὰ δι’ ὀλίγων ἡμερῶν λυόμενα κέκληκεν οὕτως. δι’ ὀλίγων δ’ ἡμερῶν δεῖται λύεσθαι τῶν προειρημένων ἀσθενέστερα· συγχωρεῖ γὰρ ἀθροίζεσθαι περὶ τοῖς ἕλκεσιν ἰχῶρα πλείονα διὰ τὸ μὴ ξηραίνειν αὐτάρκως. ἔνιοι δ’ αὐτῶν τῶν παλαιῶν ῥητίνῃ προσκατελάμβανον ἔξωθεν οὐκ οἶδα τίνι λογισμῷ χρώμενοι. πολλὰ γὰρ εἰπεῖν ἐγχωρεῖ, φυλαττομένου δ’ Ἱπποκράτους ἅπαντα τὰ τοιαῦτα φάρμακα περιττὸν τὸ μηκύνειν· ἐν γὰρ ταῖς περὶ τῶν φαρμάκων πραγματείαις, ὅσα χρὴ περὶ τούτων ἐπίστασθαι διώρισται πάντα. νυνὶ δὲ περί τε τῶν
704
προκειμένων αὐτάρκως λέλεκται καὶ τὰ τούτων ἐφεξῆς εἰρημένα ἅπαντα ὑπερβήσομαι τοῖς μεμνημένοις τῶν προεξηγουμένων ταῦτα σαφῆ.

Ὁ αὐτὸς δὲ λόγος οὗτος, ἢν καὶ τὰ τοῦ πήχεος ὀστέα τὰ παρὰ τὸν καρπὸν τῆς χειρὸς ἕλκος ποιήσαντα ἐξίσχῃ, ἤν τε εἰς τὸ εἴσω μέρος τῆς χειρὸς, ἤν τε εἰς τὸ ἔξω. σάφα γὰρ ἐπίστασθαι χρὴ, ὅτε ἀποθανεῖται ἐν ὀλίγῃσιν ἡμέρῃσι τοιούτῳ θανάτῳ, οἵῳπερ πρόσθεν εἴρηται, ὅτῳ ἂν ἐμβληθέντα τὰ ὀστέα ἐμμείνῃ· οἷσι δ’ ἂν μὴ ἐμβληθῇ, μηδὲ πειρηθῇ ἐμβάλλεσθαι, οὗτοι πολὺ πλείονες περιγίνονται. ἰητρείη δὲ τοιαύτη τοῖσι τοιούτοισιν ἐπιτηδείη οἵηπερ εἴρηται. τὸ δὲ σχῆμα αἰσχρὸν τοῦ χωλώματος ἀνάγκη εἶναι καὶ τοὺς δακτύλους τῆς χειρὸς ἀσθενέας καὶ ἀχρηΐους.

Ὥσπερ ὅλον τὸ μεταξὺ γόνατος καὶ ἀστραγάλου κνήμην ὀνομάζει συγκείμενον ἐκ δυοῖν ὀστῶν, οὕτω καὶ τὸ

705
μεταξὺ βραχίονος καὶ καρποῦ πῆχυν, οὐδὲ τοῦθ’ ἓν ἁπλῶς ὑπάρχον, ἀλλ’ ἐκ δυοῖν σύνθετον. ὀνομάζεται δὲ τὸ μὲν ἕτερον αὐτῶν κερκὶς, τὸ δὲ ἕτερον ἰδίως πῆχυς, ὥσπερ γε κἀπὶ τῆς κνήμης· τὸ δὲ κατ’ ἀγκῶνα, τῷ κατὰ γόνυ. χαλεπώτερα δὲ ἀεὶ τὰ πάθη τῶν μειζόνων ἐστὶ μορίων, ἐάν τε καταγῇ τι τῶν ἐν αὐτοῖς, ἐάν τε ἐξαρθρήσῃ. τοῦτ’ οὖν ἐάν τις ᾖ μεμνημένος ὀλίγης τῆς ἐξηγήσεως εἰς τὰ μέλλοντα ῥηθήσεσθαι δεηθήσεται.

Ἢν μὲν γὰρ ἐς τὸ εἴσω μέρος ὀλισθῇ τὰ ὀστέα, κάμπτειν οὐ δύναται τοὺς δακτύλους, ἢν δὲ ἐς τὸ ἔξω μέρος, ἐκταννύειν οὐ δύναται.

Τῷ μὲν ὀλισθῇ ῥήματι διὰ τὶ χρῆται, δεδήλωται κατὰ τὸν ἔμπροσθεν λόγον, ἡνίκα τὰ τῆς κνήμης ὀστᾶ παρὰ τὸν πόδα μεθ’ ἕλκους ἐξαρθρεῖν ἔφη. νυνὶ δὲ τὴν αἰτίαν εἰπεῖν

706
βούλομαι, δι’ ἣν, ὅταν εἰς τὴν ἕξω χώραν ὁ πῆχυς ἐκστῇ μεθ’ ἕλκους, οὐ δύνανται κάμπτειν. ἐν δὲ τῷ τοιούτῳ πάθει συμβαίνει τὰ τοῦ πήχεος ὀστᾶ, κατὰ μὲν τὴν ἔνδον χώραν ἐπικεῖσθαι τοῖς τοῦ καρποῦ διὰ τῶν εἰς αὐτὸ καθηκόντων ἔξωθεν τενόντων ἐς τὸν ἄνω τόπον, ὡς ἐπὶ τὸν βραχίονα. τούτου δὲ συμβαίνοντος ἀναγκαῖόν ἐστι τοὺς δακτύλους ἀνατείνεσθαι πρὸς τὴν ἐκτὸς χώραν, ὅπερ ἐστὶν αὐτοῖς ἐκτετάσθαι. διὰ τοῦτ’ οὖν οὐδὲ καμφθῆναι δύναται τελέως, ἀντιβαινόντων τοῖς κάμπτουσιν αὐτοὺς μυσὶ τοῖς ἔξωθεν τῶν μυῶν καὶ τῶν τενόντων. εἴρηται γὰρ πολλάκις ὡς εἰ μὴ συνακολουθοῖεν οἱ ἀντιτεταμένοι τοῖς ἐνεργεῖν ἐπιχειροῦσι μυσὶν, ἀδύνατόν ἐστιν αὐτοῖς συμπληρῶσαι τὴν ἐνέργειαν. ὁ δ’ αὐτὸς λόγος ἐστὶ καὶ περὶ τοῦ μὴ δύνασθαι τοὺς δακτύλους ἐκταννύειν, ὅταν εἰς τὴν ἔξω χώραν ἀνάσχῃ τὰ τοῦ πήχεος ὀστᾶ. ταθέντων γὰρ σφοδρῶς τῶν ἔνδον μυῶν καὶ τενόντων, καὶ διὰ τοῦτο ἐπακολουθεῖν τῶν ἕξω μὴ δυναμένων, ἀπόλλυσθαι καὶ τὴν ἐκείνων ἐνέργειαν ἀναγκαῖόν ἐστι. καὶ μέντοι καὶ ἡ τῶν ὀστῶν σύνθεσις ἱκανῶς
707
ἐμποδίζει τὴν καμπὴν, ὅταν ὁ πῆχυς ἐκ τῶν ἔνδον μερῶν ἐπιβαίνῃ τῷ καρπῷ· τὴν ἔκτασιν, ὅταν ἐκ τῶν ἔξωθεν.

Ὅσοισι δ’ ἂν κνήμης ὀστέον ἕλκος ποιησάμενον παρὰ τὸ γόνυ ἔξω ἐξίσχῃ, ἤν τε ἐς τὸ ἔξω μέρος, ἤν τε ἐς τὸ εἴσω, τούτοισιν ἢν μέν τις ἐμβάλῃ, ἔτι ἑτοιμότερος ὁ θάνατός ἐστιν ἤπερ τοῖσιν ἑτέροισι, καίπερ κἀκείνοισιν ἕτοιμος ἐών. ἢν δὲ μὴ ἐμβαλὼν ἰητρεύῃς, ἐλπίδες μὲν σωτηρίης οὕτω μόνως εἰσί. κινδυνωδέστερα δὲ ταῦτα τῶν ὀστέων γίνεται, ὅσῳ ἂν ἀνωτέρω καὶ ὅσῳ ἂν ἰσχυρότερα ἔῃ καὶ ἀπὸ ἰσχυροτέρων ὠλισθήκῃ. ἢν δὲ τὸ ὀστέον τὸ τοῦ μηροῦ τὸ πρὸς τοῦ γόνατος ἕλκος ποιησάμενον ἐξολισθῇ, ἐμβληθὲν μὲν καὶ ἐμμεῖναν ἔτι βιαιότερον θᾶσσον τὸν θάνατον ποιήσει τῶν πρόσθεν εἰρημένων· μὴ ἐμβληθὲν δὲ πολὺ ἀκινδυνωδέστερον ἢ τὰ πρόσθεν, ὅμως δὲ μούνη ἐλπὶς αὕτη σωτηρίης.
708

Μαρτύριον οὐ σμικρόν ἐστι καὶ τοῦτο καὶ τὸ κατὰ τὴν ἑξῆς ῥῆσιν ὑπ’ αὐτοῦ γεγραμμένον, ὧν ὀλίγον ἔμπροσθεν εἶπον, ἐπὶ τῶν ἐξισχόντων ὀστῶν ἐπί τε τῆς κατὰ τὰ σφυρὰ καὶ τῆς κατὰ τὸν καρπὸν διαρθρώσεως. οὔτε γὰρ ὁ ἀστράγαλος καὶ ἡ κνήμη κατὰ τὴν πρὸς τὸν πόδα διάρθρωσιν ἐξίσχει τοῦ δέρματος, οὔθ’ ὁ καρπὸς ἐν τῇ πρὸς τὸν πῆχυν, ἀλλ’ ἡ κνήμη μὲν ἐπὶ τοῦ σκέλους, ὁ πῆχυς δὲ ἐπὶ τῆς χειρός. εἰκότως οὖν ἐξαρθρεῖν ταῦτα καὶ ὀλισθαίνειν εἶπεν, ὡς ἂν ἔξω τῶν διαρθρώσεων γιγνόμενα. νῦν γοῦν τὴν κνήμην ἐν τῇ πρὸς τῶν σφυρῶν διαρθρώσει φησὶν ἐξίσχειν ἐνίοτε, ποτὲ μὲν ἔξω τῆς διαρθρώσεως, ποτὲ δ’ εἴσω, καίτοι κατὰ τὴν ἑξῆς ῥῆσιν οὐ τὴν κνήμην, ἀλλὰ τὸν μηρὸν ἐξίσχειν λέγων εἰκότως, ἐν μὲν τῇ κατὰ γόνυ διαρθρώσει ποτὲ μὲν ἡ κνήμη φαίνεται, ποτὲ δὲ ὁ μηρὸς ἐξίσχειν. ἐν δὲ τῇ κατὰ τὸν πόδα διὰ παντὸς ἡ κνήμη, ὥσπερ γε κἀν τῇ κατὰ τὸν καρπὸν ὁ πῆχυς. τὰ δ’ ἄλλα τῆς ῥήσεως δῆλα τοῖς μεμνημένοις τῶν ἔμπροσθεν εἰρημένων.

709
Ὁ ωὐτὸς δὲ λόγος καὶ περὶ τῶν κατὰ τὸν ἀγκῶνα ἄρθρων καὶ περὶ τῶν τοῦ πήχεος καὶ βραχίονος. ἃ γὰρ ἂν τούτων ἐξαρθρήσαντα ἐξίσχῃ, ἕλκος ποιησάμενα πάντα, ἢν ἐμβληθῇ, θάνατον φέρει, μὴ ἐμβληθέντα δὲ ἐλπίδα σωτηρίης. χώλωσις δὲ τοῖσι περιγενομένοισι. θανατωδέστερα δὲ τοῖσιν ἐμβαλλομένοισίν ἐστι τὰ ἀνωτέρω τῶν ἄρθρων· ἀτὰρ καὶ τοῖσιν ἐμβαλλομένοισι κινδυνωδέστερα αὐτὰ ταῦτα. εἰ δέ τινι τὰ ἀνωτέρω ἄρθρα ἐξαρθρήσαντα ἕλκος ποιήσαντα ἐξίσχοι, ταῦτα δέ τι καὶ ἐμβαλλόμενα ταχυθανατώτατα ἔῃ καὶ μὴ ἐμβαλλόμενα κινδυνωδέστερα. ἰητρείη δὲ ἤδη εἴρηται, οἵη τις ἐμοὶ δοκέει ἐπιτηδειοτάτη εἶναι· ὅσοισι δὲ ἄρθρα δακτύλων ἢ ποδὸς ἢ χειρὸς ἐξαρθρήσαντα ἕλκος ποιήσαντα ἐξέσχε, μὴ κατεηγότος τοῦ ὀστέου, ἀλλὰ κατ’ αὐτὴν τὴν ξύμφυσιν ἀποσπασθέντος, τούτοισιν εἰ ἐμβληθέντα ἐμμένει, ἔνι μέντοι κίνδυνος σπασμοῦ, ἢν μὴ χρηστῶς ἰητρεύωνται, ὅμως δέ τι ἄξιον ἐμβάλλειν, προειπόντα ὅτι φυλακῆς
710
πολλῆς καὶ μελέτης δέεται· ἐμβάλλειν μέντοι ῥήϊστον καὶ δυνατώτατον καὶ τεχνικώτατόν ἐστι τῷ μοχλίσκῳ, ὥσπερ καὶ πρόσθεν εἴρηται ἐν τοῖσι κατεαγνυμένοισι καὶ ἐξίσχουσιν ὀστέοισιν, ἔπειτα ἀτρεμέειν ὡς μάλιστα χρὴ καὶ κατακεῖσθαι καὶ ὀλιγοσιτέειν. ἄμεινον δὲ καὶ φαρμακεῦσαι ἄνω κούφῳ τινὶ φαρμάκῳ.

Εἰκότως εἶπεν ἄρθρων ἐνταῦθα κατὰ πλῆθος, ὥσπερ ἐπὶ τῶν κατὰ τὸ γόνυ. περὶ μέντοι τοῦ περὶ τὸν καρπόν τε καὶ τὸ σφυρὸν διερχόμενος, οὐκ εἶπεν ἄρθρα πληθυντικῶς. ὅτι δὲ ἄρθρα πλείω κατὰ τοῦτο τὸ χωρίον εἰσὶν, ὑπὲρ οὗ νῦν ὁ λόγος αὐτῷ πρόκειται, διὰ τοῦ τρίτου τῶν εἰς τὸ περὶ ἀγμῶν ὑπομνημάτων ἐδήλωσε. τὸν αὐτὸν λόγον εἶναί φησι τὸν νῦν ἐνεστῶτα τῷ προειρημένῳ περὶ τῆς κατὰ γόνυ διαρθρώσεως· ὥσπερ γὰρ ἐκεῖ ποτὲ μὲν ἡ κνήμη, ποτὲ δὲ ὁ μηρὸς ἐξίσχειν ἐλέχθη, κατὰ τὸν αὐτὸν τρόπον καὶ νῦν ἐνίοτε μὲν ὁ πῆχυς, ἐνίοτε δὲ ὁ βραχίων εἰς τὴν τοιαύτην

711
ἔρχεται διάθεσιν. ἃ δ’ ἐφεξῆς λέγει τούτοις, ἅπαντά ἐστιν εὔδηλα.

Τὸ δὲ ἕλκος ἰητρεύειν ἢ ἐναίμοισι τοῖσιν ἐπιτέγκτοισιν ἢ πολυοφθάλμοισιν ἢ οἷσιν ἐν κεφαλῇ ὀστέα κατεηγότα ἰητρεύεται, κατάψυχρον δὲ κάρτα μηδὲν προσφέρειν. ἥκιστα μὲν οὖν τὰ πρῶτα ἄρθρα κινδυνώδεά ἐστι, τὰ δὲ ἔτι ἄνω κινδυνωδέστερα. ἐμβάλλειν δὲ χρὴ αὐθημερὸν ἢ τῇ ὑστεραίῃ, τριταίῳ δὲ ἢ τεταρταίῳ ἥκιστα. τεταρταῖα γὰρ ἐόντα ἐπισημαίνει τῇσι παλιγκοτίῃσι μάλιστα. οἷσιν ἂν οὖν μὴ αὐτίκα γένηται ἐμβάλλειν, ὑπερβαίνειν χρὴ ταύτας τὰς εἰρημένας ἡμέρας· ὅ τι γὰρ ἂν εἴσω δέκα ἡμερέων ἐμβάλλῃ, πᾶν καταληπτόν. ἢν δ’ ἄρα ἐμβεβλημένῳ σπασμὸς ἐπιγένηται, ἐμβάλλειν τὸ ἄρθρον δεῖ ταχὺ καὶ θερμῷ τέγγειν ὡς πλειστάκις.
712

Τίνα μέν ἔσιν ἔναιμα ἐπίτεγκτα πρόσθεν εἴρηται. τῆς βοτάνης δὲ τῆς πολυοφθάλμου καλουμένης, ἥτις καὶ βοὸς ὀφθαλμὸς ὀνομάζεται, τῷ φύλλῳ χρῆσθαι κελεύει παραπλησίως, ὡς ἔμπροσθεν ἐχρῆτο τῷ τοῦ βηχίου, τὴν αὐτὴν ἔχοντι καὶ τούτῳ δύναμιν. μέμνηται δὲ ταύτης τῆς βοτάνης καὶ Διοκλῆς ἐν τῷ περὶ λαχάνων. τὸ μέντοι κεφάλαιον ὅλης τῆς θεραπείας φησὶ χρῆναι ποιεῖσθαι τοιοῦτον, οἷον κἀπὶ τῶν τῆς κεφαλῆς καταγμάτων ἐδήλωσεν. ἐν ἐκείνῳ τῷ βιβλίῳ καὶ ἡμῖν ἐδείχθη ξηραντικώτερος ὁ τρόπος εἶναι τῆς θεραπείας ἐκείνης, ἧς κατὰ τὸ περὶ ἑλκῶν βιβλίον ἐποιήσατο καὶ μάλιστα τῆς κατὰ ἄρθρα.