In Hippocratis De articulis

Galen

In Hippocratis De articulis, Galen, Kühn, Leipzig, 1829

Διότι μὲν οὖν ἐν σπασμοῖσι καὶ τετάνοισι τοῦτο πρῶτον τὸ ἄρθρον ἐπισημαίνει συντεταμένον, διότι πληγαὶ καίριοι καὶ καροῦσαι αἱ κροταφίτιδες γίνονται, ἐν ἄλλῳ λόγῳ εἰρήσεται.

Δι’ ὀλίγων ῥημάτων εἰπεῖν δυνάμενος, ἐπειδὴ πλησίον ἐστὶ τῆς ἀρχῆς τῶν νεύρων τὰ κατὰ τοῦτο τὸ ἄρθρον εἴς

434
γε σπασμοὺς αὐτὸ τοῦτο πρῶτον ἄρθρον ἄρχεται καὶ τὰς πληγὰς καρώδεις ἴσχει, οὐκ οἶδ’ ὅπως ἀνεβάλλετο. τάχ’ οὖν ἐβούλετο σὺν ἀποδείξει τὸν λόγον ποιήσασθαι τῶν εἰς ταὐτοὺς ἐκφυομένους ἐξ ἐγκεφάλου νεύρων μνημονεύσας, ὅπερ οὐκ οὖν ἀναγκαῖον ἐν τῇ προκειμένῃ διδασκαλίᾳ γίγνεσθαι. καὶ διὰ τοῦτ’ ἀνεβάλλετο τὸν τέλειον λόγον ἑκατέρωθεν γράψαι.

Περὶ δὲ τοῦ μὴ κάρτα ἐξαρθρέειν τάδε τὰ αἴτια.

Ποῖα τάδε; προειρημένα δηλονότι δύο ἔχοντα κεφάλαια τὴν τῶν ὀστῶν φύσιν, οἵαν διῆλθον, ἅμα τῇ ῥώμῃ τῶν μυῶν.

Αἴτιον δὲ καὶ τόδε, ὅτι οὐ μάλα καταλαμβάνουσι τοιαῦται ἀνάγκαι βρωμάτων, ὥστε τὸν ἄνθρωπον χανέειν μεῖζον ἢ
435
ὅσον δύναται. ἐκπέσοι δ’ ἂν ἀπ’ οὐδενὸς ἄλλου σχήματος ἢ ἀπὸ τοῦ μεγάλα χανέοντα παραγαγεῖν τήν γένυν ἐπὶ θάτερα.

Τοῦ σπανίως ἐκπίπτειν δὴ τὴν γένυν ἐπὶ ταῖς προειρημέναις δύο ἀντιθέσεσι, τρίτην προστίθησιν, ὅτι χωρὶς μὲν τοῦ μέγιστον διοῖξαι τὸ στόμα τὴν ἔκπτωσιν ἀδύνατον γενέσθαι. διοίσειν δέ τι πλεῖστον αὐτῆς οὖν δεόμεθα πολλάκις, ἐπειδὴ δύο χρεῖαι τῆς τοιαύτης ἐνεργείας εἰσὶν, ἤτοι μέγιστον ὄγκον ἐθέλησε τῷ στόματι τοῦ σώματος παραλαβεῖν ἢ χασμώμενον ἄχρι πλείστου διαλαβεῖν, ὧν τὸ μὲν πρότερον σπάνιόν ἐστι, τὸ δὲ δεύτερον μόνον τοῖς ἄφροσι συμβῆναι δύναται· καὶ γὰρ καὶ τεθέαμαί ποτε γινόμενον αὐτὸ πλουσίῳ Πλακίνῳ, ᾧ διοίξαντι μέχρι πλείστου τὸ στόμα, κἄπειτα παραγαγόντι πρὸς τὸ πλάγιον. εἰώθει δὲ συνεχῶς οὕτως ἐσχηματίσθαι καὶ ὥσπερ καλὸν ἔργον ἑκὼν ἀεὶ μεῖζον ἐπειρᾶτο τοῦ πρότερον χαίνειν.