In Hippocratis De articulis

Galen

In Hippocratis De articulis, Galen, Kühn, Leipzig, 1829

Διὰ τοῦτο δὲ καλέονται καὶ διὰ τοῦτο κινέονται, ὅτι ἐντεῦθεν ἐξήρτηνται.

Μασητῆρας εἰπὼν καλεῖσθαι τοὺς προειρημένους μύας αἰτίας ἀποδίδωσι τῆς προσηγορίας αὐτῶν. ὅτι γὰρ ἐντεῦθεν

432
ἐξήρτηνται, τουτέστιν ἐκ τῶν ἀκρέων τῆς γένυος, διὰ τοῦτο κινοῦνται μασωμένων καὶ καλοῦνται μασητῆρες.

Ἐν γὰρ τῇ ἐδωδῇ καὶ ἐν τῇ διαλέκτῳ καὶ ἐν τῇ ἄλλῃ χρήσει τοῦ στόματος.

Ἡ κάτω γένυς ἐστὶν ἡ κινουμένη μόνη, ἀπαγόντων μὲν αὐτὴν ἀπὸ τῆς ἀνωτάτης κατὰ τὸν τράχηλον δυοῖν προσθίων μυῶν, προσαγόντων δὲ τῶν μασητήρων. εἰκότως οὖν ἐναργῆ τὴν κίνησιν ἔχει ἐξηρτημένην μεγίστην ἔχον τοῦ ὀστοῦ τὴν κίνησιν, ὠνομάσθησάν τε διὰ τὴν κίνησιν ταύτην μασητῆρες ἀπὸ τοῦ σφοδροτάτου τῶν ἔργων τῆς κάτω γένυος, ἀσθενὴς γὰρ ἐν τῷ διαλέγεσθαι κίνησις.

Ἡ μὲν ἄνω γνάθος ἀτρεμέει, συνήρτηται γὰρ τῇ κεφαλῇ καὶ οὐ διήρθρωται, ἡ δὲ κάτω γνάθος κινέεται, ἀπήρθρωται γὰρ ἀπὸ τῆς ἄνω γνάθου καὶ ἀπὸ τῆς κεφαλῆς.
433

Τινὲς μὲν συνήρθρωται γράφουσιν, ἔνιοι δὲ συνήρτηται ὅτι καὶ τὴν συνάρθρωσιν ὀστῶν συμβολὴν φυσικὴν εἶναι βούλεται, ποτὲ μὲν ἀμυδρὰν ἐχόντων τὴν κίνησιν, ἔστι δ’ ὅτε ὅλως φαινομένην, ὥσπερ γε τὴν διάρθρωσιν, ὡς τὴν φυσικὴν σύνταξιν ἐναργῆ τὴν κίνησιν ἐχόντων· ἐν δὲ τῇ προειρημένῃ ῥήσει τὴν ἀπάρθρωσιν ἐπιδείκνυται ταὐτὸ μὲν σημαίνειν τῇ διαρθρώσει, εἴπερ γε καὶ τὸ ἀπηρθρῶσθαι.