In Hippocratis De articulis

Galen

In Hippocratis De articulis, Galen, Kühn, Leipzig, 1829

Γνάθος δὲ ὀλίγοισιν ἤδη τελέως ἐξήρθρησε.

Γνάθον ὀνομάζουσιν οἱ ἀνατομικοὶ τὸ ὑποκάτω τοῦ μήλου καλουμένου. τὸ μῆλον δ’ αὐτοῖς ἐξέχον ἐν τοῖς πρόσω διακρατοῦσιν ἀτρέμα περιφερές. ὁ τοίνυν Ἱπποκράτης οὕτως εἴρηκεν, ὤμου δὲ ἄρθρον ἐν ἴσῳ τοῦ κατ’ ὦμον

424
ἄρθρου, ἵνα καὶ νυνὶ λέγων τὸ κατὰ τὴν γνάθον ἄρθρον ἢ τὴν κάτω γένυν ὠνόμασε γνάθον. οὕτως δὲ καὶ ὁ ποιητὴς εἴρηκε·

  • Κόπτων ἀμφοτέρῃσι, χαμαὶ δ’ ἅπαντας ὀδόντας
  • γνάθων ἐξελάσαιμι συὸς ὡς ληϊβοτείρης.
  • καὶ γὰρ κἀκεῖνος φαίνεται γνάθους ὀνομάζων τὰς γένυας· αὐτός τε πάλιν ὁ Ἱπποκράτης ἐν τοῖς ἐφεξῆς γνάθους αὐτὰς καλεῖ. περὶ μὲν οὖν τῆς προσηγορίας ἱκανὰ καὶ ταῦτα. διὰ τί δέ φησιν ὀλίγοις ἐξαρθρήσασθαι τὴν γένυν αὐτός σε διδάξει διὰ τῶν ἐπιφερομένων, οἷς δὴ πρόσεχε τὸν νοῦν.

    Ὀστέων τε γὰρ τὸ ἀπὸ τῆς ἄνω γνάθου πεφυκὸς ὑπεζύγωται πρὸς τὸ ὑπὸ τὸ οὖς ὀστέῳ προσπεφυκότι, ὅπερ ἀποκλείει τὰς κεφαλὰς τῆς κάτω γνάθου, τῆς μὲν ἀνωτέρω ἐὸν, τῆς δὲ κατωτέρω τῶν κεφαλαίων. τά τε ἄκρεα τῆς
    425
    κάτω γνάθου τὸ μὲν διὰ τὸ μῆκος οὐκ εὐπαρείσδυτον, τὸ δ’ αὖ τὸ κόρωνόν τε καὶ ὑπερέχον ὑπὲρ τοῦ ζυγώματος.

    Εἴρηταί μοι καὶ πρόσθεν ἔν τε τῇ περὶ τοῦ ἀγκῶνος ἐξηγήσει καὶ τῷ πρώτῳ τῶν ὑπομνημάτων· καὶ εἴ τις οὐ νοεῖ σαφῶς τὰ οὕτως ὑφ’ Ἱπποκράτους λεγόμενα, δείκνυσι καὶ τοῦτο πρὸ τοῦ διδάσκοντος ὀστᾶ μάλιστα μὲν ἀνθρώπων, εἰ δὲ μὴ, πιθήκων. ἄμεινον δὲ μὴ νῦν, ὁπότ’ ἀναγιγνώσκει τὰ βιβλία, ταύτην ἕξιν γίγνεσθαι τῶν ὀστῶν, ἀλλ’ ἔμπροσθεν ἐπὶ χολῆς γεγονέναι. λέλεκται δὲ καὶ ὡς ὑφ’ ἡμῶν γέγραπται βιβλίον τοῖς εἰσαγομένοις περὶ ὀστῶν, ὅτι τε τῷ μέλλοντι συνιέναι δῆλον τί ἐν τούτοις τοῖς γράμμασιν ὁ Ἱπποκράτης λέγει, προγεγυμνάσθαι βέλτιόν ἐστιν ἐν ἐκείνῳ. καὶ τοίνυν ἔμπροσθεν ἔγραψα καὶ νῦν ποιήσω μέσην τινὰ τοῖς θ’ ἑωρακόσι καὶ μὴ ἑωρακόσι διδασκαλίαν. οὕτως γὰρ οἴ θ’ ἑωρακότες οὐκ ἀνιάσονται τῷ μήκει τῶν λόγων οἵ τ’ οὐδ’ ὅλως ἑωρακότες οἷον ὑπογραφήν τινα ἕξουσι τῆς ἀκριβοῦς μαθήσεως, ἣν οὐχ οἶόν τε χωρὶς τῆς ἐπὶ τῶν

    426
    ὀστῶν αὐτοψίας γενέσθαι. νόει δή μοι καὶ τὸ μὲν κινούμενον ἐν τοῖς ὀδοῦσι στόμα τὴν κάτω γένυν εἶναι, τὸ δ’ ἀκίνητον τὴν ἄνω, περιέχεσθαι δὲ πρὸ τῶν ὀστῶν τοὺς ἀλλήλους ὀδόντας κατά τε τὸ μέγεθος καὶ τὸ πλῆθος. ἐκπεφυκὸς δὲ τὸ τῆς ἄνω γνάθου λεπτόν ἐστι καὶ συνεχὲς τῷ περιέχοντι τὸ μικρὸν, καθ’ ὃν ὀστῷ τούτῳ δ’ ἄγαν τ’ ἂν ἕτερον ἐκ τοῦ τῶν ἀκουστικῶν πόρων ἐν αὐτῷ περιέχοντος ὀστοῦ. καθ’ ὃ δὲ συμβάλλει ταῦτα ἀλλήλοις γίγνεσθαι συνάρθρωσιν ὁμοίαν ῥαφῇ. τὸ τοίνυν ὀστοῦν τοῦτο λεπτὸν, ὃ συνάπτει τὴν ἄνω γένυν τῇ κεφαλῇ, καλεῖται ζύγωμα πρὸς τῶν ἀνατομικῶν, ἐπειδὴ καὶ αὐτὸς ὁ Ἱπποκράτης φάσκων ὑποζυγῶσαι δηλοῖ συνάγειν ἀλλήλοις τὰ δύο ὀστᾶ, καθάπερ ζυγὸν ὑποκείμενον αὐτοῖς. ὑπὸ δὲ τούτῳ τῷ ζυγώματι κοιλότης ἐστὶν ἀξιόλογος, ἣν κατείληφεν ἡ ἑτέρα τῶν ἀποφύσεων τῆς κάτω γένυος, ἥν τε κορώνην θηλυκῶς ὀνομάζουσι καὶ κόρωνον οὐδετέρως, οὔσης καὶ ἑτέρας ἀποφύσεως κατὰ τοῦτο δακνοίη, καθ’ ἣν διαρθροῦται τῷ τῆς κεφαλῆς ὀστῷ, πλησίον τοῦ ὠτός. ἀλλ’ αὕτη μὲν ἡ ἀπόφυσις βραχεῖα
    427
    ἦν κατὰ τὸ μῆκος, ἡ δ’ ἑτέρα πολὺ μακροτέρα. διορίζει δὲ ἀμφότερον μέσον τεταμένον τὸ ζύγωμα, τῆς μὲν μακροτέρας ταπεινότερον κείμενον, ὑψηλότερον δὲ τῆς ταπεινοτέρας. ἀμφοτέρας δὲ τὰς ἀποφύσεις τῆς γένυος ὠνόμασεν ὁ Ἱπποκράτης κεφαλὰς ἐν τῷ φάναι τὸ ζύγωμα τὰς κεφαλὰς ἀποκλείειν, ὅπερ ἐστὶ διείργειν καὶ χωρίζειν ἀλλήλων, τῆς μὲν κατωτέρω, τῆς δὲ ἀνωτέρω. πρόδηλον οὖν ὡς δυνατόν ἐστιν ἐκπεσεῖν τῆς οἰκείας διαρθρώσεως τὴν κάτω γένυν ἄνευ τοῦ κατωτέρω χωρῆσαι τοῦ ζυγώματος τὴν κορώνην, οὐ μὴν οὐδ’ ἁπλῶς τοῦτο γενόμενον ἔξαρθρον αὐτὴν ἐργάσεται. ἀνοιγομένου γὰρ τοῦ στόματος εἰς τὴν ἰδίαν ἐπανήξει χώραν. εἰ τοίνυν ἔξαρθρος ἔσεσθαι μέλλοι, κωλυθῆναι χρὴ τὴν ἐπάνοδον αὐτῆς εἰς τὸ πλάγιον ἐκτραπείσης. ὀρθῶς οὖν ἐφεξῆς ἔφη, χωρὶς τοῦ μέγιστον χαίνοντος εἰς τὰ πλάγια ἐκτρέψαι τὴν γένυν, ἀδύνατον αὐτὴν ἐκπεσεῖν. οὔτε γὰρ αὐτὴ ἀποχωρῆσαι δύναται κατωτέρω τοῦ ζυγώματος ἡ κορώνη, πλὴν ἐπὶ πλεῖστον ἀποστῆναι τὴν κάτω γένυν ἢ τὴν ἄνω. τοῦτο δ’ ἐν τῷ μέγιστον χαίνειν γίνεται, οὔτ’ ἄνευ τῆς εἰς τὸ πλάγιον ἐκτροπῆς ἡ πρὸς τὴν 
    428
    οἰκείαν χώραν ἐπάνοδος κωλύεται. διά τε οὖν ταῦτα δυσκόλως ἐκπίπτει καὶ διὰ τὴν ἀνεχόντων μυῶν ῥώμην, ὑπὲρ ὧν κατὰ τὴν ἑξῆς λέξιν ἤκουον αὐτοῦ λέγοντος.

    Ἅμα τε ἀμφοτέρων τῶν ἀκρέων τούτων νευρώδεες τένοντες πεφύκασιν, ἐξ ὧν ἐξήρτηνται οἱ μύες οἱ κροταφῖται καὶ μασσητῆρες καλεόμενοι.

    Ἅς ἔμπροσθεν ὠνόμασε κεφαλὰς τῆς κάτω γένυος ἄκρεα νῦν προσηγόρευσεν ἐπ’ ἀμφοτέρων λέγων νευρώδεις τένοντας πεφυκέναι. καλεῖν δ’ εἴωθε τένοντας ἐκεῖνα τὰ πέρατα τῶν μυῶν ἃ προσαγορεύουσιν ἀπονευρώσεις οἱ ἀνατομικοὶ, νευρωδέστερα μὲν ἀεὶ τῶν μέσων ὄντα, διαφέροντα δ’ ἀλλήλων ἐν τῷ ποτὲ μὲν πλείονα τὴν σαρκώδη φύσιν ἔχειν τῆς νευρώδους, ποτὲ δ’ ἐλάττονα. ὁπότε μὲν οὖν ἡ τῆς σαρκὸς οὐσία πλείων ᾖ, σαρκώδη τὴν ἀπονεύρωσιν καλοῦσι τοῦ μυὸς, ὁπόταν δὲ ἐλάττων ᾖ, νευρώδη προσαγορεύουσι.

    429
    νῦν οὖν ἐπειδὴ τῆς σαρκώδους οὐσίας ἡ νευρώδης ἐστὶ πλείων, εἰκότως ἔφη νευρώδεις τένοντας ἐκπεφυκέναι τῶν κεφαλῶν. ἀπὸ γὰρ τῶν ὑψηλῶν τῆς κάτω γένυος ἐξηρτῆσθαί φασι μύας τοὺς κροταφίτας καὶ μασητῆρας καλουμένους. ἄδηλον δὲ πότερον τοὺς αὐτοὺς μύας τοῖς τοιούτοις προσηγόρευσεν ὀνόμασιν, ἢ ἄλλους μὲν εἶναι βούλεται τοὺς κροταφίτας, ἄλλους δὲ τοὺς μασσητῆρας. οἱ μὲν γὰρ μετ’ αὐτὸν ἀνατομικοὶ κροταφίτας μὲν ὀνομάζουσι τοὺς ἐκ τῶν κατὰ κροτάφους ὀστῶν τῆς κεφαλῆς ἐκφυομένους, οὓς ἂν διανοίγειν τε καὶ συνάγειν τὸ στόμα σαφῶς ὁρῶμεν ἐντεινομένους, τοὺς δὲ ἐπικεκλεισμένους τοῖς πλατέσι τῆς κάτω γνάθου καὶ τούτοις δὲ ἑκατέρωθεν ἕνα μασσητῆρα, ἐπειδὴ περιάγουσιν ἐν τῷ μασᾶσθαι τὴν γένυν, οὔπω δυναμένων τοῦτο ποιεῖν, τῶν ἄνωθεν καταφερομένων. ἀνασπῶσι γὰρ ἐκεῖνοι μόνην αὐτὴν, οὐ μὴν εἰς τὰ πλάγια παράγουσι, διὸ κἂν ἐν τῷ συνάγειν τὸ στόμα τούτων χρῄζομεν, ὡς ἂν κἀπειδὰν ἐνδάκνοντές τι τοῖς προσθίοις ὀδοῦσιν ἀποθραύουσιν, ἢν βουληθῶμεν ἀποθλάσαι τι διὰ τῶν κυνοδόντων
    430
    ὀνομαζομένων. ὅταν δὲ ταῖς μύλαις ἐπιβάλλοντες τὰ σιτία καταθραύειν τε καὶ λεαίνειν αὐτὰ προελώμεθα, μάσησις μὲν καλεῖται τὸ τοιοῦτον ἔργον, ὑπὸ δὲ τῶν ὑποβεβλημένων τοῖς πλατέσιν ἐπιτελεῖται παραγόντων αὐτῶν εἰς τὰ πλάγια τὴν γένυν. εὔλογον οὖν ἐστι τούτους μὲν μασητῆρας ὀνομάζειν, κροταφίτας δὲ τοὺς ἐκφυομένους τῶν κατὰ τοὺς κροτάφους ὀστῶν, οἳ καὶ περιλαμβάνουσι νευρώδεις τένοντας, τὴν κορώνην τῆς γένυος ἐν κύκλῳ πᾶσαν περιφερόμενοι. καὶ μὴν καὶ ἄλλη τίς ἐστι συζυγία μυῶν ἐγκατακεκριμένη τῷ στόματι, τὴν μὲν ἄνω ἔκφυσιν ἔκ τε τῶν πτερυγοειδῶν ὀστῶν ἔχουσα καὶ συμπάσης τῆς παρακειμένης αὐτῇ κοιλότητος. ἐμφυομένη δὲ τῇ κάτω γένυϊ κατ’ ἐκεῖνο μάλιστα τὸ μέρος, ὅθεν ἡ πρὸς τὴν διάρθρωσιν ἀπόφυσις ἀναφέρεται. τούτων τῶν μυῶν οἱ περὶ τοὺς μασητῆρας ἐξικνοῦνται μῦς, οὓς κατὰ τῶν πλατέων ἔφην ἔξωθεν ἐπιτετάσθαι τῆς κάτω γένυος, ὡς τῶν ἔνδοθεν αὐτῶν τὸ πλατὺ κατειλήφασιν οἱ προειρημένοι δύο μῦς, ἑκατέρωθεν εἶς. ὅταν οὖν ὁ Ἱπποκράτης εἴπῃ, ἅμα τε ἀμφοτέρων
    431
    τῶν ἀκρέων τούτων νευρώδεις τένοντες πεφύκασιν, ἐξ ὧν ἐξήρτηνται οἱ μύες οἱ κροταφῖται καὶ μασητῆρες καλεόμενοι, πρόδηλος μὲν οὖν ἐστι τῶν ἔξωθεν ἐπιβεβλημένων μυῶν τῇ γένυϊ μηδ’ ὅλως μνημονεύων, ἐπὶ δὲ τὰς δύο συζυγίας ἄγων ἡμᾶς τῶν μυῶν, οἵ τε σαφῆ τὴν ἔκφυσιν ἔχουσιν ἐκ τῶν περάτων τοῦ μυὸς καὶ ὅσοι παρὰ τὴν κοιλότητα τὴν παρὰ τοῖς πτερυγοειδέσιν ὀστοῖς. οὗτοι μὲν γὰρ τὴν ἑτέραν ἀνάπτουσι τὴν εἰρημένην διαρθροῦται τὴν κεφαλὴν, τὸ δ’ ἕτερον ζεῦγος, ὅπερ τὰς κορώνας ἔφην ἐμφέρεσθαι, ταῦτα πάλιν αὐτὰ τῆς γένυος τὰ πέρατα πρὸς τὴν κεφαλὴν ἀνατείνουσι.