In Hippocratis Aphorismos Commentarii VII

Galen

Galen, In Hippocratis Aphorismos Commentarii VII

Ὁκόσαι διαφθείρειν μέλλουσι τὰ ἔμβρυα, ταύτῃσιν οἱ τιτθοὶ ἰσχνοὶ γίνονται· ἢν δὲ πάλιν σκληροὶ γένωνται, ὀδύνη ἔσται ἢ ἐν τοῖσι τιτθοῖσιν ἢ ἐν τοῖσιν ἰσχίοισιν ἢ ἐν τοῖσιν ὀφθαλμοῖσιν ἢ ἐν τοῖσι γούνασι, καὶ οὐ διαφθείρουσιν.

Ἔμπροσθεν εἰρήκει, ἐν γαστρὶ ἐχούσῃ γυναικὶ ἢν ἐξαίφνης οἱ μασθοὶ ἰσχνοὶ γένωνται, ἐκτιτρώσκει. εἰρήκει δὲ καὶ, ἢν ὁ ἕτερος μασθὸς ἰσχνὸς γένηται, δίδυμα ἐχούσῃ τὸ ἕτερον τῶν ἐμβρύων ἐκτιτρώσκεσθαι· νυνὶ δὲ τὴν τάξιν τῆς ἀκολουθίας ὑπαλλάξας οὐκ ἀπὸ τῶν σημείων, ἀλλ’ ἀπ’ αὐτῶν τῶν γυναικῶν τῶν διαφθειρουσῶν ἤρξατο προηγεῖσθαι λέγων αὐταῖς ἰσχνοὺς τοὺς τιτθούς. ἔστι δ’ οὐ πάντῃ ταυτὸν ἢ τοῖς ἰσχνοῖς τιτθοῖς ἕπεσθαι διαφθορὰν εἰπεῖν ἢ τῆς διαφθορᾶς μελλούσης ἔσεσθαι τοὺς ἰσχνοὺς τιτθοὺς προηγεῖσθαι. ὁ μὲν γὰρ ἕπεσθαι λέγων τῇ τῶν τιτθῶν

846
ἰσχνότητι τὴν διαφθορὰν, οὗτος ἀποφαίνεται τοῦτο μόνον σημεῖον εἶναι τῆς μελλούσης φθορᾶς· ὁ δὲ ταῖς μελλούσαις διαφθείρειν λέγων τοὺς τιτθοὺς ἰσχνοὺς γίνεσθαι οὐ μόνον ἔοικεν ἐνδείκνυσθαι τοῦτο προηγεῖσθαι διαφορὰν τῶν ἐμβρύων. ἐπισκεπτέον οὖν ἀκριβέστερόν ἐστι καὶ παραφυλακτέον ἐπ’ αὐτῶν φαινομένων κατὰ τὰς κυούσας, εἰ μή ποτ’ ἄλλως διαφθείρουσιν, ἀλλ’ ἀεὶ μετὰ τοῦ προηγήσασθαι τὴν ἰσχνότητα τῶν τιτθῶν ἢ ταῖς πηδησάσαις ἢ ταῖς μέγα βοησάσαις ἢ θυμωθείσαις ἢ φοβηθείσαις ἐξαίφνης ἰσχυρῶς ἐγχωρεῖ ποτὲ μὲν μὴ προηγήσασθαι τὴν ἰσχνότητα τῶν τιτθῶν, ἐγχωρεῖ δὲ καὶ ταῖς διὰ πυρετοῦ μέγεθος ἢ ἐρυσιπέλατος ἐν ταῖς ὑστέραις γενομένου ἢ καὶ διὰ τὸ μυξῶδες τῶν κοτυληδόνων ἤ τι τοιοῦτον ἕτερον ἀκολουθῆσαι φθορὰν ἄνευ τῆς τῶν τιτθῶν ἰσχνότητος. Ἱπποκράτης μὲν γὰρ ἔοικεν ὑπολαμβάνειν ἀεὶ προηγεῖσθαι, καί μοι παραφυλάττοντι πολλάκις ἐφάνησαν ἐπὶ τῶν προειρημένων αἰτίων τῆς φθορᾶς οἱ τιτθοὶ προισχνούμενοι. μήποτε οὖν ὅταν ἄνευ τῶν τοιούτων τινὸς αἰτίων ἡ τῶν τιτθῶν ἰσχνότης γένηται, τὴν ἔνδειαν
847
τοῦ αἵματος αἰτιατέον ἐστὶ ἐν ταῖς κοιναῖς φλεψὶ τιτθῶν τε καὶ ὑστερῶν, ἃς ἔφη διὰ τὴν ἀτροφίαν φθείρεσθαι τὸ ἔμβρυον. ἐπὶ δὲ ταῖς ἄλλαις αἰτίαις ἐφ’ αἷς ἤτοι γε ἀποθνήσκει τι παθὼν ἢ ἀποῤῥήγνυται τὸ ἔμβρυον, ὅταν οἱ περιέχοντες αὐτὸ ὑμένες διασπῶνται τῆς φύσεως ἀναστομούσης τὰς μήτρας ὠδῖνάς τε ἐγειρούσης, ῥοπὴν γίνεσθαι διὰ ταῦτα τοῦ αἵματος ἐπὶ τὰ γεννητικὰ μόρια. κοινὸς γάρ τίς ἐστιν οὗτος ὁ λόγος, ἐφ’ ὧν ἡ φύσις ἐκκρίνει τι μετὰ βίας, ὡς τὴν ῥοπὴν ἐκεῖσε γίνεσθαι τοῦ τε αἵματος καὶ τοῦ πνεύματος, οἷς ὥσπερ τισὶν ὀργάνοις χρωμένη διωθεῖται τὰ λυποῦντα βίᾳ. κατὰ τοῦτο γοῦν καὶ τοῖς ὀδυνωμένοις μορίοις ἐπιγίνονται φλεγμοναὶ τῆς φύσεως μὲν ἐκκρῖναί τε καὶ διώσασθαι σπευδούσης τὸ τὴν ὀδύνην ἐργαζόμενον. ἵνα δὲ τοῦτο πράξῃ πληρούσης αἵματός τε καὶ πνεύματος αὐτό. ταῦτα μὲν οὖν ἐς τὸ πρότερον μέρος τοῦ ἀφορισμοῦ λελέχθω μοι· τὰ δ’ ἑξῆς αὐτῷ τὸ δεύτερον, ἐν ᾧ διαθέσεως ἐναντίας μέμνηται τῶν τιτθῶν, ἐστὶ τοιοῦτον. ἢν δὲ πάλιν, φησὶν, οἱ μασθοὶ γίνωνται σκληροί. σημαίνοντος
848
δὲ τοῦ πάλιν ἐν ταῖς τοιαύταις ῥήσεσι δύο, τὸ μὲν ἕτερον ὃ συνῆπται τῇ προειρημένῃ διαθέσει, τὸ δ’ ἕτερον ὅπερ καὶ δι’ ἄλλης λέξεως εἰώθασιν ἔμπαλιν λέγειν, ἀληθέστερόν γέ μοι φαίνεται καὶ κατὰ τὴν Ἱπποκράτους εἶναι γνώμην τὸ δεύτερον σημαινόμενον, ἵν’ ᾖ τὸ καθ’ ὅλον τὸν ἀφορισμὸν λεγόμενον τοιοῦτον· οἱ μὲν ἰσχνοὶ τιτθοὶ πάντως προηγοῦνται τῆς διαφθορᾶς τῶν ἐμβρύων καὶ οὐχ οἷόν τε διαφθαρῆναι ταῦτα μὴ προϊσχνωθέντων αὐτῶν. οἱ μέντοι σκληροὶ φθορὰν μὲν οὐ σημαίνουσιν, ὀδύνη δέ τις ἀκόλουθον αὐτοῖς τῶν εἰρημένων μορίων, ἵν’ ὥσπερ ἐνδείας αἵματος ἰσχνότεροι τιτθοὶ τὴν ἔνδειξιν ἔχωσιν, οὕτω πλήθους οἱ σκληροὶ διαφέροντες δηλονότι τῶν ὀλίγον ἔμπροσθεν εἰρημένων τῶν στερεῶν. ἐφ’ ὧν πάλιν ἀποτιθεμένης τῆς φύσεως εἴς τινα μόρια τὸ περιττὸν, ὀδυνᾶται μὲν ἐκεῖνα, τὸ δ’ ἔμβρυον ἀβλαβὲς διαμένει. ζητηθήσεται δὲ ἐνθάδε διὰ τίνα αἰτίαν οὐδέποτε τῷ τῆς μήτρας σώματι τὸ περιττὸν ἡ φύσις ἐναποτίθεται καὶ ποιήσει φλεγμονὴν ἢ διὰ τί φλεγμηνάσης τῆς μήτρας φθαρήσεται τὸ ἔμβρυον·
849
ἢ τὸ λεγόμενον ὑπὸ Ἱπποκράτους ἕτερόν ἐστιν; οὐ γὰρ ὅτι μηδέποτε τοῖς σκληροῖς τιτθοῖς ἕπεται φθορὰ τῶν ἐμβρύων εἰρηκέναι νομιστέον αὐτὸν, ἀλλ’ ὅτι μὴ διὰ παντὸς ὥσπερ ἐπὶ τῶν ἰσχνῶν, ἀλλ’ ἐὰν εἰς ἕτερον μόριον ἀπωθῆται τὸ περιττὸν ἡ φύσις, ὃ διὰ τῆς ὀδύνης γνωριοῦμεν, οὐκ ἔστι φθορὰ, γενήσεται πάλιν ὁ σύμπας λόγος, ἐὰν οὕτως ἀκούσωμεν, τοιοῦτος· τῶν φθείρειν μελλουσῶν ἰσχνοὶ μὲν ἀεὶ προηγοῦνται οἱ τιτθοὶ, σκληροὶ δὲ καὶ πλήρεις οὐκ ἀεί. τοὐπίπαν γὰρ ἐπὶ τῶν τοιούτων εἰς ἕτερόν τι μόριον ἡ φύσις ἐναποτίθεται τὸ περιττόν. εἴ γε μὴν ἐπὶ τὰς μήτρας αὐτὸ διώσαιτο γενήσονται καὶ τότε πάντως ἰσχνοί. κατὰ γὰρ τὴν Ἱπποκράτους γνώμην, ὡς ἔοικεν, εἰ καὶ δι’ ἕτερόν τι καὶ μὴ διὰ τὴν ἔνδειαν τῆς τροφῆς ὁ ἐκτρωσμὸς γένοιτο, προηγήσεται πάντως ἡ ἰσχνότης τῶν τιτθῶν δι’ ἣν εἶπον αἰτίαν, ὥστε κἂν δι’ ὑγρότητα τῶν κοτυληδόνων ἀποῤῥυήσεται τὸ κύημα καὶ τότε διωθουμένης αὐτὸ τῆς φύσεως εἰς ἔκκρισιν ἡ ῥοπὴ τοῦ αἵματος ἐπὶ τὰς μήτρας ἔσται καὶ
850
κατὰ τοῦτο καὶ οἱ τιτθοὶ τῆς ἔμπροσθεν καταστάσεως ἰσχνότεροι γενήσονται.

Ὁκόσῃσι τὸ στόμα τῶν ὑστερέων σκληρόν ἐστι, ταύτῃσιν ἀνάγκη τὸ στόμα τῶν ὑστερέων συμμύειν.

Εἴρηται μὲν καὶ πρόσθεν ὡς τὸ συμμύειν τὸ στόμα τῶν ὑστερέων κοινόν ἐστι σημεῖον ὄγκου τέ τινος ἐν αὐτῷ παρὰ φύσιν καὶ κυήσεως τῇ γυναικὶ καὶ ὡς χρὴ διακρίνειν αὐτὸ τῇ σκληρότητι. ταῖς μὲν γὰρ κυούσαις ἁπαλόν ἐστι καὶ κατὰ φύσιν, αἷς δ’ ὄγκος παρὰ φύσιν ἢ φλεγμονώδης ἢ σκιῤῥώδης γίνεται σκληρόν. ἄμεινον οὖν ἦν τὸν ἀφορισμὸν τοῦτον ἐφεξῆς ἐκείνῳ γεγράφθαι καθ’ ὃν ἔλεγεν, ὅσαι ἐν γαστρὶ ἔχουσι, τουτέων τὸ στόμα συμμύει τῶν ὑστερέων.

851
Ὁκόσαι ἐν γαστρὶ ἔχουσαι ὑπὸ πυρετῶν λαμβάνονται καὶ ἰσχυρῶς ἰσχναίνονται ἄτερ προφάσιος φανερῆς, τίκτουσι χαλεπῶς καὶ ἐπικινδύνως ἢ ἐκτιτρώσκουσαι κινδυνεύουσιν.

Συμβαίνει τισὶ τῶν τικτουσῶν, ἐφ’ αἷς πρότερον ἠθροίσθησαν κακοχυμίαι πρὶν νοσεῖν, ἐνίοτε μὲν ἁλίσκεσθαι σφοδροῖς πυρετοῖς ὡς ἐκτικρώσκειν ἐξ ἀνάγκης, ἐνίοτε δὲ μετρίοις μὲν, ἀλλ’ οὐ καθαιρουμένοις ἀκριβῶς, ὑπολείπουσι δέ τι λείψανον ἐν τῷ σώματι τῆς κακοχυμίας, ἐφ’ ᾗ συνέστησαν ὡς ἂν μὴ δυναμένων τῶν ἰατρῶν διὰ τὸ κύειν τὴν γυναῖκα μήτε βοήθημα προσάγειν ἰσχυρὸν μήτ’ ἀκριβῶς διαιτᾶσθαι. διὰ τοῦτ’ οὖν αὐταῖς ὅ τε πυρετὸς ὑποτροπιάζει συνεχῶς καὶ δυσφόρως τῷ πλείστῳ τοῦ χρόνου σύνεστι. εἰκότως τοιγαροῦν ποτὲ μὲν οὐκ ἀντέχει τὸ ἔμβρυον, ἀλλ’ ἀποφθείρεται διά τε τοὺς πυρετοὺς καὶ τὴν κακοχυμίαν. ἐνίοτε δὲ ἀργεῖ μὲν ἄχρι τῆς ἀκοκυήσεως.

852
ἀλλ’ αὐτό τε νοσῶδες ὂν ὡς ἂν ἐν πολλῷ χρόνῳ τεταλαιπωρημένον, ἀσθενῆ τε καὶ τὴν κυήσασαν ἔχον οὐκ ἀκινδύνως τίκτεται. πρὸς γάρ τοι τὴν εὐτοκίαν ἰσχυρῶν ἀμφοτέρων δεῖται τῶν σωμάτων, τοῦ τε τῆς κυούσης αὐτῆς καὶ τοῦ παιδίου.

Ἐπὶ ῥόῳ γυναικείῳ σπασμὸς καὶ λειποθυμίη ἢν ἐπιγένηται, κακόν.

Οὐκ εὐθέως δηλονότι γεγονότος τοῦ ῥοῦ γίνεται ταῦτα, καθάπερ οὐδὲ τῶν ἄλλων οὐδὲν ὅσα κατὰ τὸν ἑξῆς λόγον ἐπιγίνεταί τισιν ἑτέροις, ἀλλ’ ἤτοι σφοδροῖς γινομένοις ἢ χρονίζουσιν. ἡ μὲν οὖν λειποθυμία κοινὸν ἁπάσης ἀμέτρου κενώσεώς ἐστι σύμπτωμα. ὁ δὲ σπασμὸς εἰ καὶ μὴ κοινὸν, ἀλλά γε ταῖς πλείσταις ἑπόμενον καὶ μᾶλλον ὅταν ᾖ τὸ πεπονθὸς μόριον νευρῶδες.

853
Καταμηνίων γινομένων πλειόνων νοῦσοι ξυμβαίνουσι καὶ μὴ γιγνομένων ἀπὸ τῆς ὑστέρης ξυμβαίνουσι νοῦσοι.

Ἐνίοις τῶν ἰατρῶν ἔδοξεν ἐπὶ πλήθει μὲν γίνεσθαι πολλὰ νοσήματα, δι’ ἔνδειαν δὲ μηδὲν, ἀλλ’ ὁ Ἱπποκράτης ἡγεῖται ἐνίοτε καὶ δι’ ἔνδειαν νοσεῖν οὐ γυναῖκας μόνον, ἀλλὰ καὶ τοὺς ἄνδρας. εἴ γε ἐν ταῖς ἐνδείαις ἕπεται ποτὲ μὲν ψυχρότης, ποτὲ ξηρότης, ποτὲ δὲ ἄμφω. δέδεικται δ’ ὅτι ὅσαι τῶν δυσκρασιῶν τηλικαῦται τὸ μέγεθός εἰσιν ὡς ἐνέργειαν ἤδη βλάπτειν ἐκ τούτου τῶν νοσημάτων ὑπάρχουσι γένους. ἀλλὰ κατὰ τοῦτο μὲν οὔτε ψεῦδος πρὸς Ἱπποκράτους οὔτ’ ἀσαφὲς εἴρηται. καθὸ δ’ ἐπὶ μὲν τῶν πλειόνων καταμηνίων εἶπεν ἁπλῶς γίνεσθαι νόσους, μὴ προσθεὶς τὸ ἀπὸ τῆς ὑστέρας. ἐπὶ δὲ τῶν μὴ γινομένων καὶ τοῦτο προσέθηκεν, ἄξιον ἐπισκέψασθαι πότερον ἀμφοτέροις τοῖς προειρημένοις ἐπενήνεκται κοινὴ τὸ ἀπὸ τῆς ὑστέρας ἢ μόνον ἴδιόν ἐστι τῶν μὴ γινομένων.

854
ἀδύνατον δὲ τοῦτο ἀκριβῶς ἐπιδιασκέψασθαι χωρὶς τοῦ γνῶναι τὰς αἰτίας ἁπάσας, ἐφ’ αἷς πλείω τοῦ προσήκοντος ἢ ἐλάττω γίνεται καταμήνια. δυνατὸν οὖν ἐστι καὶ ἀναστομωθέντων ἐπὶ πλέον τὸν εἰς τὴν μήτραν καθηκόντων ἀγγείων καὶ λεπτοτέρου τοῦ αἵματος ἢ θερμοτέρου γενομένου καὶ τοῦ σώματος ὅλου διὰ καχεξίαν τινὰ βαρυνομένου τῷ αἵματι, κἂν μηδέπω τὴν κατὰ φύσιν ὑπερβαίνῃ συμμετρίαν, ὠθοῦντος αὐτὸ πρὸς τὰς ἐν τῇ μήτρᾳ φλέβας, ὥσπερ ἐν ταῖς ῥευματικαῖς διαθέσεσιν ἄλλοτ’ εἰς ἄλλο μόριον ἄμετρον κένωσιν γενέσθαι καταμηνίων. ἐλάττω δ’ αὖ καταμήνια δυνατόν ἐστι γενέσθαι διά τε μύσιν ἢ ἔμφραξιν τῶν τὴν ἔμμηνον κάθαρσιν ἐπὶ τὴν μήτραν φερουσῶν φλεβῶν, διὰ πάχος αἵματος ἢ διὰ ψυχρότητα καὶ ῥώμην αὐτῶν τῶν κατὰ τὴν μήτραν ἀγγείων, ὡς μὴ παραδέχεσθαι τὸ ἐπιῤῥέον. ὅ τι δ’ ἂν ᾖ τούτων ἀναγκαῖόν ἐστιν ἐν τῷ χρόνῳ καὶ τὴν μήτραν αὐτὴν πάσχειν τι πάθος ἤτοι φλεγμονῶδες ἢ ἐρυσιπελατῶδες ἢ σκιῤῥῶδες ἢ καρκινῶδες, ᾧ πάλιν συμπάσχειν ὅλον τὸ σῶμα. κατὰ μέντοι τὰς ἀμέτρους
855
κενώσεις οὐδὲν τοιοῦτον πάθημα γίνεται ταῖς ὑστέραις, ᾧ συννοσήσει τὸ σύμπαν σῶμα λόγῳ συμπαθείας, ὥστε πιθανώτερον ἐπὶ τῶν ἰσχομένων καταμηνίων εἰρῆσθαι μόνον ἀπὸ τῆς ὑστέρας τὰς νόσους συμβαίνειν.

Ἐπὶ ἀρχῷ φλεγμαίνοντι καὶ ἐπὶ ὑστέρῃ φλεγμαινούσῃ στραγγουρίη ἐπιγίγνεται. ἐπὶ δὲ ἥπατι φλεγμαίνοντι λὺγξ ἐπιγίγνεται.

Ὅταν τις ὀλίγον ἀποκρίνῃ οὖρον συνεχῶς, στραγγουρία τὸ πάθος καλεῖται καὶ γίνεται ποτὲ μὲν ἐπ’ ἀῤῥωστίᾳ τῆς καθεκτικῆς δυνάμεως ἐν τῇ κύστει, ποτὲ δ’ ἐπὶ δριμύτητι τῶν οὔρων. ἡ μὲν οὖν ἀῤῥωστία διά τε δυσκρασίαν γίνεται καί τινα τῶν παρὰ φύσιν ὄγκων, ἡ δριμύτης δὲ ἤτοι διὰ πάθος νεφρῶν ἢ τὸ τοιοῦτον ἥκειν εἰς

856
αὐτοὺς ἐκ τῶν φλεβῶν τὸ διηθούμενον ὀῤῥῶδες περίττωμα· δεόντως οὖν ὁ Ἱπποκράτης ἐπιγίνεσθαί φησιν στραγγουρίαν ἀρχῷ καὶ ὑστέρᾳ φλεγμαινούσῃ καὶ νεφροῖς ἐμπύοις, ἐπὶ μὲν ἀρχῷ καὶ μήτρᾳ κατὰ συμπάθειαν πασχούσης τῆς κύστεως, ἐπὶ δὲ νεφροῖς ἐμπύοις ἐκκρινομένου τοῦ πύου διὰ τῆς κύστεως. τοῦτο μὲν οὖν τῇ δριμύτητι δάκνον τὴν κύστιν ἐρεθίζει πρὸς τὴν ἀπόκρισιν, ἐπὶ δὲ τῇ κατ’ ἀρχὸν ἢ μήτραν φλεγμονῇ τῷ τῆς γειτνιάσεως λόγῳ πάσχειν ἀναγκαῖόν ἐστι τὴν κύστιν καὶ τῆς δυσκρασίας τε καὶ τῆς φλεγμονῆς μεταλαμβάνουσαν, ἔτι τε θλιβομένην ἂν καὶ στενωχορουμένην ὑπὸ τῶν παρὰ φύσιν ὄγκων ἐν αὐτοῖς. εἴρηται δέ μοι καὶ πρόσθεν ὡς οὐχ ἁπλῶς ἕτερον ἑτέρῳ πάθος ἐπιγίνεσθαι πέφυκεν, ἀλλὰ τοῖς ἀξιολόγοις κατὰ μέγεθος. οὕτως οὖν καὶ τῷ ἥπατι φλεγμαίνοντι λὺγξ ἐπιγίνεται, διὰ τὴν τῶν νεύρων κοινωνίαν, οὐ διὰ παντὸς, ἀλλ’ ὅταν εἰς μεγίστην ἀποκατασταθῇ φλεγμονήν.

857
Γυνὴ ἢν μὴ λαμβάνει ἐν γαστρὶ, βούλῃ δὲ εἰδέναι εἰ λήψεται, περικαλύψας ἱματίοισι θυμία κάτωθεν. κἢν μὲν πορεύεσθαί σοι δοκέῃ ἡ ὀδμὴ διὰ τοῦ σώματος ἐς τὰς ῥῖνας καὶ ἐς τὸ στόμα, γίνωσκε ὅτι αὐτὴ οὐ δι’ ἑαυτὴν ἄγονός ἐστιν.

Τὸ θυμία ῥῆμα τῆς ὕλης ἐνδεικτικόν ἐστι τῆς θυμιᾶσθαι πεφυκυίας, λιβανωτοῦ δηλονότι καὶ σμύρνης καὶ στύρακος ὅσα τ’ ἄλλα, θερμὰ μὲν τὴν κρᾶσιν, εὐώδη δ’ ἱκανῶς. βούλεται γὰρ εἰς ὅλον ἀνενεχθῆναι τὸ σῶμα τὴν ἀπ’ αὐτῶν δύναμιν, ἵνα καὶ κατὰ τὸ στόμα καὶ κατὰ τοὺς μυκτῆρας αὐτῆς γενομένης αἴσθηται σαφῶς ἡ γυνή. μόναις οὖν ἐκείναις οὐ διαδοθήσεται πρὸς ὅλον τὸ σῶμα τῶν θυμιαμάτων ἡ ποιότης, ὅσαις σκληρὸν ἢ πυκνόν ἐστι τὸ τῆς ὑστέρας σῶμα. τοιοῦτον δὲ ὂν οὐκ ἐπιτήδειον εἰς τὰς συλλήψεις ἐστὶν, ὡς καὶ αὐτὸς μικρὸν ὕστερον ἐρεῖ· ὁκόσαι ψυχρὰς καὶ πυκνὰς ἔχουσι τὰς μήτρας οὐ κυΐσκουσι. τὸ δ’ ἐπὶ τῇ τελευτῇ τοῦ ἀφορισμοῦ γεγραμμένον, ἐν ᾧ φησι, γίνωσκε

858
ὅτι οὐ δι’ ἑαυτὴν ἄγονός ἐστι, ἐνδεικτικόν ἐστι τῆς χρείας αὐτοῦ. πολλάκις γὰρ ἕνεκα διαμονῆς γένους ἤτοι γε ἱερατικοῦ τινὸς ἢ βασιλικοῦ σπουδάζουσιν αἱ πόλεις ἔκγονα ἔχειν ἀνδρῶν ἢ γυναικῶν, εἰς οὓς ἂν ἔτι μόνους καθεστήκει τὸ γένος. εἶθ’ ὅταν αἱ γυναῖκες μὴ κυΐσκωσι, ζήτησις γίγνεται δι’ ὁπότερον αὐτὸ συμβαίνει τοῦτο. καὶ ταύτην αἰνίττεται τὴν τέχνην εἶναι ταῖς ἀγαθαῖς προμνηστρίαις ὁ Πλάτων ἐν Θεαιτήτῳ. λεχθήσεται δ’ ὁ σύμπας λόγος ὀλίγον ὕστερον, ὅταν ἅπαντας ἐξηγησώμεθα τοὺς διαφέροντας εἰς αὐτὸν ἀφορισμούς.

Ἢν γυναικὶ ἐν γαστρὶ ἐχούσῃ αἱ καθάρσιες πορεύωνται, ἀδύνατον τὸ ἔμβρυον ὑγιαίνειν.

Καὶ τὸ καθάρσιες πληθυντικῶς εἰρημένον καὶ τὸ πορεύωνται μετ’ αὐτοῦ λεγόμενον ἐνδείκνυται μήτε ὀλίγον εἶναι

859
τὸ ἐκκρινόμενον αἷμα μήθ’ ἅπαξ, ἀλλὰ καὶ πολλάκις καὶ πολύ. τὸ γὰρ ἅπαξ ἢ δὶς ὀλίγον ἐκκριθὲν ἐπιφαίνεται πολλάκις ἄνευ τοῦ πεπονθέναι τι τὸ ἔμβρυον. ὅταν δὲ μηδὲν ἀπολείπηται τοῦ πλήθους τῆς τῶν ἐμμήνων καθάρσεως, ἐφεξῆς δὲ καὶ σώζηται τὴν προθεσμίαν τῶν περιόδων κατὰ τοὺς μῆνας, ἀδύνατον ὑγιαίνειν τὸ ἔμβρυον, εἴπερ γε τὸ ἐῤῥωμένον εἰς τροφὴν ἑαυτοῦ καταχρῆται τῷ φερομένῳ εἰς τὰς μήτρας ἐξ ὅλου τοῦ σώματος. ἥ γε μὴν ἔκκρισις ἡ γινομένη ταῖς κυούσαις ἐκ τῶν κατὰ τὸν αὐχένα φλεβῶν ἔοικεν ἐπιφαίνεσθαι. τῶν γὰρ ἔνδον ἐν αὐτῷ τῷ κύτει τῆς μήτρας ἐξῄρηται τὸ χωρίον, ὥστ’ οὐδὲν δι’ ἐκείνων εἰς τὸν γυναικεῖον κόλπον ἐκκριθῆναι δύναται.

Ἢν γυναικὶ καθάρσιες μὴ πορεύωνται μήτε φρίκης μήτε πυρετοῦ ἐπιγινομένου, ἄσαι δ’ αὐτῇ προσπίπτωσι, λογίζου ταύτην ἐν γαστρὶ ἔχειν.
860

Ἐπὶ τῶν ἀμέμπτως καθαιρομένων γυναικῶν, εἶτ’ ἐξαίφνης ἐπισχεθεισῶν τῶν καθάρσεων, ἄνευ φανερᾶς αἰτίας τὸν λόγον τοῦτον ὁ Ἱπποκράτης ἐποιήσατο, διδάσκων ἡμᾶς ἅπερ αἱ πλεῖσται τῶν γυναικῶν διὰ πείρας ἴσασιν. ὅταν γὰρ ἀσώδεις ὦσιν ἐπεσχημένων τῶν καταμηνίων, συνειληφέναι τεκμαίρονται. γίνεται δὲ ἡ ἄση καθ’ ὃν λόγον καὶ ἡ κίσσα, τοῦ στομάχου κεκακωμένου ταῖς συνειληφυίας. ἐγχωρεῖ δέ ποτε καὶ διὰ τὴν ἐν ὅλῳ τῷ σώματι κακοχυμίαν συμβῆναι τὸ τοιοῦτον. ἀλλὰ φρικώδεις τε καὶ πυρετώδεις ἐκεῖναι γίγνονται καὶ ταύτῃ διορίζονται τῶν κυουσῶν.

Ὁκόσαι ψυχρὰς καὶ πυκνὰς τὰς μήτρας ἔχουσι οὐ κυΐσκουσι καὶ ὁκόσαι καθ’ ὑγρὰς ἔχουσι τὰς μήτρας, οὐ κυΐσκουσιν, ἀποσβέννυται γὰρ αὐταῖς ὁ γόνος καὶ ὁκόσαι ξηρὰς μᾶλλον καὶ περικαεῖς· ἐνδείῃ γὰρ τῆς τροφῆς
861
φθείρεται τὸ σπέρμα. ὁκόσαι δ’ ἐξ ἀμφοτέρων τὴν κρᾶσιν ἔχουσι συμμέτρως ἐπίτεκνοι γίγνονται αἱ τοιαῦται.

Εἰ τὴν προσήκουσαν ἅπασι τοῖς ἀφορισμοῖς ἐξῆς ἐπιθεῖναί μοι τάξιν, οὐκ ἂν ὤκνησα μεταθεῖναι τὸν ὀλίγον ἔμπροσθεν εἰρημένον ἀφορισμὸν εἰς τὴν τοῦδε χώραν, ὥστε συμπληρωθέντος τοῦ περὶ τῶν καθάρσεων λόγου τὸν περὶ τῶν μητρῶν αὐτοῦ ἐφεξῆς γεγράφθαι, διδάσκοντος αὐτοῦ κατὰ πόσους τρόπους αἱ γυναῖκες γίνονται στεῖραι. πρῶτος οὖν τῶν ἐν αὐτοῖς ἐκεῖνος ὁ ἀφορισμὸς ἔσται, καθ’ ὃν ἔφη, ἢν γυνὴ μὴ λαμβάνῃ ἐν γαστρὶ, βούλῃ δὲ εἰδέναι εἰ λήψεται, περικαλύψας ἱματίοις θυμία κάτω· δεύτερος δὲ οὗτος ὁ νῦν ἡμῖν προκείμενος οὗ τὸ κεφάλαιόν ἐστι. τὰς μὲν εὐκράτους μήτρας ἐπιτηδείας εἶναι πρὸς σύλληψιν, τὰς δὲ δυσκράτους, ἐὰν μὲν τοῦτο μετρίως πεπόνθασι, δυσχερῶς συλλαμβάνειν, ἐὰν δὲ ἀμέτρως, στείρας ἐργάζεσθαι τὰς γυναῖκας· ὥστε συνεπινοεῖται μὲν ἡ τῆς τῶν ἀνδρῶν ἀγονίας αἰτία, λανθάνει δὲ τοὺς πολλούς. ἀλλ’ ὁ προσέχων ἀκριβῶς

862
τὸν νοῦν τοῖς λεγομένοις πρῶτον μὲν εἴσεται διὰ τί καὶ τῶν ἀνδρῶν ἔνιοι παντάπασιν ἄγονοι γίνονται, δεύτερον δὲ ἐπὶ τῷδε περὶ μὲν τῶν εὐκράτως ἐχόντων ἀνδρῶν τε καὶ γυναικῶν ὡς ἀεὶ γεννῶσι, κἂν καὶ δυσκράτοις μίγνυνται, περὶ δὲ τῶν δυσκράτων ὡς μετὰ τῶν ἐναντίων μόνων. εἰρήσεται γοῦν πρότερον περὶ τῶν στεριφῶν γυναικῶν, ὦν ἡ κατασκευὴ καὶ μήτρας εὐθὺς ἐξ ἀρχῆς ἀμέτρως ἐστὶ δύσκρατος, ἐπικρατούσης ἤτοι μιᾶς τῶν πρώτων ἢ δυοῖν, ὡς ἐν τοῖς περὶ κράσεων ὑπομνήμασι διώρισται, δεικνύντων ἡμῶν ὀκτὼ τὰς πάσας εἶναι δυσκρασίας, ἁπλᾶς μὲν τέτταρας, ὧν καὶ νῦν Ἱπποκράτης ἐμνημόνευσε, συνθέτους δὲ ἄλλας τέτταρας ἀλλήλαις ἐπιπλεκομένας τούτων. ἔνθα μὲν οὖν ἐπικρατεῖ ψυχρότης ἄμετρος, ὡς πυκνὴν ἐργάσασθαι τὴν μήτραν, στενὰ μὲν ἐσχάτως ἐπὶ τούτων ἐστὶ τὰ στόματα τῶν εἰς αὐτὴν καθηκόντων ἀγγείων, στέριφαι δ’ αἱ γυναῖκες, ὡς ἂν μήτε συμφῦναι τοῦ χορίου δυναμένου τοῖς στόμασι τῶν ἀγγείων μήτ’, εἰ τοῦτό ποτε
863
γένοιτο, τραφῆναι καλῶς τὸ κύημα. ἢ γὰρ οὐδ’ ὅλως αἱ καθάρσεις γίνονται ταῖς τοιαύταις ἢ παντάπασιν ὀλίγαι καὶ αὗται μοχθηραὶ, μόνου τοῦ λεπτοτέρου καὶ ὑδατωδεστέρου διεκπίπτοντος τοῦ αἵματος. καὶ γὰρ οὖν καὶ ῥᾳδίως ἐμφράττεται ταῦτα διά τε τὴν οἰκείαν στενότητα καὶ διότι φλεγματικώτερον ἀθροίζουσι χυμὸν αἱ τοιαῦται γυναῖκες ὡς τὸ πολύ. καὶ γὰρ καὶ τὸ σύμπαν σῶμα τοὐπίπαν ὅμοιόν ἐστι ταῖς μήτραις. ἐγχωρεῖ δὲ καὶ ψυχθῆναι τὸ τοῦ ἄῤῥενος σπέρμα κατὰ τὰς τοιαύτας μήτρας, εἰ μὴ θερμότερον εἴη φύσει. πρώτης μὲν οὖν τῆς ψυχρᾶς κράσεως Ἱπποκράτης ἐμνημόνευσεν εἰπὼν, ὁπόσαι ψυχρὰς καὶ πυκνὰς τὰς μήτρας ἔχουσιν. οὐ μὰ Δία συμπλέξαι βουλόμενος ἐπ’ αὐτῶν τῇ ψυχρότητι τὴν πυκνότητα, καθάπερ εἰ καὶ ξηρότητα προσέθηκεν ἢ ὑγρότητα. τούτων μὲν γὰρ οὐδετέρα διὰ παντὸς ἕπεται τῇ ψυχρότητι καὶ διὰ ταῦτα ἀνὰ μέρος ἑκατέρα μίγνυται. πυκνότης δ’ ἐξ ἀνάγκης σύνεστι ταῖς ἄγαν ψυχραῖς ὑστέραις, δι’ ἣν οὐδὲ κυῆσαι δύνανται, καθότι προείρηται. καὶ τοίνυν ἀκούσωμεν
864
οὕτω τοῦ κατὰ τὸν ἀφορισμὸν λόγου παντὸς, ὅσαι ψυχρὰς τὰς μήτρας ἔχουσιν οὐ κυΐσκονται διὰ πυκνότητα τῆς οὐσίας αὐτῶν. διὰ τί δ’ ἡ πυκνότης ἐναντιοῦται τῇ κυήσει παρέλιπεν εἰπεῖν, ὡς ἡμῶν συνιέναι δυναμένων. καὶ ὅσαι δ’ ὑγρὰς ἀμέτρως ἔχουσι τὰς μήτρας, οὐ κυΐσκονται, σβέννυται γὰρ ὁ γόνος ὥσπερ ἐν τελματώδει γῇ τὰ δημήτρια σπέρματα. καὶ μὴν ὅσαι ξηρὰς, παραπλήσιόν τι συμβαίνει τοῖς εἰς ψάμμον ἢ εἰς ἀργιλώδη γῆν ἢ πετρώδη καταβαλλομένοις σπέρμασι, κατὰ δὲ τὰς ἀμέτρως θερμὰς τοῖς εἰς πάνυ θερμὴν, οἵαπερ ἐστὶν ἐν τοῖς ὑπὸ κύνα καύμασιν. οὕτω μὲν δὴ τεττάρων ποιοτήτων ὁ Ἱπποκράτης ἐμνημόνευσεν, ἑκάστης ἰδίᾳ τὴν δύναμιν ἐξηγησάμενος, ἵν’ εἰ καὶ ποτε μιχθεῖεν ἀλλήλαις, εὔδηλος ἡ μίξις ὑπάρχῃ. μετὰ δὲ ταῦτα, φησὶν, ὅσαι δ’ ἔξ ἀμφοτέρων τῇ κράσει συμμέτρως ἔχωσιν, ἐπίτεκνοι γίνονται. τίνων ἀμφοτέρων; οὐ τῶν ποιοτήτων δηλονότι, τέτταρες γάρ εἰσιν, ἀλλὰ τῶν κατ’ αὐτὰς ἀντιθέσεων.
865
ὡς γὰρ ἐν τοῖς περὶ κράσεων ἐδείχθη, μία μὲν εὐκρασία γίνεται. συμμέτρως ἀλλήλοις μιχθέντων τοῦ ψυχροῦ καὶ τοῦ θερμοῦ, μία δὲ ἄλλη τοῦ θ’ ὑγροῦ καὶ τοῦ ξηροῦ, καὶ δύναταί τις ὑστέρα κατὰ μὲν τὴν ἑτέραν ἀντίθεσιν εὔκρατος εἶναι, κατὰ δὲ τὴν ἑτέραν δύσκρατος. ἀλλ’ εἰς μὲν τὸ μὴ κυΐσκεσθαι καὶ ἡ ἑτέρα τῶν δυσκρασιῶν ἱκανή. γίνεσθαι δὲ ἐπίτεκνον γυναῖκα χωρὶς τῶν ἀμφοτέρων εὐκρασιῶν ἀδύνατον. ὁ μὲν οὖν Ἱπποκράτης ὥσπερ τὸν ἔμπροσθεν λόγον ἅπαντα περὶ τῶν γυναικείων ἔγραψεν, οὕτω καὶ τόνδε τὸν νῦν εἰρημένον ὑπὲρ τῶν κατὰ τὰς ὑστέρας κράσεων, οὐ μὴν γέ τι προσέγραψε περὶ τῶν ἀνδρῶν, ἤτοι γ’ ὡς ἐκ τῶν εἰρημένων ἕτοιμον ἡμῖν ὂν ἐπὶ τὸ σπέρμα τὰς αὐτὰς δυσκρασίας μετενεγκεῖν ἢ ὡς ὕστερον μὲν εἰπεῖν ἀναβαλλόμενος, ἐπιλαθόμενος δέ. τινὲς μέντοι προσέγραψαν ὑπὲρ τῶν ἀῤῥένων ἐφεξῆς ἀφορισμὸν ἕτερον, οὗ ἡ ἀρχὴ παραπλησίως δὲ καὶ ἐπὶ τῶν ἀῤῥένων, ὃν οἱ δοκιμώτατοι τῷ ἐξηγησαμένῳ τοὺς ἀφορισμοὺς λείπεσθαί φασι φανερῶς καὶ τῆς διανοίας τοῦ Ἱπποκράτους καὶ τῆς ἑρμηνείας· καὶ
866
μέντοι καὶ κατὰ τὴν ἀναλογίαν ὧν ἔγραψεν ἐπὶ τῶν γυναικῶν ὁ Ἱπποκράτης ἐστὶν ἡμῖν ἐπὶ τοὺς ἄνδρας μεταβαίνουσι λέγειν ἤτοι διὰ τὴν ψυχρότητα τῆς κράσεως οὐκ ἀκριβῶς πέττεσθαι τὸ σπέρμα καὶ διὰ τοῦτο μετρίας μὲν τῆς ἐν αὐτῷ γινομένης δυσκρασίας δεῖσθαι μήτρας ἱκανῶς θερμῆς, ἀμέτρου δ’ ὑπαρχούσης ἄγονον εἶναι παντάπασιν ἢ δι’ ὑγρότητα πάλιν οὐκ ἐκπέττεσθαι καὶ δεῖσθαι καὶ τοῦτο μετρίας μὲν τῆς δυσκρασίας οὔσης, θερμοτέρας τε καὶ ξηροτέρας τῆς μήτρας, ἀμέτρου δὲ γενομένης ἄγονον ὑπάρχειν, ὡσαύτως δὲ διὰ μὲν ὑπερβάλλουσαν θερμότητα πεφρυγμένῳ παραπλήσιόν τι γενέσθαι τὸ σπέρμα, διὰ δὲ ξηρότητα μηδ’ ἐκταθῆναι δύνασθαι κατὰ τὴν πρώτην ἔκπτωσιν οὗ μάλιστα δεῖ πρὸς τὸ κυῆσαι τὴν γυναῖκα. δέδεικται γὰρ ἐν τοῖς περὶ σπέρματος λόγοις, εἰ μὴ τῷ πλείστῳ τοῦ κύτους τῆς μήτρας ἐπεκταθείη τὸ σπέρμα, μὴ συλλαμβάνειν αὐτήν. τούτων οὖν ἡμῖν ὥσπερ στοιχείων παρεσκευασμένων ἐφεξῆς εἴπομεν ὅπερ ἔμπροσθεν εἰπεῖν ἀνεβαλλόμεθα, προβεβλημένων ὑπὸ τοῦ Πλάτωνος ἐν τῷ Θεαιτήτῳ.
867
φησὶ γὰρ τοῦτο ἔργον εἶναι μέγιστον τῶν μαιῶν ὡς ἐπίστασθαι συνάγειν ἀλλήλοις ἐπιτήδεια σώματα πρὸς κύησιν, ὅπερ ἐδείχθη νῦν ἐν τῷ λόγῳ μετὰ τοῦ διαγιγνώσκειν δύνασθαι τίνες μὲν ἄγονοι τῶν ἀνδρῶν εἰσι, τίνες δὲ στερίφαι τῶν γυναικῶν. αἱ μὲν γὰρ ἄμετροι δυσκρασίαι τούτων αἰτίαι· μέτριαι δ’ εἴπερ εἰσὶν, εἰ μὲν ταῖς ἐναντίαις συνάγονται, κυήσουσιν αἱ γυναῖκες, εἰ δὲ ταῖς ὁμοίαις, οὐ κυήσουσιν. οὐ γὰρ οἷόν τέ ἐστι τὸ ψυχρότερον σπέρμα κατὰ τὴν ψυχροτέραν ὑστέραν τελεσφορεῖσθαι, καθάπερ οὐδὲ τὸ ξηρότερον ἐν τῇ ξηροτέρᾳ καὶ τῶν ἄλλων ἑκάτερον ὡσαύτως. ἀλλὰ δεῖται τὸ μὲν ψυχρότερον σπέρμα τοσούτῳ θερμοτέρας ὑστέρας, ὅσῳ περ ἂν αὐτὸ τῆς ἀρίστης ἀπολείπεται κράσεως, τὸ δ’ ὑγρότερον τῆς ξηροτέρας, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. διάγνωσις δὲ πασῶν τῶν ἀμέτρων κατὰ τὴν ὑστέραν δυσκρασιῶν ἐστιν ἢν ὀλίγον ἔμπροσθεν εἴρηκεν ὁ Ἱπποκράτης διὰ τῆς τῶν ἀρωμάτων πυρίας. ἡ μὲν γὰρ ψυχρότης διὰ τὴν πυκνότητα τῆς ὑστέρας οὐκ ἐᾷ μέχρι τοῦ στόματος καὶ τῶν ῥινῶν ἀναφέρεσθαι τὴν ὀσμὴν τῶν θυμιωμένων, ὡσαύτως δὲ καὶ ἡ ξηρότης. ἡ δὲ ὑγρότης
868
ὥσπερ τὸν γόνον ὑπ’ αὐτοῦ λέλεκται σβεννύειν, οὕτω καὶ τὴν τῶν ἀρωμάτων ποιότητα. λοιπὴ δὲ ἡ σφοδρὰ θερμότης εἰ τὴν τῶν ἀρωμάτων δύναμιν ἀλλοιώσει τε καὶ διαφθερεῖ καὶ διὰ τοῦτο οὐκ ἐάσει διασώζουσαν αὐτὴν τὸ εἰλικρινὲς ἀναφέρεσθαι πρός τε τὸ στόμα καὶ τὰς ῥῖνας αὐτάρκης, κἀπὶ τούτων τῶν φύσεων εἰς διάγνωσιν καὶ τῶν ἀρωμάτων γενήσεται πυρία. εἰ δὲ οὐχ ἱκανὴ ταῦτα δρᾷν ἐστιν, ἐξ ἄλλων γνωρισμάτων ἐπισκεπτέον ἡμῖν ἔσται τὴν τοιαύτην φύσιν αὐτὸ τοῦτο πρῶτον ἐγνωκότας ὡς ἐστὶ σπάνιος ἡ τοιαύτη κρᾶσις ἐπὶ τῶν γυναικῶν, ἐπειδὴ φύσει ψυχρότερόν ἐστι τὸ θῆλυ τοῦ ἄῤῥενος. ὥστε καὶ διὰ τοῦτο τὴν Ἱπποκράτους διάγνωσιν, ἣν ἐκ τῆς τῶν ἀρωμάτων ποιεῖται πυρίας, ἐπὶ τῶν στεριφῶν γυναικῶν εἶναι χρησιμωτάτην ἤτοι πάσης ἀμέτρου δυσκρασίας ὑποπιπτούσης ἢ κατὰ τὸ σπάνιον ἐκφευγούσης αὐτὴν μιᾶς ἐπ’ ἐκείνων τῶν γυναικῶν αἱ λεπταί τε φαίνονται καὶ μέλαιναι καὶ δασεῖαι, ὥστε ἐξ αὐτῶν τούτων γινώσκεσθαι τὴν ἀμετρίαν τῆς κράσεως ἄνευ τῆς διὰ τῶν ἀρωμάτων πυρίας.

869
Παραπλησίως δὲ καὶ ἐπὶ τῶν ἀῤῥένων· ἢ γὰρ δι’ ἀραιότητα τοῦ σώματος τὸ πνεῦμα ἔξω φέρεται, πρὸς τὸ μὴ παραπέμπειν τὸ σπέρμα, ἢ διὰ τὴν πυκνότητα τὸ ὑγρὸν οὐ διαχωρέει ἔξω, ἢ διὰ τὴν ψυχρότητα οὐκ ἐκπυριῆται, ὥστε ἀθροίζεσθαι πρὸς τὸν τόπον τοῦτον, ἢ διὰ τὴν θερμασίαν τὸ αὐτὸ τοῦτο γίνεται.

Ὁ τοῦτον παραθεὶς τὸν ἀφορισμὸν οὐδὲ τῶν ἰδίων ἀκούει φωνῶν. ἐπαγγειλάμενος γὰρ ἐπὶ τῶν ἀῤῥένων παραπλήσιον ποιήσασθαι τὸν λόγον, ὥσπερ ἐπὶ τῶν γυναικῶν ὁ Ἱπποκράτης ἔγραψεν, οὐκ ἔπραξε τοῦτο. τεττάρων γὰρ ἐκείνου δυσκρασιῶν μνημονεύσαντος ἐχρῆν καὶ τοῦτον ἐπὶ τῶν ἀῤῥένων εἰρηκέναι τὰς τέσσαρας, ὥσπερ ἡμεῖς. ἐποιήσαμεν. ὁ δ’ οὐχ οὕτως, ἀλλὰ πρῶτον μὲν τὴν ἀραιότητα εὐθέως τοῦ σώματος μέμφεται μὴ λελεγμένην ἐπὶ τῶν γυναικῶν, εἶτ’ οὐδ’ αὐτὸς ὁ λόγος αὐτῷ καθ’ ἑαυτὸν ἐξεταζόμενος

870
ἀληθής ἐστι. φαίνονται γὰρ οὐκ ὀλίγοι τῶν ἀνδρῶν ἀραιὸν μὲν ἔχοντες τὸ σῶμα, γονιμώτατον δὲ σπερμαίνοντες. καὶ οὐδὲν θαυμαστόν· ἡ γὰρ ἀραιότης τοῦ σώματος ἐπὶ θερμοτέραις ἅμα καὶ ὑγροτέραις γίνεται κράσεσιν, αἵπερ δὴ μάλιστά εἰσι πολυσπερμόταται ἅμα καὶ γονιμώταται. καὶ γὰρ καὶ τὴν ὕλην ἔχουσιν, ἔξ ἧς τὸ σπέρμα γίνεται δαψιλῆ καὶ τὴν δύναμιν ἐξ ἧς πέττεται. ἐξακοντίζεται δὲ τὸ σπέρμα τῇ συντονίᾳ τῶν σπερματικῶν ἀγγείων ἐκθλιβόμενον οὐχ ὑπὸ πνεύματος ὠθούμενον. ἀναμέμικται μὲν γὰρ οὐσία πνευματικὴ τῇ τοῦ σπέρματος ὑγρότητι, δεῖται δὲ καὶ αὕτη τῶν ἐκθλιβόντων αὐτὴν, ὥσπερ καὶ ἡ ὑγρότης τοσοῦτον πλεονεκτοῦσα τῆς ξηρότητος ὅσον καὶ θᾶττον ἐξακοντίζεται καὶ μέχρι πλείονος φέρεται. ταῦτα μὲν οὖν ὁ παραγράψας τὸν ἀφορισμὸν ἀγνοεῖ καὶ πρὸς τούτοις ὅταν φῇ διὰ τὴν πυκνότητα τὸ ὑγρὸν οὐ διαχωρεῖν ἔξω. εἰ μὲν γὰρ ὑγρὸν ἄλλο τι λέγει καὶ μὴ τὸ σπέρμα, ληρώδης ὁ λόγος· εἰ δὲ τὸ σπέρμα φησὶ διὰ τὴν πυκνότητα τοῦ σώματος
871
ὅλου, μὴ διαχωρεῖν ἔξω παντάπασιν ἀγνοεῖ τὴν τῶν σπερματικῶν ὀργάνων κατασκευὴν, ἄμεινον γὰρ ἦν αἰτιᾶσθαι τὴν ἐκείνων στενότητα. καὶ μὲν δὴ καὶ τὸ ἐφεξῆς εἰρημένον, ἄχρι τινὸς, ἀληθῶς ἀδιανόητον ἔχει τὸ ἐπιφερόμενον. τὸ μὲν γὰρ διὰ τὴν ψυχρότητα τῆς κράσεως μὴ ἐκπυριᾶσθαι τὸ σπέρμα καὶ διὰ τοῦτο ἄγονον ὑπάρχειν ἀληθές ἐστι, τὸ δὲ ἀθροίζεσθαι μὴ δύνασθαι πρὸς τὸν τόπον τοῦτον ἐκ περιττοῦ πρόσκειται. μετὰ δὲ τοῦ μὴ προσειρῆσθαι τὸν τόπον ὑπ’ αὐτοῦ, καταλελεῖφθαι δ’ ὑφ’ ἡμῶν νοηθῆναι. καίτοι γ’ ἡ τούτων φωνὴ τὴν ἀναφορὰν ἔχει ὡς ἐπὶ τὸ προειρημένον. ἀλλὰ ταῦτα μὲν σμικρὰ, τὸ δ’ ἐπὶ τῇ τελευτῇ μέγα σφάλμα, λέγοντος αὐτοῦ διὰ τὴν θερμασίαν. τὸ αὐτὸ τοῦτο γίνεσθαι· φανερῶς γὰρ ἐπὶ τὸ προειρημένον ὁ λόγος οὗτος ἀναφέρεται. προείρηται δὲ διὰ τὴν ψυχρότητα, οὐκ ἐκπυριᾶται, ὡς ἀθροίζεσθαι πρὸς τὸν τόπον τοῦτον, ὥστε καὶ διὰ τὴν θερμασίαν χρὴ νοεῖν οὐκ ἐκπυριώμενον οὐδὲ ἀθροιζόμενον ἐν τοῖς σπερματικοῖς ὀργάνοις τὸ σπέρμα. προφανῶς δέ ἐστιν ἄτοπον τοῦτο· φρύγεσθαι
872
μὲν γὰρ ἢ ὀπτᾶσθαι ἤ τι τοιοῦτον λέγειν, πάσχειν τὸ σπέρμα διὰ τὴν θερμότητα λόγον ἔχει· τὸ δὲ μὴ ἐκπυριᾶσθαι παντάπασιν ἄτοπον.

Γάλα διδόναι κεφαλαλγέουσι καὶ πυρεταίνουσι κακὸν καὶ οἶσιν ὑποχόνδρια μετέωρα διαβορβορύζοντα καὶ τοῖσι διψώδεσι. κακὸν δὲ καὶ οἶσι χολώδεες αἱ ὑποχωρήσιες καὶ ἐν τοῖσι ὀξέσι πυρετοῖσιν ἐοῦσι καὶ οἶσιν ἂν αἵματος πολλοῦ διαχώρησις γέγονεν. ἁρμόζει δὲ τοῖσι φθινώδεσι μὴ λίην πολλῷ πυρέσσουσι διδόναι γάλα καὶ ἐν πυρετοῖσι μακροῖσι καὶ βληχροῖσι, μηδενὸς τῶν προειρημένων σημείων παρεόντος, παρὰ λόγον δὲ ἐκτετηκόσι.

Ὅτι τὸ γάλα ταχέως ἀλλοιοῦται διττὴν ἔχει τὴν ἀλλοίωσιν, ὅταν μὲν ὁμιλῇ πλείονι θερμασίᾳ, κνισούμενον εὐθέως, ὅταν δ’ ὀλίγῃ, ταχέως ὀξυνόμενον, ἔνεστι μέν σοι

873
κατανοῆσαι τοῦτο ἐπὶ πυρὸς ἕψοντι παραχρῆμα μετὰ τὸ τῶν τιτθῶν ἐκπεσεῖν αὐτὸ, τοῦτο δὲ ἐν τῷ κεῖσθαι καθ’ ἑαυτό. τῷ μὲν γὰρ ἑψομένῳ ἡ πρὸς τὸ κνισῶδες ἀποτυχία, τῷ δ’ ἀποκειμένῳ ὀξύνεται πάντως ἤτοι θᾶττον ἢ βραδύτερον. οὕτω δὲ κἀπὶ τῶν ὑγιαινόντων, εἰ μὴ πεφθείη καλῶς, τοῖς μὲν ὀξύνεται, τοῖς δὲ κνισοῦται. κατὰ μὲν γὰρ τὴν ψυχροτέραν κοιλίην ὀξύνεται πάντως ἤτοι θᾶττον ἢ βραδύτερον, κατὰ δὲ τὴν θερμοτέραν κνισοῦται. τὸ μέντοι καλῶς πεφθὲν γάλα τρόφιμόν τ’ ἐστὶ καὶ εὔχυμον. ἐν αὐτῷ δὲ τῷ πέττεσθαι καὶ τούτοις ἐξαίρει τε τὰ ὑποχόνδρια καὶ κεφαλῆς ἅπτεται. ταῦτα μὲν οὖν αὐτοῦ τὰ ἔργα καὶ τὰ πάθη κἀπὶ τῶν ὑγιαινόντων θεάσῃ· τὰ δ’ ἐπὶ τῶν νοσούντων ὁ Ἱπποκράτης διεξέρχεται, φαινόμενα μὲν ἑκάστοτε καὶ διὰ τῆς αὐτῶν ἐκείνων πείρας καὶ τὰ πρὸ τῆς ἐμπειρίας γιγνώσκεσθαι δυνάμενα. ὅπου γὰρ ἐπὶ τῶν ἀμέμπτως ὑγιαινόντων ἴσμεν αὐτὸ κεφαλαλγές τε ἅμα καὶ φυσῶδες ὑποχονδρίων ὑπάρχον, οὐδὲν δὴ θαυμαστὸν ἐπινοεῖν ὡς τοῖς ἤδη κεφαλαλγοῦσιν ἢ μετέωρα τὰ
874
ὑποχόνδρια ἔχουσιν ἐναντιώτατόν ἐστι. καλῶς δὲ εἶπεν ὑποχόνδρια μετέωρα, καίτοι δυνάμενος εἰπεῖν ἐμπεφυσημένα καὶ φυσώδη. οὐ γὰρ ταῦτα μόνον τὸ γάλα βλάπτειν πέφυκεν, ἀλλὰ καὶ τἄλλα πάντα τὰ ὁπωσοῦν ἄλλως μετέωρα κατά τι φλεγμονῶδες ἢ ἐρυσιπελατῶδες ἢ σκιρρῶδες ἢ οἰδηματῶδες πάθος. ἔτι δὲ δὴ μᾶλλον ἂν ἀπόστημα μηδέπω συνεῤῥηγμένον ᾖ καθ’ ὑποχόνδριον, οὐκ ἀγαθὸν οὐδὲ τούτοις τὸ γάλα. τά μὲν οὖν τοιαῦτα πάντα δι’ ἑνὸς ὀνόματος ἐδήλωσεν εἰπὼν ὑποχόνδρια μετέωρα. βλάπτεσθαι δέ φησι καὶ διαβορβορύζοντα πρὸ τοῦ γάλακτος, ἕτερα μὲν ὄντα τῶν ἐμπεφυσημένων καὶ τεταμένων, φυσώδη γε μὴν καὶ ταῦτα καὶ πνευματώδη. μείζων μὲν οὖν ἡ βλάβη τοῖς διατεταμένοις ὑποχονδρίοις, ἐλάττων δὲ τοῖς διαβορβορύζουσιν, ἀλλ’ ὅμως οὐδὲ τούτοις ἐστὶ τὸ γάλα χρήσιμον, ὀξύνεται γὰρ ἐπ’ αὐτῶν. ὀῤῥὸν μέντοι γάλακτος ἡδύνοντες ἁλσὶ καὶ μέλιτι πολλοῖς τῶν τοιούτων ἐδώκαμεν, ὀνίνανται γὰρ ὑπιούσης αὐτοῖς τῆς γαστρός· καὶ τοῖς διψώδεσι κακὸν εἶναί φησι τὸ γάλα, κνισοῦται γὰρ ἐπ’ αὐτῶν, ἐάν τε φύσει
875
διψῶσιν, ἐάν τε καὶ κατὰ τὸν καιρόν τινα γεννηθῶσι. καὶ μὲν δὴ ὅσαι διαχωροῦσι χολώδη καὶ τούτοις ἐγὼ φαίην ἂν τὸ γάλα κνισῶδες, οὐχ ἧττον δὲ καὶ τοῖς ἐμοῦσι τοιαῦτα. καθόλου γὰρ ἐμάθομεν ὡς ἀλλοιοῦται τάχιστα πρὸς ἁπάντων τῶν θερμῶν αἰτίων ἐπὶ τὸ κνισῶδες. εἰκότως οὖν βλαβερὸν καὶ τοῖς ὀξέως πυρέττουσι. καί μοι δοκεῖ βέλτιον ἂν ἡ λέξις οὕτως ἔχειν, κακὸν δὲ καὶ οἶσι χολώδεις ὑποχωρήσιες καὶ τοῖς ὀξέσι πυρετοῖσιν ἐοῦσιν. οὐ γὰρ ἐπὶ τούτων ἀμφοτέρων μόνον βλαβερόν ἐστιν, ἀλλὰ καὶ καθ’ ἑκάτερον ἰδίᾳ. ταῦτα μὲν οὖν τὰ πάθη βλάπτει τὸ γάλα μεγάλως, τὰ δ’ ἐφεξῆς ὠφελεῖ, περὶ ὧν ὁ Ἱπποκράτης οὕτως ἔγραψεν, ἁρμόζει δὲ φθινώδεσι μὴ λίην πολλῷ πυρέττουσι διδόναι, περὶ τῶν φθινωδῶν γὰρ ποιεῖται τὸν λόγον πρῶτον. ἀκουστέον δ’ οὕτως ὀνομάζειν αὐτὸν ἐκείνους ὅσοι νοσοῦσι φθόην, τοὺς δ’ ἄλλους ἐκτετηκότας ἐφεξῆς ἐρεῖ κατὰ τὴν λέξιν, ἧς ἡ ἀρχὴ, καὶ ἐν πυρετοῖσι βληχροῖσι καὶ μακροῖσι· κοινὸν δ’ ἐπὶ πάντων ὅσοι γάλακτος χρῄζουσι τὸ
876
δεῖσθαι τροφῆς εὐχύμου τε ἅμα καὶ ταχέως ἀναδιδομένης. καὶ οὐ δεῖ ταράττεσθαι εἰ τὸ γάλα φαμὲν εὔχυμον, φυσῶδές τι ἔχον. καθόλου γὰρ εὔχυμα λέγομεν εἶναι ὅσα μετὰ τὴν πέψιν εἰς χρηστὸν χυμὸν μεταβάλλει, ἤτοι εἰς αἱματικὸν, οὗτος γὰρ φίλιος ἡμῶν χυμός. διὰ τί δὲ εἰπὼν, ἁρμόζει δὲ φθινώδεσι, προσέθηκε, μὴ λίην πολλῷ πυρέσσουσιν, ἄξιον εἶναί μοι δοκεῖ σκέψεως οὐ μικρᾶς. ἤρκει γὰρ καὶ χωρὶς τοῦ λίην. ἆρ’ οὖν καὶ τοῖς πολλῷ πυρέττουσι μόνοις μὴ διδόναι τὸ γάλα; ἢ τοῖς μὲν λίην πολλῷ πυρέττουσι μόνοις δίδωσιν ἢ παρεγγέγραπται πρός τινος τὸ λίην, ὥσπερ καὶ ἄλλα πολλά; ταυτὶ μὲν οὖν ἐπὶ σχολῆς τις ζητείτω. τὸ δὲ τοῖς πολλῷ πυρέττουσι μὴ διδόναι τὸ γάλα παρ’ ἡμῶν ἤδη μαθὼν ἴστω. θαυμάζω δὲ πῶς ἐφ’ ὧν κελεύει διδόναι τὸ γάλα προσέγραψε, μηδ’ ἑνὸς ὧν προείρηται παρόντος, οὐ κατὰ βραχυλογίαν τοῦτο ὂν τῆς ἀφοριστικῆς διδασκαλίας. ἐγινώσκετο γὰρ ἐξ ὧν προειρήκει καὶ μὴ ῥηθὲν ὅτι δοτέον φθινώδεσι καὶ παράλογον ἐκτετηκόσιν,
877
ἄνευ τοῦ κεφαλαλγεῖν ἢ ὀγκοῦσθαι τὸ ὑποχόνδριον ἢ χολώδεις γίνεσθαι διαχωρήσεις ἢ τῶν ἄλλων τι τῶν τοιούτων ὑπάρχειν αὐτοῖς ἢ οὐχ ἁπλῶς, οὐδὲ ἀεὶ βραχυλογίαν ἀσκεῖν ἔοικεν ὁ Ἱπποκράτης, ἀλλ’ ἐν οἶς μέγα τι τὸ κινδυνευόμενον τῷ ἀμελῶς ἀκουσθέντι διδάσκει, λέγειν ἐπὶ τούτων οὐκ ὀκνεῖ ταῦτα ἐνίοτε δὶς ἢ καὶ τρίς.

Ὁκόσοισιν οἰδήματα ἐφ’ ἕλκεσι φαίνεται, οὐ μάλα σπῶνται, οὐδὲ μαίνονται τουτέων δ’ ἀφανισθέντων ἐξαίφνης, τοῖσι μὲν ὄπισθεν σπασμοὶ, τέτανοι· τοῖσι δὲ ἔμπροσθεν μανίαι, ὀδύναι πλευροῦ ὀξεῖαι ἢ ἐμπύησις ἢ δυσεντερίη, ἢν ἐρυθρὰ ᾖ τὰ οἰδήματα.

Τοὺς παρὰ φύσιν ὄγκους ἅπαντας ὁ Ἱπποκράτης οἰδήματα προσαγορεύει, περιεχομένων ἐν αὐτοῖς δηλονότι καὶ

878
τῶν φλεγμονῶν καὶ μέντοι καὶ αὐτὸ τοῦτο τοὔνομα τὸ τῆς φλεγμονῆς ἐπὶ τῆς φλογώσεως μᾶλλον οἱ παλαιοὶ πάντες ἔλεγον, εἰ καὶ χωρὶς ὄγκου συσταίη. ἔστι μὲν οὖν τὸ νῦν λεγόμενον τοιοῦτον, οἶς ὄγκοι τοῖς ἕλκεσιν ἐπιγίνονται, οὐ πάνυ τι σπῶνται οὐδὲ μαίνονται. τοῦτο δὲ ἔνδειξιν ἔχει τοῦ καὶ σπᾶσθαι μέν τινας ἐπ’ αὐτοῖς καὶ μαίνεσθαι, ἀλλὰ σπανίως τοῦτο πάσχειν, ὅταν δηλονότι μέγεθος ἀξιόλογον ἢ κακοήθειάν τινα προσλάβωσιν, ἂν μέντοι τύχωσιν ἀφανισθέντες ἐξαίφνης οἱ ὄγκοι, σπασμούς τε καὶ τετάνους ὅταν ἐν τοῖς ὀπίσω μέρεσιν ᾖ τὰ ἕλκη, τουτέστι κατὰ τὸν νῶτον. τὰ δ’ ἄλλα τὰ ἐφεξῆς εἰρημένα τοῖς ἐν τοῖς πρόσω μέρεσι γεγενημένοις ἕπεσθαί φησι. νευρώδη μὲν γὰρ τὰ ὄπισθεν, ἀρτηριώδη δὲ καὶ φλεβώδη τὰ ἔμπροσθέν ἐστιν. ὅταν οὖν ἀπὸ τῶν ἡλκωμένων μερῶν ὁ χυμὸς ὁ ποιήσας τὸ οἴδημα ἐπαναβῇ πρός τι τῶν κυρίων μορίων, ἐν μὲν τοῖς νευρώδεσι μέρεσι τοῖς ὀπίσω σπασμοὶ καὶ τέτανοι γενήσονται, νεύρων δὲ ταῦτα πάθη, ἐν δὲ τοῖς πρόσω μανία
879
μὲν, ἐὰν ἐπὶ τὴν κεφαλὴν ἀνενεχθῇ, πλευροῦ δ’ ἄλγημα τραπέντος ἐπὶ θώρακα τοῦ χυμοῦ. πολλάκις δ’ οὗτοι καὶ ἔμπυοι γίνονται, μὴ διαφορηθέντος αὐτοῦ δυσεντερίαν δ’ ἔσεσθαί φησιν, ἐὰν ἐρυθρῶν ὄντων τῶν οἰδημάτων ἐξαίφνης γένηται μετάστασις. ἐκείνην μέντοι τὴν δυσεντερίαν ὀνομάζομεν αἱματηρὰν, ἥτις ἐστὶν αἵματος κένωσις δι’ ἐντέρων χωρὶς ἑλκώσεως. ὅτι μὲν οὖν ἂν κατὰ νῶτον ἢ τὰ πρόσω μόρια τὰ τούτοις ἀνακείμενά ποτε συμβῇ ἀφανισθῆναι τὰ οἰδήματα, τοῖς εἰρημένοις πάθεσι περιπίπτουσιν οἱ κάμνοντες ἑωράκαμεν. οὐ μὴν ὁ Ἱπποκράτης αὐτὸς ἐδήλωσεν εἴτε περὶ τούτων λέγει μόνων τῶν μορίων εἴτε περὶ πάντων ἁπλῶς ὥστε καὶ τὰ κῶλα περιλαμβάνεσθαι κατὰ τὸν λόγον. ἐπὶ μὲν οὖν κνημῶν οὐκ εἰσὶν ἐν τοῖς πρόσω μέρεσι μύες εἰς τένοντας εὐρώστους τελευτῶντες, ἐπὶ δὲ τοῦ μηροῦ τὸν ἐν τοῖς πρόσω μέρεσι τοῦ γόνατος τένοντα μέγιστον ὁρῶμεν, ἐφ’ ᾧ κατὰ συμπάθειαν εὔλογόν ἐστιν ἀκολουθῆσαι σπασμὸν μᾶλλον ἤ τινι τῶν ὀπίσω τοῦ μηροῦ κειμένων μυῶν, σαρκώδεις γάρ εἰσιν ἅπαντες. ὥστ’ οὐκ
880
ἀληθὲς εἶναι δόξει τὸ καθόλου λεγόμενον, ὡς τοῖς ὀπίσω μέρεσι μόνοις ἕπονται σπασμοί. φαίνεταί γε μὴν ὡς τὸ πολὺ τοῦτο γινόμενον, οὐκ ἐπί σκελῶν μόνων, ἀλλὰ καὶ χειρῶν, ἴσως διὰ τὸ κατ’ εὐθυωρίαν εἶναι ταῦτα πάντα τὰ μέρη τῷ νωτιαίῳ, πεφυκέναι δὲ ἀπὸ τούτου τά τε τῶν κώλων νεῦρα καὶ τὰ τῶν ῥαχιτῶν μυῶν.

Ἢν τραυμάτων ἰσχυρῶν καὶ πονηρῶν ἐόντων οἴδημα μὴ φαίνηται, μέγα κακόν.

Δύναται μὲν καὶ τῷ κατὰ τὴν τελευτὴν εἰρημένῳ τὸ κακὸν συναφθῆναι τὸ μέγα, δύναται καὶ τῷ προτέρῳ τοῦ ἀφορισμοῦ μέρει. γενήσεται γὰρ ὁ λόγος τοιοῦτος· τραυμάτων πονηρῶν ἐόντων οἴδημα μὴ φαίνεσθαι κακόν ἐστι μέγα, εἴτε οὕτως τραυμάτων πονηρῶν ἐόντων οἴδημα μέγα μὴ φαίνεσθαι κακόν. ἐγχωρεῖ δὲ καὶ κοινὸν ἀμφοῖν εἰρῆσθαι

881
τὸ μέγα, ὡς καὶ οὕτως εἶπεν· ἢν τραυμάτων πονηρῶν ἐόντων οἴδημα μέγα μὴ φαίνηται, κακόν ἐστι μέγα. βελτίων δὲ τῶν τριῶν λόγων ἐστὶ κατά γε τὴν ἐμὴν κρίσιν ὁ τοιοῦτος. ἢν τραυμάτων πονηρῶν ἐόντων μὴ φαίνηται οἴδημα, κακόν ἐστι. προείρηται δέ μοι κατὰ τῶν παρὰ φύσιν ὄγκων ἁπάντων ὑπ’ αὐτοῦ λέγεσθαι τὸ οἴδημα. πονηρὰ δ’ ἡγητέον εἰρῆσθαι τραύματα τὰ κατὰ τὰς κεφαλὰς ἢ τελευτὰς τῶν μυῶν καὶ μάλιστα τῶν νευρωδῶν. κατὰ μὲν τὰς κεφαλὰς τῶν μυῶν ἐμφύεται τοῖς μυσὶ τὰ νεῦρα, κατὰ δὲ τὰς τελευτὰς οἱ τένοντες ἐμφύονται. ὥσπερ οὖν ὀλίγον ἔμπροσθεν ἐμέμψατο τὰ ἐξαίφνης ἐφανιζόμενα τῶν οἰδημάτων, οὕτω νῦν τὰ μηδ’ ὅλως ἐπιγινόμενα τοῖς πονηροῖς τραύμασιν. ὑποψία γάρ τίς ἐστιν ἐπὶ τούτων ἐπὶ τὰ κυριώτερα μεθίστασθαι τοὺς ἐπιῤῥέοντας τοῖς τραύμασι χυμοὺς καὶ μάλιστα τοῦτ’ ἔοικε γίνεσθαι κατ’ ἐκεῖνα τῶν τραυμάτων, ἐν οἷς ὀδύνη μέν ἐστι καὶ δι’ αὐτὴν ἐπιῤῥεῖ τι πάντως. ἀναστέλλεται δὲ ὑπὸ τῶν ἰατρῶν τοῖς ἰσχυρῶς ψύχουσιν ἢ στύφουσι φαρμάκοις, ὡς τά γε χωρὶς ὀδύνης
882
οὐδὲ ῥεῦμα κινεῖ. μάλιστα δ’ ὀδυνᾶται τὰ νευρώδη μόρια, δεόμενα διὰ τῶν θερμαινόντων καὶ ξηραινόντων θεραπεύεσθαι φαρμάκων.

Τὰ χαῦνα χρηστὰ, τὰ ἔνωμα κακά.

Οὗτος ὁ λόγος μόριόν ἐστι τοῦ προγεγραμμένου, διδάσκοντος τοῦ Ἱπποκράτους ὅσα μὲν οἰδήματα χαῦνα χρηστὰ πάντ’ εἷναι, τὰ δ’ ἐναντία μοχθηρά. κυρίως μὲν οὖν ἀντίκειται τῷ χαύνῳ τὸ σκληρὸν καὶ ἀντίτυπον. ὁ δ’ Ἱπποκράτης ἔνωμον αὐτὸ προσηγόρευσεν. οὐδὲ γὰρ οἷόν τε γενέσθαι ποτὲ ἀντίτυπον οἴδημα πεπτούσης καλῶς τῆς ἐν τῷ μορίῳ φύσεως τοὺς ἐπιῤῥέοντας χυμούς.

Τῷ ὄπιθεν κεφαλῆς ὀδυνωμένῳ ἡ ἐν μετώπῳ ὀρθίη φλὲψ τμηθεῖσα ὠφελέει.
883

Οὐ μόνον ἐπιτηδεύει κενοῦν ὁ Ἱπποκράτης ἔνθα χρεία κενοῦν, ἀλλὰ καὶ μετὰ ἀντισπάσεως. ἡ δὲ ἀντίσπασις ἐπὶ τἀναντία γίνεται, κατὰ μῆκος μὲν ἄνω καὶ κάτω, κατὰ πλάτος δὲ ἔνθα καὶ ἔνθα. τοῦτ’ ἐστὶν ἐπ’ ἀριστερά τε καὶ δεξιὰ, κατὰ βάθος δὲ ὀπίσω τε καὶ πρόσω. νῦν οὖν ἐν τοῖς ὄπισθεν τῆς κεφαλῆς ἀλγήμασι μετὰ ἀντισπάσεως κένωσις ἐκ μετώπου γενήσεται, ὥσπερ καὶ ἐν τοῖς ἔμπροσθεν ἡ κατ’ ἰνίου. οὕτω γοῦν ὀφθαλμῶν χρόνια ῥεύματα πολλάκις ἐθεραπεύθη διὰ τῶν κατ’ ἰνίον μερῶν, αἵματος ἀφαιρεθέντος ἅμα χρήσει σικύας.

Ῥίγεα ἄρχεται γυναιξὶ μὲν ἐξ ὀσφύος μᾶλλον καὶ διὰ νότου εἰς κεφαλὴν, ἀτὰρ καὶ ἀνδράσιν ὄπισθεν τοῦ σώματος μᾶλλον ἢ ἔμπροσθεν, οἷον ἀπό τε πήχεων, μηρῶν, ἀτὰρ καὶ τὸ δέρμα ἀραιὸν ἔχουσι, καὶ δηλοῖ δὲ τοῦτο ἡ θρίξ.
884

Ῥίγος πᾶν ἄρχεται μὲν μετά τινος αἰσθητῆς ψύξεως. ἑτοιμότερα δ’ οὐ ψυγῆναι μόνον, ἀλλὰ καὶ τῆς ψύξεως αἰσθάνεσθαι τὰ κατὰ νῶτον, ὥστ’ εἰκότως ἐντεῦθεν ἄρχεται τὰ ῥίγη καὶ θᾶττόν γε ταῖς γυναιξὶ γίνεται ταυτὶ, διότι καὶ ψυχρότερόν ἐστι τὸ θῆλυ φύσει καὶ ἀσθενέστερον. ἀναθεῖ δ’ ἐντεῦθεν ἀρξάμενον τὸ ῥῖγος ἐπὶ τὴν ἀρχὴν τῶν νεύρων, τὴν κεφαλὴν, τάχιστα γιγνομένης διὰ τοῦ νωτιαίου τῆς συμπαθείας. ἐπειδὴ καὶ οὗτος ὁμοίως ἐγκεφάλου ψυχρός ἐστι φύσει καὶ διὰ τὴν μαλακότητα τῆς οὐσίας ὁμοίως εὐάλωτος. ἐκ δὲ τῶν πρόσω μερῶν οὐκ ἄρχεται τὰ ῥίγη, διότι θερμότερα τῶν ὀπίσω τὴν κρᾶσιν ἐστὶ καὶ τούτων γνώρισμα τίθεται τὴν ἀραιότητα τοῦ δέρματος, αὐτῆς δὲ πάλιν ταύτης τὸ πλῆθος τῶν τριχῶν. εἴρηται δέ μοι περὶ τριχῶν γενέσεως αὐτάρκως ἐν τοῖς περὶ κράσεων ὑπομνήμασιν.

885
Οἱ ὑπὸ τεταρταίων ἁλισκόμενοι οὐ πάνυ τοι ὑπὸ σπασμῶν ἁλίσκονται. ἢν δὲ ἁλίσκωνται πρότερον, εἶτα καὶ ἐπιγένηται τεταρταῖος, παύονται.

Ὁ μὲν ἐπὶ κενώσει γενόμενος σπασμὸς ὀξύτατός ἐστι καὶ ὀλεθριώτατος. ὁ δ’ ἐπὶ πληρώσει τῶν νευρωδῶν μορίων οἶος καὶ ἐπιληπτικὸς οὔτ’ ὀξύτατος οὔθ’ ὁμοίως ἐκείνων κινδυνώδης. μέμνηται δὲ νῦν ὁ Ἱπποκράτης τοιούτου σπασμοῦ. τὸ γὰρ ἁλισκόμενοι ἁλίσκονται παράτασιν δηλοῖ τοῦ χρόνου. τοῦτον οὖν τὸν σπασμὸν ὁ τεταρταῖος οὐκ ἐᾷ γενέσθαι, ἀλλὰ καὶ εἰ φθάσειε προσγενέσθαι, λύει. γίνεται δ’ ὑπὸ γλίσχρων χυμῶν τε καὶ φλεγματικῶν ἐμπλαττομένων γε τοῖς νευρώδεσι μορίοις. οὔσης δὲ τοῖς τοιούτοις χυμοῖς διττῆς τῆς ἰάσεως, ἐκκρίσεώς τε καὶ πέψεως, ἀμφοτέρας ὁ τεταρταῖος ἔχει, τὴν μὲν ἔκκρισιν τῷ ῥίγει· μόνος γὰρ ὁ τοιοῦτος σπασμὸς ἱκανῶς ἐκκρῖναι

886
παχὺν χυμόν· τὴν δὲ πέψιν τῷ λόγῳ τῆς ἐπιγενομένης τῷ ῥίγει θερμασίας.

Ὁκόσοισι δέρματα περιτείνεται καρφαλέα καὶ σκληρὰ, ἄνευ ἱδρώτων τελευτῶσιν, ὁκόσοισι δὲ χαλαρὰ καὶ ἀραιὰ, σὺν ἱδρῶτι τελευτῶσιν.

Τῶν μελλόντων ἀποθνήσκειν οἷς μὲν αὐχμώδη καὶ σκληρὰ καὶ ξηρὰ καὶ τεταμένα τὰ δέρματα, χωρὶς ἱδρῶτος ἀποθνήσκουσιν, οἶς δὲ τἀναντία ἀραιὰ καὶ μαλακὰ καὶ χαλαρὰ, σὺν ἱδρῶτι τελευτῶσι. τοῖς μὲν γὰρ προτέροις ἢ οὐχ ὅλως ἐστὶν ὑγρότης ἢ οὐκ ἐν τῷ δέρματι, τοῖς δ’ ἄλλοις καὶ κατὰ τὸ δέρμα ἐστίν.

Οἱ ἰκτεριώδεες οὐ πάνυ τι πνευματώδεες εἰσίν.
887

Πνευματώδεις νῦν εἰρῆσθαι νομιστέον ἐκείνους ὅσοι κατὰ γαστέρα πλῆθος ἀθροίζουσι φυσώδους πνεύματος, ἤτοι δι’ ἐρυγῶν κενούμενον ἢ διὰ φυσῶν ἢ παραμένον τε καὶ διατεῖνον τὰ τῇδε. γίνεται δὲ τοῦτο ποτὲ μὲν δι’ ἀτονίαν τέ τινα καὶ ἀσθένειαν αὐτῶν τῶν κατὰ γαστέρα μορίων, ἐνίοτε δ’ ἐπὶ φλεγματώδει χυμῷ καὶ ψυχρῷ. οὗτοι μὲν οὖν οἱ διὰ φλεγματικὸν χυμὸν πνευματώδεις ἐναντίοι τοῖς ἰκτεριώδεσίν εἰσι χολώδεσιν οὖσιν, ὥστε οὐκ ἄν ποτε κατὰ τὴν τοῦ πλεονάζοντος χυμοῦ φύσιν οἱ ἰκτεριώδεις γίγνονται πνευματώδεις. ἐγχωρεῖ δ’ αὐτοὺς ἐπ’ ἀῤῥωστίᾳ τῶν μερῶν φυσώδεις γίνεσθαι. διὰ τοῦτ’ οὖν προσέθηκε τῷ λόγῳ τὸ οὐ πάνυ τι, τὸ μὲν διηνεκὲς τῆς ἀποφάσεως κωλύων, ἐνδεικνύμενος δὲ ὡς τὸ πολὺ γίνεσθαι τὸ προειρημένον. οὐ πάνυ γάρ τοι τοῖς κατὰ γαστέρα μορίοις ἅπαντα ἄτονα ἔστιν εὑρεῖν τοὺς ἰκτεριώδεις.