In Hippocratis Aphorismos Commentarii VII

Galen

Galen, In Hippocratis Aphorismos Commentarii VII

Ἐν τῇσι λειεντερίῃσιν ὀξυρεγμίη ἐπιγινομένη μὴ πρότερον γινομένη σημεῖον ἀγαθόν.

Ἡ λειεντερία ταχεῖα διὰ τῆς κοιλίας καὶ τῶν ἐντέρων διέξοδός ἐστι τῶν ἐσθιομένων τε καὶ πινομένων, τοιούτων ὑποχωρούντων ὁποῖα κατεπόθη. συντομώτερον δ’ ἄν τις

2
αὐτὴν ἀφοριζόμενος εἴποι στέρησιν πέψεως, οὔτε κατὰ χροιὰν οὔτε κατὰ σύστασιν ἢ ὀσμὴν ἢ ὅλως ἡντιναοῦν ποιότητα γενομένης ἐν τῇ γαστρὶ μεταβολῆς σιτίων. ὠνομάσθη δὲ τὸ πάθος οὕτως ὑπονοησάντων τῶν πρώτως θεμένων τὴν προσηγορίαν αὐτῷ διὰ λειότητα γεγονέναι τῆς ἔνδον ἐπιφανείας τῶν ἐντέρων, δι’ ἣν οὐκέτι ἀντιλαμβάνεται τῶν ἐμπεριεχομένων ἐν αὐτοῖς, ὡς ἂν ὅτε κατὰ φύσιν εἶχε τῇ τραχύτητι κατεχόντων αὐτά. πολλὰ μὲν οὖν καὶ ἄλλα τῶν πρώτως ὀνομασάντων τὰ πράγματα δίκαιον ἐπαινεῖν, οὐ μὴν ἐπί γε ταῖς λειεντερίαις ἀποδέχομαι τοὺς ἄνδρας, ἀγνοήσαντας ὅτι τῆς γαστρὸς αὐτῆς ἔργον ἐστὶ περιπτύσσεσθαί τε τὰ σιτία ἔν τινι χρόνῳ, ὡς σφιγγούσης τε καὶ κατεχούσης αὐτὰ καὶ αὖθις ὠθεῖν κάτω καὶ ὡς ἡ κατὰ τὴν κύστιν γίνεται στραγγουρία, μὴ περιμενούσης ἀθροισθῆναι τὸ οὖρον, ἀλλ’ εὐθὺς ἀποτριβομένης αὐτῆς ἢ ὡς δακνῶδες ἢ ὡς βαρῦνον, οὕτω δὴ καὶ κατὰ τὴν γαστέρα αἱ ταχεῖαι διέξοδοι.
3
αὗται γὰρ αἰτίαι κοιναὶ ἁπάσης εἰσὶν ἐκκρίσεως. ἃς εἴπερ οἱ πρῶτοι θέμενοι τοὔνομα τῷ πάθει λειεντερίαν ἠπίσταντο, τὴν μὲν περὶ τῆς λειότητος τῶν ἐντέρων ὑπόνοιαν οὐκ ἂν ἐπῄνεσαν, ἀντ’ αὐτῆς δὲ τὴν ἀῤῥωστίαν τῆς γαστρὸς ὅλης καὶ τῶν ἐντέρων ᾐτιάσαντο δι’ ἣν αἰτίαν βαρυνόμενα ταῦτα τὰ μόρια πρὸς τῶν καταποθέντων ἀποτρίβεται διὰ ταχέων αὐτά. δυνατὸν δέ ποτε καὶ διά τινας χυμοὺς δακνώδεις ἐπιπολῆς ἑλκωθέντων αὐτῶν γενέσθαι τὸ πάθος, εἰ καὶ μὴ μεγάλως πεπόνθοι τὰ τῆς δυνάμεως. ἀναγκαῖον γάρ ἐστι καὶ τότε διεξερχομένων τῶν σιτίων ἀνιώμενα τὰ ἡλκωμένα προωθεῖν αὐτὰ κάτω καὶ πέμπειν ἀφ’ ἑαυτῶν ὅτι τάχιστα. τούτου δὲ διὰ πάντων τῶν μορίων γενομένου τό τε τάχος ἀκολουθήσει τῆς διεξόδου καὶ τὸ μηδ’ ἀρχήν τινα πέψεως εἰληφέναι. ἀλλὰ τῇ μὲν τοιαύτῃ λειεντερίᾳ δήξεώς τινος αἴσθησις ἔσται. τῇ δὲ δι’ ἀῤῥωστίαν τῆς κατὰ γαστρὸς καὶ τὰ ἔντερα, χωρὶς ἁπάσης ἀνιαρᾶς αἰσθήσεως γίνεσθαι τὴν ὑποχώρησιν. ὑπάρχει δέ τι τοῦτο διάφορον
4
οὐ μικρὸν τῇ ἑτέρᾳ τῶν λειεντεριῶν. ἡ μὲν γὰρ ὑπὸ δριμέων χυμῶν ἐξεσμένης ἐπιπολῆς τῆς τε γαστρὸς ὅλης καὶ τῶν ἐντέρων γιγνομένη, εἰ μὲν ἡ κακοχυμία παύσαιτο, τάχιστα θεραπεύεται διὰ τῶν στυφόντων ἐδεσμάτων τε καὶ πομάτων. εἰ δ’ ἐπὶ πλείονα παραμείνῃ χρόνον, εἰς δυσεντερίαν μεταπίπτει. ἡ δὲ δι’ ἀῤῥωστίαν τῆς καθεκτικῆς δυνάμεως ἐπὶ δυσκρασίᾳ μὲν πάντως ἐγγίνεται, ἤτοι δ’ αὐτῶν ἐστι τῶν σωμάτων διάθεσις ἕξιν ἤδη τινὰ ἔχουσα δύσλυτον ἢ διὰ χυμόν τινα περιεχόμενον ἐν τῇ κοιλίᾳ καὶ τοῖς ἐντέροις, εἷς δὲ ἐκ τούτων τῶν χυμῶν ἐστι καὶ τὸ φλέγμα. διὸ καὶ ὀξεῖαι τοῖς κάμνουσιν ἐρυγαὶ συμβαίνουσιν, ἃς ὀξυρεγμίας ὀνομάζουσι, γινομένας καὶ χωρὶς φλέγματός τινος ἐπὶ ψυχροτέρᾳ γαστρί. καί τισί γε τῶν λειεντεριῶν, ὅσαι διὰ ψυχρότητα γίνονται, συνεισβάλλουσι μὲν ὀξυρεγμίαι, περιουσῶν δὲ παύονται. κατ’ ἀρχὰς μὲν γὰρ ὀλίγον τινὰ χρόνον ἐν τῇ γαστρὶ μένει τὰ σιτία, προϊόντος δὲ καὶ ἐπαυξανομένου τοῦ πάθους οὐδὲ τοῦτον. ἐφ’ οἶς μὲν οὖν ὀλιγοχρόνιός ἐστιν ἡ μονὴ γίνεταί τις οἷον ἀρχὴ πέψεως καὶ
5
διὰ τοῦτο ἀποτυχία. μεμαθήκαμεν δὲ τὰς διὰ ψυχρὰν αἰτίαν ἀποτυχίας τῆς πέψεως ὀξυρεγμίαν ἐργαζομένας. ἐφ’ οἷς δὲ οὐκ ἄρχεται πέττεσθαι τὰ σιτία τὴν ἀρχὴν, οὐδὲ μεταβολή τις αὐτῶν γίνεται κατὰ ποιότητα, ὥστε οὐδ’ ὀξυρεγμίαι, πλὴν εἰ μὴ φλέγμα καὶ μάλιστα ὀξὺ πλεονάζοιτο κατὰ τὴν γαστέρα. διὰ τοῦτ’ οὖν ὁ Ἱπποκράτης οὐχ ἁπλῶς εἶπε τὴν ὀξυρεγμίαν σημεῖον ἀγαθὸν εἶναι ταῖς λειεντερίαις, ἀλλὰ πρῶτον μὲν ἐν ταῖς χρονίαις προσέθηκεν, ὡς ταῖς γε ἀρχομέναις, ὡς εἴρηται, συνεισβάλλει πολλάκις, εἶτα πρόσθεν οὐ γινομένη, φησίν. ὅσαι γὰρ ὑπὸ φλέγματος καταψύξαντος τὴν γαστέρα γίγνονται λειεντερίαι, σύνεστιν αὐταῖς ἡ ὀξυρεγμία διὰ παντὸς ὥς τι σύμπτωμα. ταῖς μὲν οὖν μήτε ἀρχομέναις ἔτι μήτε διὰ φλέγμα γινομέναις οὐ σύνεστιν ὀξυρεγμία, γιγνομένη δέ ποτε σημαίνει διαμένειν μὲν τοσοῦτον ἤδη χρόνον ἐν τῇ γαστρὶ τὴν τροφὴν ὡς ἀρχὴν μεταβολῆς λαμβάνειν, ἀναμιμνήσκεσθαι δὲ τῶν
6
οἰκείων ἔργων τὴν φύσιν. ἐμοὶ μὲν ἱκανῶς, ὡς νομίζω, πεπλήρωται τὰ τῆς ἐξηγήσεως. εἰ δέ τις ἐπιστημονικῶς ἐκμαθεῖν βούλεται τὰ κεφάλαια τῶν εἰρημένων, ἐν μὲν τῇ τῶν φυσικῶν δυνάμεων πραγματείᾳ περὶ τῶν τῆς γαστρὸς ἔχει δυνάμεων ἀποδείξεις οὐκ ὀλίγας, ἐν δὲ ταῖς τῶν συμπτωμάτων αἰτίαις περὶ τῶν ταχέως ἀποκρινομένων ἁπάντων. ἐπεὶ δ’ Ἐρασίστρατος ἐν τῷ δευτέρῳ περὶ κοιλίας κατεψεύσατό τε τῶν ἑαυτοῦ πρεσβυτέρων, ἐτάραξέ τε καὶ συνέχει τὴν ἔννοιαν τῆς λειεντερίας, ἄμεινον εἶναί μοι δοκεῖ καὶ ταῦτα προσθεῖναι, καὶ πρῶτά γε αὐτὴν τὴν Ἐρασιστράτου παραγράψαι ῥῆσιν ἔχουσαν οὕτως· περὶ δὲ τῆς καλουμένης λειεντερίας ῥητέον. οἱ μὲν οὖν πρότερον ἰατροὶ εἰς τρία μέρη διῄρουν τὸ πάθος, λειεντερίαν, δυσεντερίαν, τεινεσμόν. καί τινες μὲν ἐν τοῖς ἐκκρινομένοις τὰς διαφορὰς του πάθους θεωροῦντες καὶ λέγοντες. ὅτε μὲν γὰρ αἱματώδη τε καὶ μυξώδη προχωροίη τὰ ἀπὸ τῆς κοιλίας, τότε μὲν δυσεντερίαν τὸ πάθος ἐκάλουν. εἰ δ’ ἄπεπτα εἶεν τὰ διαχωρούμενα, μεμιγμένα δὲ τοῖς αἱματώδεσί τε καὶ μυξώδεσι, λειεντερίαν,
7
ὅτε δὲ ὑπίῃ χολώδεα τοῖς αἱματώδεσι καὶ μυξώδεσι μεμιγμένα, τεινεσμὸν προσηγόρευον τὸ πάθος. ταυτὶ μὲν οὖν ὁ Ἐρασίστρατος εἶπεν, οὐκ οἶδα τί δόξαν αὐτῷ προσθεὶς τοῖς ἀπέπτοις διαχωρήμασιν αἱματώδη τε καὶ μυξώδη. τοῦτο γὰρ οὐδεὶς προσέθηκεν οὔτε τῶν κατὰ τὸν αὐτὸν αὐτῷ γεγονότων χρόνων ἐπιφανεστάτων, οἶον Φιλότιμος, Ἡρόφιλος, Εὔδημος, οὔτε τῶν μετ’ αὐτὸν γενομένων τις ἄχρι τῶν νεωτέρων τούτων τῶν περὶ τὸν Ἀρχιγένην, οὐ μὴν οὐδ’, ὡς αὐτὸς εἶπεν, οἱ πρότεροι ἰατροὶ, τουτέστιν ὅσοι πρεσβύτεροι τῶν Ἐρασιστράτου χρόνων. Διοκλῆς μὲν γὰρ ἐν τῷ περὶ πάθους αἰτίας θεραπείας βιβλίῳ ταῦτα γράφει· τὸ δὲ τρίτον γίνεται μὲν ὡς τὰ πολλὰ ἐκ δυσεντερίας, καλεῖται δὲ λειεντερία. ἕπεται δ’ αὐτῇ καὶ διαχώρησις ὑγρὰ καὶ ἀφρίζουσα καὶ ὠμὴ καὶ πολλὴ καὶ ταχεῖα μετὰ τὸ πιεῖν καὶ φαγεῖν. Πραξαγόρας δ’ ἐν τῷ δευτέρῳ τῶν συνεδρευόντων· τοῖς δὲ λειεντερικοῖς, φησὶν, ἐπειδὴ ὄλισθον ἔχει τὸ ἔντερον καὶ οὐχ ἥκιστα τὸ περὶ τὴν νῆστιν, ἀνάγκη ταχέως φέρεσθαι τὰ ἀπὸ τῶν σιτίων διαχωρήματα. εἶθ’ ἑξῆς ὅτι τοῖς ταχέως διεξερχομένοις ἀναγκαῖόν ἐστιν ἀπέπτοις
8
εἶναι παντάπασιν, ὁ Πραξαγόρας γράφει· τὸ μὲν ἰδιαίτατον τοῦ πάθους ἐν τῇ ταχείᾳ διεξόδῳ τιθέμενος, τὸ δὲ μὴ πέπτεσθαι τῶν ἐξ ἀνάγκης ἀκολουθούντων τι ποιούμενος. οὐ γὰρ ὅτι παντάπασιν ἄπεπτα μένει τὰ σιτία, διὰ τοῦτ’ ἐκκρίνεται ταχέως, ἀλλ’ ὅτι ταχέως ἐκκρίνεται, διὰ τοῦτο οὐδ’ ὅλως πέπτεσθαι, καὶ διὰ τοῦτο καὶ ἡμεῖς καὶ ἄλλοι πολλοὶ τῶν ἰατρῶν ταχεῖαν διέξοδον ἀπέπτων παντάπασι τῶν σιτίων φαμὲν εἶναι τὴν λειεντερίαν. οὕτως δὲ περὶ αὐτῆς ἐοίκασι γινώσκειν καὶ ἄλλοι παλαιοί. ἐν μὲν γὰρ τῷ περὶ παθῶν Ἱπποκράτους, εἴτ’ οὖν αὐτοῦ τοῦ Ἱπποκράτους ἐστὶ τὸ βιβλίον εἴτε Πολύβου τοῦ μαθητοῦ αὐτοῦ, ταυτὶ γέγραπται περὶ τῆς λειεντερίας· τὰ σιτία διαχωρέει ἄσηπτα, ὑγρὰ, ὀδύνη οὐ κινέει, λεπτύνεται δὲ τὸ σῶμα. δηλονότι παλαιά τις ἦν συνήθεια τούτοις τοῖς ἀνδράσιν ἄσηπτα καλεῖν ἅπερ ἡμεῖς ἄπεπτα λέγομεν. ἐν δὲ τῷ διαιτητικῷ τῷ ὑγιεινῷ, τῷ Ἱπποκράτει μὲν ἐπιγεγραμμένῳ καὶ αὐτῷ, τοῖς δ’ ἀποξενοῦσιν
9
αὐτὸ, τισὶ μὲν εἰς Φιλιστίωνα, τισὶ δ’ εἰς Ἀρίστωνα, τισὶ δ’ εἰς Φερεκύδην ἀναφέρουσι, γέγραπται ταυτί. πάσχουσι δέ τινες καὶ τοιαῦτα διαχωρέει αὐτοῖς τὸ σιτίον ὑγρὸν ἄπεπτον, οὐ διὰ νόσημα, οἷον λειεντερίαν, οὐδὲ πόνον οὐδένα παρέχει. οὗτοι μὲν οὖν οἱ ἄνδρες ἅπαντες Ἐρασιστράτου πρεσβύτεροι, μυρίοι δ’, ὡς ἔφην, ἄλλοι πάντες κατ’ αὐτὸν τὸν Ἐρασίστρατον ὕστεροι γεγονότες ὡσαύτως τοῖσδε περὶ τῆς λειεντερίας ἔγραψαν, ὥστ’ οὐκ οἶδ’ ὅ τι παθὼν Ἐρασίστρατος καταψεύδεται τῶν πρεσβυτέρων αἱματώδη καὶ μυξώδη τοῖς ἀπέπτοις μεμίχθαι λέγων ὑπολαμβάνειν αὐτοὺς ἐν ταῖς λειεντερίαις.

Οἷσι ῥῖνες ὑγρότεραι φύσει καὶ ἡ γονὴ ὑγροτέρη, ὑγιαίνουσι νοσηρότερον, οἷσι δὲ τἀναντία, ὑγιεινότερον.
10

Ἐν μὲν ταῖς ξηροτέραις φύσει κράσεσιν οὐδὲν ὅλως ἐρεῖ διὰ τῶν ῥινῶν ἐξ ἐγκεφάλου περίττωμα σαφὲς οὐδ’ αἰσθητὸν, ὥσπερ οὐδὲ διὰ τοῦ δέρματος ἱδρὼς, ἀλλ’ ἡ καλουμένη πρὸς τῶν ἰατρῶν ἄδηλος διαπνοὴ τὰ λελεπτυσμένα τῶν περιττωμάτων ἀτμοειδῶς ἐκκενοῖ. ταῖς δ’ ὑγροτέραις φύσεσιν αἰσθητὰ γίνεται περιττώματα καὶ μάλιστα κατὰ τὸν ἐγκέφαλον, ὅτι φύσει ψυχρότερός ἐστι. ταῖς δ’ αὐταῖς ταύταις καὶ τὴν γονὴν, τουτέστι τὸ σπέρμα, γίνεσθαί φησιν ὑγροτέραν ὥσπερ καὶ ἐν ταῖς ξηροτέραις ἀναλισκομένης τῆς ὑδατώδους ὑγρότητος, παχύτερόν τε καὶ ξηρότερόν ἐστι τὸ σπέρμα. τοὺς οὖν ὑγροτέρους, εἴτ’ οὖν μόνον τὸν ἐγκέφαλον εἴτε καὶ τὸ σύμπαν σῶμα τὴν ὑγιεινὴν διαγωγὴν οὐκ ἄμεμπτον ἔχειν συμβέβηκεν, ἀλλὰ κατάῤῥοις τε συνεχῶς ἐπὶ σμικραῖς αἰτίαις ἁλίσκεσθαι, κἂν δι’ ὑπερώας αὐτοῖς κάτω ῥέπῃ τὸ περίττωμα, κακοῦσθαι τὰ ὑποκείμενα φάρυγγα καὶ λάρυγγα καὶ τραχεῖαν ἀρτηρίαν καὶ πνεύμονα καὶ στόμαχον καὶ γαστέρα καὶ βῆχάς τε αὐτοῖς γίνεσθαι καὶ δυσπνοίας καὶ συνάγχας, ἀπεψίας τε καὶ διαῤῥοίας.

11
ἔστι δ’ ὅτε καὶ δυσεντερίας, ὅταν ἁλμυρώτερόν πως γένηται τὸ καταῤῥέον, ἀναγκαῖόν ἐστιν. εἴρηται δ’ αὐτῷ κἀν τῷ περὶ ὑδάτων καὶ τόπων καὶ ἀέρων βιβλίῳ περὶ τούτων, ὥσπερ γε κἀν τοῖς περὶ νούσων τε καὶ παθῶν.

Ἐν τῇσι μακρῇσι δυσεντερίῃσιν αἱ ἀποσιτίαι κακὸν, καὶ ξὺν πυρετῷ κάκιον.

Αἱ δυσεντερίαι γίνονται μὲν ὑπὸ δριμέων χυμῶν, ἑλκώσεις δ’ εἰσὶν ἐντέρων, ἐν ἀρχῇ μὲν ἐπιπολῆς ξυομένων, τῷ χρόνῳ δὲ βαθύτερα καὶ σηπεδονώδη τοὐπίπαν ἰσχόντων τὰ ἕλκη, καθ’ ὃν μάλιστα χρόνον ἡ γαστὴρ αὐτοῖς συμπάσχουσα βλάπτεται περὶ τὰς πέψεις, ἐπανιούσης δ’ ἀεὶ καὶ μᾶλλον ἀνωτέρω τῆς κακώσεως, ἐπειδὰν καὶ τὸ στόμα συμπάθῃ τῆς κοιλίας, ἀπόσιτοι γίνονται, τουτέστιν ἀνόρεκτοι. γίγνονται μὲν γὰρ ἐνίοτε καὶ κατ’ ἀρχὰς ἀπόσιτοι διὰ τοὺς συῤῥεόντας ἰχῶρας ἐξ ἥπατος, ἐφ’ ὧν ἔφαμεν ἐξύσθαι τὰ

12
ἔντερα καὶ μάλισθ’ ὅταν ὦσιν οὗτοι πικρόχολοι, μέρος γὰρ αὐτῶν ἐπιπολάζον ἀναφέρεται πρὸς τὸ στόμα τῆς γαστρός. κατὰ δὲ τὰς χρονίας δυσεντερίας, ὅταν ἐπιγένηται τοῦτο τὸ σύμπτωμα, νέκρωσιν ἤδη τινὰ σημαίνει γεγονέναι τῇ γαστρὶ κατὰ συμπάθειαν, ἐφ’ ᾗ τελέως ἀπολωλεκέναι ἀναγκαῖον τὸ εἰς τὴν ζωὴν ἔργον. εἰ δ’ ἅμα τῇ ἀνορεξίᾳ καὶ πυρετὸς ἐπιγένοιτο τῇ δυσεντερίᾳ, δυοῖν θάτερον, ἢ σηπεδών τίς ἐστι περὶ τὰ ἕλκη, ἢ ἀξιόλογος φλεγμονή· καὶ οὕτως, ὡς εἴρηται, συμπασχούσης ὅλης αὐτῆς ἤδη τῆς γαστρὸς ὀλεθρίως ἔχουσιν οἱ κάμνοντες.

Τὰ περιμάδηρα ἕλκεα κακοήθεα.

Ὅταν ἤτοι τὰς τρίχας ἐκπιπτούσας ἴδῃς τῶν περικειμένων τῷ ἕλκει χωρίων ἢ καὶ τὸ δέρμα λεπίδας ἐπιπολῆς ἀφιὲν, ἴσθι τοῖς οὕτως ἔχουσι μοχθηροὺς χυμοὺς ἐπιῤῥεῖν τῷ μέρει ἀκριβῶς ἀναβιβρώσκοντας τὸ ἕλκος. οὐ

13
γὰρ δήπου τὰς μὲν ῥίζας τῶν τριχῶν διαφθείρειν δύναται, τὸ δ’ ἡλκωμένον ἐᾶν συνεπουλοῦσθαι.

Τῶν ὀδυνέων καὶ ἐν πλευρῇσι καὶ ἐν στήθεσι καὶ ἐν τοῖσιν ἄλλοισιν, εἰ μέγα διαφέρουσι καταμαθητέον.

Καταμανθάνειν οὐ μόνον χρὴ τὸν ὀδυνώμενον τόπον ὁποῖός ἐστιν, ἀλλὰ καὶ τὸ μέγεθος τῆς κατ’ αὐτὸν ὀδύνης τηλίκον ἐστί. χρήσιμον οὖν τοῦτο πρός τε διάγνωσιν τοῦ πεπονθότος τόπου καὶ πρόγνωσιν τῶν γενησομένων περὶ τὸν κάμνοντα καὶ προσέτι τὴν τῆς θεραπείας εὕρεσιν ἐν τῇ γοῦν πλευρᾷ ὅταν ἄλγημα ᾖ μέγα, πρῶτον μὲν οὐκ ἀκίνδυνον, εἶτα καὶ θεραπείας δεήσεται πλείονος. εἰ μὲν εἰς κλεῖν ἡ ὀδύνη διατείνοι, φλεβοτομίας, εἰ δ’ εἰς ὑποχόνδριον, καθάρσεως, ὡς αὐτὸς ἐν τῷ περὶ διαίτης ὀξέων ἐδίδαξεν.

14
εἰ μέντοι μέτριον εἴη τὸ ἄλγημα καὶ προσέτι μηδέ νυγματῶδες, οἷόν περ ἦν κατὰ τὸν ὑπεζωκότα, μήτε διατεῖνον πρὸς ὑποχόνδριον ἢ κλεῖν, ἐγχωρεῖ καὶ τῶν σαρκωδῶν μορίων ἐπὶ ταῖς πλευραῖς πεπονθότων αὐτὸ γίνεσθαι καὶ διὰ τοῦτο μήτε κινδυνῶδες εἶναι μήτε μεγάλου δεῖσθαι βοηθήματος. οὕτω δὲ καὶ καθ’ ἕκαστον τῶν ἄλλων μορίων ἐπισκεπτέον ἐστὶ τὸ μέγεθος τῆς ὀδύνης, οἷον ἐπὶ νεφρῶν, εἰ τύχοι. τοῦ σαρκώδους μὲν αὐτὸν φλεγμαίνοντος, ἔσται βαρεῖα ἡ ὀδύνη, καθάπερ αὐτὸς ἐν ἐπιδημίαις εἶπε, τὴν οἷον βάρους τινὸς ἐγκειμένου κατὰ τὸ χωρίον αἴσθησιν ἐπάγουσαν οὕτως ὀνομάσας. τῶν δ’ ἄλλων μερῶν τῶν κατὰ τοὺς νεφροὺς πασχόντων ὀξεῖα ἡ ὀδύνη. λέγω δ’ ἄλλα μέρη τὸν τε περιέχοντα χιτῶνα τούτων καὶ τὴν ἔνδον κοιλίαν καὶ τὰς εἰς αὐτὴν περαινούσης ἀρτηρίας τε καὶ φλέβας καὶ προσέτι τὰς ἐκφύσεις τῶν οὐρητήρων. οὕτως δ’ ἔχει κἀπὶ τοῦ ἥπατος, αὐτοῦ μὲν τοῦ σαρκώδους φλεγμαίνοντος ὀδύνη γίνεται βαρεῖα, τοῦ δὲ περικειμένου χιτῶνος ἢ τῶν ἀγγείων ὀξεῖα, καὶ αὐτῆς δὲ τῆς ὀξείας ἔνδειξιν φέρει τὸ μᾶλλον
15
καὶ ἧττον τοῦ ποιοῦντος αἰτίου. χολώδης μὲν γὰρ καὶ δριμὺς χυμὸς ἐπιτείνει τὴν ὀδύνην, οὕτω δὲ καὶ φυσῶδες πνεῦμα διέξοδον οὐκ ἔχον, ἐκλύει δὲ ὁ φλεγματώδης· οὐ μόνον δὲ ποιότητός τινος μέγεθος ὀδύνης ἔνδειξίν τινα ἡμῖν δίδωσιν, ἀλλὰ καὶ ποσότητος. ἐπιτείνεται γὰρ ἑκάστου τῶν ὁτιοῦν ἐργαζομένων αἰτίων ἡ ἐνέργεια τῆς οὐσίας αὐξανομένης. εἰ μὲν οὖν τὸ μέγεθος ἑκάστης ὀδύνης ἀξιῶν ἐπισκέψασθαι τοῦτον ἔγραψε τὸν ἀφορισμὸν Ἱπποκράτης, αὐτάρκως ἐξήγημαι τὴν χρείαν αὐτοῦ· εἰ δ’ οὐ μόνον τὴν κατὰ μέγεθος διὰ τῶν ὀδυνῶν ἐπισκέπτεσθαί φησι δεῖν, ἀλλ’ ἔτι γενικώτερον καὶ οἷον καθολικώτερον ἐνδείκνυται, συμβουλεύων ἁπάσας τὰς ἀξιολόγους ἐν ταῖς ὀδύναις ἐπισκέπτεσθαι διαφορὰς, ἔτι μείζονα χρείαν ἐξ αὐτοῦ καρπωσόμεθα. γενήσεται γὰρ ὁ λόγος τοιοῦτος, οὐχ ἁπλῶς χρὴ σκοπεῖσθαι τὴν ὀδύνην τῶν μορίων, οὐδ’ ἡγεῖσθαι τὴν αὐτὴν ἐπὶ παντὸς εἶναι διάθεσιν· οἷον εἰ ἔμπροσθεν μὲν Δίων, νυνὶ δὲ Θέων ἀλγεῖ πλευρὰν, ὑπολαμβάνειν ὡσαύτως ἔχειν αὐτοὺς,
16
ἀλλὰ καταμαθητέον εἴτε μεγάλα διαφέρουσιν ἀλλήλων εἴτε παραπλήσιοί πώς εἰσι. γίνεται δὲ τοῦτο ἐκ δυοῖν καταφανὲς, ἰδέας τε τῆς ὀδύνης καὶ σφοδρότητος· ἰδέας μὲν εἰ νυγματώδης ἢ τονώδης ἢ ναρκώδης ἢ μετὰ βάρους ἐμφάσεως ἢ οἱονεὶ κεντοῦντός τινος ἢ διαβιβρώσκοντος ἢ διηνεκοῦς ἢ διάλειμμα ἔχοντος ἢ ὁμαλοῦ ἢ ἀνωμάλου τινός. κατὰ δὲ τὰς σφοδρότητας τοὺς μᾶλλόν τε καὶ ἧττον σκοπεῖν, ὅπερ ὀλίγον ἔμπροσθεν ἡ κατὰ μέγεθος ἐν ταῖς ὀδύναις ὠνομάζετο διαφορά. σύνηθες γάρ ἐστι τοῖς ἰατροῖς καταχρωμένοις τὸ σφοδρότερον ἅπαν ὀνομάζειν μεῖζον, εἰ καὶ μὴ ποσὸν, ἀλλὰ καὶ ποιὸν ὑπάρχει. τὸν μὲν γὰρ πυρετὸν οὐδὲ παύονται μέγαν ἢ μικρὸν ἢ μέτριον ἅπαντες ὀνομάζοντες, ἐν θερμασίᾳ τὴν ὕπαρξιν ἔχοντα. θαυμαστὸν οὖν οὐδὲν, εἰ καὶ τὸν σφοδρότερον πόνον μείζονα προσαγορεύουσιν. ἔτι δὲ μᾶλλον οὐδὲν θαυμαστόν ἐστιν ὅσα κεχώρισται ταῖς ἰδέαις ἀλλήλων μέγα διαφέρειν αὐτὰ λέγειν, οἷον τὸν μετὰ
17
βάρους ἐμφάσεως πόνον, τοῦ μετὰ τοῦ τιτρώσκεσθαι δοκεῖν ἤ τι τῶν ἄλλων πάσχειν τῶν προειρημένων.

Τὰ νεφριτικὰ καὶ ὁκόσα κατὰ τὴν κύστιν ἀλγήματα ἐργωδῶς ὑγιάζεται τοῖσι πρεσβύτῃσιν.

Τοῖς γέρουσι μόγις ὑγιάζεσθαί φησι, τουτέστι μετὰ πολλῆς πραγματείας καὶ χρόνου μακροῦ τὰ κατὰ νεφροὺς καὶ κύστιν, ὅτι δὴ τοὔργον αὐτῶν ἄπαυστόν ἐστιν, ἡσυχίας δὲ δεῖ τοῖς ὁτιοῦν μέλλουσι θεραπευθήσεσθαι, καὶ ὅτι περίττωμα δι’ αὐτῶν κενοῦται δριμὺ παροξύνειν ἐπιτήδειον, εἴθ’ ἕλκος εἴτε φλεγμονή τις ἐν αὐτοῖς εἴθ’ ὁτιοῦν ἄλλο συσταίη πάθημα. πολὺ δὲ δὴ μᾶλλον τῶν πρεσβυτικῶν σωμάτων ἐργαδῶς ὑγιάζεται τὰ κατὰ τὴν κύστιν, ὅτι καὶ τἄλλα σύμπαντα νοσήματα καὶ μάλισθ’ ὅσα ᾖ χρόνια, τὰ γὰρ τοιαῦτα καὶ αὐτὸς ἔφη πρόσθεν συναποθνήσκειν.

18
Τὰ ἀλγήματα τὰ κατὰ τὴν κοιλίην γινόμενα τὰ μὲν μετέωρα κουφότατα, τὰ δὲ μὴ μετέωρα ἰσχυρότερα.

Μετέωρα νῦν ἀκουστέον οὐ κατὰ τὸ μῆκος τοῦ σώματος, ἀλλὰ κατὰ τὸ βάθος. ὁρίζει δὲ ταῦτα ἐπὶ τῶν κατὰ τὴν γαστέρα χωρίων τὸ περιτόναιον· ὥσθ’ ὅσα μὲν ἐν τοῖς ἐπικειμένοις τῷδε γίνεται κεκλῆσθαι μετέωρα. τὰ δ’ ἐν τοῖς ὑποκειμένοις, τουτέστιν ἐν αὐτοῖς τοῖς ἐντέροις καὶ τῇ γαστρὶ καὶ τὰ ἐν τῷ βάθει, ταῦτα λέγει μὴ μετέωρα. πρόδηλον δ’ ὅτι τὰ τοιαῦτα καλῶς κέκληκεν ἰσχυρότερα.

Τοῖσι ὑδρωπικοῖσι τὰ γενόμενα ἕλκεα ἐν τῷ σώματι οὐ ῥηϊδίως ὑγιάζεται.

Ἐδίδαξεν αὐτὸς ἐν τῷ περὶ ἑλκῶν οὐ πρότερον ἐπουλώμενα τὰ ἕλκη, πρὶν ἀκριβῶς ξηρανθῆναι. τοῦτο δ’ οὐ ῥᾴδιον

19
ἐπὶ τῶν ὑδρωπικῶν ἐργάζεσθαι διὰ τὴν ἀμετρίαν τῆς ὑγρότητος.

Τὰ πλατέα ἐξανθήματα οὐ πάνυ τι κνησμώδεα.

Καθάπερ τῶν φυμάτων ἁπάντων διττή τίς ἐστιν ἡ διαφορὰ, τῶν μὲν ἀνατεινομένων εἰς ὀξὺ καὶ ὑψηλῶν γινομένων, τῶν δ’ ἐκτεινομένων μὲν ἐπὶ πλέονα τόπον, οὐ μὴν εἰς ὕψος αἰρομένων. οὕτως καὶ τῶν ἐξανθημάτων ἔνια μὲν ὑψηλὰ γίνεται, τινὰ δὲ πλατέα. τὰ μὲν οὖν ὑψηλότερα φύματα καὶ ἐξανθήματα θερμότερος ἐργάζεται χυμὸς, τὰ δὲ ταπεινότερα ψυχρότερος, ὥστε διὰ διττὴν τὴν αἰτίαν οὐ πάνυ τι κνησμώδεα γίνεται τὰ πλατῆ. διαπνεῖται γὰρ εἰς πλάτος ἐκτεταμένα καὶ τὸν ἐργαζόμενον αὐτὰ χυμὸν ἧττον ἔχει δριμύν.

20
Κεφαλὴν πονέοντι περιωδυνέοντι πῦον ἢ ὕδωρ ἢ αἷμα ῥυὲν κατὰ τὰς ῥῖνας ἢ κατὰ τὰ ὦτα ἢ κατὰ τὸ στόμα λύει τὸ νόσημα.

Πολλὰ καὶ ἄλλα οὕτω δέδεικται λέγων ὁ Ἱπποκράτης, ἐφ’ ὧν ἐὰν μὴ προσέχῃ τις τὸν νοῦν, δοκεῖ μόνον εἶναι τὸ λεγόμενον ὑπ’ αὐτοῦ θεραπευτικὸν τοῦ πάθους, ἄλλο δὲ οὐδέν. ὁ δὲ οὐ τοῦτο μόνον φησὶν, ἀλλ’ ἁπλῶς ὅτι πῦον ἢ ὕδωρ ῥυὲν, ἤτοι διὰ τῶν ὤτων ἢ τῶν ῥινῶν λύει τὸ νόσημα. καὶ εἴ γε οὕτως ἀντιστρέφων εἰρήκει, καθάπερ ἐγὼ νῦν, ἀνέγκλητος ἂν ἦν ὁ λόγος. ἐπειδὰν ἤτοι διὰ φλεγμονὴν ἢ ὑγρῶν ἀπέπτων πλῆθος ἠθροισμένον ἐν τῇ κεφαλῇ τὴν ὀδύνην συμβαίνει γίνεσθαι, τηνικαῦτα τῆς φλεγμονῆς διαπυησάσης ἢ τῆς ὑγρότητος ἐκκριθείσης λύσιν γίνεσθαι τῆς ὀδύνης. ἐὰν δὲ διὰ πνεῦμα φυσῶδες ἢ αἵματος πλῆθος ἢ

21
δάκνουσαν χολὴν ἢ ὅλως κατὰ δυσκρασίαν ἡ ὀδύνη γίνεται, δι’ ἄλλων ἰαθήσεται.

Τοῖσι μελαγχολικοῖσι καὶ τοῖσι νεφριτικοῖσιν αἱμοῤῥοΐδες ἐπιγινόμεναι ἀγαθόν.

Οὐ τῷ τῆς κενώσεως μόνον λόγῳ αἱμοῤῥοΐδες ἰῶνται τὰ τοιαῦτα τῶν παθῶν, ἀλλὰ καὶ αὐτὴ ἡ ποιότης τοῦ κενουμένου. παχὺ γὰρ εἰώθασιν αἱ τοιαῦται κενοῦν αἷμα μεστὸν τοῦ μελαγχολικοῦ χυμοῦ, παραπλησίαν ἔχοντος ἐν αἵματι δύναμιν, οἵαν περ ἐν τοῖς οἴνοις ἡ τρὺξ, ὥστ’ οὐδὲν θαυμαστὸν καὶ μελαγχολίαν καὶ νεφρῖτιν ἰᾶσθαι διὰ τῶν αἱμοῤῥοΐδων, ἐκκενοῦν πεφυκυιῶν τὴν οἷον ἰλὺν τοῦ αἵματος.

Αἱμοῤῥοΐδας ἰηθέντι χρονίας, ἢν μὴ μία διαφυλαχθῇ, κίνδυνος ὕδρωπα ἐπιγενέσθαι ἢ φθίσιν.
22

Τὰς αἱμοῤῥοΐδας ἀδύνατον γενέσθαι χωρὶς τοῦ διὰ πλῆθός τε καὶ πάχος αἵματος ἀναστομωθῆναί τινας φλέβας, ἀποτιθεμένου τοῦ ἥπατος εἰς αὐτὰς ἰλυῶδές τε καὶ μελαγχολικὸν αἷμα. ἐὰν οὖν ἀποκλείσῃ τις αὐτὸ τῆς ἐντεῦθεν φορᾶς, ἅμα μὲν σκιῤῥῶδες ἐργάζεται τὸ ἧπαρ, ἅμα δὲ καὶ τῷ πλήθει καὶ τῷ πάχει βαρυνόμενον ἀποσβέννυσι τὴν ἐν αὐτῷ θερμασίαν, ὁμοίου τοῦ συμβαίνοντος ὄντος τῷ κατὰ τὰς ἐκτὸς φλόγας, ὑφ’ ὧν κακῶς ξύλα πολλὰ σωρευθέντα πνίγει τε καὶ σβέννυσι τὸ πῦρ. εἴπερ οὖν ὑπὸ τῆς ἐμφύτου θερμασίας γεννᾶται τὸ αἷμα, πρόδηλον ὡς οὐκέτι γεννηθήσεται σβεννυμένης αὐτῆς, ὁ δὲ ὕδερος ἀποτυχίᾳ τῆς αἱματώσεως γίνεται. ἐὰν δέ ποτε δυνηθῇ τὸ ἧπαρ ἀπώσασθαι τὸ πλῆθος ἐπὶ τὰς ἐν τῷ πνεύμονι φλέβας, ἀγγείου ῥαγέντος ἐνταῦθα φθινώδεις γίνονται. εἰκότως οὖν συμβουλεύει κἂν μίαν φυλάττειν αἱμοῤῥοΐδα, ὡς διὰ ταύτης ἐκκενοῦσθαι τὴν ἰλυώδη κακοχυμίαν τοῦ ἥπατος καὶ μάλιστα ἐφ’ ὧν ἐμελέτησε χρόνῳ πλείονι διὰ τούτων ἐκκρίνειν αὐτὰς φλεβῶν.

23
Ὑπὸ λυγμοῦ ἐχομένῳ πταρμοὶ ἐπιγινόμενοι λύουσι τὸν λυγμόν.

Καθάπερ αὐτὸς εἶπεν ὑπὸ πληρώσεώς τε καὶ κενώσεως γίνεσθαι τὸν σπασμὸν, οὕτω καὶ τὸν λυγμόν. ὅταν οὖν ὑπὸ πληρώσεως γένηται, τοὐπίπαν δὲ οὕτω συνίσταται, βιαίας δεῖται κενώσεως, ἵν’ ὥσπερ μοχλευθέντα τὰ κατὰ τούτων ὑγρὰ διαπνεύσῃ τε καὶ κενωθῇ. τοῦτο δὲ ὁ πταρμὸς ἐργάζεται· τοὺς δὲ ἐπὶ κενώσει λυγμοὺς σπανίως ἐπιγινομένους οὐκ ἰᾶται πταρμός. ὅτι δ’ ἐπὶ πληρώσει συνεχῶς γίνεται λυγμὸς, ὁρᾶται κἀπὶ τῶν παιδίων λυζόντων πολλάκις, ὅταν ὑπερπλησθῇ. καὶ τὸ κρύος δὲ καὶ ψύξις τῷ δυσδιάπνευστα ἐργάζεσθαι πάντα τὰ νευρώδη σώματα τὴν πλήρωσιν αὐτῶν ἀποτελεῖ καὶ διὰ τοῦτο λύζουσιν ἐπ’ αὐτῶν.

24
Ὑπὸ ὕδρωπος ἐχομένῳ τοῦ κατὰ τὰς φλέβας ἐν τὴν κοιλίην ὕδατος ῥυέντος λύσις.

Ἓν καὶ τοῦτό ἐστι παράδειγμα τῶν αὐτομάτων γινομένων ἐπ’ ὠφελείᾳ κενώσεων· αὐτομάτων δηλονότι λεγομένων οὐ τῶν χωρὶς αἰτίας, ἀλλὰ χωρὶς τῆς ἐξ ἡμῶν αἰτίας. ὅταν γὰρ δόντων ὑδραγωγὸν φάρμακον ἡ τοιαύτη κένωσις γένηται, οὐκέτ’ αὐτὴν ὀνομάζομεν αὐτόματον.

Ὑπὸ διαῤῥοίης ἐχομένῳ μακρῆς ἀπ’ αὐτομάτου ἔμετος ἐπιγινόμενος λύει τὴν διάῤῥοιαν.

Ἓν καὶ τοῦτό ἐστιν ὡσαύτως παράδειγμα τῶν καλῶν ὑπὸ τῆς φύσεως γινομένων, ὃ χρὴ μιμεῖσθαι τὸν ἰατρόν. ἡ δὲ ὠφέλεια τῷ τῆς ἀντισπάσεως λόγῳ.

25
Ὑπὸ πλευρίτιδος ἢ ὑπὸ περιπνευμονίης ἐχομένῳ διαῤῥοίη ἐπιγινομένη κακόν.

Τοῖς πάσχουσι μορίοις οὐχ ἁπλῶς ἕτερα συμπάσχειν πέφυκεν, ἀλλ’ ὅταν ἐν ἰσχυρῷ γένωνται πάθει. κατὰ τοῦτ’ οὖν καὶ τῷ ἥπατι παθόντι λυγμὸς μὲν ἐπιγίνεται, στομάχου συμπαθόντος, βὴξ δὲ καὶ δύσπνοια τῶν ἀναπνευστικῶν ὀργάνων. οὕτω γοῦν καὶ τοῖς ἀναπνευστικοῖς ὀργάνοις μεγάλως κακοπραγοῦσι τὸ ἧπαρ συμπάσχει, καὶ τοῦτό γε σαφῶς ἐνεδείξατο καὶ αὐτὸς ὁ Ἱπποκράτης οὐχ ἁπλῶς εἰπὼν ὑπὸ πλευρίτιδος ἢ περιπνευμονίας ἐκταραχθεῖσαν τὴν κοιλίαν κακὸν εἶναι σημεῖον, ἀλλὰ προσθεὶς τῷ ἐχομένῳ, ὡσεὶ κατεχομένῳ καὶ βιαζομένῳ τῷ κάμνοντι πρὸς τῶν τοιούτων παθῶν, εἰρήκει τὴν διάῤῥοιαν ἐπιγινομένην κακὸν εἶναι σημεῖον, ἐπειδὴ τοῖς οὕτως ἔχουσι διάῤῥοια γίνεται, μήθ’ ἕλκειν ἔτι καλῶς εἰς ἑαυτὸ τὴν τροφὴν δυναμένου τοῦ

26
ἥπατος μήθ’ αἱματοῦν, ἔστι δ’ ὅτε καὶ τῆς κοιλίας διαφθειρούσης αὐτήν. ἐπὶ μέντοι μετρίᾳ πλευρίτιδί τε καὶ περιπνευμονίᾳ διάῤῥοια ἐπιγινομένη δύναταί ποτε τῷ λόγῳ τῆς κενώσεως ὠφελῆσαι καὶ μᾶλλον ὅταν φαίνηται τὰ τῆς πέψεως σημεῖα τοῖς πάθεσι παρόντα καὶ οὔτε φόβος ἐστὶν, ἀλλὰ καὶ ἀκινδύνως. κοινῇ δ’ ἐπὶ τούτων καὶ τῶν ἄλλων ἁπάντων, ὅσα κατὰ τὸν αὐτὸν λέγεται τρόπον, ἐκείνου μεμνῆσθαι προσήκει, τοῦ διὰ μηδὲν ἄλλο πρόσκαιρόν τε καὶ πρόδηλον ἐπιγεγονέναι τὸ σύμπτωμα. καθάπερ γε καὶ νῦν τὴν διάῤῥοιαν ἐξ ἐδέσματός τινος ἢ πόματος, ἀλλὰ τῷ λόγῳ τοῦ νοσήματος. ὅσα γὰρ δι’ ἄλλο τι καὶ μὴ διὰ τὸ νόσημα γέγονεν, οὐ δύναται σημαίνειν αὐτοῦ τὸ ἦθος εἴ γε συνῆφθαι χρὴ κατά τι τὸ σημεῖον τῷ δηλουμένῳ πρὸ αὐτοῦ.

Ὀφθαλμιῶντα ὑπὸ διαῤῥοίης ληφθῆναι ἀγαθόν.
27

Οὐχ ὡς σημεῖον τοῦτο τῶν ὀφθαλμιώντων ἀγαθὸν, ἀλλ’ ὡς αἴτιον παρ’ αὐτοῦ εἴρηται, διὰ τὸ τὴν πλεονεξίαν τῶν χυμῶν ἐκκενοῦν τε ἅμα καὶ ἀντισπᾷν κάτω. ἔστι δ’ αὐτῷ καὶ τοῦτο παράδειγμα ἓν τῶν αὐτομάτως ἐπ’ ὠφελείᾳ κενουμένων, ἃ χρὴ τὸν ἰατρὸν μιμεῖσθαι, ἀμέλει καὶ ποιοῦσιν οὕτω πάντες ἐν ὀφθαλμίαις, τὴν γαστέρα διά τε κλυστήρων καὶ καθάρσεων ὑπάγοντες.

Κύστιν διακοπέντι ἢ ἐγκέφαλον ἢ καρδίην ἢ φρένας ἢ τῶν ἐντέρων τι τῶν λεπτῶν ἢ κοιλίην ἢ ἧπαρ θανατῶδες.

Τὸ θανατῶδες ὄνομα πολλάκις εἴρηται ἐν ἄλλοις τε καὶ κατ’ αὐτὸ τοῦτο τὸ βιβλίον, ἐπὶ τῶν ἔξ ἀνάγκης τεθνηξομένων, πολλάκις δὲ τῶν ὡς ἐπὶ τὸ πολύ. διὸ καὶ νῦν ἄδηλόν ἐστιν εἴτε πάντως ἀποφαίνεται θάνατον ἕπεσθαι ταῖς τῶν εἰρημένων μορίων διακοπαῖς, εἴτ’ ἐπί τινων ἐγχωρεῖ

28
σωθῆναι σπανίως τὸν ἄνθρωπον. ὅτι μὲν οὖν ἡ τῆς καρδίας τρῶσις ἐπιφέρει θάνατον ἐξ ἀνάγκης ἕν τι τῶν ὁμολογουμένων ἐστὶν, οὐ μὴν ἐπί γε τῶν ἄλλων ὡμολόγηται πᾶσα τρῶσις ἄφυκτον ἔχειν τὸν θάνατον, ἀλλ’ ἡ μεγάλη τε καὶ μέχρι πάθους, ὅπερ εἰκός ἐστι σημαίνεσθαι πρὸς τῆς διακοπέντι φωνῆς, ἵνα ὅ τε τῆς κύστεως χιτὼν ὅλως διακοπῇ μέχρι τῆς ἐντὸς εὐρυχωρίας, ἕκαστόν τε τῶν ἄλλων. ἐπὶ μὲν οὖν τῆς κύστεως ὡμολόγηται τὸ μὴ συμφύεσθαι τὴν τοιαύτην τρῶσιν, ὥσπερ γε καὶ τοῦ νευρώδους τῶν φρενῶν καὶ τῶν λεπτῶν ἐντέρων. ἐπὶ δὲ τῆς κοιλίας ἀμφισβητεῖται. τινὲς γὰρ σεσῶσθαί φασιν ἐπ’ αὐτῇ σπανίως τοὺς τρωθέντας. ἥπατος δὲ οὐ μόνον τρῶσιν βαθεῖαν ἐπὶ τῶν λοβῶν γινομένην θεραπεύεσθαί φασιν, ἀλλὰ καὶ λοβὸν ἀποτμηθέντα. ἴσμεν δ’ ὅτι κἀν τῷ περὶ τῶν ὀλεθρίων τραυμάτων ἔνια τῶν εἰρημένων ἐπιχειρεῖ θεραπεύειν ὁ γράψας τὸ βιβλίον. τό γε μὴν ἀκόλλητον μένειν τὴν διακοπὴν αὐτῶν, ἐπὶ μὲν τῆς καρδίας τε καὶ τοῦ διαφράγματος ἐκ τῆς διηνεκοῦς τῶν μορίων γίνεται
29
κινήσεως, ἐπὶ δὲ τῆς κύστεως ὅτι νευρώδης καὶ λεπτὴ καὶ ἄναιμος ἀμέλει καὶ τὸν τράχηλον αὐτῆς ὁρῶμεν ὁσημέραι θεραπευόμενον ἐν ταῖς λιθοτομίαις, ἐπειδὴ σαρκώδης ἐστί. τὸ δ’ ἧπαρ αἱμοῤῥαγικὰς ἔχει τὰς τρώσεις, καὶ διὰ τοῦτο ἀποθνήσκειν φθάνουσιν οἱ τρωθέντες οὕτως, πρὶν αὐτὸ κολληθῆναι. τὸ δ’ οὕτως εἶπον, ἵνα καὶ φλέψ τις διακοπῇ, διὰ τοῦτ’ οὖν οὔτε οἱ τὰς ἐπιπολῆς αὐτοῦ τρώσεις ἰᾶσθαι λέγοντες οὔτε οἱ τοὺς λοβοὺς ἀφῃρηκέναι δοκοῦσιν ἀληθεύειν. ἐγκέφαλον δὲ τρωθέντα πολλάκις εἴδομεν ἰαθέντα καὶ ἅπαξ ἐν τῇ κατὰ τὴν Ἰωνίαν Σμύρνῃ, ἔτι γε τοῦ διδασκάλου Πέλοπος ζῶντος, ἐπ’ ἀξιολόγῳ τῇ τρώσει. τουτὶ μὲν οὖν τῶν πάνυ σπανίων ἐστὶν, ἀληθὲς δὲ τὸ τὰς μεγάλας τρώσεις οἵας περ ἔοικεν ὁ Ἱπποκράτης ὀνομάζειν διακοπὰς ἐπιφέρειν θάνατον. αἵ γε μὴν ἄχρι τινὸς τῶν ἐν αὐτῷ κοιλιῶν τρώσεις ὁμολογοῦνται πᾶσι θάνατον ἐπιφέρειν. ἡ δὲ τῶν λεπτῶν ἐντέρων φύσις καὶ μᾶλλόν γε ἡ τῆς κοιλίας οὐκ ὀλίγον μετέχει τῆς σαρκώδους οὐσίας, καὶ διὰ τοῦτο ἐπιπολῆς
30
μὲν τρωθέντα κολλᾶται πολλάκις, ὅλα δὲ διακοπέντα μέχρι τῆς ἔσω κοιλίας ἐν τῷ σπανιωτάτῳ. οὐ τοῦτο δέ μοι δοκεῖ διὰ τὴν οὐσίαν αὐτῶν, ἀλλ’ ὅτι φάρμακον ἐπιθεῖναι, καθάπερ τοῖς ἔξω τραύμασιν οὐ δυνάμεθα. διὸ καὶ διὰ τῶν καταπινομένων ἐπιχειρεῖ θεραπεύειν τὴν κοιλίαν ὁ περὶ τῶν ὀλεθρίων τραυμάτων γράψας, εἴτ’ αὐτὸς ὁ Ἱπποκράτης εἴτ’ ἄλλος τις ἕτερος.

Ἐπὴν διακοπῇ ὀστέον ἢ χόνδρος ἢ νεῦρον ἢ γνάθου τὸ λεπτὸν ἢ ἀκροποσθίη, οὔτε αὔξεται οὔτε συμφύεται.

Αὔξεσθαι μὲν γὰρ λέγει τὸ γεννᾶσθαί τινα ἑτέραν οὐσίαν τοιαύτην, οἷα τοῦ διακοπέντος ἐστὶν, ὥσπερ ἐπὶ τῶν κοίλων ἑλκῶν ὁρᾶται σὰρξ βλαστάνουσα, συμφύεσθαι δὲ ὅταν τοῦ διακοπέντος σώματος τὰ χείλη κολληθῇ. τὸ μὲν οὖν μὴ γεννᾶσθαι χόνδρον ἢ ὀστοῦν ὡμολόγηται,

31
περὶ δὲ τοῦ μὴ κολλᾶσθαί τινες ἀμφισβητοῦσιν, ἐναργῶς γὰρ ὁρᾶσθαί φασι τὰ καταγνύμενα τῶν ὀστῶν κολλώμενα. πεπλάνηνται δ’ οἱ τοιοῦτοι καὶ διδάξειεν ἄν τις αὐτοὺς ἐπὶ τῶν ἀλόγων ζώων, ὅσα κατάξαντά τι μόριον ἐπωρώθη. ταῦτα γὰρ εἴτε τις ζῶντα εἴτε τεθνεῶτα βούλοιτο σκοπεῖν ἀνατεμὼν εὑρήσει σαφῶς ὑπὸ τοῦ πώρου καθάπερ ὑπὸ δεσμοῦ τινος ἐν κύκλῳ περιγραφέντος ἐσφιγμένα τὰ κεχωρισμένα μόρια τῶν ὀστέων, ἅπερ εἰ ἀποξέσειεν, ἀκόλλητον ὄψεται τὸ βάθος τοῦ κατάγματος. οὕτω δὲ καὶ περὶ τῶν εἰρημένων ἀμφισβητοῦσί τινες, οἱ μὲν αὐξάνεσθαι λέγοντες, οὐ μὴν συμφύεσθαι, τινὲς δὲ ἐν τῷ σπανίῳ καὶ συμφύεσθαι. τοῦ μὲν οὖν αὐξηθῆναι τὰ κατὰ διάβρωσιν ἡλκωμένα δεῖται, καὶ οὐδένα τεθέαμαι τῶν οὕτω παθόντων μὴ σαρκωθέντα, τοῦ κολληθῆναι δὲ τὰ διῃρημένα καὶ οὐ τὰ διακεκομμένα. διαφέρει γὰρ ἀλλήλων ταῦτα τῶν διακεκομμένων ἐς τὸ πέρας ἐχόντων διήκουσαν τὴν διαίρεσιν, ἅπερ ἔφη νῦν ὁ Ἱπποκράτης μὴ συμφύεσθαι, οὐ μόνον ὅτι νευρώδη τέ ἐστι καὶ λεπτὰ, ἀλλ’ ὅτι καὶ τοιούτων αὐτῶν
32
ὄντων, ἀφίστανται τὰ χείλη τῆς τρώσεως ἀλλήλων οὐκ ὀλίγον.

Ἢν ἐς τὴν κοιλίην αἷμα ἐκχυθῇ παρὰ φύσιν, ἀνάγκη ἐκπυηθῆναι.

Τινὲς μὲν χωρὶς ἄρθρου γράφουσιν ἢν ἐς κοιλίην αἷμα ἐκχυθῇ, βουλόμενοι πᾶσαν δηλοῦσθαι κοιλότητα. μαρτυρεῖ γ’ αὐτοῖς ἡ τοῦ παρὰ φύσιν προσθήκη, τοιοῦτόν τι δι’ αὐτῆς ἐνδεικνυμένου τοῦ Ἱπποκράτους· ἐὰν ἐκχυθῇ ποτε τῆς οἰκείας κοιλότητος τὸ αἷμα καὶ εἰς ἑτέραν κοιλότητα ἡντιναοῦν ἀφίκηται, μένειν αἵματι τούτῳ παντάπασιν ἀμήχανον. οὕτω γοῦν καὶ κατὰ τὰς φλεγμονὰς καὶ τὰς ἐκχυμώσεις ὀνομαζομένας φαίνεται γιγνόμενον ἐπὶ μὲν τῶν φλεγμονῶν κατὰ μικρὰ διασπειρομένου τοῦ αἵματος εἰς τὰς λόγῳ θεωρητὰς ἐν ταῖς μυσὶ κοιλότητας, ἐπὶ δὲ τῶν ἐκχυμώσεων εἰς τὰς περικειμένας χώρας τοῖς ἀγγείοις ἐκχεομένου.

33
τὸ δ’ ἐκπυηθῆναι κακῶς εἴρηται μιᾶς μεταβολῆς ὄνομα ὑπάρχον. διὸ καί τινες εἰς τὸ γενικώτερον αὐτὸ μεταλαμβάνουσιν εἰς τὸ φθαρῆναι, τοῦτο σημαίνεσθαι λέγοντες ὑπ’ αὐτοῦ. καὶ γὰρ οὕτω φαίνεται γιγνόμενον ὡς μὴ διαμένειν αἷμα τὸ τῆς κατὰ φύσιν χώρας ἐκπεσὸν, ἀλλὰ ποτὲ μὲν ἐκπυΐσκεσθαι, ποτὲ δὲ μελαίνασθαι, ποτὲ δὲ θρομβοῦσθαι, καὶ μάλισθ’ ὅταν εἰς μεγάλην κοιλότητα ἐκπέσῃ παρὰ φύσιν.