In Hippocratis Aphorismos Commentarii VII

Galen

Galen, In Hippocratis Aphorismos Commentarii VII

Ἐν μὴ διαλείποντι πυρετῷ ἢν χεῖλος ἢ τὸ βλέφαρον ἢ ὀφρὺς ἢ ὀφθαλμὸς ἢ ῥὶς διαστραφῇ, ἢν μὴ βλέπῃ, ἢν μὴ ἀκούῃ, ἤδη ἀσθενέος ἐόντος τοῦ κάμνοντος ὅ τι ἂν τουτέων γένηται, ἐγγὺς ὁ θάνατος.

Αἱ διαστροφαὶ τῶν μορίων γίγνονται τεινομένων τε καὶ συνελκομένων ἐπὶ τὰς ἰδίας ἀρχὰς τῶν εἰς αὐτὰ καθηκόντων νεύρων, αὐτό τε τὸ τείνεσθαι φλεγμοναῖς καὶ σκίῤῥοις καὶ ξηρότησι καὶ ψύξεσιν ἀμέτροις ἕπεται. χαλεπὰ δὲ ταῦτά ἐστιν ὁπόταν τῆς τῶν νεύρων ἀρχῆς πλησίον συνίστηται. διὸ κἀπειδὰν ὅ τε πυρετὸς ᾖ συνεχὴς καὶ ὁ κάμνων ἀσθενὴς, ἐγγὺς εἶναι τὸν θάνατον εἰκός ἐστι,

730
ἔτι δὲ μᾶλλον, ὅταν ἢ μὴ ἀκούῃ τις ἢ μὴ βλέπῃ, διὰ τὴν τῆς αἰσθητικῆς δυνάμεως ἀῤῥωστίαν.

Ὁκόσοισι δ’ ἐν τῷ πυρετῷ μὴ διαλείποντι δύσπνοια γίνηται καὶ παραφροσύνη, θανάσιμον.

Γίγνεται μὲν ἐνίοτε καὶ διὰ μίαν αἰτίαν ἀμφότερα, δύσπνοια καὶ παραφροσύνη, πεπονθότος τοῦ ἐγκεφάλου καὶ φαίνεται τηνικαῦτα τὸ πνεῦμα, καθάπερ αὐτὸς εἶπεν ἐν τῷ προγνωστικῷ, μέγα τε καὶ διὰ πολλοῦ, τουτέστι μέγα τε καὶ ἀραιόν, ἐγχωρεῖ δὲ καὶ διά τι τῶν ἀναπνευστικῶν ὀργάνων πεπονθὸς γενέσθαι τὴν δύσπνοιαν. αἵ τε γὰρ πλευρίτιδες καὶ περιπνευμονίαι τά τ’ ἄλλα τὰ κατὰ θώρακα καὶ πνεύμονα πάθη δύσπνοιαν ἐργάζεται. κινδυνώδη δὲ ταῦτα πάντα ἐστὶ καὶ μάλιστα μετὰ συνεχοῦς πυρετοῦ. καὶ γὰρ καὶ γίγνεσθαι πέφυκεν ἀεὶ μετὰ τοιούτου, ὥστε κἀνταῦθα

731
τὸ ἐν πυρετῷ μὴ διαλείποντι κατὰ τὸν αὐτὸν ἔοικε λόγον εἰρῆσθαι τῷ κατὰ τὸν ἔμπροσθεν ἀφορισμόν.

Ἐν τοῖσι πυρετοῖσιν ἀποστήματα μὴ λυόμενα πρὸς τὰς πρώτας κρίσιας μῆκος νούσου σημαίνει.

Πρόδηλος ὁ λόγος καὶ ἴσως οὐδὲ Ἱπποκράτους δεόμενος. ἐν αὐτῷ γὰρ τῷ μὴ λύεσθαι κατὰ τὰς πρώτας κρισίμους εὔδηλον ὡς χρονίζει τὰ τοιαῦτα παθήματα.

Ὁκόσοισιν ἐν τοῖσι πυρετοῖσιν ἢ ἐν τῇσιν ἄλλῃσιν ἀῤῥωστίῃσι κατὰ προαίρεσιν δακρύουσιν, οὐδὲν ἄτοπον. ὁκόσοι δὲ μὴ κατὰ προαίρεσιν, ἀτοπώτερον.

Εἴρηται κἀν τῷ προγνωστικῷ τὸ δακρύειν οὐκ ἀγαθὸν εἶναι σημεῖον, ὅταν γε δηλονότι μηδὲν ᾖ πεπονθὸς αὐτὸς 

732
ὁ ὀφθαλμὸς ἴδιον ἐξαίρετον πάθος, οἷον ὀφθαλμίαν ἢ τραχύτητα περὶ τὰ βλέφαρα ἤ τι τοιοῦτον. ἀῤῥωστία γάρ τις ἐμφαίνεται τῆς καθεκτικῆς δυνάμεως, ἐπειδὰν μηδενὸς ὄντος τοιούτου δακρύουσιν. οὐκ ὀρθῶς δὲ ἀτοπώτερον γέγραπται παραβλητικῶς· ἄμεινον γὰρ ἦν ἀπολελυμένως ἄτοπον εἰρῆσθαι, καί μοι δοκεῖ τὸ σφάλμα τοῦ πρώτου βιβλιογράφου γεγονέναι μᾶλλον ἢ Ἱπποκράτους αὐτοῦ.

Ὁκόσοισι δὲ ἐπὶ τῶν ὀδόντων ἐν τοῖσι πυρετοῖσι περίγλισχρα γίνεται, ἰσχυροὶ γίνονται οἱ πυρετοί.

Οὐδὲ γὰρ οὐδὲ γενέσθαι δύνανται ταῦτα τὰ περίγλισχρα χωρὶς πολλῆς θερμασίας ὑγρότητα φλεγματικωτέραν ξηραινούσης.

733
Ὁκόσοισιν ἐπὶ πολὺ βῆχες ξηραὶ βραχέα ἐρεθίζουσι ἐν πυρετοῖσι καυσώδεσιν, οὐ πάνυ τι διψώδεές εἰσι.

Ξηρὰς ὀνομάζουσι βῆχας ἐφ’ ὧν οὐδὲν ἀναπτύεται, γίγνονται δὲ ποτὲ μὲν ἐπὶ δυσκρασίᾳ τῶν ἀναπνευστικῶν ὀργάνων, ἔστι δ’ ὅτε ἐπὶ τραχύτητι τῆς φάρυγγος ἥ τινος ὑγροῦ λεπτοῦ τε καὶ ὀλίγου καταῤῥέοντος. ὅ τι δ’ ἂν ᾖ τούτων, ἐπιτέγγεταί πως τὰ περὶ τὴν ἀρτηρίαν χωρία καὶ διὰ ταῦθ’ ἧττον γίγνονται διψώδεις. καὶ γὰρ ἐὰν τραχύτης ᾖ μόνη, διὰ τὴν ἐν τῇ βηχὶ κίνησιν ἐκ τῶν πλησίον ἕλκεταί τις ὑγρότης. οὕτω δὲ κἂν ᾖ δυσκρασία μόνη.

Οἱ ἐπὶ βουβῶσι πυρετοὶ πάντες κακοὶ, πλὴν τῶν ἐφημέρων.
734

Ἐφήμεροι πυρετοὶ πάντες πρὸς αὐτοῦ καλοῦνται ὅσοι κατὰ τὸν ἴδιον λόγον ἡμέρᾳ γίγνονται μιᾷ. τοιοῦτοι δέ εἰσι καὶ οἱ ἐπὶ τοῖς βουβῶσιν, ὅταν ἐπὶ φανεροῖς αἰτίοις συστῶσι. τοὺς δ’ ἄλλους βουβῶνας, ὅσοι χωρὶς αἰτίας φανερᾶς ἐγένοντο, ταῖς τῶν σπλάγχνων εἰκός ἐστι συνεισβάλλειν φλεγμοναῖς καὶ διὰ τοῦτο καὶ τοὺς ἅμα αὐτοῖς γιγνομένους πυρετοὺς κακοὺς εἶναι.

Πυρέσσοντι ἱδρὼς ἐπιγενόμενος, μὴ ἐκλείποντος τοῦ πυρετοῦ κακόν. μηκύνει γὰρ ἡ νοῦσος καὶ ὑγρασίην πλείω σημαίνει.

Ἐχρῆν τοῦτον τὸν ἀφορισμὸν ἐζεῦχθαι τῷ μικρῷ πρόσθεν εἰρημένῳ, καθ’ ὃν ἔφη, ἱδρὼς πολὺς ψυχρὸς ἢ θερμὸς ἀεὶ ῥέων. αὐτός τ’ ἐδήλωσε καὶ ὅπως κακὸν ἔφησε τὸν τοιοῦτον εἶναι καὶ διὰ τίνα αἰτίαν. κακὸς μὲν οὖν ἐστιν,

735
ὅτι πρὸς τῷ μὴ λύειν τὴν νόσον ἔτι καὶ μηκύνειν αὐτὴν δηλοῖ. τὴν δ’ αἰτίαν τοῦ κατὰ τὸν χρόνον μήκους ὑγρότητα πολλὴν εἶναί φησιν, ἣν ἐν χρόνῳ πλείονι διαφερούσης τε καὶ πεττούσης τῆς φύσεως ἀναγκαῖόν ἐστι μηκῦναι τὸ νόσημα.

Ὑπὸ σπασμοῦ ἢ τετάνου ἐνοχλουμένῳ πυρετὸς ἐπιγενόμενος λύει τὸ νόσημα.

Ἔστι μὲν δήπου καὶ ὁ τέτανος σπασμὸς, ἀλλ’ οὐ φαίνεται σπώμενα τὰ μόρια κατ’ αὐτὸν, ὅτι κατ’ ἴσον ὀπίσω τε καὶ πρόσω τείνεται καὶ διὰ τοῦτο ἐξαίρετόν ἐστιν ὄνομα τέτανος ὡς εἶναι πάντας τοὺς τρεῖς σπασμοὺς ὀπισθότονον, ἐμπροσθότονον, τέτανον. ἅπαντες δ’ οἱ σπασμοὶ γίγνονται κατ’ αὐτὸν, ὑπὸ κενώσεως ἢ πληρώσεως τῶν νευρωδῶν δηλονότι μορίων. ὅσοι μὲν οὖν ἐπιγίγνονται πυρετοῖς καυσώδεσι σπασμοὶ, τούτους μὲν εἰκός ἐστι διὰ ξηρότητα συνίστασθαι.

736
ὅσοι δ’ ἀπ’ ἀρχῆς ἰδίας εἰσβάλλουσιν, ἐπὶ πληρώσει τὴν γένεσιν ἴσχουσι. τούτοις οὖν τοῖς σπασμοῖς ἐπιγινόμενοι πυρετοὶ τὸ μέν τι διαφοροῦσι τῆς περιττῆς ὑγρότητος, τὸ δέ τι καὶ συμπέττουσι τῆς ὑγρότητος, οἵπερ εἰσὶ καὶ τοῖς ἰατροῖς σκοποὶ τῶν ἰαμάτων. εἰκότως οὖν ὀλέθριοι μὲν οἱ ἐπὶ πυρετοῖς σπασμοὶ, οὐκ ὀλέθριοι δὲ οἱ πρὸ τῶν πυρετῶν.

Ὑπὸ καύσου ἐχομένῳ ῥίγεος ἐπιγενομένου λύσις.

Ἐδείχθη γὰρ ἐν τῷ περὶ ῥίγους λόγῳ καὶ διὰ τὴν ξανθὴν χολὴν φερομένην ὀξέως διὰ τῶν αἰσθητικῶν σωμάτων ῥῖγος γιγνόμενον. ἐφ’ ὧν δηλονότι καὶ κοιλίαι καταῤῥήγνυνται καὶ ἱδρῶτες καὶ ἔμετοι χολώδεις ἐπιφαίνονται. καθαιρομένης οὖν τῆς τὸν καῦσον ἐργαζομένης χολῆς ἡ λύσις τῷ πυρετῷ. καῦσον γὰρ ἴσμεν γιγνόμενον, ὅταν ἐν θερινῇ 

737
ὥρᾳ ἀναξηρανθέντα τὰ φλεβία ἐπισπάσηται δριμέας καὶ χολώδεις ἰχῶρας εἰς ἑαυτά.

Τριταῖος ἀκριβὴς κρίνεται ἐν ἑπτὰ περιόδοισι τὸ μακρότατον.

Ὁ τριταῖος πυρετὸς τοῦ καύσου κατὰ μὲν τὸν ποιοῦντα χυμὸν οὐ διαφέρει. γίγνονται γὰρ ὑπὸ τῆς ξανθῆς χολῆς ἀμφότεροι. διαφέρουσι δὲ πολὺ τῷ τὸν μὲν καῦσον ἐν ταῖς φλεψὶν ἅμα τῷ αἵματι τὴν ξανθὴν χολὴν πλεονάζουσάν τε καὶ ζέουσαν ἔχειν, τὸν δὲ τριταῖον ἐν ὅλῳ τῷ σώματι φερομένην τε καὶ κινουμένην. ἀκριβὴς οὖν ἔσται ὁ τριταῖος ὁ τὴν ἑαυτοῦ φύσιν εἰλικρινῆ διασώζων. διασώζει δὲ ὁ ξανθὴν χολὴν ἔχων, ὡς εἴρηται, πλεονεκτοῦσάν τε καὶ κινουμένην, τήν τε ὥραν θερινὴν καὶ τὸ χωρίον ὁμοίως τῇ ὥρᾳ θερμὸν καὶ ξηρὸν καὶ τὴν ἡλικίαν τοῦ ἀνθρώπου καὶ τὴν κρᾶσιν ὁμοίαν. εὐθὺς δ’ ἂν τῷ τοιούτῳ τριταίῳ καὶ

738
ὁ παροξυσμὸς γίγνοιτο μετὰ ῥίγους καὶ ἡ λύσις αὐτοῦ μεθ’ ἱδρῶτος ἢ ἐμουμένης ἢ ὑπιούσης τῆς ξανθῆς χολῆς ἢ καὶ πάντων ἅμα τούτων γιγνομένων. ἔσται δὲ τῷ τοιούτῳ τριταίῳ καὶ ὁ τοῦ παροξυσμοῦ χρόνος ἐλάττων πολλῷ τοῦ τῆς ἀνέσεως. ἐν δυοῖν γὰρ ἡμέραις καὶ νυξὶ ταῖς ἴσαις συντελουμένης ὅλης αὐτοῦ τῆς περιόδου τὸν ἀκριβῆ τριταῖον οὐκ ἄν ποθ’ εὕροις ἐξωτέρω τῶν δώδεκα ὡρῶν ἐκτείνοντα τὸν παροξυσμόν. τὸν τοιοῦτον οὖν ὁ Ἱπποκράτης φησὶν ἐν ἑπτὰ περιόδοισι κρίνεσθαι τὸ μακρότατον. ὃ γὰρ ἐπὶ τῶν συνεχῶν ἡμέρα μία δύναται, τοῦτο ἐπὶ τῶν διαλειπόντων ὁ παροξυσμός. κατὰ γοῦν τὴν τούτων συναρίθμησιν αἱ κρίσεις αὐτῶν γίγνονται. τοῦτο δ’ ᾐνίξατο μὲν καὶ αὐτὸς ἐν τῷ προγνωστικῷ κατὰ τὸν περὶ τεταρταίων λόγον εἰπών· γίγνεται δὲ καὶ τῶν τεταρταίων ἡ κατάστασις ἐκ τοῦ τοιούτου κόσμου. τετήρηται δὲ καὶ ἡμῖν ἐπὶ τῶν τεταρταίων αὐτῶν καὶ τῶν τριταίων ἡ κρίσις γιγνομένη κατὰ τὸν τῶν περιόδων ἀριθμὸν οὐ τὸν τῶν ἡμερῶν. εὐθὺς γοῦν ἐπὶ τοῦ τριταίου πυρετοῦ ὁ ἕβδομος ἀπὸ τῆς ἀρχῆς παροξυσμὸς
739
εἰς τὴν τρισκαιδεκάτην ἡμέραν ἐμπίπτει καὶ κρίνεται πολλάκις ἐν αὐτῷ τὸ νόσημα, μὴ περιμεῖναν τὴν τεσσαρεσκαιδεκάτην ἡμέραν. καθάπερ οὖν ἐν τοῖς συνεχέσι νοσήμασι τῶν μὲν ὀξέων νοσημάτων ὅρος ἦν ἡ τεσσαρεσκαιδεκάτη, τῶν δὲ κατοξέων ἡ ἑβδόμη, οὕτως ἐν τοῖς διαλείπουσιν ὁ μακροχρονιώτατος πυρετὸς τριταῖος ὅρον ἔχει τὴν ἑβδόμην περίοδον. ὥσπερ δὲ πάλιν ἐπὶ τῶν κατοξέων ἐνεδέχετο κριθῆναι τὸ νόσημα καὶ κατὰ τὴν πέμπτην ἡμέραν καὶ κατὰ τὴν τετάρτην καὶ κατὰ τὴν τρίτην, οὕτως καὶ τοῦ τριταίου καὶ κατὰ τὰς αὐτὰς περιόδους ἐνδέχεται γενέσθαι τὴν λύσιν, οὐκ ἀναμενούσης τῆς φύσεως τὴν ἑβδόμην περίοδον. ἐνίοτε μὲν οὖν μετὰ προσθήκης ὁ Ἱπποκράτης ἀκριβῆ τριταῖον ὀνομάζει τὸν τοιοῦτον. ἐνίοτε δὲ ἁπλῶς ἀρκεῖται τριταῖον εἰπὼν, ὥσπερ καὶ νῦν ἔθους ὄντος καὶ τοῖς ἄλλοις ἅπασιν Ἕλλησι τὰ τοιαῦτα πάντα πράγματα ἀδιορίστως ὀνομάζειν.

740
Ὁκόσοισιν ἂν ἐν τοῖσι πυρετοῖσι τὰ ὦτα κωφωθῇ, αἷμα ἐκ ῥινῶν ῥυὲν ἢ κοιλίη ἐκταραχθεῖσα, λύει τὸ νόσημα.

Εἴρηται καὶ πρόσθεν αὐτῷ κώφωσιν γίγνεσθαι, χολωδῶν διαχωρημάτων ἐπισχεθέντων καὶ ἀναδραμόντων ἐπὶ τὴν κεφαλὴν, λύεσθαί τε τὴν τοιαύτην κώφωσιν ἐκταραχθείσης τῆς γαστρός. εἴρηται δὲ καὶ νῦν αὐτῷ τοῦτο καὶ πρὸς αὐτὸ τὸ περὶ τῆς διὰ τῆς ῥινὸς αἱμοῤῥαγίας. καὶ γὰρ καὶ αὕτη λύει κώφωσιν τὴν ἐν πυρετοῖς γιγνομένην, δηλονότι χωρὶς τοῦ πεπονθέναι τι τὸ τῆς ἀκοῆς ὄργανον ἴδιον ἐξαίρετον πάθημα· καὶ οὐδὲν θαυμαστὸν, ἐκκρινομένων τε καὶ μεταβαλλομένων τῶν λυπούντων χυμῶν παύεσθαι τὰ νοσήματα.