In Hippocratis Aphorismos Commentarii VII

Galen

Galen, In Hippocratis Aphorismos Commentarii VII

Οἱ ψυχροὶ ἱδρῶτες σὺν ὀξεῖ πυρετῷ γινόμενοι θάνατον σημαίνουσι, ξὺν δὲ πρηοτέρῳ μῆκος νούσου.

Ὅτι μὲν οὖν οὕτω γίνεται πολλάκις ἡ πεῖρα διδάσκει. τίς δ’ ἡ αἰτία τοῦ γινομένου σκεπτέον. ἀπορώτατον γὰρ εἶναι δοκεῖ πυρετοῦ θερμοτάτου κατέχοντος τὸν ἄνθρωπον ἱδρῶτα ψυχρὸν γίγνεσθαι. ὅτι μὲν οὖν ἐν ἄλλοις χρὴ μέρεσι τοῦ σώματος εἶναι τὴν σφοδρὰν θερμασίαν, ἐξ ἄλλων

716
δὲ κενοῦσθαι τοὺς ψυχροὺς ἱδρώτας εὔδηλον. ἐθερμάνθησαν γὰρ ἂν εἴπερ ἐκ τῶν θερμοτάτων ἐφέροντο. κενοῦνται δὲ ἐκ τοῦ αὐτοῦ δέρματος οἱ ἱδρῶτες, ὅπερ ἐγχωρεῖ ψυχρὸν εἶναι, διακαιομένων τῶν ὑπ’ αὐτό. σηπομένων γάρ τινων χυμῶν ἐδείχθησαν ὀξέες γινόμενοι πυρετοί. σήπονται δ’ οὗτοι πολλάκις μὲν ἐν ὅλῳ τῷ σώματι, πολλάκις δ’ ἐν τοῖς ἀγγείοις μόνοις. ὅταν οὖν ποτε συμβῇ δύο ταῦτα, τοὺς μὲν ἐν τοῖς ἀγγείοις χυμοὺς σήπεσθαι, τὴν δὲ τὰ στερεὰ μόρια διοικοῦσαν φύσιν, ἥτις ἐστι καθ’ Ἱπποκράτην τὸ ἔμφυτον θερμὸν, ἤτοι γε ἐσβέσθαι παντάπασιν ἢ πλησίον ἥκειν σβέσεως, τὰ μὲν ἐκ τούτων κενούμενα ψυχρὰ φαίνεται. τὴν δ’ ἐπὶ τῇ σήψει θερμασίαν οὐδὲν κωλύει σφοδροτάτην εἶναι. καὶ διὰ τοῦτο ὀλέθριον τὸ σημεῖον, ἐνδεικνύμενον ἐν τῷ τοῦ ζώου σώματι πλεονεκτεῖν ὑγρῶν πλῆθος, ψυχρῶν τοσοῦτον ὡς μήθ’ ὑπὸ τῆς ἐμφύτου μήθ’ ὑπὸ τῆς πυρεκτικῆς ἐκθερμαίνεσθαι. χλιαρῶν μέντοι πυρετῶν ὑπαρχόντων ἐγχωρεῖ σωθῆναι τὸν ἄνθρωπον 
717
ἐν χρόνῳ πλείονι τοῦ ψυχροῦ πλήθους πεφθέντος καὶ κρατηθέντος ὑπὸ τῆς φύσεως. ὁ μὲν γὰρ ὀξὺς πυρετὸς αἴτιόν ἐστι καὶ σημεῖον δὲ ὀλεθριώτατον· αἴτιον μὲν, ἐπειδὴ πέφυκε διαλύειν τὰ σώματα, σημεῖον δὲ, ὅτι τὸ πλῆθος τῶν ὑγρῶν ἐνδείκνυται ὅτι ψυχρότατον ὑπάρχει, ὅπου γε μηδ’ ὑπὸ τῆς τοῦ πυρετοῦ μεταβάλλεται θερμότητος. ὁ δ’ οὐκ ὀξὺς, ἀλλὰ μέτριος πυρετὸς ἐπιτρέπει χρόνῳ πλείονι πρὸ τῆς φύσεως πεφθῆναι τὸ πλῆθος, ὡς ἂν μὴ φθάνων διαλύειν τὸ ζῶον. σημεῖον δ’ οὐκ ἔστιν οὕτως ὀλέθριον ὡς ὁ σφοδρός. ἐγχωρεῖ γὰρ ἐν χλιαρῷ πυρετῷ, κἂν μετρίως ψυχρὸν ᾖ τὸ πλῆθος, ἀνεκθέρμαντον μένειν.

Καὶ ὅκου ἔνι τοῦ σώματος, ἱδρὼς ἐκεῖ φράζει τὴν νοῦσον.

Εἴπερ γὰρ εἰς ὅλον ἡ νόσος ἐξέτατο τοῦ ζώου τὸ σῶμα καὶ τὴν κένωσιν ἂν ἐξ ἅπαντος ὁμοίως ὁμότιμον ἐποιεῖτο.

718
γίγνονται μὲν γὰρ οἱ ἱδρῶτες ἤτοι τῆς φύσεως ἐκκενούσης τὰ περιττὰ, ἡνίκα καὶ κρίνουσι χρηστῶς, ἢ καὶ τῷ μὴ στέγεσθαι κατὰ τὸ σῶμα, τῷ λόγῳ τοῦ νοσήματος. ὁποτέρως δ’ ἂν γένωνται, τὴν τῶν πεπονθότων μερῶν ἐκκρίνουσιν ὑγρότητα.

Καὶ ὅκου ἔνι τοῦ σώματος ψυχρὸν ἢ θερμὸν, ἐνταῦθα ἡ νοῦσος.

Ἐν ᾧπερ ἂν ἢ μορίῳ τοῦ σώματος ἐπίσημος ἤτοι θερμότης ἢ ψύξις, ἐν τούτῳ καὶ τὴν νόσον ἀναγκαῖον ὑπάρχειν. ἐξέστηκε γὰρ τοῦτο δηλονότι τῆς κατὰ φύσιν εὐκρασίας, ἥτις ἐστὶν ἡ ὑγίεια.

Καὶ ὅκου ἐν ὅλῳ τῷ σώματι μεταβολαὶ καὶ ἢν τὸ σῶμα
719
καταψύχηται ἢ αὖθις θερμαίνηται ἢ χρῶμα ἕτερον ἐξ ἑτέρου γίνηται, μῆκος νούσου σημαίνει.

Αἱ ποικίλαι διαθέσεις ἀεὶ χρονιώτεραι γίγνονται τῶν μονοειδῶν, ἀδυνατούσης δηλονότι τῆς φύσεως ἐν ὀλίγῳ χρόνῳ κατεργάζεσθαι τὰς πολλὰς διαθέσεις.

Ἱδρὼς πολὺς ἐξ ὕπνου γινόμενος ἄνευ φανερῆς αἰτίας τὸ σῶμα σημαίνει, τροφῇ ὅτι πλείονι χρέεται. ἢν δὲ τροφὴν μὴ λαμβάνοντι τοῦτο γίνηται, σημαίνει ὅτι κενώσεως δεῖται.

Ἔνιοι γράφουσιν οὕτω τὸν ἀφορισμὸν, ἱδρὼς πολὺς ἐξ ὕπνου γιγνόμενος ἄνευ φανερᾶς αἰτίας, ἔνιοι δὲ ἄνευ τινὸς αἰτίης ἑτέρης. ἀλλά γε τὰ τοιαῦτα κἂν μὴ προσγραφῇ νοῆται, μυριάκις ἐν μυρίαις ῥήσεσιν ὑπ’ αὐτοῦ παραλελειμμένα, διὰ τὸ προσυπακούειν ἡμᾶς αὐτὰ, κἂν

720
μὴ ῥηθῇ, μεμαθηκότας γε ἅπαξ παρ’ αὐτοῦ ὅτι διὰ τὴν ἔξωθεν αἰτίαν οὐκ ἐκ τῆς τοῦ σώματος διαθέσεως γιγνόμενα συμπτώματα πρόγνωσιν οὐδεμίαν ποιεῖται ἀσφαλῆ. τούτου μὲν οὖν ἀεὶ χρὴ μεμνῆσθαι, τὸ δὲ κατὰ τὸν προκείμενον ἀφορισμὸν διδασκόμενον ἐν τῇ τοῦ πολὺς προσθήκῃ μάλιστά ἐστιν. εἰ γὰρ μὴ πολὺς ἱδρὼς ᾖ, δύναιτ’ ἂν καὶ διὰ τὴν τῆς δυνάμεως ἀῤῥωστίαν καὶ διὰ τὴν τοῦ σώματος ἀραιότητα γίγνεσθαι. τὸ γὰρ πλῆθος ὑπ’ αὐτοῦ δυοῖν θάτερον, ἤτοι διὰ τὴν τῶν ἄρτι λαμβανομένων σιτίων ἀμετρίαν ἢ διὰ τὴν τῶν ἔμπροσθεν ὑπάρχει. εἰ μὲν διὰ τὴν τῶν ἄρτι λαμβανομένων σιτίων ἀμετρίαν, κωλυτέον πολλὰ λαμβάνειν, εἰ δὲ διὰ τὴν τῶν ἔμπροσθεν, κενωτέον.

Ἱδρὼς πολὺς ψυχρὸς ἢ θερμὸς ἀεὶ ῥέων, ὁ ψυχρὸς μείζω, ὁ δὲ θερμὸς ἐλάσσω νοῦσον σημαίνει.
721

Περὶ μὲν οὖν τῶν ἐν ταῖς κρισίμοις ἡμέραις γιγνομένων ἱδρώτων ἔμπροσθεν εἴρηται· περὶ δὲ τῶν ἐν ὅλῳ χρόνῳ τοῦ νοσήματος ἐπιφαινομένων ἀκρίτως ἐν τῷδε δηλοῖ, χαλεπωτέρους μὲν εἶναι λέγων τοὺς ψυχροτέρους, ἧττον δὲ τούτων μοχθηροὺς τοὺς θερμούς. ἀμφότεροι μὲν γὰρ ἐνδείκνυται πλῆθος, ἀλλ’ οἱ μὲν ἕτεροι ψυχρὸν, οἵ γε καὶ χείρους εἰσὶν, οἱ δὲ ἕτεροι θερμὸν, ἧττον ἐκείνων ὄντες ὀλέθριοι πυρετοί.

Οἱ πυρετοὶ ὁκόσοι μὴ διαλείποντες διὰ τρίτης ἰσχυρότεροι γίνονται μᾶλλον ἐπικίνδυνοι, ὅτῳ δ’ ἂν τρόπῳ διαλείπωσι, σημαίνει ὅτι ἀκίνδυνοι.

Ὅτι τὸ διαλείπειν ὁ Ἱπποκράτης ἐπὶ τῶν εἰς ἀπυρεξίαν παυομένων παροξυσμῶν λέγει δῆλον ἐποίησεν ἐν τῷδε τῷ ἀφορισμῷ, τοὺς ὁπωσοῦν διαλείποντας τῶν διὰ τρίτης παροξυνομένων ἀκινδύνους ἀποφαινόμενος. μόνοι 

722
γὰρ οἱ εἰς ἀπυρεξίαν λήγοντες ἐξ αὐτῶν εἰσιν ἀκίνδυνοι, κἂν σφοδρότατον ποιῶνται τὸν παροξυσμὸν κἂν ἱκανῶς μακρόν. ἐὰν μὲν γὰρ οὗτος ᾖ βραχὺς, ὡς ἐν τοῖς ἀκριβέσι τριταίοις ἐστὶν ἐλάττονι ἢ τῶν δώδεκα ὡρῶν χρόνῳ περιγραφόμενος, οὐ μόνον ἀκίνδυνος ὁ τοιοῦτός ἐστι πυρετὸς, ἀλλὰ καὶ ταχυκρίσιμος· ἐὰν δὲ μακρότερος ὡς ὡρῶν, εἰ τύχοι, ἡ, ὑπάρχει ἀκίνδυνος μὲν ἔτι καὶ οὗτος, εἰς τοσοῦτον δὲ χρονιώτερος, εἰς ὅσον ὁ παροξυσμὸς αὐτοῦ μείζων ἐστὶν ἢ κατὰ τὸν ἀκριβῆ τριταῖον. εἰκότως δὲ τοὺς εἰς ἀπυρεξίαν τελευτῶντας ἀκινδύνους εἶναί φησιν, ὡς ἂν μήτε διὰ φλεγμονήν τινα γιγνομένους μήτε ἐπὶ κακοήθει σήψει χυμῶν. οὐδέτεροι γὰρ τούτων εἰς ἀπυρεξίαν ἀφικνοῦνται. ὅτῳ δ’ ἂν οὖν τρόπῳ διαλείπῃ σημαίνει ὅτι ἀκίνδυνοι, τουτέστιν, ἐάν τε σφοδροῦ τοῦ παροξυσμοῦ γεγονότος ἐάν τε μακροῦ.

723
Ὁκόσοισι πυρετοὶ μακροὶ, τουτέοισιν ἢ φύματα ἐς τὰ ἄρθρα ἢ πόνοι γίνονται.

Οὐ διὰ παντὸς οὐδὲ τοῦτο καθάπερ οὐδ’ ἄλλο οὐδὲν τῶν ὁμοίων, ἀλλ’ ὡς τὸ πολὺ δηλονότι φαίνεται συμβαῖνον, ἡ δ’ αἰτία φανερά. διὰ γάρ τοι τὸ πλῆθος ἢ τὸ πάχος ἢ τὴν ψυχρότητα τῶν τοὺς πυρετοὺς ἐργαζομένων χυμῶν ἐπὶ πλεῖστον ἐκτείνεται τὰ νοσήματα, χρόνου μακροῦ δεομένων αὐτῶν εἰς τὴν πέψιν. εἰκὸς οὖν ἐστιν ἐπ’ αὐτοῖς καὶ φύματα γίγνεσθαι καὶ κατασκήπτειν εἰς ἄρθρα τὸ περιττόν. εἴτε δ’ ἀντὶ τῶν ἀλγημάτων ἀκούσομεν εἰρῆσθαι τοὺς πόνους εἴτ’ ἀντὶ τῆς βλάβης ἑκάτερον ἔχει τινὰ λόγον. ἄμφω γὰρ ἕπεται τοῖς ἀποσκήμμασιν.

Ὁκόσοισι φύματα ἐς τὰ ἄρθρα ἢ πόνοι ἐκ πυρετῶν μακρῶν γίνονται, οὗτοι σιτίοισι πλέοσι χρέονται.
724

Περὶ τῶν ἀναλαμβανομένων ἐκ νόσου διδάσκει. τούτοις γὰρ ἐμπιπλαμένοις εἰκός ἐστι γίγνεσθαι πληθωρικὰ περιττώματα καὶ μάλιστα διὰ τὴν ἀῤῥωστίαν τῆς δυνάμεως.

Ἢν ῥῖγος ἐμπίπτῃ πυρετῷ μὴ διαλείποντι ἤδη ἀσθενεῖ ἐόντι, θανάσιμον.

Οὐ ταὐτόν ἐστιν ἢν ἐπιπέσῃ φάναι καὶ ἢν ἐμπίπτῃ. τὸ μὲν γὰρ ἐπιπέσῃ μίαν καταβολὴν τοῦ ῥίγους δηλοῖ, τὸ δ’ ἐμπίπτῃ πλείονας. ἅπαξ μὲν οὖν ἐπιπεπτωκότος τοῦ ῥίγους οὔπω δῆλον εἴτ’ ὀλέθριος εἴτε χρηστὴ κρίσις ἀκολουθήσει. δύναται μὲν γὰρ καὶ διὰ τὴν ἀῤῥωστίαν τῆς δυνάμεως ὀλέθριον γενέσθαι τὸ σύμπτωμα, δύναται δὲ καὶ σφαλερὰ κρίσις, ἀλλ’ ὅμως εἰς ἀγαθὸν τελευτῆσαι. τὸ δὲ πλεονάκις γενέσθαι τὸ ῥῖγος μὴ διαλείποντος τοῦ πυρετοῦ καὶ ἄλλως μὲν οὐκ ἀγαθὸν, ἐπ’ ἀσθενεῖ δὲ τῇ δυνάμει γιγνόμενον ὀλέθριον. εἰ μὲν γὰρ καὶ κένωσίς τις ἕποιτο τῷ

725
ῥίγει διάλειμμα μηδὲν ἐργαζομένη, κατ’ ἄμφω διαλυθῆναι τὸν ἄνθρωπον εἰκὸς, οὔτε τῆς δυνάμεως φερούσης τὸν κλόνον τοῦ ῥίγους ὑπό τε τῆς κενώσεως καταλουμένης. εἰ δὲ τὸ ῥῖγος γίγνοιτο μόνον, οὐδεμιᾶς γιγνομένης κενώσεως ἑκατέρως οὐκ ἀγαθὸν τὸ σύμπτωμα. καὶ γὰρ ὡς αἴτιον κακὸν ἅψεται τῆς δυνάμεως καὶ σημεῖον ἔσται μοχθηρὸν ἐνδεικνύμενον ἀῤῥωστίαν ἐσχάτην αὐτῆς, εὐωθυίας μὲν ἐπὶ τοῖς ῥίγεσιν ἐκκρίνειν τοὺς λυποῦντας χυμοὺς, ἀδυνατούσης δ’ αὐτὸ νῦν ποιεῖν.

Αἱ ἀποχρέμψιες αἱ ἐν τοῖσι πυρετοῖσι τοῖσι μὴ διαλείπουσι, αἱ πελιδναὶ καὶ αἱματώδεες καὶ δυσώδεες καὶ χολώδεες πᾶσαι κακαί. ἀποχωροῦσαι δὲ καλῶς ἀγαθαὶ καὶ κατὰ τὰς διαχωρήσιας καὶ κατὰ τὰ οὖρα. ἢν δὲ μή τι τῶν συμφερόντων ἐκκρίνηται διὰ τῶν τόπων τούτων, κακόν.
726

Ἦν μὲν ἴσως πρέπον ἀφοριστικῇ διδασκαλίᾳ συντομώτερον εἰρῆσθαι πάσας τὰς πονηρὰς ἐκκρίσεις καλῶς ἀποχωρούσας εἰς ἀγαθὸν τελευτᾶν, ὁ δὲ Ἱπποκράτης οὐχ οὕτως ἐποίησεν, ἀλλὰ πρῶτον μὲν ἐμνημόνευσε τριῶν γενῶν ἐκκρίσεως, τῆς τε διὰ στόματος καὶ τῆς τῶν διαχωρουμένων καὶ τῆς τῶν οὔρων, εἶτα καὶ τῆς διὰ στόματος αὐτῆς λεπτομερέστερον. οὐ γὰρ ἁπλῶς εἶπε τὰς μοχθηρὰς ἀποχωρούσας καλῶς ἀγαθὰς ὑπάρχειν, ἀλλὰ καὶ κατ’ εἶδος αὐτῶν ἐμνημόνευσεν εἰπών· αἱ πελιδναὶ καὶ αἱματώδεες καὶ δυσώδεες καὶ χολώδεες. εἷς δέ τίς ἐστιν ὁ κοινὸς ἐπὶ πάντων τούτων λόγος, αἱ μοχθηραὶ κενώσεις μοχθηρῶν διαθέσεών εἰσι σημεῖα καὶ γίγνονται πολλάκις μὲν οὕτω, ὡς ἐπὶ τῶν σηπεδονωδῶν ἑλκῶν ἡμῶν οἷς ἰχῶρες ἀποῤῥέουσιν, οὐδὲν ὠφελοῦντες τὴν διάθεσιν, ἐνίοτε δὲ οὕτως, ὡς πῦον ἐξ ἀποστήματος ῥαγέντος, ἐκκαθαιρομένου καλῶς τοῦ πεπονθότος. τεκμήρια δὲ τοῦ καλῶς ἀποκρίνεσθαι μέγιστα μὲν, εἰ πέψις εἴη καὶ ἡ εὐφορία. σὺν αὐτοῖς δὲ καὶ ἡ τοῦ νοσήματος ἰδέα καὶ μετ’ αὐτῶν ὥρα καὶ χώρα 

727
καὶ ἡλικία καὶ ἡ τοῦ κάμνοντος φύσις. τὸ δ’ ἐπὶ τῇ τελευτῇ τοῦ ἀφορισμοῦ διχῶς εὑρίσκεται γεγραμμένον, ἐν τισὶ μὲν ὡς προγέγραπται, ἢν δὲ μή τι τῶν συμφερόντων ἐκκρίνηται, ἐν τισὶ δὲ χωρὶς τοῦ μὴ, κατὰ τόνδε τὸν τρόπον, ἢν δέ τι τῶν συμφερόντων ἐκκρίνηται· κατὰ μὲν τὴν προτέραν γραφὴν ὁ λόγος ἔσται τοιοῦτος, ἢν δὲ τι τῶν μὴ συμφερόντων ἐκκρίνεσθαι φαίνηται κενούμενον, οὐκ ἀγαθόν ἐστι· κατὰ δὲ τὴν δευτέραν, ἢν δέ τι τῶν συμφερόντων τῷ ζώῳ καὶ οἰκείων ἐκκρίνηται, οὐκ ἀγαθόν ἐστι. βελτίων οὖν ἡ προτέρα γραφή.

Ἐν τοῖσι μὴ διαλείπουσι πυρετοῖσιν ἢν τὰ μὲν ἔξω ψυχρὰ ᾖ, τὰ δὲ ἔνδον καίηται καὶ δίψαν ἔχῃ, θανάσιμον.
728

Σκεπτέον εἰ δυνατὸν ἔσται τὰ εἰρημένα συμπτώματα καὶ κατὰ τὸν διαλείποντα γενέσθαι πυρετόν. ἐγὼ μὲν γὰρ οὔτ’ εἶδον οὔτ’ ἐπινοῶ. φαίνεται δὲ μόνον τοῖς ὀλεθρίοις ὑπάρχοντα καύσοις ἢ εἰ βούλοιο καλεῖν ἑτέρως, τοῖς κακοηθεστάτοις, οἷον λιπυρίαις· ἄλλος δ’ οὐδεὶς πυρετὸς διακαίει τὸ βάθος ἐψυγμένου τοῦ δέρματος. οὔτε γὰρ ὁ ἐπιεικὴς καῦσος οὔθ’ ὁ τριταῖος, οἵπερ ἁπάντων εἰσὶ πυρετῶν θερμότατοι. ἔοικεν οὖν οὐχ ἕνεκα διορισμοῦ προσκεῖσθαι τῷ κατὰ τὸν ἀφορισμὸν τὸ ἐν τοῖσι μὴ διαλείπουσι πυρετοῖσιν, ἀλλ’ ὁμοίως εἰρῆσθαι τῷ σπόνδυλοι δὲ οἱ κατὰ ῥάχιν, οὐχ ὡς καὶ ἄλλοθί που τοῦ σώματος ὄντων σπονδύλων, ἀλλ’ ὥσπερ εἰ καὶ οὕτως εἶπε, σπόνδυλοι δὲ οἷς ὑπάρχει κατὰ ῥάχιν εἶναι, καὶ νῦν οὕτως ἀκουσόμεθα τοῦ λόγου. τὸ διακαίεσθαι τὸ βάθος ἐψυγμένου τοῦ δέρματος ὀλέθριόν ἐστι. γίγνεται δὲ τοῦτο κατά τινας τῶν μὴ διαλειπόντων πυρετῶν. αἰτία δ’ αὐτοῦ τοιάδε τίς ἐστιν· ὅταν ἤτοι φλεγμονή τίς ἐστιν ἰσχυρὰ κατά τι τῶν ἐν βάθει μορίων ἢ ἐρυσίπελας συστῇ, πᾶν ἐπὶ τὸ πεπονθὸς μέρος ἐξ ὅλου τοῦ

729
σώματος ἕλκεται τὸ αἷμα καὶ διὰ ταῦτα μὲν διακαίεται τὸ βάθος, ἀποψύχεται δὲ τὸ δέρμα, καθάπερ ἐν ταῖς ἐπισημασίαις.