In Hippocratis Epidemiarum I

Galen

Galen, In Hippocratis Epidemiarum I

Νοῦσοι ξύντροφοι ἐν γήραϊ λείπουσι καὶ διὰ πεπασμόν καὶ λύσιν καὶ ἀραίωσιν.

Οὐ περὶ πασῶν ὁ λόγος αὐτῷ νῦν τῶν συντρόφων νόσων. ὀνομάζουσι δ’ οὕτως τὰς ἐκ πολλοῦ χρόνου κατὰ τὸ σῶμα τῶν ἀνθρώπων διαμενούσας. οὔτε γὰρ φαίνεται τοῦτο γινόμενον οὔτε αὐτὸς ἀγνοεῖ σαφῶς ἐν ἀφορισμοῖς εἰπών· οἱ πρεσβῦται τῶν νέων τὰ μὲν πλεῖστα νοσέουσιν ἧσσον, ὅσα δὲ αὐτοῖς χρόνια νοσήματα γίνεται, τὰ πολλὰ συναποθνήσκει. προσθεὶς δ’ ἐν αὐτῷ τῷ λόγῳ τὸ τὰ πολλὰ καὶ μὴ καθόλου ποιησάμενος τὴν ἀπόφασιν, ὡς ὅσα χρόνια νοσήματα γίνεται [τὰ πολλὰ] συναποθνήσκει, δῆλός ἐστιν

254
εἰδὼς ἔνια λυόμενα πρὸ τοῦ θανάτου. τίνα τοίνυν ἐστὶ ταῦτα, καθάπερ γε καὶ τίνα τὰ μὴ λυόμενα πρὸ τοῦ θανάτου, διὰ τῶν ἀφορισμῶν αὐτὸς ἐνεδείξατο γράφων ὧδε· βράγχοι καὶ κόρυζαι τοῖς σφόδρα πρεσβυτέροισιν οὐ πεπαίνονται. ψυχρῶν οὖν ἐνταῦθα μνημονεύσας δῆλός ἐστιν ἔνια τῶν θερμῶν συγχωρῶν λυθῆναι δύνασθαι κατὰ τὴν τῶν πρεσβυτέρων ἡλικίαν, εἴ γε τὰ ἐναντία τῶν ἐναντίων ἐστὶν ἰάματα. σπάνια γάρ ἐστι ταῦτα καὶ τάς γε κεφαλαίας τὰς θερμὰς, ἑτεροκρανίας τε καὶ νεφρίτιδας τὰς τοιαύτας, ἔτι τε ἀρθρίτιδας, ὅσαι πάνυ θερμὴν ἔχουσι τὴν διάθεσιν. οὗτος μὲν οὖν ἐκ τῆς τοῦ γήρως κράσεως γινόμενος ὁ τρόπος τῆς λύσεως ἐν τῷ μέρει τῶν πεπασμῶν ἐστι, δηλοῦντος τοῦ πεπασμοῦ πᾶσαν ἀγωγὴν εἰς τὴν σύμμετρον κρᾶσιν, ὡς ἐπὶ τῶν πεπαινομένων ἐδείχθη καρπῶν. ἑτέρους δὲ δύο τρόπους προστίθησιν ἔτι σπανιωτέρους τοῦ πεπασμοῦ, τόν τε κατὰ τὴν ἀραίωσιν καὶ τὸν ἀμφιβόλως εἰρημένον, εἴτε κατὰ τὴν διάλυσιν εἴτε κατὰ λύσιν ἀκοῦσαι χρή γίνεται δὲ οὗτος ἐξ αὐτῆς τῆς σωματικῆς οὐσίας κοινῆς
255
ἅπασιν οὔσης, μὴ ὅτι τοῖς ἐμψύχοις, ἀλλὰ καὶ τοῖς ἀψύχοις. ἀποῤῥεῖ μὲν γάρ τι πάντως αὐτῶν, ἀλλὰ πλεῖστον μὲν τῶν μαλακωτέρων, ἔλαττον δὲ τῶν ἧττον μαλακῶν. οὕτως γοῦν ἔνιοι τῶν παρὰ φύσιν ὄγκων λύονται, διαφορουμένης τῆς οὐσίας αὐτῶν κατὰ βραχὺ χρόνῳ πλείονι, καὶ γίνεται τοῦτο τοῖς καλῶς διαιτωμένοις, ὡς ὅσοι γε πληρωτικῇ διαίτῃ χρῶνται, τὴν ἐπιῤῥοὴν τοῖς πεπονθόσι μέρεσιν ἴσην τῇ διαφερομένῃ ποιούμενοι φυλάττουσι τὰ πάθη. τρίτον δὲ τρόπον εἴρηκε λύσεως τὴν ἀραίωσιν τοῦ σώματος, ὑπὸ μὲν τῶν ἰατρῶν ἐκ προνοίας γινομένην, ὑπὸ δὲ τῆς γεροντικῆς ἡλικίας σπανίως, ὅταν ἀσθενεστέρας γινομένης τῆς δυνάμεως ἰσχνοτέρας τε τῆς ἕξεως, ἀτροφωτέρου δὲ καὶ τοῦ δέρματος ἀραιωθῶσιν οἱ πόροι. ἡμεῖς μὲν οὖν οὕτως ἐξηγούμεθα τὴν ῥῆσιν, ἀεὶ πειρώμενοι τοῖς ἀπὸ τῶν ἀῤῥώστων ὁρωμένοις ὁμολογούσας ἐπιδεικνύναι τὰς λέξεις αὐτοῦ, τῶν δ’ ἐξηγητῶν οἱ πλεῖστοι πάντα μᾶλλον ἢ τοῦτο πράττουσιν, οἵ γε καὶ νῦν ὡς ἐπὶ πάντων τῶν νοσημάτων εἰρημένου τοῦ λόγου τὰς αἰτίας ἀποδιδόναι πειρῶνται. τούτων
256
δ’ ἀτοπώτερα λέγουσιν οἱ τὰ τοιαῦτα πάθη φάσκοντες ἐν τῷ γήρᾳ λύεσθαι, τῆς ψυχῆς μὲν οὖν ὀργὰς, φιλαργυρίας, δεισιδαιμονίας, τοῦ δὲ σώματος ἐρωτικὰς διαθέσεις.

Ἴησις, ἀντίνοον, μὴ ὁμονοέειν τῷ πάθει.

Οὗτος ὁ λόγος ὁ αὐτός ἐστι τῇ δυνάμει, τῷ τἀναντία τῶν ἐναντίων ἰάματα, περὶ οὖ πολλάκις ἤδη διείλεγμαι.

Τὸ ψυχρὸν καὶ ἐπικουρέει καὶ κτείνει ὁκόσα ἐκ θερμοῦ.

Εἰς ἀνάμνησιν ἑαυτῷ καὶ τοῦτ’ ἔγραψε τῆς προειρημένης ἀποφάσεως καθόλου μέρος ὑπάρχον. τὸ γάρ τοι ψυχρὸν ἐπικουρεῖ μὲν τοῖς ψυχροῖς πάθεσι, κτείνει δὲ τοὺς 

257
θερμοὺς νοσοῦντας. ἀφ’ ἑνὸς γὰρ ὡς ἐπὶ παραδείγματος ἐπὶ πάντα τἀναντία μετάγειν χρὴ τὸν λόγον.

Ὀξυθυμίη ἀνασπᾷ καὶ καρδίην καὶ πνεύμονα ἐς ἑωυτὰ καὶ ἐς κεφαλὴν καὶ τὰ θερμὰ καὶ τὸ ὑγρόν. ἡ δὲ εὐθυμίη ἀφίησι καρδίην.

Ἀνιγματωδέστερον ἡ λέξις σύγκειται καὶ διὰ τοῦτο καὶ γραφὰς αὐτῆς πλείονας ἐποιήσαντο καὶ ταῖς γραφαῖς οἰκείας ἐξηγήσεις, ἀληθέστερον δ’ ἂν εἴποι τις, οὐ ταῖς γραφαῖς τὰς ἐξηγήσεις, ἀλλὰ ταῖς ἐπινοηθείσαις ἐξηγήσεσι προσαναπεπλάκασι τὰς γραφάς. εὐθὺς οὖν ἡ ἀνασπᾷ ῥῆσις τί ποτε σημαίνει κατὰ τὴν λέξιν; ἀνασπᾶσθαι τὴν καρδίαν καὶ τὸν πνεύμονα λέγειν αὐτὸν ὑπὸ τῆς ὀξυθυμίης ἐξηγησόμεθα, προσκειμένου δὲ τοῦ, ἐς ἑωυτὰ καὶ ἐς κεφαλὴν,

258
διανοίας ἑτέρας ἔμφασις γίνεται τοιαύτης, ἡ καρδία καὶ ὁ πνεύμων ἀνασπᾷ καὶ εἰς ἑαυτὰ καὶ εἰς τὴν κεφαλὴν καὶ τὰ θερμὰ καὶ τὸ ὑγρὸν, ὄντος καὶ τοῦ θερμὰ πλησίον ἀδιανοήτου. θερμὸν γὰρ ἐχρῆν ἢ θερμὰ εἰρῆσθαι μᾶλλον. ἄμεινον οὖν ἐστιν ἴσως ἀπογνόντα τῆς κατὰ μέρος ἐν τῇ ῥήσει λέξεως, ὡς συγκεχυμένης, ἔκφρασιν αὐτῆς μᾶλλον ἢ παράφρασιν ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλῃ ποιήσασθαι. τοῦτο δ’ ἀδύνατον γενέσθαι, μὴ κᾂν ἕν γ’ ἔτι τῶν ὀνομάτων ἐξηγησαμένων ἡμῶν, ὅπερ ἐστὶ τὸ ἀνασπᾷν. δυοῖν γὰρ θάτερον ἐν ταῖς ὀξυθυμίαις, ἤτοι τὸν πνεύμονα καὶ τὴν καρδίαν εἰς τὴν κεφαλὴν ἀνασπᾶσθαι φάναι ἢ τὴν καρδίαν καὶ τὸν πνεύμονα καὶ τὴν κεφαλὴν ἀνασπᾷν εἰς ἑαυτὰ τό τε θερμὸν καὶ τὸ ὑγρόν. πιθανὸν γὰρ ἐκ τῶν κατὰ τὸ ἧπαρ χωρίων, ὅθεν ἡ χορηγία τοῦ αἵματός ἐστιν, ἀνασπᾶσθαι τήν τε θερμασίαν καὶ τὴν ὑγρότητα. φαίνεται οὖν ἐναργῶς ἐν ταῖς ὀξυθυμίαις μείζονά τε καὶ σφοδρότερον ἡ καρδία ποιουμένη τὸν σφυγμὸν ἅμα ταῖς καθ’ ὅλον τὸ ζῶον ἀρτηρίαις. εὔλογον δὲ καὶ τὰ πληρώσαντα τὴν διαστολὴν
259
αὐτῆς ἕλκεσθαι τηνικαῦτα πλείω. τοῦ δὲ πρὸς τὴν κεφαλὴν ἀναφέρεσθαι τό τε ὑγρὸν καὶ τὴν θερμασίαν πλείονα σημεῖόν ἐστι τὸ κατὰ τοὺς ὀφθαλμούς τε καὶ τὸ πρόσωπον ὅλον ἔρευθος. ἀλλὰ καὶ εἰ ἅψαιο, θερμότερα ταῦτα φανεῖταί σοι γεγονότα. προδήλως τε καὶ οἱ ὀφθαλμοὶ λάμπουσί τε ἅμα καὶ προπετέστεροι δηλοῦσι γεγονέναι καὶ ἡ σύμπασα κεφαλὴ θερμότερα, κατὰ δὲ τὴν εὐθυμίαν, φησὶν, ἀφίησι τὴν καρδίαν, τουτέστι καταλείπει τὰ προειρημένα. χρήσιμος δὲ τῶν εἰρημένων ἡ γνῶσις εἰς τὸ ποτὲ μὲν φυλάττεσθαι τὴν ὀξυθυμίαν, ποτὲ δ’ αὐτὸν ἐπιτηδεύειν, φυλάττεσθαι μὲν ὅταν ἡ καρδία καὶ ἡ κεφαλὴ θερμότεραι τοῦ προσήκοντος ὑπάρχουσι κατὰ φυσικὴν δυσκρασίαν, ἤ τι πάθος θερμὸν ἐπίκτητον, ἐπιτηδεύειν δ’ ἐν τοῖς πάθεσι ψυχικοῖς καὶ τῇ φύσει ψυχροτέρᾳ κεφαλῇ. ὡσαύτως δὲ ἡ καθ’ ὅλον τὸ σῶμα κρᾶσις, εἰ μὲν εἴη θερμοτέρα τοῦ δέοντος, ἤτοι κατὰ πάθος ἢ φύσει, βλαβήσεται μεγάλως ὑπὸ τῆς ὀξυθυμίης. ἡ δ’ ἐναντία τῇδε μεγάλως ὀνήσεται. τοῦτο γάρ τοι καὶ κατὰ τὸ δεύτερον τῶν ἐπιδημιῶν ἐδείκνυμεν ὑπ’
260
αὐτοῦ δεδιδαγμένον, ἡνίκ’ ἔλεγεν, ἐπιτηδεύειν ὀξυθυμίην ἐμποιέειν καὶ χροιῆς ἀναλήψιος ἕνεκα καὶ χυμάσιος.

Πόνος τοῖσιν ἄρθροισι καὶ σαρξὶ, σῖτος, ὕπνος σπλάγχνοισι.

Ἐπειδὴ τὸ πόνος ὄνομα πολλάκις μὲν εἴωθεν ὁ Ἱπποκράτης ἀντὶ τοῦ γυμνασίου λέγειν, ἐνίοτε ἀντὶ τῆς ὀδύνης ἢ ἁπλῶς ἡστινοσοῦν βλάβης, ὡς ἐν πολλοῖς ὑπομνήμασιν ἤδη μεμαθήκατε. διὰ τοῦτο τοίνυν ἄλλος ἐπ’ ἄλλο τῶν τριῶν σημαινομένων ἧκε τῶν ἐξηγησαμένων τὸ βιβλίον, ὁ μέν τις ἡγούμενος αὐτὸν λέγειν τὸ γυμνάσιον, τοῖς ἄλλοις τε καὶ ταῖς σαρξὶν, οἷόν περ σῖτον εἶναι, τουτέστι τροφὴν καὶ ῥώμην καὶ ὠφέλειαν· αὐξάνεσθαι γὰρ αὐτίκα καὶ κρατύνεσθαι καὶ ῥώννυσθαι διὰ τῶν γυμνασίων οὐδὲν ἧττον ἢ διὰ τῶν τροφῶν. ὁ δέ τις ἄλγημα καὶ ὀδύνην τοῖς ἄρθροις τε καὶ ταῖς σαρξὶ τὸν πολὺν σῖτον ἤκουσεν εἰρῆσθαι. τὴν

261
γὰρ πληθώραν οὐ μόνον δυσκίνητα ποιεῖν τά τε ἄρθρα καὶ τὰς σάρκας, ὅπερ ἐστὶ τοὺς μῦς. ἐν τούτοις γὰρ τὸ τῶν σαρκῶν γένος, ἀλλὰ καὶ ῥευματίζειν ὡς ὀδύνας ἐργάζεσθαι. ταύτῃ δ’ ἕπεται τῇ γνώμῃ καὶ τὸ κατὰ τὸ τρίτον σημαινόμενον, ἡγουμένων τινῶν τὸν πολὺν σῖτον, ὅπερ ἐστὶ τὴν πληθώραν, βλάβην εἶναι τοῖς τε ἄρθροις καὶ ταῖς σαρξὶν, οὐ μόνον δὲ σαρξὶ καὶ ἄρθροις, ἀλλὰ καὶ πᾶσι τοῖς μορίοις τοῦ σώματος ἡ πληθώρα καὶ βλάβην εἴωθε καὶ ὀδύνας ἐπιφέρειν. καὶ μέντοι καὶ τὸ δεύτερον μέρος τῆς ῥήσεως, ἐν ᾧ φησιν, ὕπνος σπλάγχνοισι, τὴν μὲν διάνοιαν ἕξει τοιαύτην. ὥσπερ ὁ πόνος τοῖς ἄρθροις καὶ ταῖς σαρξὶν, οὕτως ὁ σῖτος τοῖς σπλάγχνοις, ἤτοι γυμνάσιον ἔσται φέρον εὐεξίαν ἢ ὀδύνην ἢ βλάβην οἴσει. γυμνάζεσθαι μὲν ἐν τοῖς ὕπνοις τὰ σπλάγχνα, καθ’ ὅσον ἐνεργεῖ μάλιστα τηνικαῦτα καὶ κατεργάζεται τὴν τροφὴν, ἀκούειν ἄν τις δύναιτο. βλάβην δέ τινα καὶ ὀδύνην ἐπιφέρειν οὐκ ἀληθὲς, ἀνωδυνίαν τε γὰρ καὶ ὠφέλειαν μᾶλλον ὁ ὕπνος, οὐ τοὐναντίον πέφυκεν ἐργάζεσθαι, πλὴν εἴ τις ἐν ἀρχαῖς παροξυσμῶν λέγοι 
262
ταῦτα ποιεῖν αὐτόν. ἀλλὰ νῦν γε χωρὶς διορισμοῦ τῆς ῥήσεως γεγραμμένης οὐκ ἀληθὴς ὁ λόγος ἔσται. μήτοι τοίνυν ἄμεινόν ἐστιν οὕτως ἀναγινώσκειν, πόνος τοῖς ἄρθροις καὶ ταῖς σαρξίν· εἶτ’ ἀφ’ ἑτέρας ἀρχῆς, σῖτος ὕπνος σπλάγχνοισιν, ἵν’ ὁ λόγος γένηται τοιόσδε, τὸ μὲν γυμνάσιον τοῖς ἄρθροις καὶ ταῖς σαρξὶν ὠφέλειαν παρέχει, σῖτος δὲ καὶ ὕπνος τοῖς σπλάγχνοις. τοῦ γὰρ ἐμφύτου θερμοῦ συννεύοντος εἰς τὸ βάθος, ὡς αὐτὸς ἐδίδαξεν, αἵ τε πέψεις τῶν σιτίων ἀμείνους γίνονται καὶ τρέφεται τηνικαῦτα τὰ σπλάγχνα. κατὰ δὲ τὴν ἐγρήγορσιν ἀποτειναμένου πρὸς τὸ δέρμα τοῦ ἐμφύτου θερμοῦ, τὰ σπλάγχνα ψυχρότερα γίνονται σφῶν αὐτῶν. ἅπερ δὲ ἐκείνοις ὑπῆρχεν ἐν τοῖς ὕπνοις, ταῦτα τοῖς κώλοις τε καὶ πᾶσι τοῖς ἐκτὸς ἐν ταῖς ἐγρηγόρσεσιν.

Ψυχῆς περίπατος, φροντὶς ἀνθρώποισι.
263

Τὸν περίπατον ἀντὶ τοῦ γυμνασίου πάντες ἤκουσαν οἱ ἐξηγησάμενοι τὸ βιβλίον, ἵν’ ὁ λόγος ᾖ τοιόσδε. τοῖς ἀνθρώποις αἱ φροντίδες γυμνάσιον προσηγορίᾳ κεχρῆσθαι τῇ τοῦ περιπάτου δηλούσης τῆς φωνῆς ταύτης εἶδός τι γυμνασίου. κακοζήλου δὲ τῆς ἑρμηνείας οὔσης, εἰκότως αὐτὴν ὁ Διοσκορίδης φυλαττόμενος, οὐ περίπατον ἔγραψεν, ἀλλὰ προσθεὶς τὸ ν γράμμα, περὶ παντὸς, ὥστε γενέσθαι τὴν λέξιν τοιάνδε· ψυχῆς περὶ παντὸς φροντὶς ἀνθρώποις, ἵν’ ᾖ δηλούμενον ἐξ αὐτῆς, περὶ παντὸς τοῖς ἀνθρώποις, ἀσκητέον ἐστὶ τὸν λογισμόν. αἱ γάρ τοι διανοήσεις ὀνομάζονται φροντίδες, ὅθεν καὶ τὸν Σωκράτην φροντιστὴν ἐκάλουν καὶ φροντίδας τὰ σοφὰ βουλεύματα τἀνδρὸς ὠνόμαζον, ὡς κᾀν ταῖς Ἀριστοφάνους Νεφέλαις ἔστιν εὑρεῖν, ἔνθα κωμῳδεῖ καὶ σκώπτει τὸν Σωκράτην ὡς ἀδολέσχην. εἰ δέ τῳ δόξῃ φιλοσόφου θεωρίας, οὐκ ἰατρικῆς, ὁ λόγος ἔχεσθαι, πρῶτον μὲν ἐνθυμείτω κοινὸν ἁπασῶν εἶναι τῶν λογικῶν αὐτὸ τεχνῶν ἐν αἷς τὸν λογισμὸν χρὴ γυμνάζειν, ὡς ἄλλοις

264
τε πολλοῖς εἴρηται τῶν ἰατρῶν, Ἐρασιστράτῳ τ’ οὐκ ὀλιγάκις. ἔπειτα δὲ καὶ πάθη τινὰ γίνεται τὰ μὲν οἶον ναρκοῦντα τὸ λογιστικὸν καὶ τὸ μνημονευτικὸν τῆς ψυχῆς, τὰ δὲ καρώδη καὶ καταφορικά. τούτοις οὖν ἡγητέον ὠφελίμους εἶναι τὰς φροντίδας, ὡς ἐν ἄλλοις ἐδίδαξε, τὰς ὀξυθυμίας εἶναι χρησίμους εἰς εὐχυμίαν τε καὶ τῆς κατὰ φύσιν ἕξεως ἀνάκτησιν.

Ἐν τοῖσι τρώμασι τὸ αἷμα συντρέχει, βοηθητέον ὡς τὸ κενὸν πλησθῆναι.

Αἰνιγματώδης καὶ ἥδε ἡ ῥῆσίς ἐστιν. οὔτε γὰρ τὶ τὸ συντρέχειν δηλοῖ σαφές ἐστιν οὕτε τί κενὸν πλησθῆναι. διὰ τοῦτ’ οὖν ἔνιοι μὲν τῶν ἐξηγητῶν εἰρῆσθαι τὸν λόγον φασὶ περὶ τῆς ἐπὶ τραύμασιν αἱμοῤῥαγίας, ἔνιοι δὲ περὶ τῆς ἐπιγινομένης φλεγμονῆς. ἑκάτεροι γὰρ ἀξιοῦσιν εἰς τὸ

265
τετρωμένον μέρος ἐπιῤῥεῖν αἷμα καὶ μέντοι καὶ τούτου γινομένου κενοῦσθαι τὰς ἐν ὅλῳ τῷ σώματι φλέβας, ὦν προνοητέον εἶναί φασιν, ὡς ἂν πλησθῶσιν αὖθις. εἶναι δὲ τὴν πλήρωσιν αὐτῶν διττὴν, ἀναστελλομένου μὲν ὑπὸ τῶν ψυχόντων καὶ στυφόντων φαρμάκων, καὶ σχήματος δὲ ἐπιτηδείου τοῦ συῤῥέοντος αἵματος ἐπὶ τοῦ τετρωμένου τραυματίου. τινὲς δὲ οὐκ ἐπὶ τραυμάτων μόνον, ἀλλὰ κᾀπὶ τῶν σφοδρῶς συντριβέντων ὀστῶν, μάλιστ’ ἐφ’ ὦν ἔξω τοῦ δέρματος ἀνέσχε τι μέρος αὐτῶν, ὡσαύτως δὲ κᾀπὶ τῶν τοιούτων ἐξαρθρημάτων, ἁπασῶν τε τῶν μεγάλην θλάσιν ἐν τῷ σώματι ποιουσῶν πληγῶν τὸν λόγον εἰρῆσθαί φασι. τρώματα γὰρ ὀνομάζει Ἱπποκράτης τὰς μεγάλας βλάβας ἔκ τινος τῶν ἔξωθεν γενομένας, εἰ καὶ χωρὶς τραύματος. τῇ δὲ περὶ τοῦ συντρέχειν εἰς ταῦτα τὸ αἷμα καὶ πληροῦν τὸ ἐκκενωθὲν, αὕτη καὶ τοῖς ταῦτα λέγουσιν ἐξήγησις. ὅτι μὲν οὖν ὁ Ἱπποκράτης εἴθισται τρώματα καλεῖν τὰς τοιαύτας βλάβας ἐν πολλοῖς ἤδη τῶν βιβλίων αὐτοῦ μεμαθήκαμεν. εἰ δὲ καὶ νῦν ἐκείνων μέμνηται, προπετὲς εἰπεῖν. ἔνιοι δ’
266
ἐπὶ τῶν αἱμοῤῥαγούντων τρωμάτων πληροῦν ἐνθέσει φαρμάκων τε τῶν ἐπιτηδείων καὶ μοτῶν.

Ἣν οὖς ἀλγέῃ, εἴριον περὶ τὸν δάκτυλον ἑλίξας ἐγχεῖν ἄλειφα θερμὸν, ἔπειτα ὑποθεὶς ἔσω ἐν τῷ θέναρι τὸ εἴριον ὑπὸ τὸ οὖς ἐπιθεῖναι, ὡς δοκέῃ τι οἱ ἐξιέναι, ἔπειτα ἐπὶ πῦρ ἐπιβάλλειν ἀπάτῃ.

Ταύτην τὴν ῥῆσιν ὑπώπτευσάν τινες ὡς παρεγγεγραμμένην, οὐχ ἥκιστα διὰ τὸ προσκείμενον ἐπὶ τῷ τέλει λεξίδιον, τὴν ἀπάτην. ὁ μὲν γὰρ πρὸ αὐτῆς λόγος τοιοῦτός τίς ἐστιν ἐὰν οὖς ἀλγῇ τις, εἴριον περὶ τὸν δάκτυλον ἑλίξας δηλονότι τὸν λιχανόν· ἐγχωρεῖ δὲ καὶ περὶ τὸν ἀντίχειρα, βρέχων ἄλειφα, τουτέστιν ἤτοι ἐλαίῳ ἢ πιμελῇ τετηκυίᾳ τὸ εἴριον ἐνστάζειν εἰς τὸ οὖς, ὡς καὶ νῦν εἰώθαμεν ποιεῖν διὰ τῆς ἠμφιεσμένης εἰρίῳ μηλωτίδος, οὐ μόνον ἄλειφα, καθάπερ αὐτὸς ὠνόμασεν, ἀλλὰ καὶ πᾶν ἄλλο φάρμακον 

267
ὑγρὸν ἐγχέοντες. ἔστω δὲ δηλονότι τὸ φάρμακον ἐν ᾧ τέγγουσι, θερμαινόμενον ἐπὶ πολυχνιαίας φλογὸς ἢ ἐπὶ τοῦ καλουμένου κηρίωνος. ἐγχεῖν δ’ οὐχ ἅπαξ ἢ δὶς, ἀλλὰ πολλάκις ὡς ἀποῤῥεῖν τι πρὸς τὴν ἐκτὸς χώραν τοῦ πόρου τοῦ ἀκουστικοῦ. τὸ δ’ ἀποῤῥέον τοῦτο μὲν ἡμεῖς ἁπλῶς εἴριον ὑποτιθέντες δεχόμεθα. κελεύει δ’ ὁ Ἱπποκράτης ἐπὶ τῷ θέναρι τῆς χειρὸς ἡμῶν ἐπικεῖσθαι τοῦτο, τῆς ἀριστερᾶς χειρὸς δηλονότι τὸ ἀποῤῥέον ἐκ τοῦ ὠτὸς ὑγρὸν ἀποδεχόμενον, ᾧ καὶ δῆλον ὡς οὐχ ἅπαξ ἢ δὶς, ἀλλὰ καὶ πλεονάκις ἐγχεῖν κελεύει· τούτοις δ’ ἐφεξῆς, εἰ μὲν ἁπλῶς ἦν γεγραμμένον, ἔπειτα ἐπὶ πῦρ ἐπιβάλλειν, εὐλόγως ἂν ἔφαμεν ἐξηγεῖσθαι τοὺς εἰπόντας ἕνεκα τούτου κατὰ τοῦ πυρὸς ἐπιβάλλειν ἀξιοῦν αὐτὸν, ὡς δοκιμάσαι διὰ τῆς ὀδμῆς ὁποῖόν ἐστιν. αὐτὸς γὰρ οὕτω καὶ τὸ μετὰ βηχὸς ἀναπτυόμενον ἐκ πνεύμονος ἐδοκίμασεν. ἐπεὶ δὲ πρόσκειται κατὰ τὸν λόγον, ὡς δοκέῃ τι οἱ ἐξιέναι, καὶ φαίνεται τὸ δοκέῃ συμφωνεῖν τῷ κατὰ τὸ τέλος εἰρημένῳ τῆς ῥήσεως ὅλης τῷ, ἀπάτῃ, διὰ τοῦτο ἀποστάντες οἱ δοκιμώτεροι
268
τῶν ἐξηγητῶν ἐπὶ τῇ τοῦ κάμνοντος ἀπάτῃ πρὸς τὴν τοιαύτην ἐνέργειαν ἀφῖχθαί φασι τὸν Ἱπποκράτην· παρηγορεῖσθαι γὰρ ἐνίοτε κᾀκ τῶν τοιούτων τοὺς κάμνοντας, ἡγεῖσθαί τε θεραπείαν ἑαυτῶν ἐπιμελεστέραν γίνεσθαι καὶ μέντοι καὶ μείζονα τῶν ὄντων τὰ πάθη φαίνεσθαι τοῖς κάμνουσι χρήσιμόν εἶναί φασιν εἰς τὸ μὴ μέμφεσθαι τοῖς προνοουμένοις, ὡς οὐ ταχέως ἰωμένοις καὶ πρὸς τὸ πείθεσθαι τῇ κατὰ τὴν δίαιταν ἀκριβείᾳ. τινὲς δὲ προστιθέασιν ὅτι καὶ μισθοὺς μείζονας καὶ δῶρα θεραπευθέντες δώσουσι τοῖς ἰατροῖς οἱ μεγάλων παθῶν ἀπηλλάχθαι νομίζοντες. ὅπερ αὖ πάλιν ἐνίοις οὐ κατὰ τὴν Ἱπποκράτους προαίρεσιν εἶναι φαίνεται καὶ διὰ τοῦτο τὴν ῥῆσιν ὅλην ὑποπτεύουσιν ὡς παρεγγεγραμμένην. οὐδὲ τοῦτό ἐστιν εἰπεῖν περὶ τῆς προκειμένης ῥήσεως, ὅπερ ἔνιοι πιθανῶς ἔδοξαν εὑρηκέναι, τὴν παρηγορίαν τῆς ὀδύνης ἀπάτην εἰρῆσθαι νομίζοντες, ὡς οὐ ταὐτὸν ὂν ἰάσασθαί τε τὴν νοσώδη διάθεσιν, ἐκκόπταντας τὴν οἶον ῥίζαν αὐτῆς, ὀδύνην τε πραΰνειν
269
παρηγορήσαντας. ἐνίοτε γοῦν αὐτὸ τοῦτο χείρονα τὴν ὅλην διάθεσιν ἐργάζεται, καθάπερ ἐπὶ τῶν κωλικῶν, αἱ δι’ ὀπίου καὶ ὑοσκυάμου καὶ μανδραγόρας καὶ στύρακος συντιθέμεναι ἀντίδοτοι. περιψύχουσαι γὰρ αὗται τὰ μόρια καὶ πρὸς τὸ δεύτερον ἐκ τῶν αὐτῶν αἰτιῶν παθεῖν ἑτοιμότερα παρασκευάζουσιν, ἀλλ’ οὐδὲ διὰ τὸ πραΰνειν τὴν ὀδύνην, ὡς ἔφην, οἷόν τ’ ἐστὶ δέξασθαι προσγεγράφθαι τὴν ἀπάτην. ἐναντιοῦται γὰρ τῷ, ὡς δοκέῃ τι οἱ ἐξιέναι, τοῦ γράψαντος οὕτως ἐνδεικνυμένου τῶν καμνόντων ἀπάτης ἕνεκεν, ἐπὶ τὴν τοιαύτην χειρουργίαν ἀφικνεῖσθαι τοὺς ἰατρούς. ἄμεινον οὖν ὑπολαμβάνειν οὐδ’ ὅλως εἶναι τὴν ῥῆσιν Ἱπποκράτους.