In Hippocratis Epidemiarum I

Galen

Galen, In Hippocratis Epidemiarum I

Καὶ χροιὴ ἐπὶ τὸ κάκιον ἢ βέλτιον ἐπιδίδωσι. δίκαιον δὲ ὡς ἂν ἔχῃ ἡ τροφὴ, οὕτω καὶ τὸ ἔξω ἕπεσθαι.

Τὴν χρόαν ἀνάλογον τῇ τροφῇ, τουτέστι τῷ αἵματι, πρὸς τὸ κάκιον ἢ βέλτιον ἐπιδιδόναι φησί. αἷμα δὲ λέγει νῦν ὅλον τὸν ἐν τοῖς ἀγγείοις χυμὸν, ἐν ᾧ καὶ φλέγματός τε καὶ χολῶν καὶ ἰχώρων περιέχεται. τοῦτο γὰρ ἄμεινόν τε καὶ χεῖρον γίνεται. τὸ δ’ ἐν αὐτῷ περιεχόμενον, ὃ κυρίως αἷμα λέγεται καὶ κατὰ τὴν ἐπικράτειαν αὐτοῦ τὸ σύμπαν ὀνομάζεται, μοχθηρὸν εἰπεῖν ἀδύνατον, ὥσπερ οὐδ’ ἄλλην τινὰ χρόαν ἔχον, ὅτι μὴ τὴν ἐρυθράν.

217
Σημεῖα θανατώδεα ἀνὰ δέρμα, θερμὸς ἀτμός. πρότερον δὲ ῥὶς ψυχρὸν πνεῦμα ἀφίησιν.

Ἐάν τε κατ’ αἰτιατικὰς πτώσεις γεγραμμένον ᾖ, θερμὸν ἀτμὸν, ἐάν τε κατ’ εὐθείας θερμὸς ἀτμὸς, ἑκατέρως δὲ προσυπακούεται. βούλεται γὰρ ὁ νοῦς τῆς λέξεως εἶναι τοιοῦτος, ἐκ τῶν θανατωδῶν σημείων ἐστὶ καὶ ταῦτα, θερμὸν ἀτμὸν ἐκκενοῦσθαι διὰ τοῦ δέρματος ἐπὶ προηγησαμένῳ ψυχρῷ πνεύματι κατὰ τὴν ἐκπνοήν. εἰ δὲ καὶ κατ’ εὐθείας πτώσεις θέλεις ἑρμηνεῦσαι τὴν αὐτὴν διάνοιαν, οὕτως ἂν εἴποις, μάλιστα σημεῖα θανατώδη, διὰ τοῦ δέρματος θερμὸς ἀτμὸς ἐκκενούμενος ἐπὶ προηγησαμένῳ ψυχρῷ πνεύματι κατὰ τὴν ἐκπνοήν. ἀλλὰ τοῦτο μὲν αὐτὸ τῆς ψυχρᾶς ἐκπνοῆς, ὅτι τῶν ὀλεθριωτάτων ἐστὶ καὶ κατὰ τὸ προγνωστικὸν εἴρητο κατὰ τήνδε τὴν λέξιν, ψυχρὸν δὲ ἐκπνεόμενον ἐκ τῶν ῥινῶν καὶ τοῦ στόματος ὀλέθριον

218
κάρτα ἤδη γίνεται. νυνὶ δὲ προσέθηκέ τι σύμπτωμα τοῖς οὕτως ἔχουσιν, οὐκ ἀεὶ γινόμενον. ἐκρεῖ γὰρ ἀτμὸς θερμὸς ἀθρόως ἐκ τοῦ δέρματος, ἀλλ’ οὔτε πᾶσιν, ὡς ἔφην, οὔτ’ ἐν παντὶ καιρῷ καὶ ταῦτ’ ἐχρῆν διδάσκειν τοὺς ἃ μὴ δεῖ φλυαροῦντας ἐξηγητάς. ἐπ’ ἐκείνων γὰρ μόνων εὑρήσεις τὸ τοιοῦτον γινόμενον, ἐφ’ ὧν προηγήσατο τοῦ θανάτου θερμότατος πυρετὸς ἐκφρύξας τὸ τῆς καρδίας σῶμα καὶ διὰ τοῦτο καταψύξας αὐτὴν ἐπὶ τῇ τελευτῇ. λυθέντος οὖν τοῦ ζωτικοῦ τόνου, νεκρουμένης τῆς καρδίας, ἐπὶ μὲν τῶν ἄλλων ἱδρώτων γίνονται συγκοπτικοὶ, περιουσίας ὑγρῶν οὔσης κατὰ τὸ σῶμα. τοῖς δὲ ἀπὸ τοῦ διακαοῦς πυρετοῦ προεξηρασμένοις ἀντὶ τῶν ἱδρώτων ἀτμὸς θερμὸς ἁπτομένῳ σοι φανεῖται διαπνεόμενος, οὐ μὴν οὐδ’ οὗτος ἐν παντὶ καιρῷ τοῦ νοσήματος, ἀλλ’ ὁπότε τῷ χρόνῳ προήκοντι καταψύχεται τὸ δέρμα, κενωθείσης τῆς ἀτμώδους οὐσίας, ἥτις ὑπὸ τοῦ διακαοῦς πυρετοῦ λεπτυνομένων τῶν χυμῶν ἤθροιστο κατὰ τὸν νοσοῦντα χρόνον. οὐ γὰρ δὴ κατ’ ἐκεῖνόν γε τὸν καιρὸν, ἐν ᾧ συμβαίνει νεκροῦσθαι τὴν καρδίαν,
219
οἷόν τε γεννηθῆναι μὴ ὅτι θερμὸν ἀτμὸν, ἀλλὰ μηδὲ ψυχρὸν ἢ χλιαρόν. ἅπασα μὲν οὖν καρδία πλησίον τοῦ θανάτου ψυχρὰν ἴσχει δυσκρασίαν, οὐ μὴν ἐν ἁπάσῃ γε νόσῳ θανατώδει τοιαύτη διὰ παντός ἐστιν, ἀλλ’, ὡς εἴρηται, θερμοτάτη πολλάκις ἐν τοῖς περικαεστάτοις. ὅταν οὖν νοσῇ ψυχρὰν δυσκρασίαν ἡ καρδία, τὸν θερμὸν ἀτμὸν οὐκ ἂν εὕροις ἐκκενούμενον, ὅταν ἐγγὺς τοῦ θανάτου γενόμενος ὁ κάμνων ἄρξηται ψυχρὸν ἐκπνεῖν, οὐδὲ προλελέπτυνται τοῖς οὕτως ἔχουσι τὰ ὑγρὰ, μήτε πυρετὸν διακαῆ πυρέξασι μήτε χυμοὺς ἔχουσι χολώδεις, θερμοὺς μὲν τῇ κράσει, λεπτοὺς δὲ τῇ συστάσει. ἐν γὰρ ταῖς ψυχραῖς δυσκρασίαις οἱ φλεγματώδεις καὶ ὠμοὶ καὶ παχεῖς καὶ ὅλως ψυχροὶ χυμοὶ πλεονάζουσιν, οὐχ οἱ χολώδεις καὶ θερμοὶ καὶ λεπτοί.

Τὰ δὲ ζωτικὰ ἐναντία.
220

Μάχεται τοῦτο φανερῶς τοῖς εἰρῆσθαι νομίζουσι θανατῶδες σημεῖον ἐν τῇ ῥινὶ τὸν θερμότατον πυρετόν. ὡς γὰρ ἀνταποδιδοὺς τῷ κατ’ ἀρχὴν εἰρημένῳ σημεῖα θανατώδεα νῦν ἔγραψε, τὰ δὲ ζωτικὰ ἐναντία. καίτοι κατὰ τὴν ἐκείνων ἐξήγησιν οὐ συνῆπται τῷ, θανατώδη σημεῖα, τὸ κατὰ ταῦτα γεγραμμένον, ἀνὰ ῥῖνα θερμότατον, καίτοι τὸ ἀνὰ ῥῖνα θερμότατον οὐκ ἔχει αὐτῷ προκείμενον, εἴτε θανατῶδές ἐστιν εἴτε μή. οὐ γάρ ἐστι θανατῶδες, εἰ μὴ προηγήσαιτο τὸ εἰρημένον ὑφ’ Ἱπποκράτους, πρότερον δὲ ῥὶς ψυχρὸν πνεῦμα ἀφίησιν. ἐὰν γὰρ ἄνευ τούτου γένηται θερμότατος ἀτμὸς κατὰ τὸ δέρμα, δύναται λεπτομερῶν χυμῶν ἐν θερμῷ πυρετῷ σύμπτωμα γεγονέναι, μὴ πάντως θανάτου σημεῖον. ἀλλ’ ἔστιν ὅτε καὶ πρὸς ἀγαθοῦ διαπνεομένων τῶν λελεπτυσμένων χυμῶν, οὓς ὅταν ὦσι παχυμερέστεροι, δι’ αἰσθητῶν ἐκκρίσεων ἡ φύσις ἐκκενοῖ τοῦ σώματος, ἱδρῶτάς τε κενοῦσα καὶ πλῆθος οὔρων ἢ διαχωρημάτων ἢ ἔμετον ἐπάγουσα. ἔσται τοιγαροῦν τὰ πάντα τῶν εἰρημένων θανατωδῶν σημείων ζωτικὰ, τὸ μήτε

221
ψυχρὸν ἐκπνεῖν, μήτ’ ἐκκενοῦσθαι διὰ τοῦ δέρματος ἀτμὸν θερμόν. εἰκότως δὲ καὶ οἱ περὶ τὸν Ζεῦξιν ἰδίᾳ τὰ σημεῖα θανατώδεα προεξηγησάμενοι, περιεῖλον ὅλην τήνδε τὴν λέξιν ἐν ᾗ φησι, τὰ ζωτικὰ ἐναντία πρὸς ὑγίειαν.

222
Νούσων φύσιες ἰητροί.

Εἴρηται δὲ πολλάκις ὡς τὰς τοιαύτας γραφὰς, ἐν αἷς ὑπαλλάττεται τὸ λεγόμενον, ἀλλ’ ἡ διάνοια μένει κατὰ πᾶν ἡ αὐτὴ, κρίνειν οὐ πρόκειταί μοι, φυλαττομένῳ τὸ μῆκος τῶν ὑπομνημάτων, ἀλλὰ καὶ νῦν αὐτὸ τοῦτο χάριν ἀναμνήσεως

223
εἶπον, ἐπεὶ καὶ κατὰ τὰς μελλούσας λέγεσθαι ῥήσεις οὐδὲν ἐρῶ περὶ τῶν τοιούτων γραφῶν. ὁ τοίνυν τῆς λέξεως νοῦς, εἰ μὲν ἁπλῶς τις ἀκούοι τοῦ λεγομένου σαφής ἐστι, δηλοῦντος τοῦ Ἱπποκράτους τὴν ἑαυτοῦ γνώμην, ὡς οὐκ εἴη τοῦ χοροῦ τῶν ἄτεχνον ἡγουμένων εἶναι τὴν φύσιν, ἀλλὰ τεχνικὴν καὶ προνοητικὴν τοῦ ζώου. _ δύναμιν δὲ προσήκει νῦν ἀκούειν ἐκ τοῦ τῆς φύσεως ὀνόματος ἐνοικοῦσαν αὐτοῖς τοῖς σώμασι τοῖς διοικουμένοις ὑπ’ αὐτῆς, ἧς τὴν οὐσίαν ἥτις ἐστὶν οὐκ ἀναγκαῖον ἐν τῷ παρόντι ζητεῖν, ὥσπερ οὐδὲ τῆς ψυχῆς ἡμῶν ἢ τοῦ κατ’ αὐτὴν ἡγεμονικοῦ. δεῖται γὰρ οὐδενὸς αὐτῶν ἐνεστηκὼς λόγος, ἀλλὰ μόνον ὅτι καλῶς ὑπελάμβανεν ὁ Ἱπποκράτης τὴν φύσιν ἰατρὸν εἶναι τῶν νοσημάτων. ἴσως γάρ τις οἰήσεται τὴν ἰατρικὴν τέχνην ἀναιρεῖσθαι τῷ λόγῳ τούτῳ. διὰ τοῦτ’ οὖν οὐχ ἁπλῶς ἀκούειν χρὴ, νούσων δὲ φύσιες ἰατροί. βαθύτερον γὰρ νόημα κατὰ τὴν λέξιν τήνδε περιέχεται, διαρθρώσιος ἀκριβεστέρας δεόμενον, ἣν (οὐ) πρόσθεν ἐποιησάμην
224
ἑτέρωθι. γινώσκοντας δέ μου τὴν προαίρεσιν τοὺς ἑταίρους, οἷς χαριζόμενος ἐπὶ τὴν ἐξήγησιν ἀφῖγμαι τοῦ προκειμένου γράμματος, ἀναμνήσω καὶ νῦν, ὡς ἕκαστον τῶν δογμάτων τῶν ἀποδείξεως δεομένων ἅπαξ που διελθὼν τελέως, οὐκ ἐν ἑτέρῳ βιβλίῳ γράφω, μακρολόγον περιττὴν εἰδὼς γινομένην, εἰ περὶ τῶν αὐτῶν λέγει τις τὰ αὐτὰ, καθάπερ ἔνιοι πεποιήκασι τῶν νεωτέρων ἰατρῶν, οὐ δὶς μόνον ἢ τρὶς, ἀλλὰ καὶ τετράκις ἢ πλεονάκις ἔτι περὶ τῶν αὐτῶν τὰ αὐτὰ γράψαντες ἐν πολλοῖς ὑπομνήμασί τε καὶ συγγράμμασιν. ἐγὼ δὲ ἅπαξ ἀποδείξας τι, χρῶμαι τοῦ λοιποῦ κατὰ τὰ ἄλλα βιβλία, τὸ κεφάλαιον μόνον ἀναμιμνήσκων, ὡς ἀποδέδεικταί μοι κατὰ τόδε γράμμα καὶ νῦν οὖν ἅπαξ ποιήσομαι τὸν περὶ τῆς φύσεως λόγον. ὅπως τέ φησιν αὐτὴν ἰατρὸς εἶναι τῶν νοσημάτων ὁ Ἱπποκράτης, ὅτι τὲ τὴν ἰατρικὴν τέχνην οὐδαμῶς ἀναιρεῖσθαι συμβέβηκεν ὑπὸ τοῦ δόγματος τούτου. σὺ δὲ ὁ τοῖσδε τοῖς ὑπομνήμασιν ὁμιλῶν, ἤδη μοι πρόσεχε τὸν νοῦν ἀρχομένῳ τοῦ λόγου, τὰς νόσους
225
ὑπὸ τροφῆς ἐν καιρῷ δοθείσης ποιᾶς καὶ ποσῆς, αἰονήσεώς τε καὶ καταπλασμάτων καὶ κλυστήρων καὶ φλεβοτομίας, ὅσα τ’ ἄλλα τοιαῦτα θεραπεύεσθαί τις λέγων οὐκ ἂν ψεύσαιτο, καθάπερ οὐδ’ ὁ φάσκων ὑπὸ τῶν ἰατρῶν θεραπεύεσθαι τὰς νόσους, οὐδ’ ὁ τὴν ἰατρικὴν τέχνην θεραπευτικὴν εἶναι τῶν νοσούντων. ὥσπερ δὲ ὁ ταῦτα λέγων οὐκ ἂν ὡς ψευδόμενος ἐλεγχθείη, κατὰ τὸν αὐτὸν τρόπον οὐδ’ ὁ τὴν φύσιν ἐπὶ σωτηρία τοῦ ζώου πράττειν πάνθ’ ἡγούμενος. ἕπεται δὲ τούτῳ καὶ τὸ τὰς νόσους ἐκείνην πρώτην ἰᾶσθαι καὶ μάλισθ’ ὅταν ἐναργῶς ὑγιάζῃ τὸν ἄνθρωπον, ἱδρῶτας χεάσασα πολλοὺς ἢ δι’ οὔρων ἢ διὰ γαστρὸς ἢ δι’ ἐμέτων κενώσασα τοὺς λυποῦντας χυμούς. τί τοίνυν τούτων ἁπάντων ἀξιώματι πρῶτόν ἐστιν, ἢ τί δεύτερον ἢ τί τρίτον, ὅσα ποιεῖν ὑγίειαν ἔφαμεν, ἐπισκέψασθαι προσήκει. καὶ μάλισθ’ ὅτι καὶ ἄλλα τινὰ προσέρχεται δι’ ὧν αἱ νόσοι θεραπεύονται, περὶ ὧν ἁπάντων τῆς κατὰ τὴν ἀξίαν τάξεως ἄμεινον ἐγνῶσθαι. δοκεῖ
226
γὰρ ἡμῖν ἄμεινον μὲν λέγεσθαι καὶ ἡ φύσις ἰᾶσθαι τὰς νόσους. ὀρθῶς δὲ καὶ ἡ ἰατρικὴ καὶ ὁ ἰατρός. ἀληθῶς δὲ καὶ ὁ ὑπηρέτης αὐτοῦ καὶ ἡ φλεβοτομία καὶ δι’ αὐτὴν γενομένη ῥύσις τοῦ αἵματος. ἴσως δ’ ἀξιώσει τις καὶ τὸν μάγειρόν τι συντελεῖν καὶ τὸν ὑφάντην καὶ τὸν οἰκοδόμον καὶ τὸν χαλκέα καί τινας ἄλλους τεχνίτας, ὧν τοῖς ἔργοις εἰς ὑπηρεσίαν χρώμεθα τῶν παρασκευαζομένων τοῖς ἀνθρώποις ὑγείας ἕνεκα. ἀλλὰ τῶν τοιούτων ἔνια μὲν ὗλαι βοηθημάτων, οὐ βοηθήματά εἰσιν, ἔνια δ’ ὄργανα τοῖς βοηθοῦσιν ἐπιτήδεια. βοηθήματα δὲ γίνεται διὰ τοὺς ἐν καιρῷ δέοντι καὶ ὡς προσήκει χρωμένους αὐτοῖς. ὅταν μὲν γὰρ ὠφελήσαι δοθεὶς αὐτοῖς οἶνος, ἡ δόσις αὐτοῦ βοήθημά ἐστι. κἂν δ’ ἀκαίρως προσενεχθεὶς παραφροσύνην ἢ φρενῖτιν ἐργάσηται, νοσῶδες αἴτιον, οὐχ ὑγιεινὸν οὐδὲ βοήθημα γίνεται. τίς οὖν αἴτιός ἐστι τῆς γενέσεως τοῦ βοηθήματος; ὁ τὸν καιρὸν εὑρίσκων δηλονότι. τίνα δὲ τοῦτον οἱ Ἕλληνες ὀνομάζουσιν; ἢ καὶ τοῦτο πᾶσιν εὔδηλον ὁ ἰατρὸς οὗτος καλεῖται; ὥστε ἰατρὸς οἴνου κυριώτερος εἰς 
227
ὑγίειαν φυσικήν τε καὶ ποίησιν. ὑγιαίνουσί τε γὰρ ὠφέλιμος οἶνος γίνεται καιρῷ καὶ μέτρῳ πινόμενος, ἰᾶταί τε τὰς νόσους ὅτε χρὴ προσφερόμενος. ἀλλ’ ὅ γε ἰατρὸς οὐχ ὅτι ζῶόν ἐστι ἢ ὅτι πεζὸν ἢ ὅτι δίπουν ἢ ὅτι λογικὸν ἢ πολιτικὸν, ἐπίσταται καιρὸν καὶ μέτρον ἑκάστης τῶν ὑλῶν, ἀλλ’ ὅτι τέχνην μεμάθηκεν ὑγιεινῶν τε καὶ νοσωδῶν γνωστικήν. εἰ γὰρ δι’ ἐκείνων ταῦτ’ ἐπίστατο, πάντες ἄνθρωποι τὴν αὐτὴν ἐπιστήμην εἶχον, ὥστε προτέρα κατὰ τὸ ἀξίωμα τῶν ἰατρῶν ἐστιν ἡ τέχνη, δι’ ἣν ἰατροὶ γίνονται. τῇ γὰρ ἐκείνης δυνάμει χρώμενοι τὰς νόσους θεραπεύομεν. ἀλλ’ ὅν ἔχει λόγον ὕλη καὶ τὰ ὄργανα πρὸς ἰατρόν τε καὶ τὴν τέχνην αὐτοῦ, τοῦτον αὖ πάλιν αὐτός τε καὶ ἡ τέχνη πρὸς τὴν ἐν τῷ θεραπευομένῳ φύσιν. ἐκείνη γάρ ἐστιν ἡ πάντα τὰ δέοντα πράττουσα κατὰ τὰ τῶν ζώων σώματα καὶ τρέφουσα μὲν, ἡνίκα θρέψεως δεῖται, παρασκευάζουσα δ’ αὐτὴ τὸ αἷμα δι’ οὐ θρέψει τὰ τροφῆς δεόμενα μόρια. τῷ δ’ αἵματι πάλιν αὐτῷ πρὸς τὸ γεννηθῆναι παρασκευάζουσα
228
τὴν ἐν τῇ γαστρὶ πεπτομένην τροφήν. εἰ δέ γε καταποθέντα τὰ σιτία μήτε πεφθείη καλῶς μήτ’ ἀναδοθείη μήθ’ αἱματωθείη μήτε τὴν τῶν τροφησομένων δύναμιν εὕροι, τὴν ἀρχὴν οὐδ’ ἂν τροφὴ λέγοιτο γεγονέναι τοῦ σώματος ἡμῶν. ὥσπερ δ’ εἰς τὸ τραφῆναι τὰ θρέψεως δεόμενα μόρια κυριωτάτη τῶν αἰτιῶν ἐστιν ἡ τρέφουσα δύναμις αὐτὰ, κατὰ τὸν αὐτὸν τρόπον ἡ μὲν ἐν τῇ γαστρὶ πρὸς τὴν τῶν σίτων πέψιν, ἡ δ’ ἐν ἥπατί τε καὶ φλεψὶ πρὸς τὴν τοῦ πεφθέντος αἱμάτωσιν. οὐ μὴν οὐδ’ ἀναγκαῖον ἅπαντά με τὰ κατὰ μέρος ἔργα τῆς φύσεως διέρχεσθαι νῦν. ἀρκεῖ γὰρ ἀναμνῆσαι μόνον, ὡς ἐν τοῖς τῶν φυσικῶν δυνάμεων ὑπομνήμασιν ἐδείχθησαν αἱ καθόλου δυνάμεις αὐτῆς, αἷς ἅπαντα τὰ κατὰ τὸ ζῶον ἐργάζεται, τέτταρες οὖσαι. πρώτη μὲν ἡ τῶν οἰκείων ἑλκτικὴ, δευτέρα δὲ ἡ τούτων αὐτῶν ἀλλοιωτικὴ τε καὶ πεπτικὴ καὶ τρίτη ἡ καθεκτικὴ τῶν οἰκείων καὶ τετάρτη τῶν οὐκ οἰκείων ἀποκριτική. ταύταις οὖν ταῖς δυνάμεσιν οὐ μόνον ὑγιεινὸν φυλάττει τὸ ζῶον, ἀλλὰ νοσῆσαν ὑγιάζει, κἀκ τῶνδε
229
δῆλον, ὅσον ἀξιώματι προύχει τῶν ποιητικῶν ὑγείας αἰτίων. ἅπαντα γὰρ τἄλλα παρασκευάζει τὴν οἰκείαν ὕλην αὐτῇ, καθάπερ ἐκτὸς ὁρῶμεν ἄλλην τέχνην ἄλλῃ ὑπουργοῦσαν. ὑφάντῃ μὲν γὰρ κερκίδας καὶ ἱστοὺς καὶ κτένας ὁ τέκτων παρασκευάζει. τούτῳ δὲ ξύλα μὲν ὁ ὑλοτόμος, ἀξίνην δὲ καὶ σκέπαρνον ὁ χαλκεὺς, τῷ χαλκεῖ δ’ αὐτῷ τὸν σίδηρον ὁ μεταλλεύς. καὶ σπάνιόν ἐστιν εὑρεῖν τέχνην ποιητικὴν οὐδεμιᾶς ἑτέρας δεομένην ἢ ὄργανα παρασκευαζούσης ἢ ὕλην ἐπιτήδειον εἰς τὸ δημιουργούμενον. οὕτως οὖν καὶ τῷ ἰατρῷ πολλαί τέχναι παρασκευάζουσι τὰς ἐπιτηδείους ὕλας, ὥσπερ αὐτὸς αὗ πάλιν τῇ φύσει μετά τινων ὑπηρετῶν. ἀνάλογον γάρ ἐστιν ὡς ἀρχιτέκτων πρὸς οἰκοδόμους καὶ τέκτονας καὶ τοὺς ἄλλους τεχνίτας, ὧν ἐστιν ἀρχικὸς ὁ ἰατρὸς πρὸς ὑπηρέτας. εἰσὶ δ’ οὗτοι ῥιζοτόμοι, μυρεψοὶ, μάγειροι καταπλάττοντες, ἐπιβρέχοντες, κλύζοντες, ἀποσχάζοντες, φλεβοτομοῦντες, σικυάζοντες. εἰ δ’ ἡμεῖς καὶ
230
ταῦτα μεμαθήκαμέν τε καὶ πράττομεν, ὅμοιόν τι ποιοῦμεν ἐρέσσειν ἐπισταμένῳ κυβερνήτῃ καὶ ῥᾳδίως ἐπ’ ἄκρου ἀναβῆναι δυναμένῳ τοῦ ἱστοῦ, ὅσα τ’ ἄλλα τῶν ναυτῶν ἐστιν ἔργα γινώσκοντί τε καὶ πράττοντι. καὶ γὰρ στρατηγοὶ πολλοὶ πολλάκις καὶ τοξεύειν καὶ ἀκοντίζειν καὶ μάχεσθαι διὰ ξιφῶν τε καὶ δοράτων ἐπίστανταί τε καὶ πράττουσι καὶ βασιλεῖς ὡσαύτως, ἀλλ’ οὐκ ἢ βασιλεὺς ἢ στρατηγὸς ἦν Ἀλέξανδρος ὁ Μακεδὼν ἢ Φίλιππος ὁ πατὴρ αὐτοῦ ταῦτα τὰ τῶν στρατιωτῶν ἔπραττον, ἀλλὰ καθ’ ἑτέρας τέχνας ὑπηρετικὰς τῇ στρατηγικῇ τε καὶ βασιλικῇ. καὶ τοίνυν καὶ ἡμεῖς ᾗ μὲν ἰατροὶ γινώσκομεν ἑκάστου βοηθήματος ποιότητά τε καὶ ποσότητα καὶ καιρὸν καὶ τρόπον χρήσεως, ᾗ δ’ ὑπηρέται φλεβοτομοῦμεν καὶ σικυάζομεν καὶ τἄλλα διὰ τῶν χειρῶν ἐνεργοῦμεν. ἀξιώματι τοιγαροῦν ἡ μὲν ἰατρικὴ πρώτη τῶν ἰατρῶν ἐστιν, ὁ δ’ ἰατρὸς τῆς ὑπηρετικῆς τέχνης, ἐκείνη δὲ τῶν ὑπηρετῶν, οἱ δ’ ὑπηρέται τῶν παρασκευαζουσῶν αὐτοῖς τά τε ὄργανα καὶ τὰς ὕλας τῶν τεχνῶν, ἐκεῖναι δὲ ἐργαζομένων τὰ κατὰ ταύτας τεχνιτῶν,
231
αὐτοὶ δ’ οἱ τεχνῖται τῶν παρασκευαζομένων ὑλῶν τε καὶ ὀργάνων. ἀνάπαλιν τοίνυν ἕνεκα μονιμωτέρας γνώσεώς τε καὶ μνήμης τῷ καταλόγῳ τῶν τεχνῶν ἀκόλουθον, ἐσχάτους μὲν εἰς ὑγιείας φυλακὴν καὶ ποίησιν εἶναι τοὺς κατασκευάζοντας ἡμῖν κλυστῆρας καὶ φλεβότομα καὶ σμίλας καὶ ψοιλίδας καὶ κλυστῆρας καὶ τἄλλα τῆς ἰατρικῆς τέχνης ὄργανα, σὺν αὐτοῖς δὲ καὶ τοὺς τὰς ὕλας προπαρασκευάζοντας, οὓς ὀνομάζουσι ῥιζοτόμους καὶ βοτανικοὺς καὶ τὰ ἐκ τῶν μετάλλων ὅσα τ’ ἄλλα τοιαῦτα παρέχοντας. ἀνωτέρω δὲ τούτων τὰς τέχνας αὐτῶν, ὡς ἀνωτέρω τοὺς ὑπηρέτας τῶν ἰατρῶν καὶ τούτων ἀνωτέρω τὴν τέχνην αὐτῶν, ἐφ’ ᾗ τοὺς ἰατροὺς, εἶτα τὴν ἰατρικὴν αὐτὴν, ἥτις πάλιν ὑπηρετεῖ τῇ φύσει. καὶ τῶν γε τῆς φύσεως αὐτῆς δυνάμεων ἔνιαι μέν εἰσι πρῶται, καθ’ ἃς τὸ ζῶον ἐν τῇ ζωῇ διαμένει, τὸ τελεώτατον ἀξίωμα πρὸς τὴν ἀρίστην ζωὴν τοῦ σώματος ἔχουσαι. καλῶ δὲ ἀρίστην ζωὴν τὴν ἐν ὑγιείᾳ δηλονότι, μοχθηρὰ γὰρ ἡ ἐν νόσοις. ἕτεραι δ’ εἰσὶ τούτων ὑπηρετικαὶ δυνάμεις, εἶτ’ ἐκείνων πάλιν ἄλλαι. καὶ τοίνυν 
232
ἐπειδὴ τὸν κατάλογον ἅπαντα τῶν πρὸς ὑγίειάν τε καὶ ζωὴν ἀναγκαίων τεχνῶν τε καὶ δυνάμεων ἐν τῷδε τῷ λόγῳ προὐθέμην εἰπεῖν ἑτέρωθί γε μηδαμόθι διεληλυθὼς, οὐκ ὀκνήσω καὶ τὰ τῶν διηκουσῶν ἡμᾶς δυνάμεων ἀξιώματα προσθεῖναι. πρῶτον μὲν οὖν εἰσὶν αἱ τὴν ὑγιεινὴν συμμετρίαν φυλάττουσαι τῷ ζώῳ κατὰ ποσόν τε καὶ ποιόν. ἐπειδὴ γὰρ οὐκ ἔστι μόνιμος ἡ οὐσία τοῦ σώματος ἡμῶν, οὔτε κατὰ τὸ ποσὸν οὔτε κατὰ τὸ ποιὸν, ἀλλ’ ἡ μὲν ποσότης μειοῦται κατὰ τὴν ἄδηλον αἰσθήσει διαπνοὴν, ἡ δὲ ποιότης ὑπαλλάττεται τρεπομένης ἀεὶ τῆς κράσεως, οὐ μόνον ἐκ τοῦ περιέχοντος, ἀλλὰ κἀξ ἡμῶν, ὡς ἐν τοῖς ὑγιεινοῖς ἐπιδέδεικται. πρὸς μὲν τὴν τῆς ποσότητος ἐπανόρθωσιν ἡ θρεπτικὴ δύναμις ἡμῖν ἐστι, πρὸς δὲ τῆς ποιότητος ἥ τε ἀναπνοὴ καὶ ἡ καθ’ ὅλον τὸ σῶμα διαπνοή. δεομένων δὲ ὕλης οἰκείας τῶν τρέφεσθαι μελλόντων, ἑτέρα τίς ἐστιν ἡμῖν δύναμις, ἣν οὐ χεῖρον ὀνομάσαι συντόμου καὶ σαφοῦς ἕνεκα διδασκαλίας αἱματοποιητικήν· ᾗ πάλιν ἐπιτήδειος ἑτέρα δύναμίς ἐστιν, ἡ κατὰ τὴν γαστέρα πεπτική.
233
κοιναὶ δὲ ἁπασῶν τῶν εἰρημένων δυνάμεων ἕτεραι τέτταρές εἰσιν, ὧν ἔμπροσθεν ἐμνημόνευσα, κληθεισῶν ὑπ’ ἐμοῦ σαφηνείας ἕνεκεν, ἑλκτικῆς, καθεκτικῆς, ἀλλοιωτικῆς καὶ ἀποκριτικῆς. τούτων οὖν ἡμᾶς ἀξιῶ μεμνῆσθαι, γινώσκοντας ἐνταῦθα μόνον εἰρῆσθαί μοι τὸν λόγον τόνδε, δεικνύντα τὴν φύσιν ἁπασῶν τεχνῶν πρώτην τε καὶ κυριωτάτην ἰάσεως.

Ἀνευρίσκει ἡ φύσις ἑαυτῇ τὰς ἐφόδους οὐκ ἐκ διανοίης. τὰ μὲν οἷον τὸ σκαρδαμύσσειν, τὰ δὲ καὶ ἡ γλῶσσα ὑπουργέει καὶ ὅσα ἄλλα τοιαῦτα. ἀπαίδευτος ἡ φύσις ἐοῦσα καὶ οὐ μαθοῦσα τὰ δέοντα ποιέει.

Ἐφόδους ὠνόμασε φύσεως ὡς εἰ καὶ ὁδοὺς ἢ ὁρμὰς ἐπὶ τὰς ἐνεργείας εἶπεν, οὐχ ὡς ἡμεῖς διανοούμενοί τε καὶ προαιρούμενοι πράττομεν οὕτως γινομένας. τὸ γοῦν σκαρδαμύσσειν,

234
ὀνομάζεται δ’ οὕτως τὸ κλείσαντα τὰ βλέφαρα διὰ ταχέων αὖθις ἀνοῖξαι, παραχρῆμα τοῖς γεννηθεῖσιν εὐθέως ὑπάρχει ζώοις ἀδιδάκτως. δῆλον δ’ ὅτι τὸ ἔργον τοῦτο μεγίστην ὠφέλειαν παρέχει τοῖς ὀφθαλμοῖς. ἔκαμνέ τε γὰρ ἀνεῳγμένα τὰ βλέφαρα παντὶ τῷ χρόνῳ τῆς ἐγρηγόρσεως, ἐνέπιπτέ τ’ ἂν ἔξωθεν αὐτοῖς πολλὰ λυμαινόμενα τοῖς χιτῶσιν αὐτῶν. τούτου δ’ ἔτι θαυμασιώτερόν ἐστιν ἔργον τῆς φύσεως, ὃ παρορῶσιν οὐχ οἱ πολλοὶ μόνον, ἀλλὰ καὶ τῶν ἰατρῶν οἱ πλείονες καίτοι καθ’ ἑκάστην ἡμέραν γινόμενον. ἐὰν γοῦν παιδίῳ διετεῖ δείξας ἄρτον ὀνομάσῃς αὐτὸν τοῦτο τοὔνομα τὸν ἄρτον ἅμα τῷ δεῖξαι καὶ ποιήσῃς οὕτω δίς που καὶ τρὶς, ὅτι τε τοῦ δεικνυμένου σώματος ἡ ἄρτος φωνὴ σημεῖόν ἐστιν ἐνόησε τὸ παιδίον αὐτό τε μιμησάμενον αὐτὴν φθέγγεται μὴ διδαχθὲν ὅπως χρὴ κινῆσαι τὴν γλῶτταν. ἀνάλογον δὲ τούτῳ καὶ κατὰ τὰς ἄλλας κινήσεις, ἃς ὀνομάζουσι προαιρετικὰς, ὑπὸ πάντων γίνεται τῶν ζώων. ἐὰν γοῦν ἐθελήσῃ κάμψαι τι τῶν κώλων, αὐτίκα τοῦτο ποιεῖ, καίτοι μὴ γινώσκον ἐκεῖνον τὸν
235
μῦν ὑφ’ οὗ κάμπτεται. κατὰ τὸν αὐτὸν λόγον ἐκτεῖναι βουληθὲν ἐκτείνει δι’ ἑτέρου μυὸς, ἀλλ’ οὔθ’ ὅστις ὁ μῦς οὗτός ἐστιν οὔτε κατὰ τίνα τρόπον ἐνεργεῖν δύναται δῆλόν ἐστι τῷ κινουμένῳ ζώῳ. πῶς γὰρ οἷόν τε γινώσκειν αὐτὰ, ἃ μηδὲ τοῖς πολλοῖς τῶν ἰατρῶν ἐστι πρόδηλα; καίτοι τί λέγω πολλοῖς; ἐνίους γὰρ τῶν μυῶν οὐδὲ τῶν ἀνατομικωτάτων τις ἔγνω πρὸ ἡμῶν, ὥσπερ καὶ τὸν κάμπτοντα τὴν ἰγνύην, ἐγκατακεκρυμμένον τῇ διαρθρώσει, ἀλλ’ ὅμως ἅπαντες ἄνθρωποι κάμπτουσι τὴν κατὰ γόνυ διάρθρωσιν ἅμα τῷ βουληθῆναι. καὶ μὴν οὐ μόνον τοῖς ἀνθρώποις ὑπάρχει τὸ τοιοῦτον τῆς ἐνεργείας εἶδος, ἀλλὰ καὶ τοῖς ἄλλοις ζώοις ἅπασιν. οὕτως ἄρα τῆς φύσεως ἡ δύναμις ἰσχυροτέρα ἐστὶ πρὸς τὸ πράττειν ἁπάσης τέχνης βέλτιον, ἃ συμφέρει τοῖς ζώοις. καὶ τοίνυν Ἱπποκράτης τῆς μὲν τῶν βλεφάρων κινήσεως, ἧς κινοῦμεν αὐτὰ καὶ πρὸς ἄλλην τινὰ πρᾶξιν ἔχομεν τὸν νοῦν, ἐμνημόνευσεν ἐν τῷ φάναι, οἷον τὸ σκαρδαμύσσειν· τῆς δὲ κατὰ γλῶτταν ἐν τῷ φθέγγεσθαι διὰ τοῦ φάναι καὶ ἡ γλῶσσα
236
δὲ ὑπουργέει. προελομένων γὰρ ἡμῶν ἡντιναοῦν φθέγξασθαι φωνὴν, ἡ γλῶσσα πρὸς τὴν διάρθρωσιν αὐτῆς ἑτοίμως ὑπηρετεῖ. τὰ γοῦν παιδία τὰ νῦν πρῶτον ἀκούσαντα τῶν δυσκρίτων φωνῶν οἷον τῆς στρὰξ καὶ σφὶγξ, εὐθέως αὐτὰς φθέγγονται μιμούμενα, μήθ’ οὕστινας μῦς τῆς γλώσσης δεῖ κινῆσαι γινώσκοντα μήθ’ ὅπως αὐτὴν ἀνατείνειν ἢ κλᾷν ἢ περιάγειν ἢ στηρίζειν ἄνω πρὸς τὴν ὑπερώαν ἢ τοὺς προσθίους ὀδόντας ἤ τι μέρος ἄλλο τοῦ στόματος. ὅταν δ’ εἴπῃ, καὶ ὅσα ἄλλα, τῶν προαιρετικῶν ἀναμιμνήσκει σε κινήσεων, ἐφ’ ὧν, ὡς ἔφην, τὰ ζῶα πάντα μὴ ὅτι τὰς κινήσεις τῶν μυῶν, ἀλλὰ μηδ’ αὐτοὺς γινώσκοντα τοὺς μῦς, ὅμως ἅμα τῷ προελέσθαι κάμψαι τὸ μόριον ἢ ἐκτεῖναι, παραχρῆμα τοῦτο ποιεῖ, καθάπερ γε κἂν εἰς τὸ πλάγιον ἀπάγειν ἐθελήσῃ καὶ περιτρέψαι καὶ ἐλελίξαι, κἂν ὁπωσοῦν ἑτέρως κινῆσαι. διὸ καὶ τούτοις αὐτοῖς ἐπεφώνησεν, ἀπαίδευτος ἡ φύσις οὖσα οὐ μαθοῦσα τὰ δέοντα ποιεῖ. καλοῦνται μὲν οὖν οἱ μαθόντες ὁτιοῦν μάθημα πεπαιδεῦσθαι κατ’ ἐκεῖνο, τῇ φύσει δ’ ὑπάρχει πεπαιδευμένα τὰ μέγιστα 
237
εἶναι χωρὶς τοῦ μαθεῖν, ὥσπερ ὁ Θουκυδίδης ἐπὶ τοῦ Θεμιστοκλέους εἶπεν. οἰκείᾳ γὰρ συνέσει καὶ οὔτε προμαθὼν εἰς αὐτοὺς οὐδὲν οὔτε ἐπιμαθὼν, τῶν δὲ παραχρῆμα, δι’ ἐλαχίστης βουλῆς κάλλιστος γνώμων καὶ τῶν μελλόντων ἐπὶ πλεῖστον τοῦ γενησομένου ἄριστος εἰκαστής.

Δάκρυα, ῥινῶν ὑγρότης, πταρμοὶ, ὠτὸς ῥύπος, στόματος σιάλου ἀναγωγὴ, πνεύματος εἴσοδος, ἔξοδος, χάσμη, βὴξ, λυγμὸς, οὐ τοῦ αὐτοῦ παντάπασι τρόπου.

Εἰς τὴν ἐξήγησιν τήνδε τῆς ῥήσεως ὅσα δοκεῖ μοι κάλλιστ’ ἄν τις εἰπεῖν ἐγὼ διεξελθὼν πρότερον οὕτω μεταβήσομαι πρὸς τοὺς ἐξηγησαμένους τὸ βιβλίον, ἅπαντας μὲν οἰομένους ἀφωρίσθαι τῆς προγεγραμμένης ῥήσεως τὴν νῦν ἡμῖν προκειμένην, ἐξηγουμένους τε τὰς λέξεις αὐτοῖς ἁπάσας

238
ὡς εἰς πρόγνωσιν διαφερούσας. ἐμοὶ δὲ φαίνεται τὸ προκείμενον ἐξ ἀρχῆς ἔτι καὶ νῦν διὰ ταύτης ὅλης κατασκευάζειν ὁ Ἱπποκράτης· προὔκειτο δὲ αὐτῷ δεῖξαι τὴν φύσιν πάντα ἐπὶ σωτηρίᾳ τοῦ ἀνθρώπου πράττουσαν. ἀρξάμενος οὖν ἀπὸ τῶν ἔργων αὐτῆς, ὅσα κατὰ τὰ σώματα τῶν ζώων ὑγιαινόντων ἐργάζεται καὶ διελθὼν αὐτὰ κατὰ τὴν πρὸ ταύτης ῥῆσιν, ἑξῆς ὅσα κατὰ τὰς νοσώδεις διαθέσεις ἢ κοινὰς ὑγιαινόντων καὶ νοσούντων σωμάτων, ἐπὶ σωτηρίᾳ τοῦ ζώου ποιεῖ κατὰ τὸν ἐνεστῶτα λόγον ἐδήλωσεν, ὧν ἕκαστον ἐγὼ κατὰ μέρος προχειριζόμενος ἐπιδείξω, τινὰ μὲν, ὡς ἔφην, ὄντα ἴδια νοσωδῶν διαθέσεων, ἔνια δὲ κοινὰ νοσοῦσί τε καὶ ὑγιαίνουσι, καὶ νοσοῦσι γίνεται ποτὲ μὲν ἑπόμενα τῷ πρώτῳ τῆς κατὰ τοὺς ὀφθαλμοὺς νοσώδους διαθέσεως, ὥσπερ ὅταν φλεγμαίνουσι, ποτὲ δὲ τῆς φύσεως ἀποκρινούσης τὸ πλεονάζον ὑγρὸν ἢ γεννώσης τὸ λεῖπον ἐν τοῖς κατ’ αὐτοὺς ἀδέσιν. οὕτω δὲ καὶ ἡ τῆς ῥινὸς ὑγρότης, ἐκκενουμένων δι’ αὐτῆς τῶν κατὰ τὸν ἐγκέφαλον
239
ἀθροιζομένων περιττωμάτων γίνεται. καὶ οἱ πταρμοὶ δὲ φύσεως μὲν ἔργον ὑπάρχουσιν ἀεὶ, γίνονται δὲ ἐπὶ νοσώδεσι διαθέσεσιν. ὀνομάζω δὲ νοσώδεις διαθέσεις οὐ μόνον ὅταν ἤδη νοσῶσιν, ἀλλὰ κἀπειδὰν ἄρχηταί τις αὐτῶν συνίστασθαι. οἷον γὰρ ἐπ’ ὀφθαλμῶν ἐστιν ἡ τάραξις ἰδίως ὀνομαζομένη, φλεγμονῆς ἀρχή τις οὖσα, τοιαῦται πολλαὶ νοσώδεις διαθέσεις ἀρχόμεναι συνίστασθαι λύονται τῆς φύσεως ἐκκρινούσης τοὺς γεννῶντας αὐτὰς ἀτμούς τε καὶ χυμούς. εἴρηται δὲ περὶ πάντων τῶν τοιούτων ἐν ταῖς περὶ τῶν συμπτωμάτων αἰτίαις. ἔνια μὲν γὰρ αὐτῶν ἀεὶ ὑπὸ τῆς φύσεως γίνεται, κωλυτικὰ δ’ ἐστὶ νοσωδῶν διαθέσεων, ἤτοι γεννωμένων ἢ γεννᾶσθαι μελλουσῶν, ὥσπερ ἔνια τῶν ἤδη γεγενημένων τε καὶ συμπεπληρωμένων θεραπευτικὰ, καὶ τοῦτ’ ἔστι τὸ τοὺς ἐξηγητὰς ἀπατῆσαν, ὡς οὐκ εἴη νῦν ὁ λόγος Ἱπποκράτους περὶ τῶν τῆς φύσεως ἔργων, ἀλλ’ ἔν γε τοῖς τρισὶν ὑπομνήμασιν ἐν οἷς διέρχομαι περὶ τῶν ἐν τοῖς συμπτώμασιν αἰτίων, ἅπας οὗτος ὁ λόγος ἐξείργασταί μοι δεικνύντι τῆς φύσεως ἐνεργούσης γίνεσθαι τοιαῦτα πάντα
240
συμπτώματα, περὶ ὧν νῦν ὁ λόγος ἐνέστησε. καὶ γὰρ ὁ τῶν ὤτων ῥύπος ὑπ’ ἐκείνης γίνεται καθαιρούσης ἐγκεφάλον τὰ περιττώματα, καὶ ἡ βὴξ ἕνεκα τοῦ καθαρὰς ἐργάζεσθαι τὰς ὁδοὺς τῆς ἀναπνοῆς ἐδείχθη γενομένη, καθάπερ γε καὶ ὁ λυγμὸς καὶ χάσμη καὶ σκορδονισμὸς, ἐκκρίσεως ἕνεκεν περιττωμάτων. ἔνια δὲ τῶν εἰρημένων κατὰ τὴν προκειμένην ῥῆσιν οὐδὲ συμπτώματα ὅλως ἐστὶν, ὡς καὶ ἥ τε ἀναπνοὴ καὶ ἡ καθ’ ὅλον τὸ σῶμα διαπνοή. δεδήλωται δὲ ὑπ’ αὐτοῦ περὶ μὲν τῆς ἀναπνοῆς, ἔνθα φησίν· πνεύματος εἴσοδος, ἔξοδος. περὶ δὲ τῆς διαπνοῆς ἐφεξῆς, ἔνθα πάλιν ἔγραψε, τροφῆς καὶ πνοῆς. σιάλου δὲ γένεσις ἐν τῷ στόματι τῶν προνοητικῶς ὑπὸ τῆς φύσεώς ἐστι γενομένων, ὥσπερ γε καὶ ἡ ἐκ θώρακός τε καὶ πνεύμονος ἀναγωγὴ τῶν πτυέλων. εἴρηται δὲ καὶ περὶ τούτων ἐν τῇ προκειμένῃ ῥήσει κατὰ τήνδε τὴν λέξιν, στόματος σιάλου ἀναγωγή. καὶ χρὴ τὸ μὲν, στόματος σιάλου, καθ’ ἑαυτὸ προενέγκασθαι, τὸ δ’ ἀναγωγὴ μετ’ αὐτὸ προσθέντας τοῦ πτυέλου, τάχα μὲν ἁμαρτηθέντος εὐθὺς ἐν ἀρχῇ τοῦ πρώτου τῶν ἀντιγράφων
241
ὑπὸ τοῦ πρώτου βιβλιογράφου, τάχα δὲ αὐτοῦ τοῦ Ἱπποκράτους παραλιπόντος, ὡς ἂν ἑαυτῷ τινα ὑποτύπωσιν γράφοντος, οὐ πρὸς ἔκδοσιν σύγγραμμα. τὸ δ’ ἐπὶ τῇ τελευτῇ τῆς προκειμένης ῥήσεως γεγραμμένον οὐ τοῦ αὐτοῦ παντάπασι τρόπου τοιόνδ’ ἐστί. πάντα τὰ εἰρημένα πᾶσι τοῖς εἰρημένοις οὐ τοῦ αὐτοῦ τρόπου ἐστίν. ὡς γὰρ ἐδείξαμεν, ἔνια μὲν ἐπὶ τῶν κατὰ φύσιν ἐχόντων μόνων γίνεται, τινὰ δὲ ἐπὶ μόνων τῶν νοσωδῶν διαθέσεων, ὥσπερ δ’ αὖ πάλιν ὑπ’ ἀμφοτέρων ἔνια, καὶ τινὰ μὲν αὐτῶν μόνης τῆς φύσεώς ἐστιν ἔργα. γραφόντων δὲ τήνδε τὴν λέξιν τῶν ἐξηγητῶν πολυειδῶς ὀλίγον ὕστερον αἱ γραφαὶ λεχθήσονται. νυνὶ δὲ πρότερον, ὅσον ἔθ’ ὑπόλοιπόν ἐστιν ὅλης τῆς ῥήσεως, ἐν ᾗ τὰ φύσεως ἔργα κατέλεξεν, ἐξηγήσομαι.

Οὔρου ἄφοδος καὶ φύσης καὶ ταύτης τῆς ἑτέρης τροφῆς καὶ πνοῆς καὶ τοῖσι θήλεσι, τούτοισι καὶ κατὰ τὸ ἄλλο σῶμα ἱδρῶτες, κνησμοὶ, σκορδινισμοὶ καὶ ὅσα τοιαῦτα.

242
Γράφουσι μὲν καὶ ταύτην τὴν λέξιν ἄλλοι ἄλλως, ἀλλ’ ἐγὼ καὶ νῦν τὴν τοῖς πλείστοις ὁμολογουμένην γραφὴν, ὅλῃ τε τῇ κατὰ τὴν ῥῆσιν διανοίᾳ συμφωνοῦσαν, ἔν τε τοῖς ἀκριβέσι τῶν παλαιῶν ἀντιγράφων εὑρισκομένην εἱλόμην. ἔστι δ’ ὁ νοῦς αὐτῆς τοιοῦτος, ὥσπερ ἐπὶ τῶν προειρημένων συμπτωμάτων ἔργα φύσεως αὐτοδιδάκτου διῆλθεν ἐπὶ σωτηρίᾳ τοῦ ζώου γενόμενα, κατὰ τὸν αὐτὸν τρόπον καὶ νῦν οὔρου καὶ ἀφόδου καὶ φύσης διττῆς ἐμνημόνευσε καὶ τροφῆς καὶ διαπνοῆς καὶ τῶν τοῖς θήλεσι ζώοις ὑπαρχόντων μόνοις, εἶτ’ ἐφεξῆς ἱδρώτων τε καὶ κνησμῶν καὶ σκορδονισμῶν. ἥ τε γὰρ δι’ οὔρων διάκρισις ἐὰν ἀναμνησθῇς ὅπως γίνεται, θαυμαστὴν ἐνδείξεταί σοι πρόνοιαν εἰς τὰ ζῶα, τῆς τε τῶν νεφρῶν κατασκευῆς ἕνεκα καὶ τῆς τῶν οὐρητήρων ἐκφύσεως, ἣν ἐκ τῆς κοιλίας τῶν νεφρῶν ἴσχουσιν, ἔτι τε ἐπιθεμάτων, ἃ τοῖς εἰς τὴν κύστιν ἐμφυομένοις στόμασιν αὐτῶν ἐπίκειται, τοῦ τε μυὸς, ὃς ἀνάλογον τῷ κατὰ τὴν ἕδραν σφιγκτῆρι περιβέβληται τῷ τραχήλῳ τῆς κύστεως, ἐπὶ τούτοις τε τῶν ἄλλων ὅσα μικρότερα μέν ἐστι
243
τούτων καὶ ἧττον θαυμαστὰ, τοσαύτην δ’ ἔχοντα χρείαν εἰς τοὔργον, ὥστε εἰ μὴ τὸν τρόπον τοῦτον ἅπαντα κατεσκεύαστο, μοχθηρῶς ἂν ἢ οὐδ’ ὅλως ἐγένετο τὰ περὶ τὴν τῶν οὔρων διάκρισίν τε καὶ κένωσιν. ὡσαύτως δὲ καὶ τὰ κατὰ τὴν ἄφοδον, ὅπερ ἐστὶν ἀπόκρισιν τῶν περιττῶν τῆς τροφῆς, παρεσκευασμένα τῇ φύσει κατὰ τὴν τῶν τροφίμων ὀργάνων κατασκευὴν, ἐνδείκνυται τὴν εἰς τὰ ζῶα πρόνοιάν τε καὶ σοφίαν αὐτῆς, ἃ σύμπαντ’ ἔχεις ἐν τοῖς περὶ χρείας μορίων εἰρημένα. νυνὶ δ’ ἀρκεῖ τῶν κεφαλαίων ἀναμιμνήσκειν μόνον. ἔνιοι μὲν οὖν ἑκάτερον τῶν ἐν ἀρχῇ τῆς προκειμένης ῥήσεως γεγραμμένων ἀναγνόντες αὐτὸ καθ’ ἑαυτὸ μόνον οὔρων, αὐτὸν ἐνταῦθα καὶ ἀποπαθημάτων μνημονεύειν φασίν. ἔνιοι δὲ συνάψαντες ἀμφότερα τὴν ἄφοδον τῶν οὔρων, ὅπερ ἐστὶ τὴν κένωσιν, ἐκ τῆς λέξεως δηλοῦσθαί φασιν, ὡς εἰ καὶ οὔρου ἔκκρισιν εἶπεν. οὗτοι τοίνυν ἐν ἀρχῇ τῆς ῥήσεως ἔγραψαν κόπρου καὶ οὔρου ἄφοδος, ὡς εἰ καὶ οὕτως εἴρητο, κόπρου καὶ οὔρου κένωσις, ὥσπερ δὲ
244
τῆς τροφῆς περιττώματα θαυμαστὴν οἴκονομίαν ἔχει κατὰ τὴν διάκρισιν, οὕτω καὶ περὶ τὴν τῆς φύσης ἀπόκρισιν ἑκατέρας, τῆς τε κατὰ τὸ ἀπευθυσμένον ἔντερον καὶ τῆς διὰ τοῦ στομάχου γινομένης, ἣν ἐρυγὴν ὀνομάζουσιν, ἥτις φύσεως ἐμφαίνεταί τις πρόνοια πρὸς ἔκκρισιν ἑκατέρας τῆς φύσης ὁρμώντων τῶν ὀργάνων ἐν οἷς ἀθροίζονται. φαίνονται ἐκκρινόμεναι, κἂν ὑπνοῦντες τύχωσιν οἱ ἔχοντες αὐτὰς, κἂν ἐν καταφορᾷ καὶ καταλήψει καὶ ληθάργῳ καὶ κάρῳ καὶ παραφροσύνῃ καὶ βαθεῖ κώματι. παραπλησίως δ’ ἂν εὕροις τέχνην τῆς φύσεως, εἰ μάθοις ὅσα περὶ τε τὴν τῆς τροφῆς οἰκονομίαν καὶ τοῦ πνεύματος ἐργάζεται καὶ τούτων ἔτι μᾶλλον θαυμάσεις, εἰ γνοίης ὅσα τοῖς θήλεσιν ἕνεκα τῆς κυήσεως ἐτεχνήσατο. παραπλήσια δὲ αὐτοῖς ἐστὶ καὶ τὰ καθ’ ὅλον τὸ σῶμα, περί τε τὴν τῶν ἱδρώτων ἔκκρισιν καὶ κνησμοὺς καὶ σκορδονισμούς. ὀνομάζουσιν μὲν οὖν κνησμὸν τὴν διὰ τῶν ὀνύχων ἐπιβολήν τε καὶ κίνησιν, ἣν ἐπὶ τῶν ὀδαξουμένων μορίων ποιεῖται τὰ ζῶα φύσει καὶ τούτου πᾶσιν ὑπάρχοντος αὐτοῖς. ἐθεάσασθε
245
οὖν καὶ πρώην, ἡνίκα τὴν αἶγα ζῶσαν ἀνετέμνομεν ἐγκύμονα οὖσαν, τὸ καταδεδεμένης αὐτῆς ἐξαιρεθὲν ἔμβρυον, ὅπως ἐπὶ τὴν γῆν κατατεθὲν πρῶτον ἐπὶ τῶν τεττάρων ποδῶν βαδίζειν ἐπεχείρησεν, οὐδενὸς αὐτὸ διδάξαντος ἕνεκα βαδίσεως ὑποτεθεῖσθαι ταῦτα τὰ μόρια, καὶ μικρὸν ὕστερον ἀποσεισάμενον τὴν περικειμένην ἔξωθεν ἑαυτῷ περιττὴν κατὰ τοῦ δέρματος ὑγρότητα, καὶ μετ’ ὀλίγον αὖθις ἑνὶ τῶν ποδῶν τὰς πλευρὰς κνησάμενον, ἐφ’ ᾧ καὶ πάντες οἱ παρόντες ἀνεκράγετε, πρῶτον μὲν ὅτι τὴν ἴασιν εὗρεν αὐτὸ τοῦ συμπτώματος ἄνευ τοῦ διδαχθῆναι, δεύτερον δὲ ὅτι διὰ τοῦδε τοῦ μορίου δύναται μόνου γενέσθαι, καὶ τρίτον ὅτι κατὰ τόνδε τὸν τρόπον. ὁ δὲ σκορδονισμὸς τοιοῦτον μέν ἐστι σύμπτωμα κατὰ πάντας οἶμαι τοὺς μῦς, οἷόν περ ἐπὶ τῆς χάσμης γίνεται μόνοις τοῖς περὶ τὴν κάτω γένυν, ἐδείχθη δ’ ἐν ταῖς τῶν συμπτωμάτων αἰτίαις, εἴ τί γε μέμνησθε, καὶ τοῦτο κενώσεως ἕνεκα τῶν ἐν τοῖς μυσὶν ἀτμωδῶν περιττωμάτων ὑπὸ τῆς φύσεως γινόμενον. ὁρᾶται δὲ ἀδιδάκτως αὐτὸ καὶ τὰ βρέφη καὶ τὰ ἄλλα ζῶα
246
ποιοῦντα. ταῦτ’ οὖν ἅπαντα καὶ ὅσα σὺν αὐτοῖς εἴπομεν, ὥσπερ καὶ τὸ ἀποσείσασθαι τὴν ὑγρότητα, μικρὸν ἔμπροσθεν ἐπὶ τοῦ κατὰ τὴν ἀνατομίαν ἐρίφου λέλεκται, θαυμαστήν τινα τῆς φύσεως ἐνδείκνυται πρόνοιαν εἰς τὰ ζῶα, καθ’ ἣν ὑγιαίνοντά τε φυλάττεται καὶ νοσοῦντα θεραπεύεται.

Ἀνθρώπου ψυχὴ ἀεὶ φύεται ἄχρι θανάτου. ἢν δ’ ἐκπυρωθῇ ἅμα τῇ νούσῳ καὶ ἡ ψυχὴ, τὸ σῶμα φέρβεται.

Μαντείας δεῖ μᾶλλον ἤ τινος μεθόδου, καθ’ ἥν εὑρήσει τις ὅ τί ποτε σημαίνειν βουληθεὶς ἔγραψε τὸ φύεται. δύναται μὲν γὰρ ἀκούεσθαι καὶ τὸ γεννᾶται, καθάπερ ὁ Ἀσκληπιάδης ὕστερον ὑπέλαβε, δύναται δὲ καὶ τὸ αὐξάνεται, δύναται δ’ ὥσπερ τινὲς ἤκουσαν, ἀντὶ τοῦ διασώζεται, τροφῇ καὶ ἀναπνοῇ χρωμένων ἡμῶν. ὅσοι γὰρ οἴονται τὴν ψυχὴν εἶναι πνεῦμα, διασώζεσθαι λέγουσιν αὐτὴν 

247
ἔκ τε τῆς ἀναθυμιάσεως τοῦ αἵματος καὶ τοῦ κατὰ τὴν εἰσπνοὴν ἑλκομένου διὰ τῆς τραχείας ἀρτηρίας εἴσω τοῦ σώματος, οὐκ ἄδηλον δ’ ἐστὶ καὶ ὡς οὐδὲν ὧν εἶπον ἀποφήνασθαι δυνατὸν ἡμῖν ἐστι διατεινομένοις, ὡς ἀληθὲς εἴη, μὴ πρότερον οὐσίαν ψυχῆς ἀκριβῶς ἐξευροῦσιν. εἰ μὲν οὖν ὥσπερ ἐν τῷ περὶ ἑβδομάδων ὁ γράψας τὸ βιβλίον ἐκεῖνο σαφῶς ἀπεφήνατο περὶ ψυχῆς οὐσίας, οὕτως καὶ κατ’ ἄλλο τι τῶν ὁμολογουμένων γνησίων Ἱπποκράτους συγγραμμάτων ἦν εἰρημένον, εἶχον ἄν τι κἀγὼ λέγειν περὶ τοῦ φύεται ῥήματος. ἐπεὶ δ’ οὐδαμόθι τῶν γνησίων βιβλίων Ἱπποκράτης ἀπεφήνατο σαφῶς, ὅ τί ποτε σημαίνει τὸ φύεται ῥῆμα. πρὸς δὲ τὸ τοῦτ’ ἀγνοεῖν οὐδ’ αὐτὸς ἐμαυτὸν πέπεικα ψυχῆς οὐσίαν ἐπίστασθαι βεβαίως. ὅτι μὲν γὰρ ὁ ἐγκέφαλος αἰσθήσεώς τε καὶ κινήσεως τῆς καθ’ ὁρμὴν ἡγεμών ἐστι τοῖς τοῦ ζώου μορίοις ἅπασιν, ἐν τοῖς περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων ἀποδέδειγμαι. πέπεισμαι καὶ πρός γε τούτῳ τὸ κατὰ τὰς κοιλίας αὐτοῦ
248
πνεῦμα πρῶτόν τι τῶν ὀργάνων εἶναι τῶν ψυχικῶν, ὅπερ ἦν μοι προπετέστερον ἀποφηναμένῳ ψυχῆς οὐσίαν εἰπεῖν. εἴτε δὲ ἡ ὅλη τοῦ ἐγκεφάλου φύσις ἐκ τῆς τῶν τεττάρων στοιχείων κράσεως εἰς τοιαύτην οὐσίαν ἦλθεν, ἢ ἰδιότητος, καθ’ ἣν αἰσθήσεώς τε καὶ κνήσεως τῆς καθ’ ὁρμὴν ἀρχηγὸς ἔσται τῷ ζώῳ καὶ δηλονότι καὶ μνήμης τε καὶ νοήσεως, εἴτε τις ἄλλη δύναμις ἀσώματος ὑπὸ τοῦ δημιουργήσαντος ἡμᾶς ἐντέθειταί τε τῷ ἐγκεφάλῳ καὶ χωρίζεται πάλιν ἀποθνησκόντων, οὐδεμίαν ἔχω ἀπόδειξιν βεβαίαν, ἀλλὰ καὶ τοὺς ἀποφηναμένους τι τούτων ἡγοῦμαι πλεονεκτεῖν ἐμοῦ προπετείᾳ μᾶλλον ἢ σοφίᾳ, καὶ μέντοι καὶ περιττὸν εἶναι νομίζω τοῖς ἰατροῖς ἐπίστασθαι ψυχῆς οὐσίαν. ἀρκεῖ γὰρ γινώσκεσθαι τοῖς τὴν ἰατρικὴν τέχνην λογικῶς μεταχειριζομένοις ὡς ἡ κατὰ φύσιν κρᾶσις αὐτοῦ τοῦ ἐγκεφάλου καὶ κατὰ τὰς κοιλίας αὐτοῦ πνεύματος ἄχρι περ ἂν διασώζηται, ζῆν δυνάμενον τὸ ζῶον. ἐὰν δὲ ἤτοι τὸ κατὰ τὰς κοιλίας πνεῦμα διαφθαρῇ παντάπασιν ἢ τῆς κατὰ φύσιν κράσεως
249
ἐπὶ πλεῖστον ἐκτραπῇ, μετὰ τῆς κατὰ τὸν ἐγκέφαλον ἀκολουθῆσαι. ταῦτα γὰρ γινώσκων ὁ ἰατρὸς τῆς τ’ εὐκράσεως καὶ τῆς ὑπάρξεως προνοήσεται ἀεὶ κατὰ τὰς εἰρημένας μεθόδους ὑφ’ ἡμῶν, ἔν τε τοῖς ὑγιεινοῖς καὶ τοῖς θεραπευτικοῖς ὑπομνήμασι, ἃς ἔδειξα πάσας Ἱπποκράτην πρῶτον εἰρηκότα. διὰ τοῦτ’ οὖν οὐδὲ γνησίαν νομίζω τὴν προκειμένην ῥῆσιν εἶναι, παρεγγεγράφθαι δ’ ὑπό τινος ὥσπερ καὶ ἄλλας οὐκ ὀλίγας. ἴσως δὲ καὶ τὸν υἱὸν αὐτοῦ Θεσσαλὸν ἀθροῖσαί φασι τὰς ὑπογραφὰς τοῦ πατρὸς εὑρόντα γεγραμμένας ἐν χάρταις τε καὶ διφθέραις καὶ δέλτοις, καὶ τοιαύτας τινὰς παρεντεθεικέναι ῥήσεις. τῶν μέντοι γραψάντων ὑπομνήματα τοῦ προκειμένου βιβλίου τινὲς ἀντὶ τοῦ βελτίων γίνεται τὸ φύεταί φασιν εἰρῆσθαι. γίνεσθαι δ’ αὐτὴν ἐν τῷ χρόνῳ βελτίονα νομίζουσι τοῖς προνοουμένοις ἐπιστήμης τε καὶ σοφίας, ἀλλ’ οὔτε ἰατρικὸς ὁ λόγος οὔθ’ ὁμολογῶν τοῖς ἐπιφερομένοις. ὅτι γὰρ ἐπὶ τῆς οὐσίας αὐτῆς εἴρηται τὸ φύεται δῆλον ἐκ τοῦ φάναι· ἢν δ’ ἐκπυρωθῇ,
250
ἅμα τῇ νούσῳ καὶ ἡ ψυχὴ τὸ σῶμα φέρβεται. καὶ δόξειε δ’ ἂν ἐκδείκνυσθαι τὸ ἐκπυρωθῇ ῥῆμα τὴν οὐσίαν τῆς ψυχῆς ἡγεῖσθαι τὸν Ἱπποκράτην τὸ ἔμφυτον εἶναι θερμὸν, ὃ καὶ τῶν φυσικῶν ἔργων αἰτιᾶται πολλαχόθι. μέγιστα δ’ ἐνταῦθα κινεῖται δόγμα διαπεφωνημένον καὶ αὐτοῖς τοῖς φιλοσόφοις. ἔνιοι μὲν ἡγοῦνται οὐσίαν εἶναι ψυχῆς τε καὶ φύσεως, οἱ μὲν ἐν τῷ πνεύματι τιθέμενοι τὴν ὕπαρξιν αὐτῶν, οἱ δ’ ἐν τῇ τοῦ σώματος ἰδιότητι. τινὲς δὲ οὐ μίαν, ἀλλ’ ἰδίαν ἑκατέρᾳ τὴν οὐσίαν εἶναί φασι καὶ οὐ σμικρῷ δέ τινι διαφερούσας, ἀλλ’ ὅλῳ τῷ γένει, ὅπου γε καὶ τὴν μὲν τῆς φύσεως φθαρτὴν εἶναι ἡγοῦνται, τὴν δὲ τῆς ψυχῆς ἄφθαρτον. Ἀριστοτέλης μὲν οὖν καὶ Πλάτων ὑπὸ μίαν προσηγορίαν ἀμφοτέρας ἄγουσι τὰς δυνάμεις, οὐ μόνον ᾗ λογιζόμεθα καὶ μεμνήμεθα ψυχὴν καλοῦντες, ἀλλὰ καὶ τὴν ἐν τοῖς φυτοῖς, ᾗ τρέφεταί τε καὶ αὔξεται καὶ διασώζεται, μέχρι περ ἂν ἐν τῷ χρόνῳ ξηρανθῇ. τοῖς Στωικοῖς δ’ ἔθος ἐστὶ φύσιν μὲν ὀνομάζειν,
251
ᾗ τὰ φυτὰ διοικεῖται, ψυχὴν δὲ ᾗ τὰ ζῶα, τὴν οὐσίαν ἀμφοτέρων μὲν τίθενται τὸ σύμφυτον πνεῦμα καὶ διαφέρειν ἀλλήλων οἴονται ποιότητι. ξηρότερον μὲν γὰρ πνεῦμα τὸ τῆς ψυχῆς, ὑγρότερον δὲ τὸ τῆς φύσεως εἶναι, δεῖσθαι δ’ ἄμφω πρὸς διαμονὴν οὐ τροφῆς μόνον, ἀλλὰ καὶ ἀέρος. καὶ ὅσοι γε τοῦ δόγματος τούτου νομίζουσιν ἡγεμόνα τὸν Ἱπποκράτην γεγονέναι, καθάπερ ἐν τῷ περὶ ἑβδομάδων εἴρηται, τὸ φύεσθαι λέγουσιν εἰρῆσθαι κατὰ τῆς γινομένης ἐν αὐτοῖς προσθέσεως ἐξ ἀμφοτέρων τῶν οὐσιῶν, τῆς τε τροφῆς καὶ τοῦ ἀέρος ὡς ἐναργῶς φαίνεται, κατὰ τὴν ἑκατέρου χρείαν ἐπιστάμεθα. δέδεικται γὰρ ἡ μὲν ἀναπνοὴ τὴν συμμετρίαν τῆς ἐμφύτου θερμασίας φυλάττειν, ἡ δὲ τῶν σιτίων προσφορὰ τὸ διαῤῥέον τῆς σωματικῆς οὐσίας ἀναπληροῦν, καὶ εἴπερ εἶδός τι τοῦ σώματός ἐστιν ἡ ψυχὴ, προσηκόντως ἂν λέγοιτο φύεσθαι μέχρι τοῦ θανάτου. εἰ δέ ἐστιν ἑτέρα τις αὐτῆς οὐσία τῆς φύσεως, ἣν Ἀριστοτέλης μὲν ὀνομάζει θρεπτικὴν, ἐπιθυμητικὴν δὲ Πλάτων, ἀληθὲς ἂν εἴη τὸ εἰρημένον, οὐκ ἀληθὲς δὲ ἐπὶ τῆς διανοητικῆς 
252
ψυχῆς. ὅτι μέντοι τὸ ἔμφυτον θερμὸν, ᾧ μάλιστα ἀναφέρει τὰ σωματικὰ τῶν ἔργων ὁ Ἱπποκράτης, ἐκπυρωθὲν οὐ μόνον οὐκ ἔστι δυνάμενον τὰς ἔμπροσθεν ἐνεργείας ἐπιτελεῖν, οὐδὲ τρέφειν ἡμᾶς, ὅπερ ἦν αὐτῷ κυριώτατον, ἀλλὰ διαφθείρει τε καὶ τήκει καθάπερ τὸ πῦρ, εὔδηλόν ἐστι τῷ λόγῳ σκοπουμένοις ἡμῖν καὶ τὰς ὑπὸ τῶν διακαῶν πυρετῶν συντήξεις τοῦ σώματος ἐναργῶς ὁρῶσι. περιλελειμμένης δὲ κατὰ τὸν εἰρημένον λόγον ἅπαντα τῆς τρίτης ψυχῆς ἢ δυνάμεως ἢ ὅπως ἂν ἐθέλῃς ὀνομάζειν αὐτὴν, ἣν ὁ Πλάτων ἐκάλει θυμοειδῆ, καὶ περὶ ταύτης ἄμεινόν ἐστιν εἰπεῖν ἕνεκα τοῦ μηδὲν ἔτι ὑπολείπεσθαι κατὰ τὸν περὶ ψυχῆς λόγον. θερμασία μέν τις ἔμφυτος ἐν ἥπατι περιέχεται, καθ’ ἣν αἷμα γεννᾶται· θερμασία δὲ ἑτέρα πλείων ἐστὶ, κατὰ τὴν καρδίαν εἰς θυμοῦ γένεσιν ἡμῖν δοθεῖσα. καὶ γὰρ χρεία τούτου τὶς ἐστιν, ὡς ἐν τοῖς περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων ἐπιδέδεικται. δεῖται μὲν αὐτὴ ἡ θερμασία τῆς τροφῆς, ἡ δ’ ἑτέρα τῆς ἀναπνοῆς. οὕτω γὰρ ὀνομάζειν ἔθος ἐστὶ τοῖς ἰατροῖς τὴν διὰ τῶν ἀρτηριῶν
253
γινομένην καθ’ ὅλον τὸ σῶμα διττὴν ἐνέργειαν, ἐκπεμπουσῶν αἰθαλῶδες περίττωμα κατὰ τὴν συστολὴν, ἑλκουσῶν δὲ τὸν πέριξ ἀέρα κατὰ τὴν διαστολήν.