In Hippocratis Epidemiarum I

Galen

Galen, In Hippocratis Epidemiarum I

    Εἴσοδοι, λόγοι, σχῆμα, ἐσθὴς τῷ νοσοῦντι, κουρὴ, ὄνυχες, ὀσμαί.

    Τούτων τὰ μὲν ἄλλα πάντα προφανῶς ἐπὶ τὸν ἰατρὸν ἀναφέρεται, μεταξὺ δ’ αὐτῶν παρεγκείμενον, τῷ νοσοῦντι, παρέχει τινὰ ζήτησιν, ὅθεν ἔνιοι παντάπασιν ἐξελόντες αὐτὸ προσεποιήσαντο μηδ’ ὅλως εὑρηκέναι γεγραμμένον. ἀλλ’ οἵ γε παλαιοὶ τῶν ἐξηγητῶν ἴσασι καὶ ταύτην τὴν γραφήν. ἴσως δ’ ἄν τινος εὐπορήσαιμεν εἰς αὐτὴν πιθανοῦ, προσεπισκεψάμενοι τῶν εἰρημένων ἕκαστον ἰδίᾳ. καὶ πρώτας γε τὰς πρὸς τὸν κάμνοντα τῶν ἰατρῶν εἰσόδους ὅσαι κεχαρισμένως αὐτοῖς γίνονται. τινὲς μὲν γὰρ ἐνοχλεῖσθαι νομίζουσιν ὑπὸ τῶν πολλάκις αὐτοὺς ὁρώντων, ἔνιοι δὲ πάνυ τούτῳ σφόδρα χαίρουσιν. ἰατροὶ δέ τινές εἰσιν οἳ μέχρι τοσούτου μωραίνουσιν, ὡς καὶ τοῖς κοιμωμένοις ἐπεισιέναι μετὰ ψόφου ποδῶν, φωνῆς μείζονος, ὑφ’ ὧν ἐνίοτε διεγερθέντες 

    145
    οἱ νοσοῦντες ἀγανακτοῦσί τε πρὸς αὐτοὺς καὶ βεβλάφθαι τὰ μέγιστά φασι. ἅπαντ’ οὖν ταῦτα προορᾶσθαι χρὴ ἰατρὸν, ὡς μήτε κατὰ καιρὸν ὃν οὐ χρὴ παραγίνεσθαι μήτε προπετῶς μετὰ ψόφων πολλῶν καὶ φωνῆς μεγάλης ἢ βαδίσματος ἀσχήμονος ἢ βλέμματος ἢ ὅλως οὑτινοσοῦν τοιούτου. λόγοι. τῶν μεγίστων ἐστὶ καὶ τοῦτο πρὸς τοὺς κάμνοντας ὑπὸ τῶν ἰατρῶν ἤτοι προσηκόντως ἢ οὐ προσηκόντως τι γινόμενον. ἔνιοι μὲν γὰρ αὐτῶν ἐσχάτως εἰσὶν ἀβέλτεροι, τοιοῦτοί τινες ὄντες οἷον ὁ Ζεῦξίς φησι ὑπὸ Βακχείου γεγράφθαι Καλλιάνακτα γεγονέναι τὸν Ἡροφίλειον ἐν τοῖς ἀπομνημονεύμασιν Ἡροφίλου τε καὶ τῶν ἀπὸ τῆς οἰκείας αὐτοῦ. νοσοῦντος γάρ τινος, εἶτ’ εἰπόντος τῷ Καλλιάνακτι, τεθνήσομαι, φασὶν αὐτὸν ἐπιφωνῆσαι τόδε τὸ ἔπος

  1. Εἰ μή σε Λητὼ καλλίπαις ἐγείνατο.
  2. Ἑτέρῳ δὲ ταὐτὸ τοῦτ’ εἰπόντι φάναι

  3. Κάτθανε καὶ Πάτροκλος, ὅπερ σέο πολλὸν ἀμείνων.
  4. 146

    ἔνιοι δὲ τῶν νῦν ἰατρῶν, εἰ καὶ μετριώτεροι Καλλιάνακτός εἰσιν, ἀλλὰ τραχέως καὶ αὐτοὶ προσφέρονται τοῖς νοσοῦσιν ὡς μισηθῆναι, καθάπερ ἄλλοι τινὲς ἐξ ὑπεναντίου δουλοπρεπῶς κολακεύοντες ἐξ αὐτοῦ τούτου κατεφρονήθησαν. ὥσπερ δὲ οὐ χρὴ μίσους ἄξιον φαίνεσθαι τῷ κάμνοντι τὸν ἰατρὸν, οὕτως οὐδ’ εὐκαταφρόνητον, ἀλλ’ ἐν τῷ φιλανθρώπῳ καὶ μετρίῳ καὶ ἡδεῖ σεμνὸν φυλάττειν. εἰ μὴ γὰρ ὥσπερ θεόν τινα ὁ κάμνων θαυμάσειεν, οὐκ ἂν ὁ κάμνων εὐπειθὴς γένοιτο. βέλτιον οὖν ἐστι μήτε κολακεύειν εἰς τοσοῦτον ὥστε καταφρονεῖσθαι μήτε ἄγροικόν τε καὶ τραχὺν ὁμοίως Καλλιάνακτι. γενήσεται δὲ τοῦτο φυλάττοντος μὲν ἔν τε τῷ βλέμματι καὶ τῷ φλέγματι καὶ τῷ παντὶ τοῦ σώματος σχήματι τὸ σεμνὸν τοῦ ἰατροῦ, ἐκδιδάσκοντος δὲ τὸν κάμνοντα πείθεσθαι τοῖς πραττομένοις ὑφ’ ἑαυτοῦ. πολλοὶ δ’ εἰσὶ λόγοι καί σοι παραδείγματος ἕνεκεν οὐκ ὀκνήσω παραθέσθαι τινά. δυνήσεται γὰρ ὁ ἰατρὸς ἐπὶ προοιμίῳ πιθανῷ μετὰ ταῦτα πρὸς τὸν κάμνοντα διελθεῖν ὅσα περὶ

    147
    τῶν τοιούτων Ἱπποκράτης ἔγραψε, πρῶτον μὲν ἐν τοῖς ἀφορισμοῖς εἰπών· δεῖ δὲ οὐ μόνον ἑωυτὸν παρέχειν τὰ δέοντα ποιέοντα, ἀλλὰ καὶ τὸν νοσέοντα καὶ τοὺς παρεόντας ἔξωθεν. ἐν δὲ τῷ πρώτῳ τῶν ἐπιδημιῶν ἡ τέχνη διὰ τριῶν, τὸ νόσημα, ὁ νοσέων, ὁ ἰατρὸς, ὑπεναντιοῦσθαι τῷ νοσήματι τὸν νοσέοντα μετὰ τοῦ ἰατροῦ. καὶ ὡς τριῶν ὄντων, ἰατροῦ καὶ νοσήματος καὶ κάμνοντος, ἐὰν ὁ νοσῶν ἐάσῃ μόνον πολεμεῖν τῷ νοσήματι τὸν ἰατρὸν ἢ καὶ πρὸς αὐτὸ μεταστὰς ἐναντιοῦται τῷ ἰατρῷ, συμβήσεται νικηθῆναι τὸν ἰατρὸν ὑπὸ τοῦ νοσήματος. ἐὰν δὲ καταλιπὼν τὸ νόσημα σύμμαχος κατ’ αὐτοῦ γένηται τῷ ἰατρῷ, μεγάλην ἐλπίδα τῆς νίκης ἔσεσθαι δυοῖν ἀνθρώπων πρὸς ἓν νόσημα μαχομένων, ὡς τό γε ἐναντίον ἔμπαλιν οὐδεμιᾶς ἐλπίδος ἔσται παρεκτικὸν, ἐὰν ὁ κάμνων μετὰ τοῦ νοσήματος γενόμενος ἐναντιῷτο τῷ ἰατρῷ· μονωθεὶς γὰρ ἂν οὗτος ὑπὸ τῶν δυοῖν νικηθείη ἄν. ἀρκεῖ σοι τὸ παράδειγμα τοῦτο, νοῆσαι δυναμένῳ κατὰ τὸ παραπλήσιον ἕτερα πολλὰ τοιαῦτα τῷ νοσοῦντι γίνεσθαι πρὸς τῶν ἰατρῶν. οὐ μόνον δὲ τῶν λεχθησομένων
    148
    λόγων τοῖς κάμνουσιν ὑπὸ τῶν ἰατρῶν τοιαύτην εἶναι προσήκει τὴν διάνοιαν, ἀλλὰ καὶ τὸ μέγεθος τῆς φωνῆς καὶ τὸν τόνον καὶ τὴν ὅλην ἀπόκρισιν ἀνάλογον εἶναι τῇ διανοίᾳ τῶν λόγων. εἰ δὲ καὶ πεπαιδευμένῳ διαλέγοιτό τις ἀνδρὶ, καὶ μετὰ τοῦ μὴ σολοικίζειν τε καὶ βαρβαρίζειν. καὶ γὰρ ἐκ τῶν τοιούτων εὐκαταφρόνητοι τοῖς κάμνουσιν οἱ ἰατροὶ φαίνονται. σχῆμα. καὶ τὸ σχῆμα τοῦ σώματος ὅλου κατά τε τὴν εἴσοδον καὶ τὴν καθέδραν ὁ ἰατρὸς ἐχέτω, μήτε ταπεινὸν, ὡς εὐκαταφρόνητον εἶναι, μήτε χαυνότητά τινα καὶ ἀλαζονείαν ἐνδεικνύμενον. ἔνιοι μὲν γὰρ ἀνατεταμένοι καὶ πλατεῖς εἰσίασί τε καὶ καθέζονται, ἔνιοι δὲ διατεθρυμμένοι, τινὲς δὲ ἐγκεκυφότες καὶ ταπεινοί. φεύγειν οὖν ἁπάσας δεῖ τὰς ὑπερβολὰς καὶ πειρᾶσθαι μέσον αὐτῶν εἶναι. εἰ δέ ποτε κατὰ τὸ σπάνιον ὁ κάμνων φαίνοιτό σοι φιλοτάπεινός τις, ἀπὸ τοῦ μέσου βραχὺ πρὸς τὸ ταπεινότερον ἄμεινόν ἐστι σχηματίζειν ἑαυτόν. εἰ δ’ ἐναντίως ἔχοι, καὶ σὺ τἀναντία ποιήσεις ἐπὶ βραχὺ, τοῦ μέσου τε καὶ παρὰ φύσιν ἐφ’ ἑκάτερα παραχωρῶν.
    149
    ἐσθής. καὶ αὕτη κατὰ τὸν αὐτὸν λόγον ἔστω μέση, μήτε πολυτελὴς, ὡς ἀλαζονείαν ἐμφαίνειν, μήτε ῥυπαρὰ καὶ πάνυ ταπεινή· πλὴν εἴ ποθ’ ὁ κάμνων αὐτὸς εἴη τῶν ἀμετρότερον ἢ τὰ πολυτελῆ φιλούντων ἢ τοῖς ῥυπαροῖς ἡδομένων. ἐπὶ τούτων γὰρ ἀπὸ τῆς μεσότητος ἐπὶ τὸ τῷ κάμνοντι φίλτερον ἀποχωρήσεις, ὅσον ἂν εἰκάσῃς ἔσεσθαί τι σύμμετρον τῷ νοσοῦντι. διὰ μέσου τοῦτ’ ἔφην ἐγκείμενον ἀπορίαν παρέχειν· εἰ δέ γε κατὰ τὴν ἀρχὴν τῆς ὅλης ῥήσεως ἢ τὴν τελευτὴν εἴρητο, σαφὲς ἂν ἦν ὡς ἅπαντα ταῦτα τῷ νοσοῦντι κεχαρισμένως προσήκει πράττειν τὸν ἰατρὸν, εἰσόδους, λόγους, σχῆμα τοῦ παντὸς σώματος, ἐσθῆτα, κουρὰν τριχῶν, ὀνύχων συμμετρίαν, ὀσμήν. ἐπί τε γὰρ εἰσόδων ἄλλη πρὸς ἄλλον ἐστὶ τῶν νοσούντων ἡ συμμετρία, καθότι πρόσθεν εἶπεν, ἐν δὲ τοῖς λόγοις ὡσαύτως· οἱ μὲν γὰρ μυθολογοῦσι τοῖς ἰατροῖς ἥδονται, τινὲς δὲ ἀνιῶνται, καὶ τινὲς μὲν σεμνοῖς λόγοις, τινὲς δ’ εὐτραπέλοις χαίρουσι. καὶ περὶ τῶν σχημάτων τε καὶ τῆς ἐσθῆτος ἀρτίως εἴρηται 
    150
    τίνα τρόπον ἐστοχάσθαι χρὴ τῶν ἡδέων τῷ νοσοῦντι. κουρὴ τῶν τριχῶν. ἡ κουρὰ φύσει μὲν ἀρίστη γένοιτο ἂν, εἰ στοχάζοιτο τῆς κατὰ τὴν κεφαλὴν ὑγείας. ἄλλοις γὰρ ἄλλο προσήκει. τοῖς νοσοῦσι δὲ τὸ τῆς κουρᾶς εἶδος οὐ ταὐτὸν ἅπασιν ἡδύ. στοχάζεσθαι τοίνυν σε χρὴ καὶ τούτου, πρὸς τὸν ἰατρευόμενον ἀποβλέποντα, καθάπερ ἐπ’ Ἀντωνίνου τοῦ Κομμόδου πατρὸς ἐποίουν οἱ συνόντες ἅπαντες ἐν χρῷ κειρόμενοι. Λούκιος δὲ μιμολόγους αὐτοὺς ἀπεκάλει. καὶ διὰ τοῦτο πάλιν ἐκόμων οἱ μετ’ ἐκείνου ὄνυχες. πηλίκους εἶναι χρὴ τοὺς ὄνυχας τοῖς ἰατροῖς αὐτὸς ἐδίδαξεν ἐν τῷ κατ’ ἰητρεῖον, συνάπτων αὐτῶν τὴν συμμετρίαν ἡδεῖαν εἶναι τοῖς ὁρῶσι. περὶ δὲ τῶν χώραν ἐχόντων ὀνύχων ἤ τι τοιοῦτο, καθάπερ γε καὶ περὶ τῆς ἐν κεφαλῇ τῶν τριχῶν ἀλωπεκίας ἢ ὀφιάσεως οὐδὲ λόγου δεῖται. ταῦτα γὰρ ὡς ἤδη παρὰ φύσιν αἴσχιστόν ἐστιν ἔχειν ἰατρῷ, καθάπερ γε καὶ ἀρθρῖτιν ἰσχυρὰν ἤ τι τοιοῦτον ἕτερον. ὀδμή. καὶ τῆς
    151
    ὀδμῆς τοῦ σώματος ὅλου καὶ τοῦ στόματος ἡ μέν τίς ἐστιν ἐνίοις φύσει μοχθηρὰ, καθάπερ γε καὶ ἄλλοις τισὶν ἄμεμπτος, ἡ δ’ ἐξ ἀμελείας ἐγγίνεται, μηδὲν ἡγουμένων ἁμαρτάνειν τῶν ἰατρῶν, ἐὰν ἤτοι σκόροδον ἢ κρομμύων ὄζοντες ἐπισκοποῦνται τοὺς νοσοῦντας. ἐπὶ δὲ Κοΐντου τοῦ κατὰ τὴν πατρίδα ἡμῶν ἰατρεύοντος ἐν Ῥώμῃ καὶ τοιοῦτό τι συνέβη. μετ’ ἄριστον ἐπεσκέπτετό τινα τῶν πλουσίων τε καὶ πολὺ δυναμένων ἀνδρῶν, ὄζων οἴνου σφοδρῶς. πυρέττων οὖν ἱκανῶς ὁ κάμνων ἅμα κεφαλαλγίας καὶ διὰ τοῦτο μὴ φέρων τὴν ἐκ τοῦ οἴνου προσπίπτουσαν ὀσμὴν ἠξίου προσωτέρω χωρήσειν τὸν Κόϊντον, ἀνιᾷν αὐτὸν ἐξόζοντα σφοδρῶς οἴνου. ταῦτα μὲν οὖν ὁ κάμνων ἐφαίνετο μετρίως λέγειν· ὁ Κόϊντος δ’ ἀβελτέρως αὐτῷ προσενεχθεὶς ἐκέλευσεν ἀνέχεσθαι τῆς ὀσμῆς. καὶ γὰρ ἑαυτὸν ἔφη τοῦ κάμνοντος ἀνέχεσθαι πυρετοῦ ὄζοντος, εἶναι δ’ οὐκ ἴσον ἢ πυρετὸν ἢ οἶνον ὀσμᾶσθαι. ἕτερον δ’ ἰατρὸν ἐπὶ τῆς ἡμετέρας Ἀσίας οἶδα δυσώδεις ἔχοντα τὰς μάλας
    152
    ὡς διὰ τοῦτο μὴ φέρειν αὐτοῦ τὴν εἴσοδον ἄνθρωπον νοσοῦντα μηδένα καθάριον. ἐχρῆν οὖν αὐτὸν ἑαυτοῦ πρῶτον ἰᾶσθαι τὸ σύμπτωμα καὶ οὕτως ἐπιχειρεῖν ἑτέρους θεραπεύειν. ἐγχωρεῖ γὰρ, εἰ καὶ σύμφυτον ὥσπερ καὶ τοῖς τράγοις ἐστὶν, ἀλλά τοι μετριώτερόν γ’ αὐτὸ ποιήσαντα τὸ μέτριον αὖθις τοῦτο πραΰνειν ἑκάστης ἡμέρας διαπάσμασιν ἀμβλυντικοῖς δυσωδίας. ἄλλος γοῦν τις ἔχων δυσῶδες φύσει τὸ στόμα προὐνοήσατο μετριώτερον αὐτὸ ποιήσασθαι διά τε καθάρσεως καὶ φαρμάκων πόσεως ἐπιτηδείων εἰς τοῦτο, καὶ καθ’ ἑκάστην ἡμέραν ὀλίγιστόν τι λαμβάνων εἰς αὐτὸ ποτὲ μὲν ἀμώμου, ποτὲ δὲ μαλαβάθρου φύλλου, ποτέ δ’ ἄλλου τινὸς τῶν εὐωδῶν οὕτως ἐκ τῆς οἰκίας προήρχετο.

Ὕδωρ ἀφεψηθὲν τὸ μὲν ὡς δέχηται τὸν ἀέρα, τὸ δὲ μὴ ἔμπλεον εἶναι καὶ ἐπίθεμα ἔχειν.
153

Ἐπὶ τίνων παθῶν ἢ τίνος ἕνεκα χρείας ἀφεψεῖν προσήκει τὸ ὕδωρ, εἴτ’ οὖν ἅπαν εἴτε μόνον τὸ μοχθηρὸν, οὐκ εἴρηται κατὰ τὴν ῥῆσιν, ὥστ’ οὐδ’ ὠφέλειά τις ἐξ αὐτῆς ἡμῖν ὑπάρχει. φαίνεται γὰρ ὥσπερ ἄλλα πολλὰ τοῦ ζητῆσαι χάριν ἢ καὶ συγγράψαι πρὸς ἔκδοσιν ὁ Ἱπποκράτης ἐν τούτοις τοῖς βιβλίοις ὑποτυπούμενος, οὕτω καὶ τοῦτον γράψαι τὸν λόγον ἐλλιπῶς μὲν ἡμῖν, ἑαυτῷ δ’ εἰς ἀνάμνησιν οὐκ ἐλλιπῶς. εἰ δὲ πρόβλημα θέντες ἦμεν ἡμῖν αὐτοῖς εὑρεῖν ὁποῖα τῶν ὑδάτων ἀφεψεῖν χρὴ πρότερον, εἶτα ψύξαντας πίνειν, εἴ γε δὴ ψυχρὰ πίνειν ἐθέλοιμεν αὐτὰ καὶ κατὰ τοὐναντίον αὖ τίνα θερμὰ βουλόμενοι πίνειν οὐχ ὁμοίως ἑψήσωμεν. ἀλλὰ τῷ μὲν ἐπίθεμα ποιήσαντες ἁρμόττον τῷ σκεύει καθ’ ὃ θερμαίνεται, τῷ δὲ μηδὲν ἐπιθέντες, ἀλλ’ ἐπιτρέψαντες διὰ γυμνοῦ καὶ ἀστεγάστου τοῦ ἀγγείου τὸ θερμαινόμενον ὕδωρ ὁμιλεῖν τῷ πέριξ ἀέρι· ζητήσωμεν δὲ ἀκολούθως καὶ τίνα παθήματα δεῖται θερμῶν ἢ ψυχρῶν ὑδάτων· αὐτοὶ μέντοι τι χρήσιμον εὑρίσκομεν,

154
οὐ μὴν ἐκ τῆς προκειμένης ῥήσεως εἰς τὴν εὕρεσιν ὠφεληθησόμεθα, τὴν ἀρχὴν γὰρ ὅλως οὐδὲν ἀποσοβεῖ. διὸ καὶ τινὲς μὲν αὐτὴν συνάπτουσι τῇ προγεγραμμένῃ, καθάπερ Ἀρτεμίδωρος ἐπικληθεὶς Καπίτων, οἱ πλεῖστοι δ’ ἀποχωρίσαντες ἰδίᾳ σκοποῦνται μόνην. ἐὰν οὖν συνάπτηται τῇ προκειμένῃ, τοιόνδε τινὰ τὸν νοῦν ἕξει, αἱ τοῖσι κάμνουσι χάριτες οἷον τὸ καθαρίως δρᾷν ἢ ποτὰ ἢ βρωτὰ, καὶ τὰ ἄλλα ὅσα τούτοις ἐφεξῆς εἶπεν ὁ Ἱπποκράτης. εἶτ’ ἐπὶ τῇ τελευτῇ καὶ τὸ ὕδωρ δὲ δοτέον αὐτοῖς ἐνίοτε ψυχρὸν, ὅταν ἤτοι μηδ’ ὅλως ἐλπίσωμεν ἐκ τῆς πόσεως αὐτοῦ γενήσεσθαί τινα βλάβην ἢ παντάπασιν ὀλίγην, εἶθ’ ἑαυτῷ πρὸς ἀνάμνησιν, ὥς φασιν, ἐφεξῆς ἔγραψε τὸν τρόπον τῆς παρασκευῆς αὐτοῦ· τάχα μὲν οὐδέποτε βουλόμενος ἀπὸ πηγῆς ὕδωρ διδόναι, πρὸ τοῦ θερμανθῆναι, τάχα δὲ διορισμόν τινα εὑρηκὼς, οἷς τε χρὴ διδόναι θερμανθέν τε καὶ ψυχθὲν, οἷς τε χωρὶς τοῦ θερμανθῆναι. τάχα δὲ τὸ μὲν ἄμεμπτον ὕδωρ ἅνευ τῆς ἑψήσεως, τὸ δὲ μοχθηρὸν ἑψήσας ἐβούλετο 
155
δίδοσθαι, τάχα δὲ καὶ ψύξιν ὕδατος ἀπέπτου γράφει διττὴν, ἑτέραν μὲν ἐκ τοῦ περιέχοντος ἀέρος γινομένην. κατὰ γοῦν Ἀλεξάνδρειάν τε καὶ πᾶσαν Αἴγυπτον ἐθεασάμην ἀποψύχοντας αὐτοὺς τὸ ὕδωρ ἐν ἀγγείοις τισὶν ὀστρακίνοις τρόπῳ τοιῷδε· δύναντος ἡλίου προθερμήναντες αὐτὸ τοῖς ἀγγείοις ἐνέβαλον, εἶτα μετέωρον ἐκρέμων ὅλον τοῦτο τὸ ἀγγεῖον ἐν θυρίσιν ἐστραμμέναις πρὸς ἄνεμον, ὡς δι’ ὅλης νυκτὸς ψύχεσθαι, κᾄπειτα πρὶν ἀνατεῖλαι τὸν ἤλιον ἐπὶ τῆς γῆς ἐτίθεσαν ὕδατι ψυχρῷ κατεῤῥαμμένης, ἐν κύκλῳ φύλλα ψυχρὰ περιετίθεσαν ὅλῳ τῷ ἀγγείῳ, ποτὲ μὲν ἀμπέλων ἢ θριδακίνης, ἔστι δ’ ὁτὲ καὶ ἄλλων τινῶν ὁμοίων, ὡς διαμένειν ἐπὶ πλεῖστον ἣν κατὰ τὸν νυκτερινὸν ἀέρα τὸ ὕδωρ ἐπεκτήσατο ψύξιν. ἔτι δὲ μᾶλλον ἐπὶ τὴν τοιαύτην ἤρχοντο παρασκευὴν οἱ ἄνθρωποι μὴ παρόντος αὐτοῖς ὕδατος ἀμέμπτου. λέγω δ’ ἄμεμπτον τὸ μήτ’ ἰλύος ἔχον τι μήτε φυσῶδες, ἀποιότατόν τε γευομένοις. ἔνια γὰρ ἀτόπους ἐπιμεμιγμένας ἔχει ποιότητας, ἀλῶν ἢ λίτρου ἢ θείου τε καὶ ἀσφάλτου καὶ στυπτηρίας ἑτέρων τε τοιούτων. ἐφ’ ὧν
156
ἁπάντων ἄμεινόν ἐστιν, ὥσπερ ὄσπριά τε πολλὰ προέψοντες ἐπιτήδεια πρὸς ἐδωδὴν ἐργαζόμεθα λάχανά τε καὶ καρποὺς καὶ ζώων μόρια, κατὰ τὸν αὐτὸν λόγον καὶ τὸ ὕδωρ ἑψήσει πρῶτον ἀλλοιοῦντες ἐπὶ τὸ βέλτιον, οὕτω προσφέρεσθαι. καὶ καθ’ ἑτέραν δὲ χρείαν ὕδωρ προθερμαίνοντες ψύχομεν, εἴ γε μήτε γεῦσιν ἔχοι μήτ’ ὀδμὴν μοχθηρὰν, ἀκριβῶς δ’ εἴη καθαρὸν, ὅταν αὐτοῦ πειραθῶμεν, ἤτοι γε πλέον ἐν τῇ γαστρὶ διαμένοντος ἢ πλήττοντος αὐτὴν ἢ ἐκφυσῶντος ἢ βαρύνοντος. ἔστι γὰρ ἀμέλει καὶ τοιαῦτα πολλὰ περὶ ὧν μάλιστά μοι δοκεῖ γεγραφέναι τὴν διάκρισιν ἀπὸ τῶν ἀρίστων ὑδάτων ὁ Ἱπποκράτης, ἔνθα φησίν· ὕδωρ τὸ ταχέως ψυχόμενον κουφότατον. οὐ γὰρ ἐπὶ τῶν βορβορωδῶν ἢ δυσωδῶν ἢ φαρμακῶδές τι κατὰ τὴν γεῦσιν ἐμφαινόντων ἡ τοιαύτη διάγνωσίς ἐστι χρήσιμος, ἅ γε προδήλως ἐμφαίνεται πᾶσιν, ἀλλ’ ἐφ’ ὦν οὐδὲν μὲν τούτων ἐστὶν, ἑτέρα δέ τις ἤτοι δι’ ἐπιμιξίαν ἀέρος μοχθηροῦ κακία περὶ τὸ ὕδωρ ἐστὶν, ἤ τις ἄλλη σύμφυτος αὐτῷ τῷ ὕδατι διαλεληθυῖαν
157
ἔχουσα τὴν αἰτίαν. ἐπὶ τούτων γὰρ ἡ εἰρημένη διάγνωσις ἄριστον κριτήριον, οὔτε γὰρ θερμαίνεται ταχέως οὔτε ψύχεται τὰ τοιαῦτα τῶν ὑδάτων· ἑτέρα τε παραπλησία τῇδε διὰ τῶν ἑψομένων ἐν αὐτῷ λαχάνων ἢ ὀσπρίων ἢ καρπῶν ἢ κρέων ἢ ῥιζῶν. τάχιστα μὲν γὰρ ἐν τοῖς ἀρίστοις ὕδασι, βραδύτατα δὲ ἐν τοῖς μοχθηροῖς ἕψεται. καὶ κεκλήκασί γε τὰ οὕτω μοχθηρὰ τῶν ἀρχαίων τινὲς ἀτέραμνά τε καὶ ἀτεράμονα, παραπλησίως αὐτοῖς ὀστρίοις ὅσα δυσχερῶς ἕψεται. διὰ τοιαύτας μὲν οὖν χρείας ἐνίοτε προθερμαίνοντες ὕδωρ ψύχομεν, οὐ μὴν ἀλλὰ καὶ θερμὸν αὐτὸ πίνειν μέλλοντες, ὅταν ᾖ βορβορῶδες ἢ ἰλυῶδες ἢ δυσῶδες, οὕτω προπαρασκευάζομεν. ὅταν γὰρ προθερμανθὲν ψυχθῇ, κατὰ μὲν τὴν αἴσθησιν ἀποτίθεται τὴν δυσωδίαν ἣν ἐκ σηπεδόνος τοὐπίπαν ἐπικτᾶται, τό τε γεῶδες ἅπαν ἐφιστάμενον ἴσχει ῥᾳδίως, ὃ πρὶν θερμανθῆναι κατὰ σμικρὰ μόρια μεμιγμένον ἅπαντι τῷ ὕδατι πινόμενον, ἅμα αὐτῷ βλάβην οὐ σμικρὰν ἐργάζεται, καὶ μάλιστ’ ἐφ’ ὧν τὰ κατὰ νεφροὺς
158
ἢ κύστιν ἐπιτήδεια πρὸς λίθων γένεσίν ἐστι καὶ τό γε ἐξαιθριάζειν οὐ μόνον τὸ ὕδωρ τὸ θερμανθὲν, ἀλλὰ καὶ ἄλλ’ ἅττα δοκεῖ μοι τοὺς ἰατροὺς ἐπινοεῖσθαι, τῆς τοιαύτης διακρίσεως ἕνεκεν. ὅσα γὰρ ἐξ ἑτερογενῶν οὐσιῶν σύγκειται, κατὰ σμικρὰ μόρια τὴν μίξιν ἐσχηκότα, ταῦτα ψυχόμενα μετὰ τὸ θερμανθῆναι ῥᾳδίως διακρίνεται. πρὶν δὲ ψυχθῆναι, μετὰ τὴν ἕψησιν ἔτι κονιᾶται καὶ διὰ τοῦτο ἀναμέμικται πάντ’ αὐτοῦ τὰ μόρια. ψυχομένων δὲ τὸ μὲν βαρὺ καὶ γεῶδες ἐν αὐτοῖς ὑφιζάνει, τὸ δὲ κοῦφον ἐπιπολῆς ἵσταται. εἰ μὲν συνάπτοιτο τοῖς προειρημένοις ἐν οἶς ἔγραψεν ὁ Ἱπποκράτης τὰς τοῖς κάμνουσι χάριτας, ὁ περὶ τῶν ὑδάτων ἑψήσεως λόγος ἥ τε χρεία σαφής ἐστιν αὐτοῦ, τό τε λεγόμενον αὐτὸ τάχ’ ἂν εὕροιμεν ἀκριβῶς ὁποῖόν ἐστιν. εἰ δ’ ἀποσχίσαντες ἀπὸ τῆς τῶν προειρημένων συνεχείας τὴν ἄρτι προκειμένην ῥῆσιν ἐπισκοποίμεθα, μεστὸς ἀποριῶν λόγος ἔσται. πρότερον οὖν αὐτὸν ὡς συνημμένον ἐξηγησόμεθα, λέγοντες ὕδατος ἐν αὐτῷ δηλοῦσθαι παρασκευὴν ἀβλαβῆ τοῖς μέλλουσι πίνειν ψυχρὸν, ἣν
159
κᾀγὼ ποιοῦμαι πολλάκις, ὅταν μέλλω τινὶ διδόναι τῶν νοσούντων ὕδωρ ψυχρὸν, ἀπορῶν πηγῆς ἄμεμπτον ἐχούσης. ἐν Ῥώμῃ γὰρ ὥσπερ ἄλλα πολλὰ πλεονεκτήματα ἐν τῇ πόλει ἐστὶν, οὕτω καὶ τὸ τῶν πηγῶν κάλλος τε καὶ πλῆθος οὐδεμιᾶς οὔτε δυσῶδες οὔτε φαρμακῶδες οὔτε θολερὸν οὔτ’ ἀτέραμνον ἐχούσης ὕδωρ, ὥσπερ οὐδ’ ἐν Περγάμῳ παρ’ ἐμοί. κατ’ ἄλλας δὲ πόλεις πολλὰς οὐκ ὀλίγα μοχθηρὰ τῶν ὑδάτων ἐστί. τά γε μὴν ἐκ τῶν Τιβουρτίνων ὀρῶν ὕδατα διὰ τῶν λιθίνων ἀγωγῶν εἰς τὴν Ῥωμαίων πόλιν ἀγόμενα τῆς μὲν ἄλλης ἀπήλλακται κακίας, ἀτέραμνα δὲ πώς ἐστιν, ὡς μήτε θερμαίνεσθαι ταχέως, ὥσπερ αἱ κατὰ τὴν πόλιν πηγαὶ, μήτε ψύχεσθαι μήτε ἕψεσθαι διὰ ταχέων ἐν αὐτοῖς ὥσπερ ἐν πηγαίοις, ὅσαπερ ἂν ἐμβάλλῃ τις ὄσπριά τε καὶ λάχανα καὶ κρέα. τούτων δ’ ἄλλα κατ’ ἄλλας χώρας πολὺ μᾶλλόν ἐστιν ἀτέραμνα καὶ πρὸς αὐτῶν τῶν ἐπιχωρίων ὀνομαζόμενα σκληρὰ καὶ βαρέα, διὰ τὸ πλήττεσθαί τε καὶ γαστέρα καὶ μετὰ τὴν πόσιν αἰσθάνεσθαι βάρους τοὺς πλείονας. εἰώθασι γὰρ ἀμέλει καὶ ἄλλα πολλὰ τῶν 
160
ποιούντων αἰτίων ὁτιοῦν ἀπὸ τοῦ γινομένου παρονομάζειν, οὕτω γοῦν καὶ τοὐναντίον ὕδωρ τῷδε τὸ κάλλιστον ἐπαινοῦντες ὀνομάζουσι κοῦφόν τε καὶ μαλακόν. ἀλλὰ ταῦτά γε πάντα τὰ λελεγμένα χρήσιμα μέν ἐστι γινώσκεσθαι, διδάσκεται δ’ οὐδὲν αὐτῶν ἐκ τῆς προκειμένης ῥήσεως. οὔτ’ οὖν ἀναποδείκτως οὔτε μετ’ ἀποδείξεως οὔτε διὰ βραχέων ἀσαφέστερον οὔτε διηρθρωμένως μακρότερον. ἄμεινον οὖν ἐστι, κατά γε τὴν ἐμὴν γνώμην, ὑπερβαίνειν ὅλας τοιαύτας λέξεις. ἐὰν μὲν ὅπως χρὴ παρασκευάζειν ὕδωρ εἰς πόσιν ψυχρὸν ὁ Ἱπποκράτης προὔθετο γράφειν, ὁ νοῦς αὐτῆς ἔσται τοιοῦτος· ἐὰν ἕψωμεν ὕδωρ ἕνεκεν τῆς προειρημένης χρείας, ἤτοι γ’ οὐδὲν ἐπιθήσομεν τοῖς ἀγγείοις ἐν οἷς ἕψομεν, ἀλλ’ ἐπιτρέψομεν ὁμιλεῖν τῷ πέριξ ἀέρι τὸ ἑψόμενον, ἢ τοὐναντίον ἀποκλείσομεν τὸν ἀέρα, στεγνώσαντες πώματι τὸ ἀγγεῖον. αὐτὰ δὲ δὴ ταῦτα πάλιν ἤτοι κατὰ τὴν ἕψησιν αὐτὴν ἢ κατὰ τὴν ἐπ’ αὐτῇ γενησομένην ψύξιν εἰρῆσθαι δυνατὸν ἀκούειν ἐστί. πιθανώτερον μὲν ἐπὶ τῆς ψύξεως,
161
ἀπιθάνως δ’ ἐπὶ τῆς ἑψήσεως. οὐ γὰρ ἔχομεν εἰπεῖν ἥντινα χρείαν ἡμῖν παρέξει κατὰ τὴν ἕψησιν ὁ περιέχων ἀὴρ ἢ κωλυόμενος ἐμπίπτειν τοῖς ἑψομένοις ὕδασιν. ἐπὶ δὲ τῆς μετὰ τὴν ἕψησιν ψύξεως, ἔνθα μὲν ἀποροῦμεν, ἤτοι φρέατος ἐν ᾧ τὸ ἀγγεῖον ὑποθήσομεν ἀναγκαῖόν ἐστιν ἐπίθεμά τε ποιῆσαι τῷ ἀγγείῳ καὶ πάντοθεν ἀκριβῶς αὐτὸ στεγνῶσαι· ἔνθα δ’ οὐδὲν τὸ ἀγγεῖον ἀπώμαστον ὡς δέχεται τὸν ψυχρὸν ἀέρα. τινὲς δὲ τῶν ἐξηγητῶν ὅσοι γε χωρὶς τοῦ συνάψαι τοῖς προειρημένοις ἀναγινώσκειν ἀξιοῦσι τὴν προκειμένην λέξιν, εἶναι μὲν αὐτῷ τὸν λόγον φασὶ περὶ τῶν μοχθηρῶν ὑδάτων καὶ μάλισθ’ ὅσα διὰ γεώδη τινὰ οὐσίαν ἐμφερομένην, τοιαῦτ’ ἐστί. μέτρον δ’ εἰρῆσθαι τῆς ἑψήσεως, ἄχρι τοσούτου αὐτὰ δεῖν ἕψειν, ὡς ἂν γένηται καθαρὰ καὶ διαυγῆ, δεξάμενα τὸν ἔξωθεν ἀέρα. διὰ γὰρ τὴν τούτου μίξιν, οὐ δι’ ἑαυτὰ λαμπρὰ φαίνεσθαι τὰ κάλλιστα τῶν ὑδάτων, εἰς φυσιολογίαν ἑαυτοὺς ἐμβάλλοντες, ὑπὲρ ἧς οὐδένα λόγον ἀποδοῦναι δύνανται. λαμπρὸν γὰρ
162
φαίνεται τὸ καθαρὸν ὕδωρ οὐκ αὐγῆς τινος ἔξωθεν ἐμπιπτούσης εἰς αὐτὸ λαμπρᾶς, ἀλλὰ κατὰ τὴν ἀλλοίωσιν, ἣν ἐκ τοῦ προσπίπτοντος ἔχει φωτὸς, ὥσπερ γε καὶ αὐτὸς ὁ ἀήρ. οὐδὲ γὰρ οὐδ’ οὗτός ἐστι κατὰ τὴν ἑαυτοῦ φύσιν λαμπρὸς, πάντως ἂν ἦν καὶ νύκτωρ τοιοῦτος, ἀλλὰ τοῖς ἄνω πέρασιν αὐτοῦ προσπιπτούσης τῆς ἡλιακῆς αὐγῆς ὅλος ἀλλοιοῦταί τε καὶ μεταβάλλεται συνεχὴς ὢν ἑαυτῷ. τὸ δὲ κενὰς εἶναί τινας χώρας ἢ κατὰ τὸ ὕδωρ ἢ κατὰ τὸν ἀέρα, τῇ μὲν Ἐπικούρου τε καὶ Ἀσκληπιάδου δόξῃ περὶ τῶν στοιχείων ἀκόλουθόν ἐστι· τῇ δ’ Ἀριστοτέλους τε καὶ Στοιχικῶν ἐναντίον οὐδαμόθι κενὸν οὐδὲν ἐν τῷ κόσμῳ πεπεισμένων ὑπάρχειν, ἀλλ’ ἐκπεπληρῶσθαι πάντα σώμασιν. οὐδὲ γὰρ κατὰ τὴν κίσσηριν αἱ μεταξὺ τῶν γεωδῶν σωμάτων χῶραι παντάπασιν αὐτοῖς εἶναι δοκοῦσι κεναί. περιέχεσθαι γοῦν ἐν αὐταῖς τὸν ἀέρα φασί. κατὰ μέντοι τὸ ὕδωρ οὐκ εἶναί τινα ποροποιΐαν τοιαύτην ὁποία κατὰ τὴν κίσσηρίν ἐστιν, ἀλλὰ συνεχὲς ἑαυτῷ παντοίως ὑπάρχειν αὐτό. βέλτιον οὖν εἰρῆσθαι νομίζειν ὅ φησιν, ὡς δέχηται τὸν ἀέρα
163
περὶ τοῦ μὴ πωμασθέντος ἀγγείου. καὶ γὰρ τὸ γεγραμμένον ἐφεξῆς οὐ προσίεται τὴν εἰρημένην ἐξήγησιν ἔχον οὕτως· τὸ δὲ μὴ ἔμπλεον εἶναι καὶ ἐπίθεμα ἔχειν, ἀντιδιῄρηταί τοι τῇ προκειμένῃ λέξει, καθ’ ἥν φησιν ὕδωρ ἀφεψηθὲν, τὸ μὲν ὡς δέχεται τὸν ἀέρα. τοῦ γὰρ ἐπιφερομένου τῷδε τῷ λόγῳ τοῦ δευτέρου, κατὰ τὴν ῥῆσιν ἀξιοῦντος ἐπίθεμα ἔχειν τὸ ἀγγεῖον, ὁ ἀντιδιῃρημένος αὐτῷ, τὸ μηδ’ ὅλως ἔχει τὸ ἐπίθεμα κωλύει, καὶ τοῦτο ἐσήμηνεν ὁ Ἱπποκράτης ἐν τῷ γράψαι, τὸ μὲν ὡς δέχηται τὸν ἀέρα. τὸ δ’ οὐκ ἔχον ἑτοίμως δέχεται δηλονότι. τοῦτο δέ φαμεν ἐπὶ τῶν ἀέρος ψυχροῦ ψυχομένων ὑδάτων γίνεσθαι, καθάπερ ἐπὶ τῆς Ἀλεξανδρείας εἰώθασι πράττειν. ἔνθα δὲ μὴ κρουνοῖς ὑποβάλλουσι τὸ ἀφεψηθὲν ὕδωρ, ἐνταῦθα βέλτιόν ἐστιν ἀπόκενον εἶναι τὸ ἀγγεῖον, ὅπως μεταξὺ τοῦ ἐπιθέματος καὶ τοῦ κατὰ τὸ ἀγγεῖον ὕδατος ἀὴρ ψυχθεὶς αὐτὸς πρότερον οὕτω τῇ ψαύσει ψύξῃ τὸ πλησιάζον ὕδωρ. ὥσπερ γὰρ ὕδωρ ἑτοιμότερον ἁπάντων τῶν γεωδῶν σωμάτων θερμαίνεταί τε καὶ ψύχεται, διότι λεπτομερέστερον αὐτῶν ἐστι, κατὰ τὸν
164
αὐτὸν λόγον ὕδατος ἀὴρ καὶ θαυμάζοιμι ἂν εἴ τις οὐκ ἔχει τούτου πεῖραν ὁσημέραι γινομένου. τῶν γὰρ τὸν οἶνον ἐχόντων ἀγγείων ὅ τί περ ἄν ἐστιν ἄνευ πώματος, ὀξύνεται ῥᾳδίως, ὥσπερ γε πάλιν αὐτὸ πωμασθὲν ἧττον τοῦτο πάσχει, ἔτι δ’ ἧττον τὰ πεπληρωμένα. τὰ γὰρ ἀπόκενα διότι περιέχει ἐν αὐτοῖς ἀέρα, δι’ ἐκείνου μέσου θᾶττον ὑπὸ τοῦ περιέχοντος ἔξωθεν ἀλλοιοῦται πεπληρωμένα μέχρι τοῦ ψαύειν τῶν ἐπιθεμάτων, δι’ ἐκείνων μὲν ἴσχει τὴν ἀλλοίωσιν ἀσθενῆ τε καὶ ἀμυδρὰν εἰς τοσοῦτον εἰς ὅσον ἂν ἧκε τοῦ ἐπιθέματος πυκνότητος. εὑρήσεις γοῦν τὰ μὲν ὑπὸ πίττης ἢ γύψου στεγνωθέντα μονιμώτερα γινόμενα, τὰ δ’ ὑπὸ μόνου δέρματος ἧττον, ὥσπερ καὶ τὰ τοῖς τυφλοῖς πωμασθέντα· καὶ διὰ τοῦτο προϋποβάλλοντες ἢ τοιούτους ἢ δέρματος, καταγυψοῦσί τε καὶ καταπιττοῦσι τὰ κεράμια. κατὰ τοῦτον οὖν λόγον ὅταν ἐργάζεσθαι βουληθῶμεν ὕδωρ ψυχρότατον, ἔχοντες μὲν χιόνα, προθερμήναντες αὐτὸ περιτίθεμεν ἔξωθεν ἐκείνην· ἀποροῦντες δὲ χιόνος ἐκ 
165
φρέατος ἢ κρουνῶν αὐτῷ ποριζόμεθα τὴν ψύξιν, προθερμαίνοντες μὲν, ἵν’ εὐαλλοίωτον γένηται. δέχεται γὰρ ἑτοιμότερον εἰς ὅλον ἑαυτὸ τὴν ἐκ τῶν ὁμιλούντων ἀλλοίωσιν ἕκαστον τῶν προθερμανθέντων ὑπὸ θερμότητος. ἀέρα δὲ ψυχρὸν αὐτοῦ ψαύειν ἐπιτεχνώμενοι διὰ τὴν εἰρημένην αἰτίαν. εἰ μὲν οὖν ἕνεκα τοῦ ψυχρὸν ἐργάσασθαι τὸ ἑψηθὲν ὕδωρ ὑφ’ Ἱπποκράτους εἴρηται ταῦτα, πιθανῆς εὐπορήσαμεν ἐξηγήσεως· εἰ δ’ ἕνεκα τοῦ τὸ μοχθηρὸν ἐπανορθώσασθαι, σκεπτέον ἐφεξῆς ἀρξαμένους αὖθις ἀπὸ τῆς ἑψήσεως, ἥτις ὅλον ὁμαλῶς χέουσα τὸ ὕδωρ ἐπιτήδειον ἐργάζεται εἰς διάκρισιν. διαμενούσης μὲν οὖν ἐν αὐτῷ τῆς ἐκ τοῦ τεθερμάνθαι κινήσεως ἀνάγκη μετεωρίζεσθαί τινα τῶν ἐμφερομένων αὐτῷ παχυμερῶν σωμάτων. Ἀπολλυμένης δὲ τελέως αὐτῆς τὰ μὲν γεώδη τῷ συμφύτῳ βάρει καταφερόμενα πρὸς τὸν πυθμένα τοῦ περιέχοντος ἀγγείου παραγενήσεται, τὸ δ’ ὕδωρ ἐποχήσεται τούτοις, ὅπερ ἀτρέμα ἀποχέοντες εἰς ἕτερον ἀγγεῖον ἀβλαβῶς ἕξομεν χρῆσθαι. Ζεῦξις δὲ οὐκ οἶδ’ ὅπως τὴν ἀρχὴν τοῦ δευτέρου μορίου τῆς ῥήσεως οὕτως ἐξηγήσατο. βούλεται, φησὶν,
166
ὁ Ἱπποκράτης, μὴ ἐμπλέειν τῇ γαστρὶ τὸ ὕδωρ. ὀξύνει δὲ δηλονότι τὴν δευτέραν συλλαβὴν τοῦ ἔμπλεον ὀνόματος, οὐχ ὥσπερ οἱ ἄλλοι τὴν πρώτην ἀκούεσθαι βουλόμενοι, οὐ τὸ πλῆρες ἀγγεῖον ἐξ αὐτῆς, ὥσπερ ἐκείνοις ἔδοξεν, ἀλλὰ τὸ κατὰ τὴν κοιλίην ἔμπλεον, ὅπερ ἐστὶ μετέωρον. ἀλλ’ ἐπεὶ τυφλώττει τὸ φιλοῦν περὶ τὸ φιλούμενον, διὰ τοῦτο ἡ φιλαυτία πολλάκις ἐργάζεται τυφλοὺς ἡμᾶς ἐπὶ τοῖς ἡμετέροις μόνοις, εἰ καὶ τὰ ἀλλότρια βλέπομεν ἀκριβέστατα.

Ὅτι ἐξ αἱμοῤῥαγιῶν ἐξυδεροῦνται.

Τῆς αὐτῆς δυνάμεως ἔσται ὁ λόγος τῷ κατὰ τήνδε τὴν ῥῆσιν εἰρημένῳ, ὅτι αἵματος ῥυέντος ἐκλύονται, γίνεται γὰρ ἀμφότερα ψυχομένου τοῦ σώματος.

167
Ἥν οἷα δεῖ καθαίρεσθαιν καθαίρωνται καὶ εὐφόρως φέρουσιν.

Ἔνιοι μὲν ἄνευ τοῦ καὶ συνδέσμου γράφουσι τὴν ῥῆσιν ὡσαύτως τῇ κατὰ τοὺς ἀφορισμούς· οἱ πλεῖστοι δὲ μετὰ τοῦ καὶ βουλόμενοι τὸ μὲν, ὅτι συμφέρει, προσυπακούειν ἡμᾶς, ὅπερ ἄντικρυς εἴρηται κατὰ τὴν ἐν τοῖς ἀφορισμοῖς ῥῆσιν ἔχουσαν οὕτως. ἢν οἷα δεῖ καθαίρεσθαι καθαίρωνται, συμφέρει τε καὶ εὐφόρως φέρουσιν. ἐνδείκνυσθαι δ’ ἐνταῦθα τὸν καὶ σύνδεσμον προσκείμενον ὅτι πρὸς τῷ συμφέρειν, εὐφόρως φέρειν αὐτοῖς ὑπάρχει τὴν ἐκ τῆς καθάρσεως κένωσιν. εἴτ’ οὖν ἡμῶν δόντων τὸ φάρμακον εἴτε καὶ τῆς φύσεως αὐτῆς ἐκκαθαιρούσης τὸ σῶμα, τῶν λυπούντων χυμῶν ἡ κένωσις γίνοιτο. καθάρσεις γὰρ εἴωθεν ὀνομάζειν οὐ μόνον τὰς ὑπὸ φαρμάκων γινομένας, ἀλλὰ καὶ τὰς ὑπὸ τῆς φύσεως. ὁ δὲ Θουκυδίδης καὶ τὰς

168
κατὰ σύμπτωμα τῷ λόγῳ τοῦ νοσήματος ὁρμὰς τῆς φύσεως γινομένας κενώσεις ἐν νόσοις καθάρσεις καὶ ἀποκαθάρσεις ὠνόμασεν εἰπών· καὶ ἀποκαθάρσεις χολῆς πᾶσαι ὅσαι ὑπὸ ἰατρῶν ὠνομασμέναι εἰσὶν ἐπῄεσαν. εἴρηται δὲ ταῦτα ὑπ’ αὐτοῦ κατὰ τὴν λοιμικὴν διήγησιν ἐν τῇ δευτέρᾳ τῶν ἱστοριῶν.