In Hippocratis Epidemiarum I

Galen

Galen, In Hippocratis Epidemiarum I

Ἐν Αἴνῳ ὀσπριοφαγέοντες ξυνεχέως, θήλεα, ἄῤῥενα, σκελέων ἀκρατέες ἐγένοντο καὶ διετέλεον, ἀτὰρ καὶ ὀροβοφαγέοντες, γονυαλγέες.
Ἐμφανῶς ἐγρηγορὼς θερμότερος τὰ ἔξω, τὰ εἴσω δὲ ψυχρότερος, καθεύδων τἀναντία.
169

Τὸ μὲν ἐν ἀρχῇ τῆς ῥήσεως εἰρημένον ἐμφανῶς ἴσον δύναται τῷ φανερῶς καὶ ἐπιδήλως· ἃ δ’ ἐφεξῆς τούτῳ συνῆπται τῷ ἐγρηγορότι, προδήλως ἔχει, ἡγουμένου τοῦ Ἱπποκράτους τὰ ἔξω θερμότερα, τὰ δ’ ἔνδον ψυχρότερα, τἀναντία δὲ συμβεβηκέναι τῷ καθεύδοντι. καὶ γὰρ καὶ φαίνεται τοῦτο μὲν ἐπιβλημάτων πλειόνων δεόμενος, τοῦτο δὲ καὶ σκεπάσματος ἐπὶ τῆς κεφαλῆς, ὅταν ᾖ τὸ περιέχον ψυχρὸν ὡς ἐν χειμῶνι, καίτοι διὰ τῆς ἡμέρας οὐ δεόμενοι τούτων. ἀλλὰ καὶ τὸ μεῖζον ἀναπνεῖν ἐνδεικτικόν ἐστι τοῦ πλείονα θερμασίαν ἠθροῖσθαι κατὰ τὸ βάθος τοῦ σώματος. ὡσαύτως δὲ καὶ τὸ τὰς πέψεις τοῖς κοιμηθεῖσι γίνεσθαι μᾶλλον τῶν ἀγρυπνησάντων οὐ μόνον τὰς κατὰ τὴν κοιλίαν τῶν ἐδηδεσμένων σιτίων, ἀλλὰ καὶ τὰς ἐν ἥπατι καὶ ταῖς φλεψὶ τῶν χυμῶν, ἐνδεικτικόν ἐστι τοῦ θερμότερα τοῖς κοιμωμένοις ἀποτελεῖσθαι τὰ κατὰ βάθος τοῦ σώματος, ὁμολογουμένου γε ἡμῖν καὶ προαποδεδειγμένου τοῦ τὸν ἔμφυτον θερμὸν αἰτιώτατον εἶναι πασῶν τῶν κατὰ τὸ σῶμα πέψεων. οὕτως γε κᾀν τοῖς ἀφορισμοῖς ἔγραψεν, ἐπί τε τῶν ἡλικιῶν 

170
καὶ τῶν ὡρῶν καὶ τῶν ἐπιτηδευμάτων, ἔνθα φησὶν, αἱ κοιλίαι χειμῶνος καὶ ἦρος θερμόταται φύσει καὶ ὕπνοι μακρότατοι. ἐν ταύτῃσιν οὖν τῇσιν ὥρῃσι καὶ τὰ προσάρματα πλείω δοτέον. καὶ γὰρ τὸ ἔμφυτον θερμὸν πολὺ τροφῆς οὖν πλείονος δέονται, σημεῖον αἱ ἡλικίαι καὶ οἱ ἀθληταί. ἐν τούτοις μὲν οὖν συντόμως ἔγραψε περὶ τῶν ἡλικιῶν, ἐν ἄλλῳ ἀφορισμῷ μακρότερόν τε καὶ διὰ τοῦτο σαφέστερον εἰπὼν ὡδί· τὰ αὐξανόμενα πλεῖστον ἔχει τὸ ἔμφυτον θερμὸν, πλείστης οὖν δεῖται τροφῆς, εἰ δὲ μὴ, τὸ σῶμα ἀναλίσκεται. γέρουσι δὲ ὀλίγον τὸ θερμὸν, διὰ τοῦτο ἅρα ὀλίγων ὑπεκκαυμάτων δεῖται. κατὰ μὲν οὖν τὰς ἡλικίας οὐ μεθισταμένης ἔσω τε καὶ ἔξω τῆς ἐμφύτου θερμασίας, ἀλλὰ μαραινομένης ἐπὶ προήκοντι τῷ χρόνῳ, ψυχροτάτη πασῶν ἡ τῶν γερόντων ἀποτελεῖται. κατὰ δὲ τὸν χειμῶνα μεθισταμένης εἰς τὸ βάθος ἡ μὲν κοιλία καὶ τὰ σπλάγχνα θερμότερα· τὰ δ’ ὑπὸ τῷ δέρματι ψυχρότερα γίνεται, καθ’ ὅνπερ τρόπον καὶ τῆς γῆς φαίνεται τὸ βάθος. ἐν τῷ χειμῶνι θερμὸν ὑπάρχον, ὡς καὶ τὰς πηγὰς γίνεσθαι διὰ τοῦτο θερμοτέρας, ὀρύττοντάς τέ τινας ἄχρι βάθους
171
αἰσθάνεσθαι σαφῶς τῆς θερμασίας, ὅταν ἀποχωρήσωσι πόῤῥω τῆς ἐπιφανείας.

Ἐνθέρμῳ φύσει ψύξις, ποτὸν, ὕδωρ, ἐλινύειν.

Τὸ ἀξιούμενον ἐν τῇ ῥήσει πρόδηλον. ὅσοι γὰρ θερμότεροι τοῦ προσήκοντός εἰσι, τὸ κεφάλαιον αὐτῆς τῆς διαίτης εἰς ψύξιν ἀνάγεσθαι συμφέρει. τά τε οὖν ψυχρότερα τῇ κράσει δοτέον αὐτοῖς σιτία καὶ πίνειν κελευστέον, ἤτοι γ’ ὑδαρὲς ἢ ὕδωρ αὐτὸ καὶ μὴ πολλὰ γυμνάζεσθαι. μόναι γὰρ αὐτοῖς ἀρκέσουσιν αἱ κατὰ τὰς ἀναγκαίας πράξεις κινήσεις. εὔδηλον δ’ ὅτι καὶ θυμοῦ καὶ φροντίδων συντόνων ἀπέχεσθαι χρὴ τὸν τοιοῦτον ἄνθρωπον, ἀλλὰ καὶ λουτροῖς χρῆσθαι ποτίμων ὑδάτων ἑκάστης ἡμέρας, μὴ μόνον ἅπαξ, ἀλλὰ καὶ πολλάκις, εἰ βούλοιντο. καὶ μὴν καὶ τῶν σιτίων ἃ προσφέρονται τὴν δύναμιν εἶναι ψυχροτέραν καὶ μάλιστα

172
ἐν θέρει. μεμνῆσθαι δὲ χρὴ πρὸ πάντων ἐν τοῖς τοιούτοις λόγοις ὅτι τὰς ἐνθέρμους φύσεις ὀνομάζειν ἔθος ἐστὶν αὐτῷ ταύτας καθ’ ἃς οὐ τὸ σύμφυτον πλεονάζει θερμὸν, ἀλλὰ τὸ δριμὺ καὶ δακνῶδες, ὅπερ ἐπίκτητόν τε καὶ οὐ κατὰ φύσιν εἶναι νομίζει.

Ὕπνος ἐμψύχει ἐπιβεβλημένῳ.

Οἱ πλεῖστοι τῶν ἐξηγησαμένων τὸ βιβλίον ἰδίᾳ ταύτην ἐξηγοῦνται τὴν ῥῆσιν. ἐμοὶ δ’ ἄμεινον εἶναι δοκεῖ συνάπτειν αὐτὴν τῇ προγεγραμμένῃ καὶ ποιεῖν ἕνα λόγον ἅπαντα τόνδε. ἐν θέρμῳ φύσει ψύξις, ποτὸν ὕδωρ, ἐλινύειν, ὕπνος ἐν ψύχει ἐπιβεβλημμένῳ. τῆς ἐμψύχει λέξεως τὴν πρώτην συλλαβὴν διὰ τοῦ μ γραφόντων τε καὶ λεγόντων ἡμῶν διὰ τοῦ ν, γενήσεται γὰρ οὕτως ἄρθρον ὡς εἰ καὶ ἐν τῷ ψύχει τις ἔφη. τοὺς γὰρ ἀμετρώτερον ἔχοντας θερμὴν τὴν κρᾶσιν, ἄμεινόν ἐστιν ἐν χωρίῳ ψυχρῷ κοιμωμένους ἕλκειν

173
εἴσω διὰ τῆς εἰσπνοῆς τὸν ἀέρα, ψυχρὸν ὄντα δηλονότι καὶ μάλισθ’ ὅτι κατὰ τοὺς ὕπνους εἴσω τοῦ σώματος ὑποχωρεῖ τὸ θερμόν. ἀλλ’ ἐὰν ὥσπερ ἐν τοῖς ὕπνοις ἀπολιπόντος τὴν ἐκτὸς ἐπιφάνειαν αὐτοῦ τὸ βάθος τοῦ σώματος γένεται θερμότερον, οὕτω καὶ διὰ τὸ περιέχον, ἐμψυχομένων τῶν κατὰ τὸ δέρμα θερμαίνεται τὰ διὰ τοῦ βάθους, οὐ τελέως ὁ ἄνθρωπος ἐμψυχθήσεται διὰ τῆς εἰσπνοῆς. ἄμεινον οὖν ἐστιν ἀντισπᾷν μὲν εἰς τὸ δέρμα τὴν θερμασίαν, ἐπιβλήμασι θερμαίνουσιν, εἰσπνεῖν δὲ ψυχρὸν ὡς ἑκατέρωθεν εἰς μετριότητα κράσεως ἄγηται τὸ θερμὸν σῶμα. κάλλιστον μὲν οὖν ἐστιν, ὡς ἔφην, συνάπτειν τοῖς προειρημένοις κατὰ τήνδε τὴν λέξιν εἰρημένην. χωρίζοντες δὲ αὐτὴν οἱ πολλοὶ τῶν ἐξηγησαμένων τὸ βιβλίον οὐ μόνον ταῖς ἐνθέρμοις φύσεσιν, ἀλλὰ πᾶσιν ἀνθρώποις οἴονται κοινῇ συμφέρειν ὑπνοῦν μὲν ἐν ἀέρι ψυχροτέρῳ, χάριν τοῦ τὴν ἀθροιζομένην ἐν τῷ βάθει θερμασίαν ἐμψύχεσθαι, περιβεβλῆσθαι δ’ ἕνεκα τοῦ μὴ πᾶσαν ἀμέτρως εἴσω συννεύειν, προσερχομένης τῆς ἐκ τοῦ καταψύχεσθαι τὰ κατὰ τὸ δέρμα
174
μόρια, διὰ τὸν ἔξωθεν ἀέρα θερμασίας τῇ κατὰ τοὺς ὕπνους ἀθροιζομένῃ. τοῦτο δ’ ἀληθὲς ἐπὶ πολλῶν ἐστι φύσεων, οὐ μὴν ἐπὶ πασῶν γε. καθάπερ γὰρ, ὅσοι τοῦ συμμέτρου θερμοτέραν ἔχουσι τὴν κρᾶσιν, ἄμεινον ἐμψύχειν αὐτοὺς, οὕτως ὅσοι ψυχροτέραν ἔχουσι τὴν κρᾶσιν ἐκθερμαίνειν. ἔνιοι δὲ οὐ μόνον ἀπὸ τῆς γεγραμμένης ῥήσεως ἐχώρισαν τὴν νῦν ἡμῖν προκειμένην, ἀλλὰ καὶ διελόντες αὐτὴν ταύτην ἰδίᾳ μὲν ἀνέγνωσαν, ὕπνος ἐμψύχει τὴν πρώτην συλλαβὴν τῆς ἐμψύχει φωνῆς διὰ τοῦ μ γράψαντες, ὡς ἓν γενέσθαι ῥῆμα τὸ ἐμψύχει, παραπλησίως εἰρημένον τῷ καταψύχει καὶ μὴ δύο μέρη τοῦ λόγου, πρόθεσιν μὲν τὸ πρότερον, ὄνομα δὲ τὸ δεύτερον. οὗτοι δὲ τὴν ἐφεξῆς ῥῆσιν ἀναγκαίως ἑνώσαντες τῷ τέλει τῆς προκειμένης ἀναγινώσκουσιν ὡδί πως. ἐπιβεβλημένῳ ὕπνος ἑδραῖος, ὀρθῶν νυσταγμός· ἐπιβεβλημένῳ φάσκοντες ἀντὶ τοῦ κατακειμένῳ λελέχθαι. τοῦτο δὲ πρὸς τὸ βιαίως μετενηνέχθαι τὴν κατακειμένῳ φωνὴν εἰς τὴν ἐπιβεβλημένῳ καὶ ἄλλως ἐστὶν εὐτελές τε καὶ ἄχρηστον, 
175
ἀκούειν ἡμᾶς ἀξιούντων αὐτῶν τὴν ὑπνώδη τοῦ σώματος διάθεσιν, ἐν μὲν τῷ κατακεῖσθαι τὴν ἑδραῖόν τε καὶ βέβαιον ὕπνον, ἑστῶσι δὲ νυσταγμὸν ἐργάζεσθαι.