In Hippocratis Epidemiarum I

Galen

Galen, In Hippocratis Epidemiarum I

Ἄδιψος, συνέχειν στόμα, σιγᾷν, ἄνεμος σὺν τῷ ποτῷ ψυχρὸν εἰσάγειν.

Ἕν τι τῶν εἰς ἀνάμνησιν ἄγειν δυναμένων τῆς ὅλης ἐπὶ τῶν πυρεττόντων ἀγωγῆς ἔγραψεν ὁ Ἱπποκράτης τοῦτο, δυνάμενον ἐνδείκνυσθαι καὶ αὐτὸ τὴν μοχθηρίαν τῆς Προδίκου προνοίας πυρεττόντων. οὐ γὰρ ἐξ ὧν διψῷεν οἱ ἐνθερμανθέντες εὔλογόν ἐστι πράττειν, ἀλλ’ ἐξ ὧν ἄδιψοι γενήσονται. ταῦτα δ’ ἐστὶ πρώτη μὲν ἡ ταῖς κινήσεσιν ἀντικειμένη τοῦ κάμνοντος σώματος ἡσυχία. δευτέρα δὲ τἄλλα, δι’ ὧν ἂν πραΰνοιτο, μᾶλλον οὐκ ἐξάπτοιτο τὰ κατὰ τὴν πυρετώδη διάθεσιν, ὧν ἕν ἐστι καὶ ἄδιψος τηρεῖν. δι’ ὧν δ’ ἄδιψος ἄν τις γένοιτο προσέθηκεν, ἐκπιὼν ἔχειν τὸ

104
στόμα καὶ σιγᾷν, ἄνεμόν τε ψυχρὸν σὺν τῷ ποτῷ εἰσάγειν, ὅπερ ἐστὶν ἐπισπᾶσθαι τῷ ποτῷ τὸν ψυχρὸν ἄνεμον. εἰ δὲ ποτῷ, πρόδηλον ὅτι καὶ χωρὶς τούτου κατὰ μόνην τὴν εἰσπνοὴν, ὥστε καὶ τοῦ κατὰ τὴν ἀναπνοὴν ἀέρος προνοητέον ἐστὶν, ὅπως μὴ θερμὸς ᾖ μᾶλλον τοῦ προσήκοντος καὶ μᾶλλον θέρους ὥρᾳ. τολμηρότερον δὲ κἀνταῦθα Καπίτων τε καὶ Διοσκορίδης ὑπαλλάξαντες τὴν παλαιὰν γραφὴν ἔγραψαν οὕτως τὴν λέξιν. ἄνεμον ἐν τῷ ποτῷ ψυχρὸν μὴ εἰσάγειν. ἀλλ’ ὁ μὲν Διοσκορίδης δευτέραν γραφὴν, ὡς εἴωθε, προσέθηκεν, ἐξ ὧν ἄνεμον ψυχρὸν εἰσάγειν. Καπίτων δὲ οὐδὲ τῶν δευτέρων ἠξίωσε τὴν ἐν ἅπασί τε τοῖς ἀντιγράφοις εὑρισκομένοις γραφὴν, ἅπασί τε τοῖς ἐξηγηταῖς ὁμολογουμένην, ἀλλὰ προσθεὶς αὐτῇ τὴν μὴ συλλαβὴν, ἀντὶ τοῦ ψυχρὸν εἰσάγειν, ψυχρὸν μὴ εἰσάγειν ἔγραψεν, ὡς οὐδέποτε δέον ἀναπνεῖν ψυχρὸν ἀέρα τὸν πυρέττοντα.

105
Τὰς ἀφορμὰς, ὁκόθεν ἤρξαντο κάμνειν, σκεπτέον, εἴτε κεφαλῆς ὀδύνης, εἴτε ὠτὸς, εἴτε πλευροῦ. σημεῖον οἱ ὀδόντες καὶ ἐφ’ οἷσι βουβῶνες.

Ταύτην τὴν ῥῆσιν ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν ἐξηγήμεθα κατὰ τὸ πρῶτον ὑπόμνημα.

Τὰ γινόμενα ἕλκεα καὶ φύματα, κρίνοντα πυρετοὺς, οἷσι ταῦτα μὴ παραγίνηται, ἀκρισίαι, οἷς ἐγκαταλείπεται, βεβαιόταται καὶ τάχισται ὑποστροφαί.

Καὶ αὕτη ἡ ῥῆσις ἐφεξῆς τῇ πρὸ αὐτῆς κατὰ τὸ δεύτερον τῶν ἐπιδημιῶν γεγραμμένη τῆς προσηκούσης ἐξηγήσεως ἔτυχεν ἐν τῷ πρώτῳ τῶν εἰς ἐκεῖνο τὸ βιβλίον ὑπομνημάτων.

106
Τὰ στρογγυλουμένα πτύελα παρακρουστικὰ, οἶα ἐν Πληνῷ.

Τῶν πτυέλων τὸ μὲν οἷον ὑλικὸν αἴτιον ἢ πάχος καὶ γλισχρότης τῶν χυμῶν ἐν τοῖς τοῦ πνεύμονος βρογχίοις ἀθροιζομένων, τὸ δ’ οἷον ποιητικὸν ἡ ἐν τῷ χωρίῳ θερμότης. καί τισι καὶ τῶν ἀπυρέτων ἐθεασάμην τοῦτο γινόμενον, ἐν πάνυ πολλῷ χρόνῳ δοκοῦσι μηδὲν ἔχειν κακόν ὕστερον μέντοι πάντες οὗτοι φθινωδῶς συνετάκησαν. εἰ δὲ μετὰ πυρετοῦ ποτὲ γένοιτο, σὺν ἄλλοις σημείοις παρακρουστικοῖς συντελέσει τι καὶ αὐτὰ πρὸς τὴν τοῦ παρακρουστικοῦ πρόγνωσιν, ἄλλως δὲ οὐχί. μὴ τοίνυν αὐτῷ θαῤῥήσῃς μόνῳ ποτὲ, ἐπὶ προῤῥήσει παρασκοπῆς. τό γε μὴν ἴδιον παραφροσύνης σημεῖον πολλάκις ἠκούσατε. λέλεκται δὲ κᾀν εἰς τὸ προῤῥητικὸν ὑπομνήμασιν ὡς ἡ θερμότης προσγινομένη ἐκείνοις δύναταί τι συντελεῖν εἰς παραφροσύνην, τῷ πληροῦν κατὰ κεφαλήν. αὐτὴ δὲ καθ’ ἑαυτὴν οὐδαμῶς ἐστὶν ἱκανὴ

107
σημεῖον γενέσθαι παραφροσύνης καὶ μάλιστα φρενιτικῆς. ἔπειτα καὶ μετὰ τὰς ἀκμὰς τῶν πυρετῶν ὑποπαραφέρονται πολλοὶ, τῷ λόγῳ τῆς κατὰ τὴν κεφαλὴν πληρώσεως. ἐν δὲ τῇ προκειμένῃ ῥήσει πρόσκειται τισὶ τῶν ἀντιγράφων ἐπὶ τῇ τελευτῇ τὸ οἷον ἐν Πληνῷ, καθ’ ἕτερον δὲ τὸ ὡς ὁ σπλὴν οἵω. καὶ ὅσοι τῶν ἐξηγητῶν προσήκαντο τὴν γραφὴν, ὥσπερ καὶ ὁ Σαβῖνος, τόπου τινὸς ὄνομά φασιν εἷναι τὸ Πλήν. οὐ μὴν τίνος γε πόλεως ὁ τόπος οὗτός ἐστι προσέθεσαν τῷ λόγῳ.