In Hippocratis Epidemiarum I

Galen

Galen, In Hippocratis Epidemiarum I

Οἱ αἱμοῤῥοΐδας ἔχοντες οὔτε πλευρίτιδι οὔτε περιπνευμονίῃ οὔτε φαγεδαίνῃ οὔτε δοθιῆσιν οὔτε τερμίνθοισιν, ἴσως δὲ οὐδὲ λέπρῃσιν, ἴσως δὲ οὐδὲ ἄλλοισιν.

Ἐλλείπει δηλονότι τὸ ἁλίσκονται καὶ χρὴ προσυπακούειν αὐτό. διὰ τί οὐχ ἁλίσκονται δῆλον. ἐκκρινομένης γὰρ τῆς

108
κακοχυμίας διὰ τῶν αἱμοῤῥοΐδων, καχεξίαι μέν τινες ἕπονται ἐνίοτε καθ’ ὅλον τὸ σῶμα καὶ ἄχροιαι καὶ ὕδεροι, νόσημα δ’ οὐδὲν τοιοῦτον. φαγεδαίνας δ’ ὅτι λέχει τὰ διαβιβρωσκόμενα τῶν ἑλκῶν, ἃ καὶ φαγεδαινικὰ καλοῦσιν οἱ παλαιοὶ τῶν ἰατρῶν, εἴρηται κᾀν τῷ πρώτῳ τῶν εἰς τὰ περὶ χυμῶν ὑπομνημάτων. καὶ γὰρ κατ’ ἐκεῖνο διὰ τῆς αὐτῆς λέξεως ἡ ῥῆσις γέγραπται. τινές γε μὴν ἤκουσαν φαγεδαίνας, τὰς τῶν πολλῶν βρωμάτων ἐδωδὰς. ἃς καὶ αὐτὰς ὑπὸ κακοχυμίας γίνεσθαι ἀμέτρους ὀρέξεις σιτίων, ὁμολογεῖται καὶ πρὸς ἡμῶν. οὐ μὴν τοιαύτης γε κακοχυμίας κινούσης ἄκος εἶναι τὰς αἱμοῤῥοΐδας, ἀλλὰ τῆς μελαγχολικῆς μᾶλλον. ὀξύτης δὲ χυμῶν ψυχρὰ, τὴν τοιαύτην ἐργαζομένη τῶν σίτων ὄρεξιν, ἤδη τισὶ καὶ τῶν τὰς αἱμοῤῥοΐδας ἐχόντων ἐγένετο. καὶ τὸ τῶν τερμίνθων δ’ ὄνομα μελάνων τινῶν ἐκφυμάτων ἐν ταῖς κνήμαις μάλιστα γινομένων ἐστὶ δηλωτικὸν, ἀπὸ τῆς κατὰ σχῆμα καὶ χρόαν καὶ μέγεθος ὁμοιότητος τῷ καρπῷ τῶν τερμίνθων γεγονός· τὸ δ’
109
ἐπὶ τῷ τέλει τῆς ῥήσεως γεγραμμένον. ἴσως δὲ οὐδὲ ἄλλοισιν, ἔνιοι γράφουσιν ἴσως δ’ οὐδ’ ἀλφοῖσιν. ἐπειδὴ καὶ οἱ ἀλφοὶ κακοχυμίας τινός εἰσιν ἔκγονοι, παρὰ τῷ δέρματι συνισταμένης.

Ἰητρευθέντος γε μὴν ἀκαίρως συχνοὶ, τοῖσι τοιουτέοισιν οὐ βραδέως ἑάλωσαν καὶ ὀλέθρια οὕτω.

Ἀκαίρως θεραπεύονται τὰς αἱμοῤῥοΐδας οἱ μήτε φλεβοτομούμενοι κατὰ περιόδους μήτε δι’ ὑπηλάτων ἢ γυμνασίων κενούμενοι, μήτε καταλιπόντες ἐξ αὐτῶν κἂν μίαν, ἀλλὰ πάσας ἀθρόως ἐξαιροῦντες.

Καὶ ὅσαι ἄλλαι ἀποστάσιες οἷον σύριγγες, ἑτέρων ἄκος
110

Πολλάκις ἢ λιτὰς ἀποστάσεις εὕρομεν αὐτὸν οὐκ ἐπὶ μόνων τῶν κατὰ ἀπόθεσιν, ἀλλὰ κἀπὶ τῶν ἐκκρίσεων ὀνομάζοντα. τῶν οὖν τοιούτων παθημάτων ἔν τισι καὶ σύριγγές εἰσιν ἐκκαθαίρονται δι’ αὐτῶν τὰς περιουσίας τῶν χυμῶν. ὥσπερ οὖν ἐπὶ τῶν αἱμοῤῥοΐδων, οὕτω κἀπὶ τούτων οὐχ ἁπλῶς οὐδ’ ὡς ἔτυχε τὴν θεραπείαν ποιητέον ἐστί.

Σκῆψις μὲν ἐφ’ οἷσι γινόμενα ῥύεται, τούτων προγενόμενα κωλύει.

Τῆς παλαιᾶς γραφῆς οὔσης ταύτης, ἐπὶ τὸ σαφέστερον αὐτὸν μετατεθείκασι πολλοὶ τῶν ἐξηγητῶν, ἀντὶ τοῦ γενόμενα καὶ προγενόμενα γενομένη γράψαντες, ἵν’ ἐπὶ τὴν ἀπόσκηψιν ὁ λόγος ἀναφέρηται, πάντες δὲ ἤκουσαν τὴν σκῆψιν ἐπὶ τῆς ἀποσκήψεως εἰρῆσθαι. τάχα καὶ σφαλέντος τοῦ πρώτου γράψαντος βιβλιογράφου, ὡς ταῖς διανοίαις τὰ

111
αὐτὰ κατὰ πάσας τὰς γραφάς ἐστι. βούλεται γὰρ ὁ Ἱπποκράτης λέγειν τὰς ἀποσκήψεις, ἐφ’ οἷς ἂν πάθεσι γινόμεναι λύειν αὐτὰ δύνανται, τούτων προγενομένας κωλύειν γενέσθαι. δοκεῖ δέ μοι δύνασθαι καὶ οὕτως ἀκούειν τῆς ῥήσεως, εἴ γε κατὰ τήνδε τὴν λέξιν εἴρητο. σκέψις μέν ἐστι, πάντα ἐφ’ οἷσι γενόμενα ῥύεται, τούτων προγενομένων κωλύειν. γραφόντων γὰρ τῶν παλαιῶν τόν τε τοῦ η δίφθογγον καὶ τὸν τοῦ ε δι’ ἑνὸς χαρακτῆρος, ὃς νῦν μόνος σημαίνει τὸν ἕτερον φθόγγον τὸν η, πολλὰ γέγονεν ἁμαρτήματα τῶν ἐγγραφομένων, οὐ κατὰ τὴν γνώμην τῶν γραψάντων τὴν μετάθεσιν τῶν γραμμάτων ποιησαμένων. διὸ καὶ προσέχειν ἀκριβῶς χρὴ ταῖς τοιαύταις γραφαῖς ἐν αἷς δυνατόν ἐστι τὸν τοῦ η φθόγγον εἰς τὸν τοῦ ε μεταθέντας, ἢ τοὔμπαλιν γράψαντας ἐπανορθώσασθαι τὴν γραφήν. ὁμοίως δὲ κἀπὶ τοῦ ο΄ καὶ ω΄ ποιητέον, ἐπειδὴ καὶ τούτων ἀμφοτέρων οἱ φθόγγοι δι’ ἑνὸς χαρακτῆρος ἐγράφοντο.