In Hippocratis Epidemiarum I

Galen

Galen, In Hippocratis Epidemiarum I

Ἐν Θάσῳ τὴν κατακειμένην περὶ τὸ ψυχρὸν ὕδωρ ἐκ τόκου θυγατέρα τεκοῦσαν, καθάρσεως οὐ γενομένης, πυρετὸς ὀξὺς, φρικώδης τριταίην ἔλαβε. ἐκ χρόνου δὲ πολλοῦ πρὸ τοῦ τόκου πυρετώδης ἦν, κατακλινὴς, ἀπόσιτος. μετὰ δὲ τὸ γενόμενον ῥῖγος ξυνεχέες, ὀξέες, φρικώδεες οἱ πυρετοί. ὀγδόῃ πολλὰ παρέκρουσε καὶ τὰς ἐχομένας
747
καὶ ταχὺ πάλιν κατενόει, κοιλίη ταραχώδης πολλοῖσι λεπτοῖσιν, ὑδατοχόλοις, ἄδιψος. ἑνδεκάτῃ κατενόει, κωματώδης δὲ ἦν, οὖρα πολλὰ, λεπτὰ καὶ μέλανα, ἄγρυπνος. εἰκοστῇ περιέψυξε καὶ ταχὺ πάλιν ἀνεθερμάνθη. μικρὰ παρέλεγεν, ἄγρυπνος τὰ κάτω κοιλίης ἐπὶ τῶν αὐτῶν, οὖρα ὑδατώδεα, πολλὰ, εἰκοστῇ ἑβδόμῃ ἄπυρος, κοιλίη ξυνέστη. οὐ πολλῷ δὲ χρόνῳ ὕστερον ἰσχίου δεξιοῦ ὀδύνη ἰσχυρὴ, χρόνον πολὺν, πυρετοὶ πάλιν παρείποντο καὶ οὖρα ὑδατώδεα. τεσσαρακοστῇ τὰ μὲν περὶ τὸ ἰσχίον ἐπεκούφισεν. βῆχες δὲ ξυνεχέες, ὑγραὶ, πολλαὶ, κοιλίη ξυνέστη, ἀπόσιτος, οὖρα ἐπὶ τῶν αὐτῶν. οἱ δὲ πυρετοὶ τὸ μὲν ὅλον οὐκ ἐλλείποντες, πεπλανημένως δὲ παροξυνόμενοι, τὰ μὲν, τὰ δὲ οὔ. ἑξηκοστῇ αἱ μὲν βῆχες ἀσήμως ἐξέλιπον. οὔτε γάρ τις πτυάλων πεπασμὸς ἐγίνετο οὔτε ἄλλη τῶν εἰθισμένων ἀπόστασις. σιαγὼν δὲ ἡ ἐκ τῶν ἐπὶ δεξιὰ, κατεσπάσθη, κωματώδης, παρέλεγε πάλιν καὶ ταχὺ κατενόει. πρὸς δὲ τὰ γεύματα ἀπονενοημένως
748
εἶχεν. ὁ σιαγὼν μὲν ἐπανῆκεν, ἡ κοιλίη δὲ χολώδεα σμικρὰ διέδωκεν, ἐπύρεσεν ὀξυτέρως, φρικώδης καὶ τὰς ἐχομένας ἄφωνος. καὶ πάλιν κατενόει καὶ διελέγετο καὶ ὀγδοηκοστῇ ἀπέθανε. ταύτῃ τὰ τῶν οὔρων διὰ τέλεος ἦν μέλανα καὶ λεπτὰ καὶ ὑδατώδη καὶ καῦμα παρείπετο, ἄσιτος, ἄθυμος, ἄγρυπνος, ὀργαὶ, δυσφορίαι, τὰ περὶ τὴν γνώμην μελαγχολικά.

Ἄξιον ἐπισημήνασθαι πῶς οὐδὲν εἶπον οἱ περὶ τὸν Σαβῖνον περὶ τοῦ παρὰ τὸ ψυχρὸν ὕδωρ, ἐνὸν αὐτοῖς εἰπεῖν ὅτι διὰ τοῦτο καταψυγέντι τῷ γυναίῳ νοσῆσαι συνέβη. πολλῷ γὰρ ἦν τοῦτο πιθανώτερον τῶν εἰρημένων εἴς τε τὸν Πάριον καὶ τὸν ἐν τῷ κήπῳ κατακείμενον παρὰ τῷ Ἀρτεμισίῳ καὶ τὸν παρὰ τῷ τείχει κατοικοῦντα. φαίνεται δ’ οὖν ἐπισχεθείσης τῆς κατὰ τὸν τόκον καθάρσεως γενέσθαι τῇ γυναικὶ καὶ ἡ νόσος. νοσώδης μὲν γὰρ καὶ ἡ τῶν καταμηνίων ἐπίσχεσις. ἀλλ’ οὐχ ὁμοίως βλαβερὰ τῇ μετὰ τὸν τόκον, ὅτι μὴ μόνον αὕτη πλῆθος,

749
ἀλλὰ καὶ κακοχυμίαν ἱκανὴν ἐργάζεται. τὸ μὲν γὰρ χρηστότερον αἷμα τὸ ἔμβρυον ἕλκον εἰς ἑαυτὸ τροφῆς ἕνεκα, καταλεῖπον δὲ τὸ φαυλότερον, αἴτιον γίγνεται τῆς κακοχυμίας ταῖς κυούσαις, ἣν μετὰ τὸν τόκον ἡ φύσις ἐκκενοῖ. καὶ τοῦτ’ ἐννοήσαντες οἱ παλαιοὶ, λοχίων κένωσιν τὴν γινομένην μετὰ τὸν τόκον ἔκκρισιν τοῦ αἵματος προσηγόρευσαν. ἔστι μὲν οὖν καὶ ἡ κατὰ μῆνα κένωσις οὐ μόνον κένωσις, ἀλλὰ καὶ κάθαρσις, οὐ μὴν οὔτ’ ἴσον τὸ πλῆθος τῆς κακοχυμίας οὔτ’ ἐν ἴσῳ χρόνῳ ταῖς μηνιαίαις ἀθροίζεται περιόδοις, ὅσον ἐν τῷ τῆς κυήσεως χρόνῳ. καὶ τοὐπίπαν δὲ μελαγχολικὸν αἷμα φαίνεται τὸ κενούμενον αὐταῖς εἶναι μετὰ τὸν τόκον, ὥστε καὶ τὰ οὖρα πάσαις ὁρᾶται κεχρωσμένα, καθάπερ ἀσβόλης τινὸς ἐμπεπτωκυίας αὐτῆς, ὅπερ ἀμέλει κᾀπὶ ταύτης τῆς γυναικὸς ἔγραψεν ὁ Ἱπποκράτης, ἐπὶ τῆς ια΄ ἡμέρας, εἰπὼν, οὖρα πολλὰ, λεπτὰ, μέλανα. καὶ οἶδά γέ τινα διὰ τοιούτων οὔρων πολλῶν ἐκκενωθέντων ὠφεληθεῖσαν, ἄλλοτε δὲ ταύτης οὐκ ἐξεκενώθη τὸ τοιοῦτον, μετέπεσε γὰρ ἂν αὐτοῖς εἰς τὸ ὑδατῶδες τὰ οὖρα
750
πολλὰ, λεπτὰ, μέλανα. γέγραπται οὖν ἐν τῇ τῆς κ΄ ἡμέρας διηγήσει, οὖρα ὑδατώδεα, πολλὰ, κακά. εἶτα πάλιν ἐν τῇ μ΄ οὖρα ἐπὶ τῶν αὐτῶν. οὐ μὴν οὐδὲ ἄλλη τις αὐτῇ κένωσις ἢ ἀπόστασις ἐγένετο καὶ διὰ τοῦτο χρόνῳ πολλῷ νοσήσασα κατὰ τὴν ὀγδοηκοστὴν ἡμέραν ἀπέθανεν. αὐτὸς γοῦν ὁ Ἱπποκράτης ἔγραψεν οὕτω. οὔτε γὰρ πτυέλων τὶς πεπασμὸς ἐγένετο οὔτ’ ἄλλη τις τῶν εἰθισμένων ἀπόστασις, καίτοι πειραθείσης τῆς φύσεως εὐθέως τὸ περιττὸν ἀποθέσθαι περὶ τὸ ἰσχίον, ἀλλ’ ἔοικε παλινδρομῆσαι. καὶ ταῦτά φησι γοῦν τεσσαρακοστῇ. τὰ μὲν περὶ τὸ ἰσχίον ἐκούφισε, βῆχες δὲ συνεχέες ὑγραί. πολλάκις δὲ ἀκηκόαμεν ἤδη περὶ τῆς κονωνίας τοῦ θώρακος πρὸς τὰ γεννητικὰ μόρια. τὰ μὲν οὖν κεφάλαια τῶν συμβάντων αὐτῇ ταῦτ’ ἐστί. τῶν δὲ κατὰ μέρος ἐν τῇ προκειμένῃ ῥήσει γεγραμμένων τὰ μὲν ὑδατόχροα διαχωρήματα τινὲς μὲν διὰ τοῦ χ καὶ λ γράφουσιν, ἔνιοι δὲ διὰ τοῦ χ καὶ ο καὶ λ. καὶ λεπτὰ μὲν ὑπάρχειν αὐτὰ, καθάπερ καὶ τὸ ὕδωρ ἐστὶ λεπτὸν, ἐνδεικνυμένων
751
ἀμφοτέρων τῶν ὀνομάτων, ὑπηλλαγμένα δὲ κατὰ τὴν χρόαν, τὰ μὲν ὑδατόχλοα τῆς χλόης ἐμφαίνειν αὐτὰ, τὰ δ’ ὑδατόχολα τῆς χολῆς. καὶ τρίτη δ’ αὖ τις γραφὴ διὰ τοῦ χ καὶ ρ. ἡ ὕδατος χρόα, μήτ’ ἐν τοῖς παλαιοῖς μήτε ὅλως ἐν τοῖς ἀκριβέσιν ἀντιγράφοις εὑρισκομένη, φανερῶς τε οὖσα μοχθηρά. τὰ γὰρ ὑδατώδη τῶν οὔρων ἐν αὐτῷ τῷ τοιαῦτα λεχθῆναι καὶ τὴν σύστασιν ἐμφαίνει λευκὴν καὶ τὴν χρόαν λευκήν. ἐχρήσατο δ’ ἐν τῇ διηγήσει τῆς ἀῤῥώστου τῇδε κακοζήλῳ τινὶ λέξει ὁ Ἱπποκράτης, καίτοι ἅπαντα κατὰ τὸ βιβλίον ἡρμηνευκώς. γέγραπται δ’ οὖν ἡ λέξις οὕτως. πρὸς δὲ τὰ γεύματα ἀπονενοημένως εἶχεν, ὑπερβολὴν ἀνορεξίας καὶ τὸ πρὸς αὐτὰ μῖσος ἐνδεικνυμένης τῆς φωνῆς, ὅπερ, ὅτι τῶν μοχθηρῶν ἐστὶ σημείων, εἴρηται πολλάκις. ἄξιον θαυμάσαι καὶ πῶς οὐδὲν εἶπον οἱ περὶ τὸν Σαβῖνον εἰς τοὺς προκειμένους χαρακτῆρας ἑκάστῳ τῶν ἀῤῥώστων, ὑπὲρ ὧν ἐγὼ μὲν ἱκανῶς ἐν τῷ β΄ τῶν ὑπομνημάτων διελθὼν οὐκέτι δέομαι μνημονεύειν αὐτῶν. ὅ γε μὴν ἐφ’ ἑκάστου τῶν ἀῤῥώστων προχειριζόμενος
752
ἐξελέγχειν πειρᾶται τὴν μοχθηρίαν τῶν ἐξηγησαμένων αὐτούς.

    Ἐν Θάσῳ Πυθίωνα, ὃς κατέκειτο τοῦ Ἡρακλείου, ἐκ πότων καὶ κόπων καὶ διαίτης γενομένης ἀμελέος, ῥῖγος μέγα καὶ πυρετὸς ὀξὺς ἔλαβε. γλῶσσα ἐπίξηρος, διψώδης, χολώδης, οὐχ ὕπνωσεν, οὖρα ὑπομέλανα, ἐναιώρημα μετέωρον, οὐχ ἵδρυτο. δευτέρῃ περὶ μέσον ἡμέρης ψύξις ἀκρέων. τὰ περὶ χεῖρας καὶ κεφαλὴν μᾶλλον. ἄναυδος, ἄφωνος, βραχύπνοος ἐπὶ χρόνον πολὺν, ἀνεθερμάνθη, δίψαι, νύκτα δι’ ἡσυχίης, ἵδρωσε τὴν κεφαλὴν σμικρά. τρίτῃ ἡμέρῃ δι’ ἡσυχίας. ὀψὲ δὲ περὶ ἡλίου δυσμὰς, ὑπεψύχθη σμικρὰ, ταραχὴ νυκτὸς ἐπιπόνως, οὐδὲν ὕπνωσεν. ἀπὸ δὲ κοιλίης ψυχρὰ, ξυνεστηκότα κόπρανα διῆλθε. τετάρτῃ πρωῒ δι’ ἡσυχίης. περὶ δὲ μέσον ἡμέρης πάντα παρωξύνθη, ψύξις, ἄναυδος, ἄφωνος, ἐπὶ
    753
    τὸ χεῖρον ἀνεθερμάνθη. μετὰ χρόνον οὔρησε μέλανα, ἐναιώρημα ἔχοντα, νύκτα δι’ ἡσυχίης ἐκοιμήθη. πέμπτῃ ἔδοξε κουφισθῆναι, κατὰ δὲ κοιλίην βάρος μετὰ πόνου, διψώδης, νύκτα ἐπιπόνως. ἕκτῃ πρωῒ μὲν δι’ ἡσυχίης, δείλης δὲ οἱ πόνοι μείζους παρωξύνθη. ἀπὸ δὲ κοιλίης ὀψὲ κλυσματίῳ καλῶς διῆλθε, νυκτὸς ἐκοιμήθη. ἑβδόμῃ ἡμέρῃ ἀσώδης, ὑπεδυσφόρει, οὔρησεν ἐλαιῶδες, νυκτὸς ταραχὴ πολλὴ, παρέλεγεν, οὐδὲν ἐκοιμᾶτο. ὀγδόῃ πρωῒ μὲν ἐκοιμήθη σμικρὰ, ταχὺ δὲ ψύξις καὶ ἀφωνίη, λεπτὸν πνεῦμα καὶ μινυθῶδες ὀψὲ δὲ πάλιν ἀνεθερμάνθη, παρέκρουσεν. ἤδη δὲ πρὸς ἡμέρην σμικρὰ ἐκουφίσθη, διαχωρήματα ἄκρητα σμικρὰ, χολώδεα, ἐνάτῃ κωματώδης, ὅτε διεγείροιτο, οὐ λίην διψώδης. περὶ δὲ ἡλίου δυσμὰς ἐδυσφόρει, παρέλεγε, νύκτα κακήν. δεκάτῃ πρωῒ ἄφωνος, πολλὴ ψύξις, πυρετὸς ὀξὺς, πολὺς ἱδρὼς, ἔθανεν. ἐν ἀρτίῃσιν οἱ πόνοι τούτῳ.
    754

    Καὶ τούτου πάνθ’ εὑρήσεις ἀπ’ ἀρχῆς τά τε συμπτώματα καὶ τὰ σημεῖα θανατώδη γινόμενα καὶ τοὺς παροξυσμοὺς ἐν ἀρτίαις, ὡς αὐτὸς ὁ Ἱπποκράτης ἐπεσημήνατο, προσθεὶς τῇ τῆς ιβ΄ ἡμέρας διηγήσει, καθ’ ἣν ἀποθανεῖν αὐτὸν ἔφη, ἐν ἀρτίῃσιν οἱ πόνοι τούτῳ. καὶ γὰρ ὁ θάνατος ὑποπέπτωκε τῷ γενικῷ σημαινομένῳ τῆς κρίσεως, ὡς ἐδείχθη. πεφύλακται δὲ κᾀπὶ τούτου τοῦ ἀῤῥώστου τὸ τὰς κρίσεις γενέσθαι τοὐπίπαν, ἐν αἷς οἱ πόνοι μείζους. ἐν ἀρτίαις γὰρ αὐτῶν γενομένων ἠκολούθησε καὶ ὁ θάνατος ἐν ἀρτίᾳ. γέγραπται δ’ ἐν τῇ διηγήσει τῶν συμβαινόντων αὐτῷ δύο ταῦτα, δεόμενα ἐξηγήσεως. ἔστι δ’ αὐτῶν τὸ μὲν ἕτερον ἐπὶ τῆς ἀναπνοῆς, βραχύπνους μὲν ἐν τῇ τῆς β΄ ἡμέρας διηγήσει γέγραπται. λεπτὸν δὲ πνεῦμα καὶ μινυθῶδες ἔσχεν ἐν τῇ η΄, ἔμαθες δ’ ἔν τε τῷ α΄ περὶ δυσπνοίας κᾀν τῷ β΄ τῶν εἰς τὸ προγνωστικὸν ὑπομνημάτων, ἔνθα τὴν ῥῆσιν ἐξηγούμην τήνδε· πνεῦμα δὲ πυκνὸν μὲν ἐὸν πόνον σημαίνει ἢ φλεγμονὴν ἐν τοῖσιν ὑπὲρ τῶν φρενῶν χωρίοισιν, ὡς ἐστί τι σμικρὸν ἅμα καὶ

    755
    ἀραιὸν πνεῦμα ψυχομένης καὶ νεκρουμένης ἤδη τῆς ζωτικῆς δυνάμεως γιγνόμενον, ὃ διά τινος τῶν χωριστῶν συμπτωμάτων ἐδήλωσεν εἰπὼν, ψυχρὸν δ’ ἐκπνεόμενον ἐκ τῶν ῥινῶν καὶ τοῦ στόματος ὀλέθριον κάρτα ἤδη γίγνεται τοῦτο γοῦν ἡγητέον αὐτὸν καὶ νῦν εἰρηκέναι, κατὰ μὲν τὴν β΄ ἡμέραν βραχὺ, κατὰ δὲ τὴν η΄ λεπτὸν καὶ μινυθῶδες. ἔστι μὲν γάρ τι καὶ ἄλλο πνεῦμα βραχύ τε ἅμα καὶ πυκνὸν, ὀδύνην σημαῖνον, ὡς ἐδείκνυμεν, ἤτοι γε ἐν τοῖς ἀναπνευστικοῖς μορίοις ἢ τοῖς παρεγκειμένοις αὐτοῖς. ἀλλ’ ἐὰν ἀμφότερα παραβάλλῃς ἀλλήλοις, βραχύτερον πολὺ τὸν ἔξωθεν εἴσω ἑλκόμενον ἀέρα κατὰ τὸ ἕτερον εὑρήσεις, ὃν σμικρὸν ἅμα καὶ ἀραιὸν ἔφη γίγνεσθαι. τὸ γὰρ πρὸς τὸ βραχὺ πυκνὸν ἀναπληροῖ τῇ συνεχείᾳ τὸ καθ’ ἑκάστην εἰσπνοὴν ἐνδεὲς, ὡς οἱ συνεχῶς πίνοντες βραχύ. καὶ γὰρ τούτων βραχυπότους ἐρεῖς ὅσοι καὶ βραχὺ καὶ διὰ πολλοῦ πίνουσιν. εἰ δέ τις βραχὺ μὲν, ἀλλὰ συνεχῶς πίνει, τοῦτον ἁπλῶς οὐκ ἂν εἴποις βραχύποτον, ἀλλὰ μετὰ βραχὺ πίνοντα. κατὰ τὸν αὐτὸν οὖν τρόπον ὁ κυρίως ὀνομαζόμενος βραχύπνους,
    756
    καθ’ ἑκάστην εἰσπνοὴν οὐ βραχὺ μόνον, ἀλλὰ καὶ διὰ πολλοῦ χρόνου τὸν ἔξωθεν ἀέρα διὰ τοῦ λάρυγγος ἐπισπᾶται. τάχ’ οὖν ζητήσεις κατὰ τί προειρηκὼς ὁ Ἱπποκράτης ἐν τῇ α΄ τῶν ἡμερῶν πυρετὸν ὀξὺν γεγονέναι, τῇ β΄ βραχύπνουν ἔφη τὸν ἄνθρωπον εἶναι. δέδεικται γὰρ ἡμῖν ἐν τοῖς σφοδροῖς πυρετοῖς πνεῦμα μέγα καὶ πυκνὸν γενόμενον. φήσομεν ὅτι ἐν μὲν τῇ α΄ τῶν ἡμερῶν τὸ διὰ τοὺς σηπομένους χυμοὺς ἀναφθὲν πυρετῶδες θερμὸν αὐτὸ μὲν διεφορήθη, κατελείφθη δὲ τὸ ἔμφυτον μόνον ἀσθενὲς ὑπάρχον, ὡς ἤδη σβέννυσθαι, πρὶν αὖθις ἀναφθῆναι τὸ πυρετῶδες θερμὸν, οἷον ζεσάντων τῶν σηπομένων χυμῶν. ἡ β΄ τῶν ἡμερῶν ἤνεγκε τὸ τῆς ψύξεως σημεῖον. ἀπόδειξις δὲ τούτου μεγίστη. τηνικαῦτα γὰρ βραχύπνουν αὐτὸν γεγονέναι φησὶ καὶ κατεψύχθαι. γράφει γοῦν ἐπὶ τῆς δευτέρας ἡμέρας ὧδε. δευτέρῃ περὶ μέσον ἡμέρης ψύξις ἀκρέων τὰ περὶ χεῖρας καὶ κεφαλὴν μᾶλλον, ἄναυδος, ἄφωνος, βραχύπνοος ἐπὶ χρόνον πολύν. ἐπὶ δὲ τῆς η΄ πάλιν τάδε γράφει, η΄
    757
    πρωῒ μὲν ἐκοιμήθη μικρὰ, ταχὺ δὲ ψύξις, ἀφωνίη, λεπτὸν πνεῦμα καὶ μινυθῶδες. ἔνθα μοι καὶ τούτῳ πρόσχες τὸν νοῦν, ὁπηνίκα κατεψύχθη μετὰ τῆς κακοπνοίας καὶ τὴν ἀφωνίαν αὐτῷ γεγονέναι φησὶ καὶ αὐτὴν εἰωθυῖαν πολλάκις ἐπὶ νεκρώσει τῆς φύσεως γίγνεσθαι. κατὰ τὴν δ΄ ἡμέραν ἡνίκα γράφει, ψύξις, ἄναυδος, ἄφωνος ἐπὶ τὸ χεῖρον, ἐμφαίνει διὰ τῆς ἐπὶ τὸ χεῖρον προσθήκης καὶ τὸ βραχύπνουν αὐτὸν γεγονέναι. καταλείπεται τοίνυν ἐπὶ τούτου ἡμῖν ἐξηγήσασθαι διὰ τί προειπὼν ἄναυδος ἐπήνεγκεν ἄφωνος. ἔστι δὲ καὶ τούτου λόγος τοιοῦτος. τὴν αὐδὴν οὔτε πᾶν τὸ τῆς ἀκοῆς ἴδιον αἰσθητὸν οἱ παλαιοὶ φαίνονται καλοῦντες, οὔτ’ ἐκεῖνο τὸ εἶδος αὐτοῦ μόνον, ὅσον ἐκπέμπεται κατὰ προαίρεσιν τοῦ ζώου διὰ τοῦ στόματος, ἐν ᾧ περιέχεται καὶ τὸ κλαίειν καὶ τὸ συρίττειν, οἰμώζειν τε καὶ βήττειν καὶ ὅσα τἄλλα τοιαῦτα, μόνην δὲ τὴν ἀνθρώπου φωνὴν, καθ’ ἣν διαλεγόμεθα πρὸς ἀλλήλους, αὐδὴν ὀνομάζουσιν. οὕτω γοῦν καὶ ὁ ποιητὴς ἡνίκα ἐποίησε τοῖς ἰδίοις ἵπποις διαλεγόμενον τὸν Ἀχιλλέα, τηνικαῦτά
    758
    φησι τὸν ἕτερον αὐτῶν ἀμείψασθαι λόγοις χρησάμενον ἀνθρωπίνῃ διαλέκτῳ.

  1. Αὐδήεντα, γάρ φησιν, ἔθηκε θεὰ λευκώλενος Ἥρη.
  2. οὐκ ὡς ἄφωνον ὄντα πρότερον, οὐχ ὡς οὐκ ἔχοντα τὴν κοινὴν τῶν ἵππων φωνὴν, ἀλλ’ ὡς οὐκ ὀνομαζομένην αὐδὴν ἐκείνην. οὕτως οὖν καὶ θεὸν αὐδήεσσαν εἴρηκε τὴν ἀνθρωπίνῃ διαλέκτῳ χρωμένην, ὅτι καὶ αὐτὴν ἀνθρωποειδῆ φασιν εἶναι μὴ πάντων τῶν θεῶν τοιούτων ὑπαρχόντων. ἐναργῶς γοῦν ἥλιος καὶ σελήνη καὶ τὰ λοιπὰ τῶν ἄστρων ἀποκεχώρηκε πάμπολυ τῆς τῶν ἀνθρώπων ἰδέας. καὶ ὁ Ἱπποκράτης οὖν ἄναυδον μὲν εἶπεν ἐπὶ τοῦ μὴ δυναμένου διαλέγεσθαι, τὸν δ’ ἄφωνον ἐπὶ τοῦ μηδ’ οἰμῶξαι μηδὲ βοῆσαι δυναμένου. δῆλον δέ ἐστι τὸ τοιοῦτον μοχθηρότερον εἶναι τῆς ὡς ἂν εἴποι τις ἀναυδίας. οἷς οὖν ἡ γλῶττα μόνη παραλέλυται, φωνεῖν μὲν μέγιστον ἐνίοτε δύνανται, διαλέγεσθαι δ’ οὐ δύνανται. εἰ δὲ μηδὲ ἐκφωνεῖν οἷοί τε

    759
    εἶεν, ἐσχάτης νεκρώσεως ἐστὶ τὸ τοιοῦτον γνώρισμα τῶν οὕτως ἐχόντων, μὴ οἰμωζόντων μήτε στεναζόντων μήθ’ ὅλως φθέγγεσθαι δυναμένων. Σαβῖνος δὲ καὶ ταῦτα τοῖς ἄλλοις τὸν μὲν οὐδ’ ὅλως ἔχοντα φωνὴν οὐδεμίαν ἄναυδον εἰρῆσθαι νομίζει, τὸν δ’ ἄφωνον ἐν ἴσῳ τῷ ἀπόπληκτον ὑπὸ τοῦ Ἱπποκράτους γεγράφθαι φησὶν, ὥσπερ οὐ δυναμένου καλέσαι τὸν οὕτω διακείμενον ἀπόπληκτον. οὐ μὴν οὐδὲ τἄλλα τὰ κατὰ διάθεσιν εἰρημένα συνᾴδει τῷ γεγονέναι τὸν προκείμενον ἄῤῥωστον ἀπόπληκτον.

Ὁ φρενιτικὸς τῇ πρώτῃ κατακλιθεὶς ἤμεσε ἰώδεα, πολλὰ, λεπτὰ, πυρετὸς φρικώδης, πολὺς ἱδρὼς, ξυνεχὴς διόλου, κεφαλῆς καὶ τραχήλου βάρος μετὰ ὀδύνης, οὖρα λεπτὰ, ἐναιωρήματα σμικρὰ, διεσπασμένα, οὐχ ἵδρωσεν. ἀπὸ δὲ κοιλίης ἐξεκόπρισεν ἀθρόα, πολλὰ παρέκρουσεν, οὐδὲν ὕπνωσεν. δευτέρᾳ πρωῒ ἄφωνος, πυρετὸς ὀξὺς, ἵδρωσεν,
760
οὐ διέλιπεν, παλμοὶ δι’ ὅλου τοῦ σώματος, νυκτὸς σπασμοί. τρίτῃ παρωξύνθη πάντα, τετάρτῃ ἀπέθανεν.

Οὗτος ὁ ἄῤῥωστος ὀξυτάτης φρενίτιδός ἐστι παράδειγμα κατὰ τὴν πρώτην ἡμέραν εὐθέως συνεισβαλλούσης τῷ πυρετῷ καὶ πάντα γε ἐθεασάμην ἐντὸς τῆς ζ΄ ἡμέρας, ἀποθανόντας τοὺς οὕτω φρενιτίσαντας. ὀλίγοι δὲ πάνυ καὶ σπάνιοι ταύτην ὑπερέβαλον. ἄξιον δὲ θαυμάσαι τὴν τῶν τοιούτων νοσημάτων γένεσιν, ὅπως ἐξαίφνης ἐπιτίθεται τοῖς ἀμέμπτως ὑγιαίνουσιν. οὐ γὰρ δὴ ὥσπερ ἐξαιφνίδιος ἡ γένεσις αὐτῶν ἐστιν, οὕτω καὶ ἡ τῆς γενέσεως αἰτία, καθάπερ εἰ καὶ φάρμακον ἔλαβε θανάσιμον ὁ ἄνθρωπος, ἤ τι τῶν χαλεπωτάτων θηρίων ἔδακεν αὐτὸν, ἀλλὰ κατὰ βραχύ πως ηὔξησαν ἐν τῷ σώματι τὴν τὰ τοιαῦτα πάθη δυναμένην αἰτίαν ἐργάσασθαι, καθάπερ ἐπὶ τῶν λυσσοδήκτων συμβαίνει. πρόδηλον γὰρ ὅτι κᾀκείνοις οὐκ ἀργῶν οὐδ’ ἡσυχάζων ὁ τοῦ κυνὸς ἰὸς, οὐδὲν ἑαυτῷ γνώρισμα παρέχει πολλῶν ἐφεξῆς ἐνίοτε μηνῶν. ἐξαίφνης δ’ αὐτοῖς

761
συμβαίνει θεασαμένοις ὕδωρ φοβηθῆναι, κᾀντεῦθεν ἤδη διὰ ταχέων ἀπόλλυσθαι. πολλῷ μὲν αὐξανομένης χρόνῳ τῆς τὴν λύτταν ἐργαζομένης αἰτίας, ὅταν ἅπαξ εἰς τοῦτ’ ἀφίκηται ταχὺν ἐπιφερούσης τὸν θάνατον. σχεδὸν οὖν κᾀπὶ τῆς νῦν εἰρημένης φρενίτιδος ἠθροίζετό τις ἐν τῷ σώματι μοχθηρὸς χυμὸς ἰῷ δηλητηρίῳ παραπλησίως, ἐναργῶν μέν τι κατὰ βραχὺ ἐπὶ τοῖς σώμασιν, οἷς ὁμιλῶν ἐτύγχανεν. ἐπεὶ δ’ ἐκεῖνα προδιετίθετό πως, ὅ τε χυμὸς αὐτὸς ἐπὶ πλεῖστον ηὐξήθη κακοηθείας, ἐξαιφνίδιον ἐφάνη θανατῶδες σύμπτωμα. καὶ γάρ τοι καὶ τῷ φρενιτικῷ οὕτω κατὰ τὴν ἀρχὴν εὐθέως ἔμετος ἰωδῶν ἐγένετο, πυρετοῖς ἑπομένοις ὡς τὸ πολὺ διακαέσιν. ὥσπερ οὖν ἐπὶ τῶν θανασίμων φαρμάκων ἀποθνήσκουσιν ἔνιοι δευτεραῖοι καὶ τριταῖοι, τῆς ποιότητος αὐτῶν, οὐ τοῦ πλήθους ἐργαζομένης τὸν θάνατον, οὕτω καὶ τὸν ἄῤῥωστον τοῦτον εὐθέως ἀποθανεῖν ἡγητέον τῇ τρίτῃ τῶν ἡμερῶν ὑπὸ τῆς ποιότητος τῶν ἰωδῶν χυμῶν, οὐχ ὑπὸ τῆς φρενίτιδος διαφθαρέντα, παρακολουθῆσαι δὲ αὐτῷ. τὴν φρενῖτιν ὥσπερ τι σύμπτωμα. τεταρταίους μὲν
762
οὖν καὶ πεμπταίους εἶδον ἀπολλυμένους ἐξ ἀρχῆς εὐθέως ἁλόντας, ὀξείᾳ φρενίτιδι, τριταῖον δ’ οὐκ εἶδον, ὥσπερ οὐδὲ μέχρι τῆς κ΄ ἐκταθέντα. φαίνεται τοίνυν ὁ Ἱπποκράτης τοῦτον μὲν ὡς ὀξύτατα διαφθαρέντα δηλώσας ἡμῖν. ἕτερον δ’ ὀλίγον ὕστερον ὡς παραλογώτατον χρονίσαντα, περὶ οὗ κατὰ τὸν οἰκεῖον λόγον ἐπισημανοῦμεν.

Ἐν Λαρίσσῃ φαλακρὸς μηρὸν δεξιὸν ἐπόνεσε ἐξαίφνης, τῶν δὲ προσφερομένων οὐδὲν ὠφέλει. τῇ πρώτῃ πυρετὸς ὀξὺς, καυσώδης, ἀτρεμέως εἶχεν, οἱ δὲ πόνοι παρείποντο. δευτέρᾳ τοῦ μηροῦ μὲν ὑφίεσαν οἱ πόνοι, ὁ δὲ πυρετὸς ἐπέτεινεν, ὑπεδυσφόρει, οὐκ ἐκοιμᾶτο, ἄκρεα ψυχρὰ, οὔρων πλῆθος διῄει οὐ χρηστῶν. τρίτῃ τοῦ μηροῦ μὲν ὁ πόνος ἐπαύσατο, παρακοπὴ δὲ τῆς γνώμης καὶ ταραχὴ καὶ πολὺς βληστρισμός. τετάρτῃ περὶ μέσην ἡμέρην ἔθανεν ὀξυτάτως.
763

Τοῦτόν τις τὸν ἄῤῥωστον ἀναγνοὺς, ἐὰν μὴ προσέχῃ τὸν νοῦν ἀκριβῶς τοῖς εἰρημένοις, δῆλος ἔσται πρὸς ἅπαν ἄλγημα προσχὼν οὔτε προπετῶς δειλὸς οὔτε θαῤῥαλέος ἀλογίστως. ἀλλ’ ὅταν γε ὁτιοῦν μέρος ἀλγῆσαι τύχῃ, πρῶτον μὲν ἐπίσκεψαι μή τι τῶν ἔξωθεν αἰτίων ἐγένετο. καὶ γὰρ ἐν κινήσεσί γέ τισι λεληθότως ἐβλάβησαν ἔνιοι καὶ καθ’ ὕπνον οὐκ ἐπιτηδείως ἐσχηματισμένον τι μόριον ἔχοντες, ἔν τε περιαγωγαῖς τισι καὶ περιστροφαῖς ἐξαιφνιδίοις τὰ μόρια ἐῤῥιγῶτα καὶ προκατεψυγμένα, σπάσμασί τε καὶ τίλμασιν ἁλισκόμενα, μεγίστας ὀδύνας φέρει, καθάπερ γε καὶ τὰ ῥήγματα πολλοῖς ἐπώδυνα γίνεται καὶ μᾶλλον ὅσοι ξηροὶ τὴν κρᾶσιν εἰσί. καὶ τούτων ἔτι μᾶλλον, ἐὰν παρηβῶντες ἢ γέροντες ὦσιν. ὅταν οὖν μηδὲν τοιοῦτον φαίνηται τῆς ὀδύνης αἴτιον, ἑξῆς ἐπίσκεψαι τὴν προηγησαμένην δίαιταν, εἰ ἀργοτέρα παρὰ τὸ ἔθος ἐστὶν, ἢ σιτίοις ἐχρήσατο πλείοσιν ὁ ἄνθρωπος πολυτρόφοις, εἰ συνήθων ἐκκρίσεων ἐπίσχεσις αὐτῷ γέγονεν. εἰ γάρ τι τοιούτων ἢ καὶ παντάπασι φαίνεται πλῆθος αἴτιον τῆς ὀδύνης ἡγησάμενον,

764
ὅτι τάχιστα κένωσον τὸν ἄνθρωπον. οὕτω γὰρ ἐξέσται σοι μετὰ πάσης ἀσφαλείας τοῖς ἀποκρουομένοις τὰ ῥεύματα κατὰ τῶν ὀδυνωμένων χρήσασθαι μερῶν. εἰ δὲ πρὸ τοῦ κενῶσαί τι τούτων πράξεις ἀποστρέψεις εἰς τὰ κυριώτατα μέρη τὸ πλῆθος. οὐ μὴν οὐδὲ θερμαίνειν τε καὶ παρηγορεῖν ἐστὶ θαῤῥεῖν τὰ πονούμενα μόρια πρὶν κενῶσαι τὸ σῶμα. πολλάκις γὰρ εἰς ἅπαν ἐστὶ τὸ πεπονθὸς ἐκ τῶν τοιούτων βοηθημάτων ἕλκον τὸ πλῆθος, ὡς καθ’ ἕτερον τρόπον ἐν κινδύνῳ γενέσθαι τὸν ἄνθρωπον, ἀμέτρως φλεγμήναντος τοῦ μέρους. εἴρηκε δὲ καὶ αὐτὸς, ὡς ἔμαθες, ἤδη περὶ τῶν τοιούτων ἀποστάσεων, ἃς ἤτοι μὴ δύνηται δέξασθαι τὸ μέρος ἢ δεξάμενον μὴ φέρειν. ἐὰν μέντοι ἐκ τῆς προηγησαμένης διαίτης ἐμφαίνηται μηδὲν εἶναι πλῆθος ἐν τῷ σώματι, τοῖς πρὸς τὰς ὀδύνας βοηθήμασιν ἀκίνδυνον χρῆσθαι πυρίαις τέ τισι καὶ φαρμάκοις ὑγροῖς καὶ θερμοῖς τὴν δύναμιν, ὧν τὴν ὕλην ἐν τοῖς περὶ τῶν φαρμάκων ὑπομνήμασιν ἔμαθες. εἰ δὲ πρὸς τοῦτο μὴ παύηται, κενωτέον ἐστὶν ὅλον τὸ σῶμα. πολλάκις γὰρ ἤθροισταί τι πλῆθος ἐν αὐτῷ
765
κατὰ βραχὺ σωρευθὲν, οὐ παρακολουθήσαντος ἑαυτῷ ἀνθρώπου τῇ τε ποσότητι καὶ ποιότητι τῶν ἐδεσμάτων. ἐνίοτε δὲ καὶ πυκνότερον ἑαυτοῦ τὸ δέρμα γενόμενον ἔκ τινων αἰτίων λαθόντων, τῶν ἱδρώτων ἐπισχὸν τὰς διαπνοίας, αἴτιον ἐγένετο πληθωρικῆς διαθέσεως. διὰ τοῦτο οὖν ἐὰν ἡ ὀδύνη μὴ παύηται πρὸ τῶν βοηθημάτων, κενωτέον ἐστὶν ὅτι τάχιστα τὸν κάμνοντα. τὸ τοίνυν ἐπὶ τοῦ φαλακροῦ οὐκ ἔχω συμβαλεῖν εἴτ’ ἐφλεβοτόμησέ τις αὐτὸν εἴτε μή. ὅσον γὰρ ἐπὶ τῷ φάναι τὸν Ἱπποκράτην, τῶν δὲ προσφερομένων οὐδὲν ὠφελεῖ, δύναται λέγειν, ὁ μέν τις ὡς ἐν τοῖς προσφερομένοις καὶ τῆς φλεβοτομίας ἐμνημόνευσεν, ὁ δέ τις ὡς οὐκ εἴη τῶν προσφερομένων αὐτῷ βοηθημάτων. ὅσον δὲ ἐπὶ τῷ παρακόψαι τε καὶ διὰ τριῶν ἡμερῶν ἀποθανεῖν, ὅτι παρελείφθη τὰ βοηθήματα. προσγέγραπται δ’ ἐπὶ τῇ τελευτῇ κατὰ τὰ διεσκευασμένα τῶν ἀντιγράφων καὶ τούτῳ τῷ ἀῤῥώστῳ καὶ τῷ μετ’ αὐτὸν πρότερον μὲν τὸ ὀξὺ, μετ’ αὐτὸ δὲ οἱ χαρακτῆρες, ὑπὲρ ὧν, ὡς ἔφην, οἱ μὲν περὶ τὸν Σαβῖνον ὀρθῶς φρονοῦντες οὐδὲν εἶπον, ὁ δὲ
766
Ζεῦξις διελέγχει καθ’ ἕκαστον ἄῤῥωστον τοὺς ἐξηγησαμένους μοχθηρῶς. ἀλλ’ ἡμῖν ἔδοξε πάντα τὰ οὕτω προσγεγραμμένα παραλιπεῖν ἐν τῷ νῦν ἐνεστῶτι λόγῳ. γενήσεται γὰρ, ἐὰν δόξῃ, βιβλίον ἰδίᾳ ὅλον τοῖς καὶ τὰ τοιαῦτα πολυπραγμονοῦσιν ἡδέως, ἐν ᾦ περὶ τῶν ἐν ἅπασι τοῖς ἀῤῥώστοις προσγεγραμμένων χαρακτήρων ὁ λόγος ἔσται. νῦν δ’ οὐ προσήκει τοῖς χρησίμοις ἀναμιγνύναι τὰ ἄχρηστα.

Ἐν Ἀβδήροισι Περικλέα πυρετὸς ἔλαβεν ὀξὺς, συνεχὴς μετὰ πόνου, δίψα πολλὴ, ἄση, ποτὸν κατέχειν οὐκ ἠδύνατο, ἦν δὲ ὑπόσπληνός τε καὶ καρηβαρικός. τῇ πρώτῃ ᾑμοῤῥάγησεν ἐξ ἀριστεροῦ. πολὺς μέντοι ὁ πυρετὸς ἐπέτεινεν, οὔρησε πολὺ, θολερὸν, λευκὸν, κείμενον οὐ καθίστατο. δευτέρᾳ πάντα παρωξύνθη, τι μέντοι οὖρα παχέα μὲν ἦν, ἱδρυμένα δὲ μᾶλλον. καὶ τὰ περὶ τὴν ἄσην ἐκούφισεν, ἐκοιμήθη. τρίτῃ πυρετὸς ἐμαλάχθη, οὔρων πλῆθος, πέπονα, πολλὴν ὑπόστασιν ἔχοντα,
767
νύκτα δι’ ἡσυχίης. τετάρτῃ περὶ μέσον ἡμέρης ἵδρωσε πολλῷ θερμῷ διόλου, ἄπυρος. ἐκρίθη, οὐδ’ ὑπέστρεψεν ὀξύ.

Οὗτος ὁ ἄῤῥωστος παράδειγμά ἐστι νοσήματος ὀξυτάτου, φοβεροῦ μὲν τοῖς μὴ τεχνίταις, ἐν τάχει δὲ κριθησομένου τοῖς ἐπιστήμοσιν. ὅπου γὰρ ὑπόσπληνος ὢν εὐθὺς μὲν ἐν τῇ πρώτῃ τῶν ἡμερῶν ᾑμοῤῥάγησεν ἐξ ἀριστεροῦ μυκτῆρος πολὺ, τὰ δ’ οὖρα παχέα μὲν ἦν καὶ ἀκατάστατα, λευκὰ δὲ κατὰ τὴν χρόαν, ἐν δὲ τῇ β΄ τῶν ἡμερῶν ἱδρύετο, μᾶλλον ἐλπὶς ἦν ἀγαθὴ περὶ τὸν κάμνοντα, παυσαμένης δὲ καὶ τῆς ἄσης αὐτῷ κατὰ τὴν β΄ τῶν ἡμερῶν καὶ ὕπνων γενομένων, ἔτι καὶ μᾶλλον ἐλπίσαι βεβαιότερον ἐν τάχει σωθήσεσθαι τὸν ἄνθρωπον. ἐπὶ δὲ τῆς γ΄ ἡμέρας καλλίστων τε ἅμα καὶ πλείστων οὔρων γενομένων ἐναργὲς ἦν ἤδη τὸ κατὰ τὴν τετάρτην ἡμέραν τοῦ νοσήματος ἀπαλλαγήσεσθαι τῆς νόσου τὸν ἄνθρωπον.

768
Ἐν Ἀβδήροισι τὴν παρθένον,ἣ κατέκειτο ἐπὶ τῆς εἰσόδου, πυρετὸς ὀξὺς καὶ καυσώδης ἔλαβε. ἦν δὲ διψώδης καὶ ἄγρυπνος, κατέβη δὲ τὰ γυναικεῖα πρῶτον αὐτῇ. ἕκτῃ ἄση πολλὴ, ἔρευθος, φοινικώδης, ἀλύουσα. ἑβδόμῃ διὰ τῶν αὐτῶν, οὖρα λεπτὰ μὲν, εὔχροα δὲ, τὰ περὶ τὴν κοιλίαν οὐκ ἐνώχλει. ὀγδόῃ κώφωσις, πυρετὸς ὀξὺς, ἄγρυπνος, ἀσώδης, φρικώδης, κατενόει, οὖρα ὅμοια. ἐνάτῃ διὰ τῶν αὐτῶν καὶ τὰς ἑπομένας, οὕτως ἡ κώφωσις παρέμεινε. τεσσαρεσκαιδεκάτῃ τὰ τῆς γνώμης ταραχώδεα, ὁ πυρετὸς ξυνέδωκεν. ἑπτακαιδεκάτῃ διὰ τῶν ῥινῶν ἐῤῥύη πολὺ, ἡ κώφωσις σμικρὰ ξυνέδωκε καὶ καθ’ ἡμέρας τὰς ἑπομένας ἄση, κωφότης ἐνῆν καὶ παράληρος. εἰκοστῇ ποδῶν ὀδύνη, κωφότης, παράληρος, ἀπέλιπεν, ᾑμοῤῥάγησε σμικρὰ διὰ ῥινῶν, ἵδρωσεν, ἄπυρος. εἰκοστῇ τετάρτῃ ὁ πυρετὸς ὑπέστρεψεν, κώφωσις πάλιν, ποδῶν ὀδύνη παρέμεινε, παρακοπή. εἰκοστῇ ἑβδόμῃ
769
ἵδρωσε πολλὰ ἄπυρος, ἡ κώφωσις παρέλιπεν, ἡ τῶν ποδῶν ὑπέμεινεν ὀδύνη. τὰ δ’ ἄλλα τελέως ἐκρίθη.

Αὕτη φαίνεται πληθωρικῶς νοσῆσαι καὶ ὅσον γε ἐπὶ τοῖς ἀπ’ ἀρχῆς αὐτῇ προσπεσοῦσι κᾂν ἔδεισέ τις ὥσπερ τεθνηξομένης. ἡ δὲ τῶν οὔρων εὔχροια μέγιστον σημεῖον ἐπὶ τοῖς πληθωρικῶς νοσοῦσι. ἐπεὶ δ’ οὐκ ἦν παχέα, χρονιωτέραν ἐδήλου τὴν νόσον ἔσεσθαι. φαίνονται δὲ ὥσπερ ἐπὶ πάντων τῶν ἀῤῥώστων οὕτως κᾀνταῦθα τῶν κρισίμων ἡμερῶν περίοδοι σώζεσθαι, καὶ μέντοι καὶ ἡ φύσις ἐν αὐτῇ φαίνεται, κρίσιμα σημεῖά τε καὶ συμπτώματα προδεικνύουσα.

Ἐν Ἀβδήροισιν Ἀναξίωνα, ὃς κατέκειτο παρὰ τὰς Θρηικίας πύλας, πυρετὸς ὀξὺς ἔλαβε, πλευροῦ δεξιοῦ ὀδύνη ξυνεχὴς, ἔβησσε ξηρὴ, οὐδ’ ἔπτυε τὰς πρώτας, διψώδης, ἄγρυπνος, οὖρα εὔχροα, πολλὰ, λεπτά. ἕκτῃ παράληρος,
770
πρὸς δὲ τὰ θερμάσματα οὐδὲν ἐνεδίδου, ἑβδόμῃ ἐπίπονος, ὁ γὰρ πυρετὸς ἐπέτεινεν, οἵ τε πόνοι οὐ ξυνεδίδοσαν, αἵ τε βῆχες ξυνώχλουν, δύσπνοός τε ἦν. ὀγδόῃ ἀγκῶνα ἔτεμον, ἐῤῥύη πολλὸν οἶον δεῖ, ξυνέδωκαν μὲν οἱ πόνοι, αἱ μέντοι βῆχες ξηραὶ παρείποντο. ἑνδεκάτῃ ξυνέδωκαν οἱ πυρετοὶ, σμικρὰ περὶ κεφαλὴν ἵδρωσεν, ἔτι βῆχες καὶ τὰ ἀπὸ πνεύμονος ὑγρότερα. ἑπτακαιδεκάτῃ ἤρξατο σμικρὰ, πέπονα πτύειν, ἐκουφίσθη, διψώδης ἦν καὶ τῶν ἀπὸ πνεύμονος οὐ χρησταὶ αἱ καθάρσιες. εἰκοστῇ ἵδρωσεν ἄπυρος, μετὰ δὲ κρίσιν ἐκουφίσθη. εἰκοστῇ ἑβδόμῃ ὁ πυρετὸς ὑπέστρεφεν, ἔβησσεν, ἀνῆγε πέπονα πολλὰ, οὔροισιν ὑπόστασις πολλὴ, λευκὴ, ἄδιψος ἐγένετο, ὕπνοι. τριακοστῇ τετάρτῃ ἵδρωσε διόλου, ἄπυρος, ἐκρίθη πάντα.

Ἐπὶ τούτου μόνου τοῦ ἀῤῥώστου ἐν τῷ α΄ τε καὶ τῷ γ΄ βιβλίῳ τῶν γεγραμμένων ἀῤῥώστων ἐμνημόνευσε φλεβοτομίας

771
ὁ Ἱπποκράτης, οὐχ ὡς μόνου φλεβοτομηθέντος, ἀλλ’ ὡς κατὰ τὴν ἡμέραν μόνου. καὶ τῶν ἰατρῶν ὥσπερ ἐκ νόμου τινὸς οὐκέτι μετὰ τὴν δ΄ ἡμέραν φλεβοτομούντων. ὅπου τοίνυν οὗτος ὀγδοαῖος ἐφλεβοτομήθη, πολὺ δή που ἄλλους ἡγητέον δεομένους φλεβοτομίας περὶ β΄ καὶ γ΄ καὶ δ΄ κεχρῆσθαι τῷ βοηθήματι. παρέλιπε δὲ ὁ Ἱπποκράτης ὥσπερ τῶν ἄλλων ἁπάντων βοηθημάτων, ἐφ’ ὧν ἀναγκασθεὶς ἐνίοτε γράφειν μηδὲν αὐτοὺς ὑπὸ τῶν προσφερομένων ὠφελεῖσθαι χάριν τοῦ τὴν κακοήθειαν ἐνδείξασθαι τοῦ νοσήματος. οὐ γὰρ θεραπευτικὴν αὐτῷ προύκειτο ταύτην γράψαι πραγματείαν, ἀλλὰ προγνωστικήν. ἐπί τινων δ’ οὐδ’ ἀπ’ ἀρχῆς φαίνεται παραγεγονὼς τοῖς ἀῤῥώστοις. ἐνίοτε γοῦν προσγράφει τοῦτο διὰ τέλεος, ἐξ οὗ κᾀγὼ οἶδα, τὸ δέ τι καὶ τότε συνέπεσε τελέως. τοῖς δὲ ἀγνοοῦσι καὶ ἡ τούτων τῶν ἀῤῥώστων ὠφέλεια δέδεικταί μοι διὰ τοῦ α΄ περὶ κρίσεων, ἔνθα πῶς μὲν ἄν τις γνωρίσειε τὸ τελέως ἄπεπτον νόσημα, πῶς δὲ τὸ πέττεσθαι νυνὶ πρῶτον ἀρχόμενον, ὅπως δὲ τὸ προῆκον ἐν τῇ πέψει καὶ πῶς τὸ πλησίον
772
ἤδη τῆς τελείας πέψεως ἐπειράθην ἐπιδεῖξαι σαφῶς. ὅ γ’ οὖν Ἀναξίων οὗτος μέχρι μὲν οὖν βήττων ἦν, οὐδὲν δ’ ἀπέπτυεν ὅλως, ἀπεπτοτάτην εἶχε τὴν πλευρῖτιν. ια΄ δ’ ἡμέρᾳ πτύειν ἀρξάμενος ἐδήλωσε πέττεσθαι τὴν νόσον, ἔπειτα κατὰ βραχὺ τῷ χρόνῳ προϊόντι οὕτως ἔγραψεν ὁ Ἱπποκράτης, κατὰ τὴν κζ΄ ἀνῆγε πέπονα πολλὰ, οὔροισιν ὑπόστασις λευκὴ καὶ διὰ τοῦτο τελέως ἐκρίθη τῇ λ΄ καὶ δ΄.

Ἐν Ἀβδήροις Ἡρόπυτος κεφαλὴν ἐπιπόνως εἶχεν ὀρθοστάδην, οὐ πολλῷ δὲ χρόνῳ ὕστερον κατεκλίθη, ᾤκει πλησίον τῆς ἄνω ἀγωγῆς, πυρετὸς ἔλαβε καυσώδης, ὀξὺς, ἔμετοι τὸ κατ’ ἀρχὰς πολλῶν χολωδέων, διψώδης, πολλὴ δυσφορίη, οὖρα λεπτὰ, μέλανα, ἐναιώρημα μετέωρον, ὁτὲ μὲν, ὁτὲ δ’ οὔ. νύκτα ἐπιπόνως, πυρετὸς ἄλλοτε ἀλλοίως παροξυνόμενος, τὰ πλεῖστα ἀτάκτως. περὶ δὲ
773
τεσσαρεσκαιδεκάτην κώφωσις, οἱ πυρετοὶ ἐξέτεινον, οὖρα διὰ τῶν αὐτῶν. εἰκοστῇ πολλὰ παρέκρουσε καὶ τὰς ἑπομένας. τεσσαρακοστῇ διὰ ῥινῶν ᾑμοῤῥάγησε πολὺ καὶ κατενόει. μᾶλλον ἡ κώφωσις ἐνῆν μὲν, ἧσσον δὲ οἱ πυρετοὶ ξυνέδωκαν, ᾑμοῤῥάγει τὰς ἑπομένας πυκνὰ καὶ κατ’ ὀλίγον. περὶ δὲ τὴν ἑξηκοστὴν αἱ μὲν αἱμοῤῥαγίαι ἀπεπαύσαντο. ἰσχίου δὲ δεξιοῦ ὀδύνη ἰσχυρὴ καὶ οἱ πυρετοὶ ἐνέτεινον, οὐ πολλῷ δὲ χρόνῳ ὕστερον πόνοι τῶν κάτω πάντων. ξυνέπιπτε δὲ ἢ τοὺς πυρετοὺς εἶναι μείζους καὶ τὴν κώφωσιν πολλὴν, ἢ ταῦτα μὲν ὑφιέναι καὶ κουφίζειν, τῶν δὲ κάτω περὶ ἰσχία μείζους εἶναι τοὺς πόνους. ἤδη δὲ περὶ τὴν ὀγδοηκοστὴν ξυνέδωκε μὲν πάντα, ξυνέλιπε δὲ οὐδέν. οὖρά τε γὰρ εὔχροα καὶ πλείους ὑποστάσιας ἔχοντα κατέβαινεν, οἱ παράληροί τε μείους ἦσαν. περὶ δὲ ἑκατοστὴν ἡ κοιλίη πολλοῖσι χολώδεσιν ἐπεταράχθη καὶ εἴη χρόνον οὐκ ὀλίγον πολλὰ τοιαῦτα. καὶ πάλιν δυσεντεριώδεα μετὰ πόνου. τῶν δὲ ἄλλων
774
ῥᾳστώνη. τὸ δέ ξύνολον οἱ πυρετοὶ ἐξέλιπον καὶ ἡ κώφωσις ἐπαύσατο. ἐν ἑκατοστῇ τελέως ἐκρίθη καῦσος.

Οὗτος ὁ ἄνθρωπος ἄξιος μνήμης ἐξαρκέσας νοσήματι χαλεπῷ διὰ τὴν εὐρωστίαν τῆς δυνάμεως. ἀδύνατον γὰρ ἄλλως ἀντισχεῖν ἰσχυρῷ πάθει. καὶ πάντως ἦν ἐν τοῖς σφυγμοῖς αὐτοῦ ῥώμη τε ἅμα καὶ πάντα τἄλλα τὰ κατὰ τὴν φύσιν σωζόμενα. καί μοι λέλεκται καὶ ἄλλοτε παραλελεῖφθαι τὸ μέρος τοῦτο τῆς ἐπὶ τῶν πυρεττόντων προγνώσεως τῷ Ἱπποκράτει. φαίνεται δ’ οὖν τῷ κάμνοντι καὶ τὰ περὶ τὴν ἀναπνοήν τε καὶ τὴν ὄρεξιν ἄμεμπτα γεγονέναι, μεγάλην ἔχοντα δύναμιν εἰς σωτηρίαν, ὡς αὐτὸς ἐδίδαξεν. ὁ πυρετὸς δ’ ἐν ἀρχῇ μὲν ὀξὺς εἰσέβαλεν, ἐξελύθη δ’ αὐτοῦ κατὰ τὸν ἑξῆς χρόνον ἡ ὀξύτης. ἔγραψε δ’ ἐπ’ αὐτοῦ, πυρετοὶ ἄλλοτε ἀλλοίως, παροξυνόμενοι τὰ πλεῖστα ἀτάκτως. ἓν δὲ μόνον ἐγένετο χαλεπὸν τῷ κάμνοντι σημεῖον, ἡ τῶν οὔρων λεπτότης τε καὶ μελανότης. διὸ καὶ πολλῷ χρόνῳ μόγις ἡ φύσις ἐκράτησε τοῦ νοσήματος, αἱμοῤῥαγίαν

775
τε κινήσασα κατὰ τὴν μ΄ ἡμέραν ἐκ κρισίμων οὖσαν, ἰσχίου τε ὀδύνην καὶ τῶν κάτω πάντων ἐργασομένη μετὰ ταῦτα. δεῖται γὰρ τὰ μεγάλα τῶν νοσημάτων καὶ τῶν κρινόντων αὐτὰ γενναίων, ἀλλ’ οὐδ’ ἐπὶ τούτῳ ἐπαύσατο τελέως ἡ νόσος. περὶ δὲ τὴν κ΄ ἡμέραν ἐφάνη σημεῖα πεττομένης αὐτῆς διὰ τῶν οὔρων, ἐφ’ οἷς μετὰ βραχὺ μέχρι τῆς ρ΄ πεφθεῖσα τὴν παντελῆ λύσιν ἐποιήσατο.

Ἐν Ἀβδήροισι Νικόδημον ἐξ ἀφροδισίων καὶ πότων πυρετὸς ἔλαβε. ἀρχόμενος δὲ ἦν ἀσώδης καὶ καρδιαλγικὸς, διψώδης, γλώσση ἐπεκαύθη, οὖρα λεπτὰ, μέλανα. δευτέρᾳ ὁ πυρετὸς παρωξύνθη, φρικώδης, ἀσώδης, οὐκ ἐκοιμήθη, ἤμεσε χολώδεα, ξανθὰ, οὖρα ὅμοια, νύκτα δι’ ἡσυχίης, ὕπνωσε. τρίτῃ ὑφῆκε πάντα, ῥᾳστώνη δὲ ἦν περὶ ἡλίου δυσμὰς, πάλιν ὑπεδυσφόρει, νύκτα ἐπιπόνως. τετάρτῃ ῥῖγος, πυρετὸς πολὺς, πόνοι πάντων, οὖρα λεπτὰ, ἐναιώρημα, παρέκρουσε πολλά. ἑβδόμῃ ῥαστώνη,
776
ὀγδόῃ τὰ ἄλλα ξυνέδωκε πάντα. δεκάτῃ καὶ τὰς ἑπομένας ἐνῆσαν μὲν οἱ πόνοι, ἧσσον δὲ πάντες. οἱ δὲ παροξυσμοὶ καὶ οἱ πόνοι τουτέῳ διὰ τέλεος ἐν ἀρτίῃσιν ἦσαν μᾶλλον. εἰκοστῇ οὔρησε λευκὸν, πάχος εἶχε, κείμενον οὐ καθίστατο, ἵδρωσε πολλὰ, ἔδοξε ἄπυρος γενέσθαι. δείλης δὲ πάλιν ἐθερμάνθη καὶ οἱ αὐτοὶ πόνοι, φρίκη, δίψα, σμικρὰ παρέκρουσεν. εἰκοστῇ τετάρτῃ οὔρησε πολὺ λευκὸν, πολλὴν ὑπόστασιν ἔχον, ἵδρωσε πολλῷ θερμῷ διόλου, ἀπύρετος ἐκρίθη.

Καὶ αὐτὸς ὁ Ἱπποκράτης ἐπεσημήνατο λέγων, οἱ παροξυσμοὶ καὶ οἱ πόνοι ἐν ἀρτίῃσι. διὰ τοῦτο γοῦν ἐκρίθη μετὰ τὴν κ΄ ἡμέραν ἱδρῶτι. τὰ δὲ κατὰ μέρος ὁ μεμνημένος ἁπάντων, ὡς ἔμπροσθεν ἐξηγησάμην ἔν τε τούτῳ τῷ βιβλίῳ καὶ τοῖς πρὸ αὐτοῦ δυσὶ καὶ πρὸ τούτων τῷ προγνωστικῷ τε καὶ προῤῥητικῷ, δυνατὸς ἂν εἴη πάντ’ ἐξευρίσκειν αὐτός.

777
Ἐν Θάσῳ γυνὴ δυσάνιος, ἐκ λύπης μετὰ προφάσιος ὀρθοστάδην, ἐγένετο ἄγρυπνός τε καὶ ἄσιτος καὶ διψώδης ἦν καὶ ἀσώδης, ᾤκει δὲ πλησίον τῶν Πυλάδου ἐπὶ τοῦ λείου. τῇ πρώτῃ ἀρχομένης νυκτὸς φόβοι, λόγοι πολλοὶ, δυσθυμίη, πυρέτιον λεπτὸν, πρωῒ σπασμοὶ πολλοὶ, ὅτε δὲ διαλίποιεν οἱ σπασμοὶ οἱ πολλοὶ, παρέλεγεν, ἰσχυρομύθει, πολλοὶ πόνοι, μεγάλοι, ξυνεχέες. δευτέρᾳ διὰ τῶν αὐτῶν οὐδὲν ἐκοιμᾶτο, πυρετὸς ὀξύτερος. τρίτῃ οἱ μὲν σπασμοὶ ἀπέλιπον, κῶμα δὲ καὶ καταφορὴ καὶ πάλιν ἔγερσις ἀνίησε, κατέχειν οὐκ ἠδύνατο, παρέλεγε πολλὰ, πυρετὸς ὀξύς. ἐς νύκτα δὲ ταύτην ἵδρωσε πολλῷ θερμῷ διόλου, ἄπυρος ὕπνωσε, πάντα κατενόει, ἐκρίθη περὶ τὴν γ΄ ἡμέρην, οὖρα μέλανα, λεπτὰ, ἐναιώρημα δὲ ἐπὶ πολὺ στρογγύλον, οὐχ ἵδρυτο. περὶ δὲ κρίσιν γυναικεῖα πολλὰ κατέβη.
778

Τί ἡ δυσάνιος φωνὴ σημαίνει Κριτίας ἐδήλωσε γράψας ὧδε· δυσάνιος ἐστὶν ὅστις ἐπὶ τοῖς μικροῖς ἀνιᾶται καὶ ἐπὶ τοῖς μεγάλοις μᾶλλον ἢ οἱ ἄλλοι ἄνθρωποι καὶ πλείω χρόνον εἴη ἀνιαρὸς ἢ σκυθρωπὸς, νῦν ὑφ’ Ἱπποκράτους εἰρημένη δυσάνιος, παραμεινάσης αὐτῇ τῆς λύπης ἐπὶ πλείονα χρόνον, ὅπερ πάλιν μετ’ ὀλίγον ἐπὶ τῆς ἐν Κυζίκῳ τὰς διδύμους θυγατέρας τεκούσης ἔφη· σιγῶσα δὲ καὶ σκυθρωπὴ καὶ οὐ πειθομένη. θαυμάζω γε μὴν πῶς οὐ προσέγραψεν ἐπὶ τῆς γυναικὸς ταύτης ἤτοι γε ἐπεσχῆσθαι τὰ καταμήνια παντάπασιν ἢ μὴ τελέως γεγονέναι. φαίνεται γὰρ ὀξέως τε ἅμα καὶ πληθωρικῶς νοσῆσαι καὶ τῇ γ΄ τῶν ἡμερῶν εἰς νύκτα δι’ ἱδρώτων τε κριθῆναι καὶ καταμηνίων ἐκκρίσεως. ἀλλὰ καὶ μετὰ τὴν κρίσιν ἐκκενωθέντα πολλὰ βεβαίαν εἰργάσατο τὴν γενομένην ἀπαλλαγὴν τοῦ νοσήματος. ἡ δὲ τῶν οὔρων χρόα, καίτοι μέλαινα γενομένη χαλεπὸν οὐδὲν εἰργάσατο, διότι καταμηνίων ἐπίσχεσις ἦν μελαγχολικωτέρων, ἐφ’ οἷς εἰκότως ἡ γυνὴ δυσάνιος ἐγένετο καὶ φοβερὰ καὶ παρέκρουσεν ἐν μέρει ποτὲ καὶ κωματώδης γενομένη.

779
Ἐν Λαρίσσῃ τὴν παρθένον πυρετὸς ἔλαβε καυσώδης, ὀξὺς, ἄγρυπνος, διψώδης, γλῶσσα λιγνυώδης, ξηρὴ, οὖρα εὔχροα μὲν, λεπτὰ δέ. δευτέρᾳ ἐπιπόνως, οὐχ ὕπνωσε. τρίτῃ πολλὰ διῆλθεν ἀπὸ κοιλίης ὑδατόχροα καὶ τὰς ἑπομένας διῄει τοιαῦτα εὐφόρως. τετάρτῃ οὔρησε λεπτὸν, ὀλίγον, εἶχεν ἐναιώρημα μετέωρον, οὐχ ἵδρυτο, παρέκρουσεν ἐς νύκτα, ἕκτῃ διὰ ῥινῶν λαῦρον ἐῤῥύη πολὺ, φρίξασα, ἵδρωσε πολλῶ θερμῶ διόλου, ἄπυρος ἐκρίθη. ἐν δὲ τοῖσι πυρετοῖσι καὶ ἤδη κεκριμένων γυναικεῖα κατέβη πρῶτον τότε, παρθένος γὰρ ἦν. ἦν δὲ διὰ παντὸς ἀσώδης, φρικώδης, ἔρευθος προσώπου, ὀμμάτων ὀδύνη, καρηβαρική. ταύτῃ οὐχ ὑπέστρεψεν, ἀλλ’ ἐκρίθη, οἱ πόνοι ἀρτίῃσιν.
780

Ὅτι μὲν ὥραν εἶχεν ἡ παρθένος καταμηνίων δῆλόν ἐστιν· ἐξ ὧν αὐτὸς ἔγραψεν εἰπὼν ὧδεν γυναικεῖα κατέβη. τότε πρῶτον φαίνεται καὶ ἡ νόσος αὐτὴ γεγονέναι πληθωρικὴ καὶ κριθῆναι μὲν ἐπὶ τῆς στ΄ ἡμέρας, διότι καὶ τοὺς πόνους ἔσχεν ἀρτίαις, ὡς αὐτὸς ἔγραψε. παράδοξον δὲ τὸ μηδ’ ὑποστρέψαι, καίτοι τῆς στ΄ ἡμέρας μηδέποτε πιστῶς κρινούσης. ξένον οὖν τοῦτο καὶ πάνυ σπάνιον ἐπ’ αὐτῆς γενόμενον ἐπεσημήνατο γράψας, ταύτῃ οὐχ ὑπέστρεψεν, ἀλλ’ ἐκρίθη ὡς δέον ὑποστρέψαι. ἀλλὰ καὶ τὴν αἰτίαν ἔγραψε τοῦ μὴ ὑποστρέψαι, προσθεὶς ἐν τοῖσι πυρετοῖσι καὶ ἤδη κεκριμένων, γυναικεῖα κατέβη. τὸ γὰρ ἐπιμεῖναι τὴν κένωσιν αὐτῇ ταῖς μετὰ τὴν κρίσιν ἡμέραις ἱκανὸν ἐγένετο βεβαίαν φυλάξαι τὴν προηγησαμένην κρίσιν ἐν τῇ στ΄ ἡμέρᾳ δι’ αἱμοῤῥαγίας τε καὶ ἱδρώτων καὶ μάλιστα ὅτι μήτε φλεγμονή τις ἐγένετο κυρίου μορίου μήτε κακόηθες ἦν τὸ πλῆθος. αὐτὸς γὰρ ἐπεσημήνατο πληθωρικὴν εἶναι τὴν διάθεσιν ἐν τῷ φάναι διὰ παντὸς ἐσχηκέναι προσώπου μὲν ἔρευθος, ὀμμάτων δὲ ὀδύνην καὶ καρηβαρίαν. εὔδηλον οὖν

781
ἦν ὅτι κενώσεως ἐδεῖτο μόνης. καὶ ταύτην ἡ φύσις ἤρξατο μὲν ἐργάζεσθαι τῇ γ΄ τῶν ἡμερῶν, συνεπλήρωσε δὲ κατὰ τὴν ς΄. ὅτι δὲ τῷ λόγῳ τῆς φύσεως οὐχ ὡς σύμπτωμα τῆς νόσου διὰ τῆς γαστρὸς ἡ κένωσις ἐγένετο σαφῶς ἐδήλωσεν αὐτὸς γράψας, τῇ τρίτῃ δὲ πολλὰ διῆλθεν ἀπὸ κοιλίης ὑδατόχροα καὶ τὰς ἑπομένας ἦν τοιαῦτα εὐφόρως. τοῦτο προσκείμενον ἐνδείκνυται τῶν λυπούντων γίγνεσθαι τὴν ἔκκρισιν. ἐπισημῄνασθαι δὲ τῶν κατὰ τὴν διήγησιν αὐτῆς εἰρημένων ἄξιόν ἐστι καὶ ταῦτα τὰ β΄ πρὸς τοῖς εἰρημένοις, ἓν μὲν τὸ κατὰ τὴν ἀρχὴν γεγραμμένον, γλῶσσα λιγνυώδης, ξηρὴ, δεύτερον δὲ τὸ δ΄, οὐρῆσαι λεπτὸν, ὀλίγον, εἶχεν ἐναιώρημα μετέωρον, οὐχ ἵδρυτο, παρέκρουσε. τὸ μὲν γὰρ αὐτῶν πρότερον εἰρημένον χρήσιμόν ἐστιν εἰς τὸ μὴ παντελῶς ἡγεῖσθαι ὀλεθρίαν τὴν λιγνυώδη γλῶσσαν, ὀνομάζει δ’ οὕτως τὴν ἐπικεχρωσμένην οἷον λιγνύϊ τινὶ, ξηρὰν οὖσαν ἐξ ἀναθυμιάσεως. τὸ δὲ β΄ ἐπειδὴ καὶ κατ’ ἄλλους ἀῤῥώστους εἰπὼν ἐναιώρημα μετέωρον εὐθέως ἐπήνεγκεν αὐτῷ τὸ παρέκρουσεν, ἐμφαίνων τοῖς τοιούτοις
782
ἐναιωρήμασιν ἕπεσθαι παραφροσύνην. καίτοι κατά γε τὸ προγνωστικὸν ἅπαντα τὰ περὶ τῶν οὔρων διελθὼν οὐδεμίαν ἐξ αὐτῶν εἰς παραφροσύνην ἐποιήσατο πρόγνωσιν. ἔοικεν οὖν τὸ σημεῖον τοῦτο καθ’ αὑτὸ μὲν οὐδέποτε σημαίνειν παραφροσύνην, συνενδείκνυσθαι δέ ποτε κατὰ συμβεβηκὸς, ἐπειδὴ πνευματωδέστερον εἶναι δηλοῖ τὸ ἐναιώρημα. κατὰ γὰρ τὸ παντελῶς ἄφυσον εἰς τὸ κάτω τῶν ἀγγείων φέρεται τὰ ἐναιωρήματα.

Ἀπολλώνιος ἐν Ἀβδήροις ὀρθοστάδην ὑπεφέρετο χρόνον πολὺν, ἦν δὲ μεγαλόσπλαγχνος καὶ περὶ ἧπαρ ξυνήθης ὀδύνη χρόνον πολὺν παρείπετο, καὶ δὴ τότε καὶ ἰκτερώδης ἐγένετο, φυσώδης, χροιῆς τῆς ὑπολεύκου, φαγὼν δὲ καὶ πιὼν ἀκαιροτέρως βόειον, ἐθερμάνθη μικρὰ τὸ πρῶτον, κατεκλίθη. γάλαξι δὲ χρησάμενος ἑφθοῖσι καὶ ὠμοῖσι, πολλοῖσιν ἀγγείοισι καὶ μηλείοισι καὶ διαίτῃ κακῇ, πάντων αἱ βλάβαι μεγάλαι. οἵ τε γὰρ πυρετοὶ παρωξύνθησαν,
783
κοιλίη τε τῶν προενεχθέντων οὐδὲν διέδωκεν ἄξιον λόγου, οὖρά τε λεπτὰ καὶ ὀλίγα διῄει, ὕπνοι οὐκ ἐνῆσαν, ἐμφύσημα κακὸν πολὺ δίψος. κωματώδης, ὑποχονδρίου δεξιοῦ ἔπαρμα ξὺν ὀδύνῃ, ἄκρεα πάντοθεν ὑπόψυχρα, σμικρὰ παρέλεγεν, λήθη πάντων ὅ τι λέγοι, παρεφέρετο. περὶ δὲ τεσσαρεσκαιδεκάτην, ἀφ’ ἧς ῥιγώσας ἀπεθερμάνθη, κατεκλίθη καὶ ἐξεμάνη, βοὴ, ταραχὴ, λόγοι πολλοὶ καὶ πάλιν ἵδρωσις καὶ τὸ κῶμα τηνικαῦτα προσῆλθε. μετὰ δὲ ταῦτα κοιλίη ταραχώδης, πολλοῖσι χολώδεσιν, ἀκρήτοισιν, ὠμοῖσιν, οὖρα μέλανα, σμικρὰ, λεπτὰ, πολλὴ δυσφορίη, τὰ τῶν διαχωρημάτων ποικίλως. ἢ γὰρ μέλαινα καὶ σμικρὰ καὶ ἰώδεα, ἢ λιπαρὰ καὶ ὠμὰ καὶ δακνώδη. κατὰ δὲ χρόνους ἐδόκεε καὶ γαλακτώδεα διδόναι. περὶ δὲ εἰκοστὴν τετάρτην διὰ παρηγορίης, τὰ μὲν ἄλλα ἐπὶ τῶν αὐτῶν, σμικρὰ δὲ κατενόησεν. ἐξ οὗ δὲ κατεκλίθη, οὐδενὸς ἐμνήσθη. πάλιν δὲ ταχὺ παρενόει,
784
ὥρμητο πάντα ἐπὶ τὸ χεῖρον, περὶ δὲ τριακοστὴν πυρετὸς ὀξὺς, διαχωρήματα πολλὰ, λεπτὰ, παράληρος, ἄκρεα ψυχρὰ, ἄφωνος, τριακοστῇ τετάρτῃ ἀπέθανε. τουτέῳ διὰ τέλεος, ἐξ οὗ καὶ ἐγὼ οἶδα, κοιλίη ταραχώδης, οὖρα λεπτὰ, μέλανα, κωματώδης, ἄγρυπνος, ἄκρεα ψυχρὰ, παράληρος, διὰ τέλεος φρενιτικός.

Κᾀπὶ τούτου πάλιν ὁ Ἱπποκράτης ὡς ἐπ’ ἄλλων πολλῶν, αὐτὸς ἐπὶ τῷ τέλει τῆς διηγήσεως ἐν κεφαλαίοις βραχέσιν ἐδήλωσε τὰ γενόμενα συμπτώματά τε καὶ σημεῖα, δι’ ὧν ἄν τις προγνῷ τὸν ἐσόμενον θάνατον. ἔχει δὲ ἡ ῥῆσις ὧδε· τούτῳ διὰ τέλεος ἐξ οὗ καὶ ἐγὼ οἶδα κοιλίη ταραχώδης, οὖρα λεπτὰ καὶ μέλανα, κωματώδης, ἄγρυπνος, ἄκρεα ψυχρὰ, παράληρος διὰ τέλεος. τῶν δὲ κατὰ μέρος οὐδέν ἐστιν ἀσαφὲς, εἴ τις τῶν προεξηγησαμένων ἡμῖν μνημονεύει.