In Hippocratis Epidemiarum I

Galen

Galen, In Hippocratis Epidemiarum I

Οὖρα δὲ πολλὰ μὲν, τὰ δ’ ἐξιόντα ἦν οὐκ ἐκ τῶν προσφερομένων ποτῶν, ἀλλὰ πολλὸν ὑπερβάλλοντα. πολλὴ δέ τις καὶ τῶν οὔρων κακότης ἦν τῶν ἀπιόντων. οὔτε γὰρ πάχος οὔτε πεπασμὸς οὔτε κάθαρσις χρηστὴ εἶχε. ἐπὶ πολλοῖσι γὰρ αἱ κατὰ κύστιν καθάρσιες χρησταὶ γενόμεναι, ἀγαθὸν ἐσόμενον· τοῖσι δὲ πλείστοισι σύντηξιν καὶ ταραχὴν καὶ πόνους καὶ χρόνους καὶ ἀκρισίας.
713

Σαφῆ πάντ’ ἐστὶ τὰ εἰρημένα καὶ δεῖται μνήμης, οὐκ ἐξηγήσεως. αὐτὸς γὰρ ἐνεδείξατο σαφῶς κατὰ τὸν ἔμπροσθεν λόγον ὃν ἐγὼ διῆλθον, ὡς ἐνίοτε λόγῳ συμπτώματος κενοῦται τὰ οὖρα, καθάπερ ἱδρῶτές τε καὶ ἔμετοι καὶ τὰ διὰ γαστρὸς ἀπιόντα.

Κωματώδεές τε μάλιστα μὲν οἱ φρενιτικοὶ καὶ οἱ καυσώδεες ἦσαν. ἀτὰρ καὶ ἐπὶ τοῖσιν ἄλλοισι νοσήμασι πᾶσι τοῖσι μεγίστοισι, ὅτι μετὰ πυρετοῦ γίγνοιτο.

Πάχος τῆς ὕλης ἐργάζετο τὸ κῶμα καὶ μάλιστ’ ἐκείνοις ἐφ’ ὧν ἔπαθεν ἡ κεφαλή. πάσχει δὲ τοῖς μὲν φρενιτικοῖς κατὰ πρῶτον λόγον, καύσοις δὲ κατά τι συμβεβηκός. ἡ γὰρ θερμασία τοῦ πυρετοῦ πρὸς τὴν κεφαλὴν ἀναφέρει τοὺς μοχθηροὺς χυμούς. ἐπλεόναζον δὲ νῦν οἱ ὠμοὶ καὶ ψυχροί.

714
Διὰ παντὸς δὲ τοῖσι πλείστοισιν ἢ βαρὺ κῶμα παρείπετο ἢ λεπτοὺς καὶ μικροὺς ὕπνους κοιμᾶσθαι.

Βαρὺ κῶμα τὸ δυσδιέγερτον ἀκουστέον ἐστὶ, τό τε μικροὺς καὶ λεπτοὺς ὕπνους ἔχον ἐναντίον ἐστίν. ἐγίνετο δὲ τὸ μὲν πρῶτον, οἷς ἐπεκράτει τὸ πάχος καὶ τὸ πλῆθος τῆς ψυχρᾶς ὕλης, τὸ δὲ δεύτερον οἷς ἡ λεπτότης διασηπομένη.

Πολλὰ καὶ ἄλλα πυρετῶν ἐπεδήμησεν εἴδεα, τριταίων, τεταρταίων, νυκτερινῶν, συνεχῶν, μακρῶν, πεπλανημένων, ἀσωδέων, ἀκαταστάτων.

Διὰ τὴν ποικιλίαν τῶν λυπούντων χυμῶν τά τ’ ἄλλα νοσήματα καὶ τὰ τῶν πυρετῶν ἤδη πλείω συνέπεσε. ἐμνημόνευσε

715
δὲ τῶν μὲν διαλειπόντων ἁπάντων τριῶν ὄντων, ἀμφημερινῶν, τριταίων καὶ τεταρταίων· τριταίων μὲν καὶ τεταρταίων ὀνομαστὶ πρῶτον, ἀμφημερινοῦ δ’ ἐν τῷ φάναι νυκτερινῶν. διττῆς γὰρ οὔσης αὐτοῦ διαφορᾶς, καθόσον οἱ μὲν ἐν ἡμέρᾳ παροξύνουσιν, οἱ δ’ ἐν νυκτὶ καὶ διὰ τοῦτο καὶ τὰς προσηγορίας ἐντεῦθεν ἐπεκτήσαντο διαφόρους. ὁ Ἱπποκράτης τῶν τότε πλεονασάντων ἐμνημόνευσε νυκτερινῶν ὄντων. ἀναμνησθῶμεν οὖν ἔτι καὶ κατὰ τὸ πρῶτον τῶν ἐπιδημιῶν καὶ κατὰ τὸ δεύτερον, ἀῤῥώστων τε πολλῶν μνημονεύσας ἰδίᾳ καὶ καταστάσεις ὅλας διηγησάμενος, οὐδαμόθι πεμπταῖον ἢ ἑβδομαῖον ἢ ἄλλον τινὰ πολυήμερον ἔγραψε πυρετὸν, ὥσπερ οὐδ’ ἐν τῷ τρίτῳ τῶν ἐπιδημιῶν οὔτ’ ἐν τοῖς ἔμπροσθεν οὔτ’ ἐν τοῖς ἐφεξῆς ἄχρι τέλους. ἐκ τούτων ὑπέρχεταί μοι περὶ τῶν ἐν τῷ πρώτῳ τῶν ἐπιδημιῶν εἰρημένων ὑποπτεύειν ὥσπερ προγεγραμμένων, ἐν οἷς βούλεται καὶ ἄλλους τινὰς εἶναι πολυημερωτέρους τοῦ τεταρταίου πυρετοῦ. ἐν δὲ τῇ προειρημένῃ ῥήσει τὸ τῆς οἰκείας προσηγορίας, ὥσπερ τὸ
716
τῶν συνεχῶν, τὰ δ’ εἴδη πάντα διελθὼν αὐτοῦ, μετὰ ταῦτα κοινῇ προσηγορίᾳ τοὺς συνεχεῖς ἐδήλωσεν ὧν προειρήκει καύσους τε καὶ φρενίτιδας· ἐφεξῆς δὲ τήν τε τῶν μακρῶν καὶ τὴν τῶν πεπλανημένων ἔγραψε προσηγορίαν, ἔνθα μοι καὶ τοῦ κατ’ ἀρχὰς εἰρημένου τῆς προκειμένης ῥήσεως μέμνησο τοῦ πυρετῶν εἴδη καλεῖν αὐτῶν ἅπαντα τὰ κατειλεγμένα.

Ἅπαντες δ’ οὗτοι μετὰ πολλῆς ταραχῆς ἐγίνοντο, κοιλίαι τε γὰρ τοῖσι πλείστοισι ταραχώδεες, φρικώδεες, ἱδρῶτες οὐ κρίσιμοι καὶ τὰ τῶν οὔρων ὡς ὑπογέγραπται. μακρὰ δὲ τοῖσι πλείστοισι τουτέων. οὐδὲ γὰρ αἱ γινόμεναι τουτέοισιν ἀποστάσιες ἔκρινον, ὥσπερ ἐπὶ τοῖσιν ἄλλοισι· δύσκριτα μὲν πᾶσι πάντα ἐγίνετο καὶ ἀκρισίαι καὶ χρόνια, πολὺ δὲ μάλιστα τούτοισιν· ἔκρινε δὲ τουτέων ὀλίγοισι περὶ ὀγδοήκοντα, τοῖσι δὲ πλείστοισιν, ὡς ἔτυχεν, ἐξέλιπεν, ἔθνησκον δὲ τουτέων ὀλίγοι ὑπὸ ὕδρωπος ὀρθοστάδην·
717
πολλοῖσι δὲ καὶ ἐπὶ τοῖσιν ἄλλοισι νουσήμασιν οἰδήματα παρώχλει, πολὺ δὲ μάλιστα τοῖσι φθινώδεσιν.

Τοὺς προειρημένους ἅπαντας πυρετοὺς μετὰ πολλῆς φησι γενέσθαι ταραχῆς, εἶθ’ ἑξῆς αὐτὸς ἐξηγεῖται τί ἦν ἡ ταραχὴ, τὰ συμπτώματα γράφων αὐτῶν. καὶ τἄλλα δὲ τὰ ἐφεξῆς εἰρημένα πρόδηλα τοῖς μεμνημένοις τῶν ἔμπροσθεν.

Μέγιστον δὲ καὶ χαλεπώτατον καὶ πλείστους ἔκτεινε τὸ φθινῶδες. πολλοὶ γάρ τινες ἀρξάμενοι κατὰ χειμῶνα, πολλοὶ μὲν κατεκλίθησαν, οἱ δ’ αὐτῶν ὀρθοστάδην ὑπεφέροντο, πρωῒ δὲ τοῦ ἦρος ἔθνησκον οἱ πλεῖστοι τῶν κατακλιθέντων· τῶν δ’ ἄλλων ἐξέλιπον μὲν αἱ βῆχες οὐδενὶ, ὑφίεσαν δὲ κατὰ θέρος. ὑπὸ δὲ τὸ φθινόπωρον κατεκλίθησαν πάντες καὶ πολλοὶ ἔθνησκον, μακρὰ δὲ τούτων
718
οἱ πλεῖστοι διενόσεον. ἤρξατο μὲν οὖν τοῖς πλείστοισι τούτων ἐξαίφνης ἐκ τούτων κακοῦσθαι, φρικώδεα δὲ πυκνὰ, πολλάκις πυρετοὶ ξυνεχέες, ὀξέες, ἱδρῶτες ἄκαιροι, ψυχροὶ, πολλοὶ διὰ τέλεος. πολλὴ δὲ ψύξις καὶ πάλιν μόλις ἀναθερμαινόμενοι, κοιλίαι ποικίλως ἐφιστάμεναι καὶ πάλιν ταχὺ καθυγραινόμεναι καὶ τῶν περὶ πνεύμονα πάντων διάδοσις κάτω, πλῆθος οὔρων οὐ χρηστῶν, ξυντήξεες κακαί. αἱ δὲ βῆχες ἐνῆσαν μὲν διὰ τέλεος πολλαὶ καὶ πολλὰ ἀνάγουσι πέπονα καὶ ὑγρὰ, μετὰ πόνων δὲ, οὐ λίην, ἀλλ’ εἰ καὶ ὑπεπόνεον, αὖθις πρῃέως πᾶσιν ἡ κάθαρσις τῶν ἀπὸ πνεύμονος ἐγίνετο. φάρυγγες οὐ λίην δακνώδεες, οὐδ’ ἁλμυρίδες, οὐδὲν ἠνώχλεον. τὰ μέντοι γλίσχρα καὶ λευκὰ καὶ ὑγρὰ καὶ ἀφρώδεα πολλὰ ἀπὸ κεφαλῆς ἦσαν κατῄει. πολὺ δὲ μέγιστον κακὸν παρείπετο καὶ τούτοισι καὶ τοῖσιν ἄλλοισι, τὰ περὶ τὴν ἀποσιτίην, καθάπερ ὑπογέγραπται. οὐδὲ γὰρ πότων μετὰ τροφῆς ἡδέως εἶχον, ἀλλὰ πάνυ διῆγον ἀδίψως.
719

Προείρηταί μοι καὶ πρόσθεν ὅτι πληρωθείσης ἐν τῇ θερμῇ καὶ ὑγρᾷ καὶ ἄπνῳ καταστάσει τῆς κεφαλῆς ἡ φθινώδης ἐγίνετο διάθεσις ἐκ τοῦ καταφερομένου ῥεύματος εἰς τὸν πνεύμονα. μέρος δ’ αὐτοῦ καὶ διὰ τοῦ στομάχου καταῤῥυὲν εἰς τὴν γαστέρα, τὰς κατ’ αὐτὴν ἤρξατο ταραχάς. ἃ δ’ ἐφεξῆς εἴρηται περὶ τῶν φθινωδῶν, δῆλα τοῖς μεμνημένοις τῶν προειρημένων ἐστίν. ὅμως δ’ οὖν κᾀγὼ περὶ ὧν ἂν ἐπισημήνασθαι δόξῃ κάλλιον εἶναι, πράξω τοῦτο. πρῶτον δ’ ἐν αὐτοῖς ἐστι τοὺς πλείστους τῶν φθινωδῶν ἀποθανεῖν ἐν ἀρχῇ τοῦ ἦρος, ἐπὶ τῇ μεταβολῇ τοῦ ἀέρος. αὐτὸς γὰρ εἶπεν ὀπισθοχειμῶνας γενέσθαι καὶ ἤδη περὶ ἰσημερίην βόρεια χιονώδεα. χαλεπώταται δὲ αἱ τοιαῦται μεταβολαὶ τοῖς φθινώδεσι καὶ διὰ τοῦτο καὶ τὸ φθινόπωρον ὀλέθριον. αὐτὸς γοῦν ἐν ἀφορισμοῖς ἔφη τοῖσι φθίνουσι κακὸν εἶναι. καὶ ἄλλως μὲν τὰ βόρεια τῶν κατὰ θώρακα μορίων ἁπάντων εἰσὶ κακωτικά. φησὶ γοῦν αὐτὸς ἐν ἀφορισμοῖς βῆχάς τε καὶ φάρυγγας, ὀδύνας τε πλευρῶν καὶ στηθέων γίνεσθαι κατὰ τὰ βόρεια, πολὺ δὲ μᾶλλον οἷς

720
ἤδη πέπονθε ταῦτα καὶ ἡ κεφαλὴ πεπληρωμένη καταπέμπει τὸ ῥεῦμα, διὸ καὶ τοῦ θέρους ὑπεῖναί φησι, τουτέστιν ἐνδοῦναι καὶ μετριάσαι τὰς βῆχας. ἐγένετο γὰρ, ὡς αὐτὸς ἔγραψε, τὸ θέρος ὑγρὸν καὶ θερμὸν, ὥσπερ αὖ πάλιν ἡ ἀρχὴ τοῦ μετ’ αὐτὸ φθινοπώρου βλαβερωτάτη τοῖς φθινώδεσιν. αὐτὸς γὰρ ἔφη, πάλιν δὲ περὶ ἀρκτοῦρον ἐν βορείοις ὕδατα πολλά. τοῦ δὲ εἰς πολὺν χρόνον ἐκπεσεῖν οὐ τὰς φθίσεις μόνον, ἀλλὰ καὶ τἄλλα νοσήματα, τὸ πάχος τῆς ὕλης αἰτιατέον τῆς οὐδὲν ἐχούσης, ὅσον ἐφ’ ἑαυτῇ, δριμὺ καὶ θερμὸν, ἀλλ’ ἐν τῷ χρόνῳ λαμβανούσης ἐκ τοῦ σήπεσθαι. σαφέστατα δ’ αὐτὸς ἐδήλωσε τοῦτο διὰ τῆσδε λέξεως, φάρυγγες οὐ λίην διακνώδεες, οὐδ’ ἁλμυρῶδες οὐδὲν ἠνώχλει, τὰ μέντοι γλίσχρα καὶ λευκὰ καὶ ὑγρὰ καὶ ἀφρώδεα ἀπὸ κεφαλῆς εἴη. τά γε μὴν ἄλλα πάντα τὰ κατὰ τὴν ῥῆσιν δῆλα τοῖς μεμνημένοις τῶν ἔμπροσθεν.

Βάρος σώματος, κωματώδεες.
721

Εἴρηται πολλάκις ὡς νεκρουμένης βασταζούσης καὶ κινούσης τὰ σώματα δυνάμεως βαρέα φαίνεται τὰ πρόσθεν ὑπ’ αὐτῆς, ὡς κοῦφα, βασταζόμενά τε καὶ κυνούμενα.

Τοῖσι πλείστοισιν αὐτῶν οἰδήματα καὶ εἰς ὕδρωπα περιίσταντο.

Θαυμαστὸν οὐδὲν, εἰ διὰ τὴν τῶν ἀπέπτων ὑγρῶν περιουσίαν εἰς τοῦτο τὸ πάθος ὑπηνέχθησάν τινες.

Φρικώδεες, παράληροι περὶ θάνατον.

Τῆς ἐκ τοῦ διασήπεσθαι κακοχυμίας αὐξανομένης ἥ τε φρίκη καὶ ὁ λῆρος αὐτοῖς ἐγίγνετο, προσελθόντος τοῦ χρόνου καθ’ ὃν ἤδη καὶ ἀπέθνησκον.

722
    Εἶδος δὲ τῶν φθινωδέων ἦν τὸ λεῖον, τὸ ὑπόλευκον, τὸ φλεγματῶδες, τὸ φακῶδες, τὸ ὑπέρυθρον, τὸ χαροπὸν, λευκοφλεγματίαι, πτερυγώδεες καὶ γυναῖκες· οὕτω τὸ μελαγχολικόν τε καὶ ὕφαιμον· οἱ καῦσοι καὶ τὰ φρενιτικὰ καὶ τὰ δυσεντεριώδεα τούτων ἥπτετο. τεινεσμοὶ νέοισι φλεγματώδεσι, μακραὶ διάῤῥοιαι καὶ τὰ δριμέα διαχωρήματα καὶ λιπαρὰ πικροχόλοισι.

    Τὰς ἰδέας τοῦ σώματος τῶν ἁλόντων τοῖς φθινωδικοῖς νοσήμασι διηγεῖται. τὸ μὲν οὖν λεῖον, ὅπερ ἐστὶν ἄτριχον, ἐνδείκνυται ψυχροτέραν εἶναι τοῦ συμμέτρου τὴν κρᾶσιν, οὐκ ἐπὶ παιδίων, δηλονότι τοῦ λόγου γιγνομένου. ταῦτα γὰρ ἀεὶ θερμὰ διὰ τὴν ἡλικίαν, ἀλλ’ ἐπὶ τῶν τελείων, ὡς ἐν τοῖς περὶ κράσεως ἐνδείκνυμεν. οὕτως δὲ καὶ ἡ λευκὴ χρόα, καὶ θαυμάζω διὰ τί προσέθηκε τὴν ὑπὸ πρόθεσιν, ὑπόλευκον εἰπὼν. ἐπὶ μὲν γὰρ τοῦ ἐρυθροῦ καλῶς εἴρηται τὸ ὑπέρυθρον. ἔμαθες γὰρ ὅτι τὸ ἐρυθρὸν χρῶμα θερμὴν κράσιν

    723
    ἐνδείκνυται. τὸ δ’ ὑπέρυθρον οὐχ ὁμοίως μὲν τῷ λευκῷ τὴν ψυχρὰν, οὐδέπω δ’ οὐδ’ αὐτὸ τὴν θερμήν. οἱ δὲ λευκοφλεγματίαι πρόδηλοι δή που ψυχρᾶς κράσεως ὄντες, εἴ τι ἐπιμεμνήμεθα τῶν ἐν τοῖς περὶ κράσεως εἰρημένων. ἔστι δ’ αὐτοῖς μαλακὴ καὶ ὕποδός πως ἡ σὰρξ ἐγγὺς τῇ τῶν ἑαλωκότων ὑδέρῳ τῷ λευκῷ φλεγματίᾳ καλουμένῳ. οὕτω μὲν οὖν ἅπαντες προδήλως εἰσὶ ψυχρᾶς κράσεως, οἱ φλεγματώδεις δ’, ὡς ἔμαθες, κακοχύμου. καὶ μὴν καὶ περὶ τῶν χαροπῶν καὶ ὅλως περὶ τῶν κατὰ τοὺς ὀφθαλμοὺς χρωμάτων ἔμαθες ἐν τοῖς περὶ κράσεως ὡς οὐχ ἁπλῶς εἴη λαβεῖν ἐκ τοιούτου σημείου βέβαιον τεκμήριον κράσεως ὅλου τοῦ σώματος, ὅτι μὴ μόνων τῶν ὀφθαλμῶν, οὐδὲ τούτων ἐναργῶς ἐπὶ τῶν προειρημένων· πρῶτον μὲν γὰρ τοὺς χαροποὺς λεγομένους ὀφθαλμοὺς ὁποῖοί τινές εἰσιν ἐννοῆσαι χρὴ τῶν ὑπὸ τοῦ ποιητοῦ γεγραμμένων ἀναμνησθέντας, ἔνθα φησίν·

    724
  1. Ἄρκτοι τ’ ἀγρότεροί τε σύες, χαροποί τε λέοντες.
  2. εἶτα θεασάμενον πολλοὺς λέοντας οὕτω παραθέσθαι τῇ μνήμῃ τὸ χρῶμα τῶν ὀφθαλμῶν, ὡς ἐπ’ ἀνθρώπων ἰδόντα, δύνασθαι ῥᾳδίως γνωρίσαι· κᾀπειδὰν φαίνωνται τοιοῦτοι καὶ τὴν κρᾶσιν, ὅσον ἐπὶ τοῖς ὀφθαλμοῖς, θερμὴν καὶ ξηρὰν εἶναι φάναι· μάχεται δὲ τούτῳ κατὰ τὴν προκειμένην ῥῆσιν οὐκ ὀλίγα. πρῶτον μὲν γὰρ ἅμα τῇ ψυχροτέρᾳ κράσει ἔταξε τὸ χαροπὸν, εἶθ’ ἑξῆς ὠνόμασε τοὺς πικροχόλους ὡς ἑτέρους τούτων ὄντας, καίτοι φανερῶς οὗτοι θερμῆς καὶ ξηρᾶς κράσεως εἰσί. ἀλλὰ καὶ μέντοι καὶ τὰ γεγραμμένα πάθη μεθ’ ὧν εἶπεν εἰδῶν τοῦ σώματος ἐνδείκνυται καὶ αὐτὰ τοὺς μὲν πρώτους εἰρημένους ἅπαντας εἶναι ψυχροτέρους, τοὺς δ’ ἐρυθροὺς θερμοτέρους, τοὺς δὲ πικροχόλους ἱκανῶς θερμούς· φαίνεται γὰρ ἡ κατάστασις ἀθροίσασά τε πλῆθος ἐν τῷ σώματι καὶ πληρώσασα τὴν κεφαλήν. καὶ τοῦτο μὲν κοινὸν ἁπάντων γενέσθαι τῶν νοσημάτων, Ἄρκτοι τ’ ἀγρότεροί τε σύες, χαροποί τε λέοντες.

    725
    ἁλῶναι δὲ καθέκαστον ἰδίῳ νοσήματι κατὰ τὴν οἰκείαν φύσιν, ἄλλον ἄλλῳ, διαῤῥοίαις τε καὶ δριμέσι διαχωρήμασι καὶ λιπαροῖς, τοὺς πικροχόλους. αὐτὸς γὰρ εἶπεν ἐν προγνωστικῷ καὶ τὰς λιπαρότητάς τε τὰς ἄνω ἐφισταμένας ἀραχνοειδέας, μέμφεσθαι, συντήξεως γὰρ σημεῖον. οἱ μὲν οὖν πικρόχολοι συντηκτικοῖς πυρετοῖς εἰκότως ἑάλωσαν, ἠνωχλοῦντό τε τοῖς κατὰ τὴν γαστέρα διαχωρήμασιν· οἱ δ’ ἐρυθροὶ καὶ πρὸς μελαγχολίαν ἐπιτήδειοι παχὺ καὶ θερμὸν ἔχοντες αἷμα τοῖς φρενιτικοῖς τε καὶ καυσώδεσιν εἰκότως ἑάλωσαν νοσήμασι καὶ δυσεντερίαις ταῖς αἱματηραῖς ὡς εἰκὸς μάλιστα. μεμαθήκαμεν γὰρ ὅτι διτταί τινές εἰσιν, ἐξ ἑλκώσεως μὲν ἀναβρωθέντων τῶν ἐντέρων, ἑτέρα διαφορὰ, πολλοῦ δ’ αἵματος ἐκκενουμένου διὰ τῶν εἰς ἔντερα καθηκουσῶν φλεβῶν ἡ λοιπή. ὅσαι δὲ τῶν φύσεων ἤτοι θερμότεραι μόνον ἢ ψυχρότεραί τε ἅμα καὶ ὑγρότεραι, ταύτας εἰκὸς ἦν, ὡς ἂν μήτε πυρετοῖς ἁλωτοὺς οὔσας μήτε χολώδεσι παθήμασι, μόνοις τοῖς ἀπὸ κεφαλῆς ἁλῶναι ῥεύμασι καὶ διὰ τοῦτο φθινωδῶς νοσῆσαι. γεγραφότος δὲ τοῦ Ἱπποκράτους,
    726
    εἶδος δὲ τῶν φθινωδέων ἦν τὸ λεῖον, τὸ ὑπόλευκον, τὸ φλεγματῶδες, τὸ ὑπέρυθρον, ἀναμίξαντος δὲ τῷ λόγῳ καὶ τοὺς χαροποὺς, ἄξιον ἔδοξέ μοι ζητήσεως εἶναι τὸ λελεγμένον. εὔλογον ἦν οὐ χαροποὺς, ἀλλὰ γλαυκοὺς μᾶλλον εἰρῆσθαι, δοκοῦντας εἶναι τοὺς μὲν ψυχρᾶς, τοὺς δὲ ὑγρᾶς, τοὺς δ’ ἅμα τε ψυχρᾶς τε καὶ ὑγρᾶς κράσεως, ὦν οὐδὲν ἐναντιοῦται τῷ προκειμένῳ λόγῳ. παρατιθέντες γοῦν τά τε βρέφη καὶ Σκύθας καὶ Κελτοὺς καὶ Γερμανοὺς ὑγροτέρους μὲν ὄντας ὁμολογουμένως τῇ κράσει, ψυχροτέρους δ’ οὐκέθ’ ὁμολογουμένως. ἐμοὶ μὲν οὖν διὰ ταῦτ’ ἔδοξεν ἄξιον ζητήσεως τὸ περὶ τῆς χαροπῶν ὀφθαλμῶν χροιᾶς. τῶν δ’ ἐξηγησαμένων τὸ βιβλίον οἱ μὲν ἐμπειρικοὶ καὶ σὺν αὐτοῖς δὲ ὁ Λύκος ὥσπερ ἄλλα πολλὰ καὶ τοῦτο χωρὶς τοῦ ζητῆσαι τὴν αἰτίαν παριεῖσι. οἱ δ’ Ἱπποκράτειοι τινὲς μὲν θερμῆς κράσεως εἰπόντες εἶναι γνώρισμα τὸ χαροπὸν, οἱ δὲ ξηρᾶς, εἰσὶ δ’ οἳ καὶ ἀμφοτέρων, οὐδὲν ἔτι προστιθέασιν. ἤρκεσε γοῦν εἰπεῖν Σαβίνῳ τοῦτο μόνον, τὸ δὲ χαροπὸν πάνυ ξηρὸν ὂν ἔχει ἐπικλινίαν πρὸς φθίσιν, οὔτε τὸν λογισμὸν
    727
    εἰπόντι δι’ ὃν τοῦτο ἔγραψεν, οὔθ’ ὅτι τἄλλα μεθ’ ὧν γέγραπται τοῦτο, πάντ’ ἐστὶ ψυχροτέρας τε καὶ ὑγροτέρας κράσεως γνωρίσματα. μή τι οὖν ἀντὶ τοῦ γλαυκοῦ τὸ χαροπὸν ἔγραψεν ὁ Ἱπποκράτης παρενεχθεὶς ἐν τῇ προσηγορίᾳ; τί γὰρ ἂν ἄλλο τις εἴποι; τοῦτο μὲν οὖν ἐν κοινῷ προκείσθω σκοπεῖν. ἐπὶ δὲ τὰ κατάλοιπα τῆς ῥήσεως ἴωμεν. ἐν μὲν γὰρ τοῖς φθινώδεσι νοσήμασιν ἅμα τοῖς προειρημένοις καὶ τοὺς πτερυγώδεις ἔγραψεν, οὐ διὰ τὴν κρᾶσιν, ἀλλὰ διὰ τὴν μοχθηρὰν διάθεσιν τοῦ θώρακος. ἐπιτηδείως ἔχοντας εἰς φθίσιν ἐμπεσεῖν. ἕπεσθαι δ’ εἰκός ἐστι καὶ τὴν διάπλασιν αὐτοῦ τῇ συμφύτου θερμότητι. κατὰ δὲ τὴν τελευτὴν τοῦ περὶ τῶν φθινωδῶν λόγου προσθέντος τοῦ Ἱπποκράτους ἐπισκέψασθαι καὶ γυναῖκες οὕτως ἄξιον πότερον οὑτωσί πως εἶπεν, ὡς εἰ καί τις ἔφη καὶ τὰς γυναῖκας ἁλῶναι τοῖς φθινώδεσι πάθεσιν ὁμοίως τοῖς ἀνδράσιν, ὅσαι τῶν αὐτῶν ἦσαν εἰδῶν ἤ καὶ χωρὶς τοῦ ταῦτ’ ἔχειν τὰ γνωρίσματα πλεονάσαι φησὶ τὸ πάθος ταῖς γυναιξὶν, ὡς ἂν ὑγροτέραις τε καὶ ψυχροτέραις οὔσαις, ὥσθ’
    728
    ὅπερ ἐνίοις τῶν ἀνδρῶν διὰ τὴν ἰδίαν ἑκάστου κρᾶσιν ἐγένετο, τοῦτο πάνυ πολλαῖς τῶν γυναικῶν διὰ κοινήν. ἐμοὶ δ’ οὖν ἑκάτερον δοκεῖ λόγον ἔχειν, πιθανὸν γάρ ἐστι πλείους τῶν ἀνδρῶν ἁλῶναι τὰς γυναῖκας τῷ φθινώδει πάθει, διὰ τὴν κοινὴν αὐτῶν κρᾶσιν, ἐξαιρέτως τε παθεῖν αὐτὰς ὅσαι τοιαῦται τὸ εἶδος ἦσαν, οἵους κατέλεξε τοὺς ἄνδρας, ἐφεξῆς δ’ εἰρηκότος αὐτοῦ τὸν μελαγχολικὸν καὶ ὕφαιμον εἶδος ἁλῶναι μάλιστα καύσοις τε καὶ φρενίτισιν. ἀναμνησθῶμεν ὧν ἐμάθομεν, ὡς ἐν τοῖς αἷμα πολὺ καὶ θερμὸν γεννῶσιν ἕτοιμόν ἐστιν εἰς μελαγχολικὴν ἀφικέσθαι κακοχυμίαν. ἄκουε τοίνυν οὐ τῶν ἤδη τὴν μέλαιναν ἠθροικότων πολλὴν, ἀλλὰ τῶν ἐπιτηδείως ἐχόντων πρὸς τὴν γένεσιν αὐτῆς, εἰκότως δὲ τούτους θερμοῖς ἁλῶναι συνέβη νοσήμασιν, ὡς ἂν καὶ φύσει θερμοτέρους ὄντας. ἔμπροσθεν δ’ εἰρηκὼς τοῖς φθινώδεσιν ἁλῶναι νοσήμασι τοὺς φλεγματώδεις, νῦν προσθεὶς τὸ τῆς ἡλικίας αὐτοῖς ἔφη, τεινεσμοὶ νέοισι φλεγματώδεσιν, ὡς οὐ μόνης τῆς φυσικῆς κράσεως γενομένης ἐπιτηδείου
    729
    πρὸς τὸ ἐργάσασθαι τὸ τοῦ τεινεσμοῦ πάθος, ἀλλὰ καὶ τῆς ἡλικίας θερμῆς οὔσης, ἵνα διὰ δριμὺ καὶ σηπεδονῶδες φλέγμα τὸν τεινεσμὸν γεγονέναι νοήσωμεν. τῇ γὰρ πρὸς τὸ ἀπευθυσμένον ἔντερον διεξόδῳ τὸ τοιοῦτον φλέγμα βλάβην ἑλκώδη τοῦ μέρους ἐργαζόμενον, ἐπὶ τὴν ἀπόκρισιν ἠρέθιζε συνεχῶς τοὺς κάμνοντας. τάσεις δὲ καὶ προθυμίας ἀποκρίσεως σφοδροτέρας τῶν δυσεντερικῶν οἱ τεινεσμώδεις ἴσχουσι διὰ τὸ δυσέκκριτον τοῦ φλέγματος, ἐμπλάττεται γὰρ τοῖς σώμασι παχὺ καὶ γλίσχρον ὂν, οὐχ ὥσπερ ξανθὴ χολὴ ταχέως διεξέρχεται. περὶ δὲ τῶν πικροχόλων φύσεων ἔμπροσθεν ἔλεγον εὐλόγως αὐταῖς δριμέα μὲν εἷναι τὰ διαχωρούμενα διὰ τὴν ὠχράν τε καὶ ξανθὴν καὶ πικρὰν ὀνομαζομένην χολὴν, λιπαρὰν δὲ σύντηξιν, ἐφ’ οἷς διαχωρήμασι μακρὰς διαῤῥοίας γενέσθαι, διὰ τὸ πλῆθος τῆς ἀθροισθείσης κακοχυμίας.

Ἦν δὲ πᾶσι τοῖς ὑπογεγραμμένοις χαλεπώτατον μὲν τὸ ἔαρ καὶ πλείστους ἀπέκτεινε, τὸ δὲ θέρος ῥήϊστον καὶ ἐλάχιστοι
730
ἀπώλλυντο, τοῦ δὲ φθινοπώρου καὶ ὑπὸ πληϊάδα πάλιν ἔθνησκον οἱ πολλοὶ τεταρταῖοι.

Τῆς ἠθροισμένης κακοχυμίας εἰς τὸ βάθος τοῦ σώματος ἀπωσθείσης, ὑπὸ τῆς τοῦ περιέχοντος ψυχρότητος, ἣν ἔν τε τοῖς ὑστάτοις τοῖ χειμῶνος καὶ τοῖς πρώτοις τοῦ ἦρος ἔσχεν, εἰκότως μάλιστα μὲν τοῖς φθινώδεσιν, ὡς ἔμπροσθεν εἶπεν, ἤδη δὲ καὶ τοῖς ἄλλοις συνέβη κατὰ τὸ ἔαρ ἀπόλλυσθαι, τοῦ δὲ θέρους αἰθρίου γενομένου καὶ ξηροῦ πάντας κουφισθῆναι, πάλιν δὲ περὶ ἀρκτοῦρον εἰς ὑγρότητα μεταβάλλοντος τοῦ περιέχοντος εὐλόγως ἐν ὅλῳ τῷ φθινοπώρῳ μέχρι δύσεως πλειάδος ἀπέθνησκον πολλοὶ τεταρταῖοι, ἐπὶ τῇ τελευτῇ τῆς προκειμένης καταστάσεως. ἔνια μὲν τῶν ἀντιγράφων προσγεγραμμένα τὸ τετάρτῃ, τινὰ δὲ τὸ τεταρταῖοι, τὰ δὲ τούτων ἔτι παλαιότερα τὸ Δ γράμμα, ὃ μεῖζον τῶν ἄλλων γραμμάτων ἐστὶν, ἔνια δ’ οὐδ’ ὅλως οὐδὲν ἔχει προγεγραμμένον. ὅσοι μὲν οὖν μετὰ τοῦ ι΄ γράφουσι τὸ τετάρτῃ συνεμφαίνοντες αὐτὸ κατὰ δοτικὴν πτῶσιν εἰρῆσθαι,

731
τοιαύτην τινὰ ποιοῦνται τὴν ἐξήγησιν, ἀπέθνησκον πολλοὶ τῇ δ΄ τῶν ἡμερῶν, ὅσοι δὲ ἄνευ τοῦ ι΄ προσγραφῆναι αὐτῷ, βούλονται παραπλησίαν εἶναι ταῖς ἔμπροσθεν εἰρημέναις ἐν τῷ α΄ τῶν ἐπιδημιῶν βιβλίῳ καὶ δ΄ ὑπάρχειν τὴν κατάστασιν ταύτην, συναριθμουμένων αὐτῇ δηλονότι τῶν ἐν ἐκείνῳ τῷ βιβλίῳ τριῶν καταστάσεων. ἐν οἷς δ’ ἀντιγράφοις ἀντὶ τοῦ τετάρτῃ δ΄ μόνον προσγέγραπται, ταὐτὸ μὲν σημαίνεται τῷ τετάρτῃ, παραπλησίως δὲ τοῖς γραφεῖσιν ὑπὸ τοῦ Παμφίλου τοῦ Μνήμονος χαρακτῆρσι καὶ αὐτὸ φαίνεται συμβολικῶς ἐπιτηδεύεσθαι καὶ ταύτην γε μόνην τὴν γραφὴν ἴσασιν οἱ παλαιοὶ τῶν ἐξηγητῶν. ἔνιοι δὲ φυγεῖν ταῦτα βουλόμενοι μεταγράψαντες ἐποίησαν τεταρταῖοι, τὴν λέξιν ὅλην οὕτως ἔχειν βουλόμενοι καὶ ὑπὸ πλειάδα πάλιν ἔθνησκον πολλοὶ τεταρταῖοι. καὶ ὅ γε Καπίτων ταύτην μόνην ἐν τοῖς ἰδίοις ἀντιγράφοις ἐποιήσατο τὴν γραφήν. ἔοικε δὲ ψεῦδός τι δηλοῦν, ἄν τ’ ἐπὶ τῶν νοσούντων, ἄν τ’ ἐπὶ τῶν πυρετῶν ἀκούῃ τις τὸ μὲν οὖν ἐπὶ τῶν νοσούντων ἄντικρυς ἀπίθανον. οὐ γὰρ εἰκὸς ἦν ἐπὶ τῇ προκειμένῃ διαθέσει τοῦ χυμοῦ οὕτως ὀξείας
732
γενέσθαι τὰς νόσους, ὡς τεταρταίους ἀποθνήσκειν τοὺς νοσοῦντας. τὸ δ’ ἐπὶ τῶν πυρετῶν πιθανὸν, ὅτι τε πολλῷ χρόνῳ κατωπτημένης τῆς παχείας ὕλης εἰκὸς ἦν εἰς μελαγχολικὸν περίττωμα μετάπτωσιν γενέσθαι καὶ ὅτι τοῦ ἔτους ἡ ὥρα φθινόπωρον ἦν. ἀλλ’ οὐκ ἂν ἀπέθνησκον πολλοὶ τεταρταίων πυρετῶν πλεονασάντων· καὶ γὰρ ἡμεῖς ἀκίνδυνον ἴσμεν ὅσον ἐφ’ ἑαυτῷ τὸν πυρετὸν τοῦτον, ὡς ὁ Ἱπποκράτης ἀπεφήνατο περὶ αὐτοῦ.

Μετὰ τὴν λοιμώδη κατάστασιν ἀῤῥώστων ἐστὶν ἑκκαιδέκα διήγησις ἄχρι τοῦ τέλους τῆς βίβλου. κᾄπειτα προσγέγραπταί τινα περὶ ὧν ὀρθῶς μοι δοκεῖ γινώσκειν ὁ Διοσκορίδης, ἀξιῶν αὐτὰ μετὰ τὴν κατάστασιν εὐθέως γεγράφθαι· καὶ κατά γε τὴν ἰδίαν ἔκδοσιν ἐν τούτῳ τῷ χωρίῳ τοῦ συγγράμματος ἔταξεν αὐτὰ καὶ ἡμεῖς οὖν ἐνταῦθα τὴν ἐξήγησιν αὐτῶν ποιησόμεθα, τοσοῦτον προειπόντες ὡς φαίνεταί μοι καὶ ταῦτα προγεγραφέναι τις ἕτερος, οὐκ αὐτὸς ὁ Ἱπποκράτης γεγραφέναι· δοκεῖ δέ μοι κατὰ λόγον προσωφελῆσαι

733
τὸ γενόμενον θέρος. τὰς γὰρ θερινὰς νόσους χειμὼν ἐπιστὰς λύει καὶ τὰς χειμερινὰς θέρος ἐπιγινόμενον. θέρος δὲ οὐκ εὐσταθῶς ἐγένετο. καὶ γὰρ ἐξαίφνης θερμὸν καὶ νότιον καὶ ἄπνουν, ἀλλ’ ὅμως πρὸς τὴν ἄλλην κατάστασιν ἀναλλάξαν ὠφελῆσαι. ἀναμνησθῶμεν δὲ ἃ περὶ τοῦ θέρους ἐν τῇ τῆς καταστάσεως διηγήσει γέγραπται κατὰ λέξιν ὧδε. θέρος αἴθριον, θερμὸν, πνίγεα μεγάλα, ἐτήσια μικρὰ διεσπασμένως ἔπνευσαν. εἰκότως οὖν ἐμετρίασεν ἐν τῷ θέρει τὰ νοσήματα κατὰ πλεονεξίαν τῶν, ὡς εἴρηται, γεγονότων χυμῶν, συστάντα δ’ ἐν ἀρχῇ μάλιστα τοῦ ἦρος, ἐπεὶ ψυχρὸν γενόμενον ἀπέστρεψεν εἰς τὸ βάθος τοῦ σώματος τοὺς χυμούς. αὐχμηρὸν γὰρ καὶ θερμὸν τὸ θέρος ἐπιγενόμενον εἵλκυσέ τε ἅμα πρὸς τὸ δέρμα τὴν κακοχυμίαν, καίτοι καὶ διεφόρησεν αὐτῆς οὐκ ὀλίγον. εἰ δὲ καὶ τοὺς ἐτησίους ἐσχήκει πνέοντας, ἀκριβῶς ἂν ἡ νοσώδης ἐν τῷ σώματι τῶν τότε ἀνθρώπων διάθεσις ἐξεκέκοπτο. παραμένοντος δ’ αὐτῆς μέρους τινὸς, εἶτα περὶ ἀρκτοῦρον ἐν βορείοις πολλῶν ὑδάτων γενομένων, ἐπεσχέθησάν τε πάλιν οἱ
734
λίαν διαπνεόμενοι χυμοὶ καὶ πρὸς τὸ βάθος τοῦ σώματος ἀπεώσθησαν, ἐκ τούτου δὲ νοσεῖν αὖθις ἤρξαντο καὶ ἀποθνήσκειν πολλοί. διὰ τοῦτ’ οὖν τὸ θέρος ὠφέλησέ τι τοὺς τότε πάσχοντας, οὐχ ὅτι τὰς ἐν χειμῶνι νόσους ἀρξαμένας εἰκός ἐστι παύεσθαι θέρους. ἀληθὲς μὲν γὰρ, ὥσπερ γε καὶ τὰς θερινὰς χειμῶνι γενομένας ἐν θέρει λύεσθαι, τὰς δ’ ἐν θέρει γεννηθείσας ἐν χειμῶνι. θερινὰς γὰρ καὶ χειμερινὰς νόσους ἀκούειν σε χρὴ τὰς ἐν τῷ κατὰ φύσιν ἔχοντι θέρει καὶ χειμῶνι μᾶλλον τῶν ἄλλων γιγνομένας· οὕτως γὰρ εἶπεν αὐτὸς ἐν ἀφορισμοῖς. νοσήματα δὲ πάντα μὲν ἐν πάσῃσι τῇσιν ὥρῃσι καὶ γίγνεται καὶ παροξύνεται, μᾶλλον δὲ ἔνια κατ’ ἐνίας αὐτῶν καὶ γίνεται καὶ παροξύνεται. κᾄπειθ’ ἑξῆς τίνα μὲν ἦρι πλεονάζει νοσήματα, τίνα δ’ ἐν θέρει καὶ φθινοπώρῳ καὶ χειμῶνι διῆλθεν, ὅταν δηλονότι μὴ νεωτεροποιηθῇ τι κατὰ τὴν τοῦ περιέχοντος κρᾶσιν· ὡς ἐάν γε τοῦ ἦρος τῆς αὐτῆς ἡμέρης ὁτὲ μὲν θάλπος, ὁτὲ δὲ ψῦχος ποιέῃ, φθινοπωρινὰ τὰ νοσήματα προσδέχεσθαί φησιν· οὐ γὰρ αἱ προσηγορίαι τῶν
735
ὡρῶν, ἀλλ’ αἱ κράσεις αἴτιαι τῆς ἰδέας τῶν νοσημάτων εἰσίν. ὅταν οὖν ὑπαλλαχθῶσιν αὐταὶ καὶ τὰς νόσους αὐταῖς συμμεταβάλλειν ἀναγκαῖόν ἐστιν. ἡ δέ γε προκειμένη ῥῆσις ἀξιοῖ τὰς ἐν χειμῶνι γεγονυίας νόσους ἐν θέρει παύεσθαι, κᾂν μοχθηρὸν τῇ κράσει γένηται τὸ θέρος. οἷον ἐν Κρανῶνι γενόμενόν ποτε εὐθέως ἄνθρακας ἐγέννησεν. εἰ δέ γε καὶ νῦν ἐγεγόνει τοιοῦτο, πλείστους ἂν διεφθάρκει τὸ πλῆθος τῶν μοχθηρῶν τε καὶ διασηπομένων χυμῶν, αὐξῆσάν τε καὶ προδιασῆψαν, ὥστε καὶ ψεῦδος εἶναι φαίνεται καὶ παρὰ τὴν Ἱπποκράτους γνώμην τὸ τὰς ἐν χειμῶνι γενομένας νόσους ἐν θέρει παύεσθαι πάντως, τοῦ προσγράφοντος αὐτὸ, τίνας Ἱπποκράτης ἡγεῖται τῶν ὡρῶν ἑκάστης οἰκείας νόσους νοσήσαντας. οὐ μὴν οὐδὲ τὰ τούτων ἐφεξῆς γεγραμμένα τῶν ἀναγκαίων ἐστὶν ἐνταυθοῖ λελέχθαι δι’ ἄλλων αὐτῷ καθόλου παρηγγελμένα, διὸ καὶ παραλείψω τελέως αὐτά. καὶ γὰρ σαφῆ πάντα ἐστὶ καὶ δι’ ὦν προεξήγημαι βιβλίων αὐτάρκως εἴρηται περὶ αὐτῶν.

736

Ἑκκαίδεκα μετὰ τὴν κατάστασιν ἀῤῥώστους ἔγραψεν ὁ Ἱπποκράτης, ὡς μέν τινες οἴονται τῶν ἐν αὐτῇ νοσησάντων, ἐπειδὴ καὶ αὐτὸς εἶπεν ἐπὶ τῇ τελευτῇ τῆς διηγήσεως τῶν κατ’ αὐτὴν γενομένων οὕτως. ἦν δὲ πᾶσι τοῖς ὑπογεγραμμένοις χαλεπώτατον μὲν τὸ ἔαρ. ἐγχωρεῖ δὲ καὶ ἐπὶ τῶν προγεγραμμένων εἰρῆσθαι τὸ ὑπογεγραμμένον, οὔσης γε τοιαύτης χρήσεως παρὰ τοῖς πολλοῖς. ἐν γὰρ τοῖς ιε΄ τούτοις ἀῤῥώστοις ἕτερον εἶδός ἐστι νόσων παρὰ τὰς εἰρημένας ὑπ’ αὐτοῦ κατὰ τὴν λοιμώδη κατάστασιν. ἐξηγήσεως δ’ οὐκ ἔτι δεῖται μακρᾶς τὰ περὶ τῶν ἀῤῥώστων τούτων γεγραμμένα τοῖς μεμνημένοις ὧν προεξηγησάμεθα. σχεδὸν γὰρ ἁπάντων ἤδη τῶν συμπτωμάτων τε καὶ σημείων ὧν ἐμνημόνευσεν ὁ Ἱπποκράτης οὐδὲν ὑπολείπεται κατὰ τοὺς λεχθησομένους ἀῤῥώστους ὃ μὴ καὶ προτεθὲν εἴρηται. διὰ κεφαλαίων οὖν οἷον ἐπιδρομήν τινα ποιούμεθα τῶν κατ’ αὐτοὺς γεγραμμένων, εἴ πού τι παρεμπίπτοι τῶν ἔμπροσθεν οὐκ εἰρημένων, ἐκεῖνο μόνον ἐξεργασόμενοι.

737
Ἐν Θάσῳ τὸν τοῦ Παρίωνος, ὃς κατέκειτο ὑπὲρ Ἀρτεμισίου, πυρετὸς ἔλαβεν ὀξὺς, κατ’ ἀρχὰς συνεχὴς, καυσώδης, διψώδης, ἀρχόμενος κωματώδης καὶ αὖθις ἄγρυπνος, κοιλίη ταραχώδης ἐν ἀρχῇσιν, οὖρα λευκά. ἕκτῃ οὔρησεν, ἐλαιῶδες, παρέκρουσεν. ἑβδόμῃ παρωξύνθη πάντα, οὐδὲν ἐκοιμήθη, ἀλλ’ οὖρά τε ὅμοια καὶ τὰ τῆς γνώμης ταραχώδεα, ἀπὸ δὲ κοιλίης χολώδεα, λιπαρὰ διῆλθεν. εἶτα τῇ ὀγδόῃ σμικρὸν ἀπὸ ῥινῶν ἔσταξεν, ἤμεσεν ἰώδεα, ὀλίγα, σμικρὰ ἐκοιμήθη. ἐνάτῃ διὰ τῶν αὐτῶν. δεκάτῃ πάντα ξυνέδωκεν, ἑνδεκάτῃ ἵδρωσεν οὐ διόλου. περιέψυξε μὲν, ταχὺ δὲ πάλιν ἀνεθερμάνθη. δωδεκάτῃ πυρετὸς ὀξὺς, διαχωρήματα χολώδεα, λεπτὰ, πολλὰ, οὔροισιν ἐναιώρημα, παρέκρουσεν. ἑπτακαιδεκάτῃ ἐπιπόνως, οὔτε γὰρ ὕπνοι οἵ τε πυρετὸς ἐπέτεινεν. εἰκοστῇ ἵδρωσε διόλου, ἄγρυπνος. διαχωρήματα χολώδεα, ἀπόσιτος, κωματώδης. εἰκοστῇ τετάρτῃ ὑπέστρεψεν.
738
τριακοστῇ τετάρτῃ ἄπυρος, κοιλίη οὐ ξυνίστατο καὶ πάλιν ἀνεθερμάνθη, τεσσαρακοστῇ ἄπυρος, κοιλίη ξυνέστη χρόνον οὐ συχνὸν, ἀπόσιτος, σμικρὰ πάλιν ἐπύρεξε καὶ διὰ παντὸς πεπλανημένως, ἄπυρος τὰ μὲν, τὰ δὲ οὔ, εἰ γάρ τοι διαλείποι καὶ διακουφίσαιεν, πάλιν ὑπέστρεφε, σιταρίοισί τε πολλοῖσι καὶ φαύλοισι προσεχρῆτο. ὕπνοι κακοὶ περὶ τὰς ὑποστροφὰς, παρέκρουσεν, οὖρα πάχος μὲν ἔχοντα, οὔρει τηνικαῦτα ταραχώδεα δὲ καὶ πονηρά. καὶ κατὰ κοιλίην συνιστάμενα καὶ πάλιν διαλυόμενά, πυρέτια ξυνεχέα, διαχωρήματα πολλὰ, λεπτά. ἐν μὲν τῇ ἑκατοστῇ εἰκοστῇ ἡμέρῃ ἀπέθανεν. τουτέῳ κοιλίη συνεχέως ἀπὸ τῆς πρώτης, ὑγρὴ χολώδεσιν, ὑγροῖσι, πολλοῖσιν ἦν. ἡ ξυνισταμένη ἐν ζέουσι καὶ ἀπέπτοισιν, οὖρα διὰ τέλεος κακὰ, κωματώδη τὰ πλεῖστα μετὰ πόνων, ἄγρυπνος, ἀπόσιτος, συνεχέως καῦσος.

Περιέργως κᾀνταῦθα πάλιν τῶν ἐξηγητῶν ἔνιοι τὴν πατρίδα τοῦ κατακειμένου φασὶν οὐκ ἀργῶς προσκεῖσθαι

739
καὶ γὰρ ὑπ’ Ἀσκληπιάδου λελέχθαι τοὺς ἐν Παρίῳ μάλισθ’ ὑπὸ φλεβοτομίας ὀνίνασθαι. ἄτοπον δ’ ἐστὶ μηδὲν εἰρηκότα Ἱπποκράτην ἐνταῦθα περὶ φλεβοτομίας, διὰ τοῦθ’ ἡγεῖσθαι προσγεγράφθαι τῷ κάμνοντι τὸ τῆς πατρίδος ὄνομα. πολὺ δ’ ἀτοπώτερον οἱ οὕτως ἐξηγούμενοι ποιοῦσιν, ὅτι μηδ’ ἐζήτησάν ποτε διὰ τί φλεβοτομίας ἅπαξ ὁ Ἱπποκράτης ἐμνημόνευσεν ἐν τοσούτοις ἀῤῥώστοις, ὅπερ ἡμεῖς ἐσκεψάμεθα. τὰ μὲν οὖν τοιαῦτα παραλείψομεν, ἃ δ’ ὠφέλειαν παρέξει τοῖς νέοις ἀκουσθέντα, ταῦτ’ ἐροῦμεν. ὥσπερ ἀμέλει τὸ περὶ τοῦ ἐλαιώδους οὔρου γεγραμμένον κατὰ τὸν προκείμενον ἄῤῥωστον ἐν τῇ ἕκτῃ τῶν ἡμερῶν. ἔνιοι μὲν γὰρ ἡγοῦνται τὸ λιπαρὸν οὕτως ὑπ’ αὐτοῦ λελέχθαι, τηκομένης πιμελῆς γιγνόμενον ἐν πυρώδει καὶ διακαεῖ νοσήματι, τινὲς δὲ τὸ καὶ τῇ χροιᾷ καὶ τῇ συστάσει παραπλησίον ἐλαίῳ. πολλάκις δὲ τοιοῦτον οὖρον ἐθεασάμην οὐρηθὲν ἐπ’ οὐδενὶ κακῷ τοῦ κάμνοντος, ἀλλ’ ἔσθ’ ὅτε γε τοὐναντίον ἅπαν, ἐπὶ πέψει τοῦ νοσήματος. οὐ μὴν οὐδ’ ὤφθη ποτ’ οὖρον ὅλον οὕτω λιπαρὸν ὡς ἔλαιον. ὃ γὰρ ἄρτι
740
διῆλθεν, οὖρον ἐοικὸς ἐλαίῳ κατὰ χροιὰν καὶ σύστασιν, ἥκιστα λιπαρὸν φαίνεται, καὶ αὐτὸς δὲ ὁ Ἱπποκράτης ἐν προγνωστικῷ φησι, καὶ τὰς λιπαρότητας δὲ τὰς ἄνω ἐφισταμένας ἀραχνοειδέας ἐπισκέπτεσθαι, συντήξεως γὰρ σημεῖον. ἄνωθεν μὲν οὖν ἐφισταμένας λιπαρότητας εἴδομεν πολλάκις. οὔτε δ’ ὅλον οὐρηθέν ποτε τοιοῦτον οὖρον οὔτε κατὰ τὸ μέσον αὐτὸ λιπαρότητας ἐμφερομένας, πολὺ δέ τι μᾶλλον οὐδ’ ὑποχωρούσας κάτω. φύσιν γὰρ ἔχει τὸ λιπαρὸν ἅπαν ἐποχεῖσθαι τοῖς ἄλλοις ὑγροῖς. οὐ μὴν οὐδ’ ἔγραψέ τι περὶ τοιούτων οὔρων ὁ Ἱπποκράτης ἐν προγνωστικῷ, καίτοι πάντα διελθὼν ἀκριβῶς τε καὶ σαφῶς τὰ συνεμπίπτοντα τοῖς ὀξέσι νοσήμασι. καὶ μέντοι καὶ κατὰ τὴν αὐτὴν ἡμέραν τὴν στ΄ ἔφη διαχωρήματα γενέσθαι τῷ προκειμένῳ κατὰ λόγον ἀῤῥώστῳ, χολώδεα λιπαρά. ταῦτα μὲν οὖν ἄντικρυς φαίνεται τηκομένης ὑπὸ τοῦ πυρετοῦ τῆς πιμελῆς γίνεσθαι καὶ δόξει μαρτυρεῖν τοῖς λιπαρὰ νομίζουσιν εἶναι τὰ ἐλαιώδη οὖρα. δύναται δὲ καὶ πρὸς τοὐναντίον ἄγεσθαι. καὶ γὰρ τὰ οὖρα λιπαρὰ πάντως ἂν ὁ Ἱπποκράτης
741
εἶπεν, εἴπερ ἦν καὶ ταῦτα ἐλαίῳ παραπλήσια. διαφόροις δὲ τοῖς ὀνόμασι χρησάμενος ἐπί τε τῶν οὔρων καὶ τῶν διαχωρημάτων ἐπιδείκνυσθαι δόξει καὶ τὸ σημαινόμενον αὐτῶν ἴδιον ἑκατέρου πεποιῆσθαι. ἐμοὶ μὲν οὖν εὐλογώτερον εἷναι δοκεῖ τὰ παραπλήσια κατὰ χρόαν τε καὶ σύστασιν ἐλαίῳ λελέχθαι νῦν ἐλαιώδη. τὴν δ’ ἐξήγησιν ἑκατέρως ποιήσομαι. εἰ γὰρ καὶ λιπαρότητά τινα εἶχε τὰ οὖρα, καθάπερ καὶ τὰ διαχωρήματα, μοχθηρὰ μὲν αὐτὰ νομιστέον, οὐ μὴν ὀλέθριά γε πάντως, ὅτι μὴ ταὐτὸν ἐστι σάρκα τε καὶ πιμελὴν συντήκεσθαι, πυρωδεστάτης μὲν οὔσης θερμασίας τῆς τὰς σάρκας συντηκούσης, μετριωτέρας δὲ τῆς τὴν πιμελὴν, ἀμέλει καὶ τὰς διὰ τῆς γαστρὸς ἐκκρινομένας συντήξεις ἅπαντες οἱ ἰατροὶ διαφέρειν ἡγοῦνται τῶν λιπαρῶν διαχωρημάτων. κατά γε τὸν ἐφ’ ἡμῶν γενόμενον μακρότατον λοιμὸν ἅπαντες σχεδόν τι συντήξεις ἐξέκριναν, ἔνιοι μὲν ἀκριβῶς πυῤῥὰς, ἔνιοι δὲ μετρίως, ἅπαντες δὲ δυσώδεις. ἀλλ’ αἵ γε τοιαῦται διαχωρήσεις θανατώδεις εἰσὶ καὶ χρόνον οὐκ ἀναμένουσιν. ὁ δὲ πάριος οὗτος κ΄ ἐπὶ ταῖς
742
ἑκατὸν ἡμέραις ἐνόσησε μετὰ τοῦ διαιτᾶσθαι κακῶς. αὐτὸς γὰρ ὁ Ἱπποκράτης ἔγραψεν ἐπ’ αὐτοῦ, σιταρίοισί τε πολλοῖσι καὶ φαύλοισι προσεχρῆτο, ὥστε καὶ λιπαρὸν οὐρῆσαι κατὰ τὴν στ΄ ἡμέραν καὶ τὰς ἐφεξῆς· οὐκ ἀναγκαῖον οὖν ἀποθανεῖν αὐτὸν ἐν τάχει. εἰ δ’ οὐ λιπαρὸν ἦν τὸ οὖρον, ἀλλὰ κατά τε χρόαν καὶ πάχος ἐλαίῳ παραπλήσιον, ἔτι καὶ μᾶλλον οὔτ’ ἀποθανεῖν αὐτὸν ὅλως εὔλογον ὅσον ἐπὶ τοῖσδε τοῖς οὔροις. ὅ γε μὴν ἐπὶ τοῖς οὕτως οὐρουμένοις παρεφύλαξα χρησιμώτατον ὂν ἤδη φράσω. καθάπερ γὰρ αὐτὸ τὸ ἔλαιον οὐκ ἀκριβῶς μίαν οὔτε σύστασιν οὔτε χρόαν ἔχει, κατὰ τὸν αὐτὸν τρόπον οὔτε τὸ ἐλαιῶδες οὖρον· ὠχρὸν μὲν ἦν πάντως, ἀλλ’ ἤτοι μᾶλλον ἢ ἧττον. ὅσον μὲν οὖν αὐτοῦ πρὸς τὸ λευκότερον ῥέπει χρῶμα τῆς ὠχρᾶς χρόας ἐκλελυμένης ὠμότητα χυμῶν ἐνδείκνυται, τὸ δ’ ἐπιτεταμένον ὠχρὸν ὡς ἐγγὺς εἶναι τοῦ ξανθοῦ χολώδη θερμασίαν. καὶ τοίνυν ὁ κίνδυνος ἐπὶ τοῖς τοιούτοις οὔροις οὐ διὰ κακοήθειαν, ἀλλὰ διὰ σφοδρότητα γίνεται τοῦ πυρετοῦ. καί τινες αὐτῶν ὅταν ἐκ τῶν ἄλλων ἁπάντων
743
ἔχωσι σωτηρίως, ἐν τάχει κρίνονται. θαυμαστὸν οὖν οὐδὲν, εἰ ταῦτά τις οὐρήσας εἰς χρόνου μῆκος ἐξέπεσεν, ὁποτέρως ἂν ἀκούσωμεν τῶν ἐλαιωδῶν. ἔστι μὲν γὰρ οὐκ ἀγαθὰ τὰ τοιαῦτα τῶν οὔρων, οὐ μὴν ὀλέθρια ὀξέως, ἐξ ὧν δ’ ἐπὶ τῷ τέλει τῆς διηγήσεως ἔγραψε, κακοχυμία τέ τις ἦν τῷ Παρίῳ χολώδης, ἥ τε κατὰ γαστέρα καὶ ἡ καθ’ ἧπαρ ἐνεκροῦτο δύναμις. αὐτὸς γὰρ ἔγραψεν ἐπὶ τῇ τελευτῇ τῆς ὅλης διηγήσεως τῶν συμβαινόντων αὐτῷ, συνεχῶς μὲν ἀπὸ τῆς ἀρχῆς τὴν κοιλίαν ἐκταραχθῆναι, χολώδεσί τε καὶ ὑγροτέροις διαχωρήμασι, συνίστασθαι δ’ ἐνίοτε ζέοντα καὶ ἄπεπτα διαχωροῦσαν. ἐκ τούτων μὲν οὖν ἔνδειξίς σοι τῆς κακοχυμίας τοῦ νοσήματος, ὥσπερ γε κᾀκ τοῦ καυματώδη τε καὶ ἄγρυπνον αὐτὸν γενέσθαι κατὰ πλεῖστα τῆς νόσου. τοῦ δὲ νεκροῦσθαι τὴν φυσικὴν δύναμιν αὐτοῦ σημεῖον ἴδιον ἡ τοῦ νοσήματος ἀνορεξία γενομένη. μεμάθηκα γὰρ ὡς ἀποσίτους καὶ κατὰ τὸ παλαιὸν ἔθος τῶν Ἑλλήνων τοὺς ἀνορέκτους φησί. φαίνεταί γε μὴν ἄῤῥωστον ἐσχηκέναι τὴν φύσιν, ἐγχειρίσασαν μὲν τῇ κρίσει,
744
πολλάκις δὲ οὐδὲν ἀνύσασαν, ἀλλὰ ὑπὸ τοῦ νοσήματος νικηθεῖσαν, ἅμα καὶ τῷ κακῶς διαιτᾶσθαι τὸν ἄνθρωπον. οὐδὲν γὰρ οὐδὲ τοῦτο μικρὸν εἰς ὄλεθρον· ὁ δὲ τῶν κρισίμων ἡμερῶν λόγος ἀκριβῶς κᾀνταῦθα φαίνεται πεφυλαγμένος, ἁπασῶν τῶν κριτικῶν κινήσεων ἐπί τε τῶν ὑποστροφῶν ἐν ταύταις ταῖς ἡμέραις τῷ κάμνοντι γενομένων. ια΄ γὰρ ἐμνημόνευσε καὶ ιδ΄ καὶ μετὰ ταύτην ιζ΄ καὶ κ΄, ἐφ’ ᾗ δ΄ καὶ κ΄ καὶ λ΄ καὶ μ΄, ὑστάτης δὲ ἁπασῶν ρ΄ καὶ κ΄, ἐν ᾗ φησὶν ἀποθανεῖν τὸν ἄνθρωπον. ὅπερ δ’ ἐν τοῖς πρόσθεν εἶπον ἐρῶ καὶ νῦν, εἴ τις ἐλέγχοι τὰ εἰρημένα κακῶς τῶν ἐξηγησαμένων τὸ βιβλίον, ὡς μακρολόγως ψεχθήσεται. διὸ καθάπερ ἐπ’ ἐκείνων ἕνεκα παραδείγματος μνημονεύειν τινῶν ἠναγκάσθην, οὕτω κᾀνταῦθα ποιήσω. Σαβῖνος τοίνυν περὶ τῆς πατρίδος τοῦ κάμνοντος εἴ τι εἶπεν, ἔμπροσθεν ἐπεσημανάμην ἃ δὲ περὶ ἐλαιώδους οὔρου, νῦν ἐρῶ. διαφέρει γὰρ οὐκ εἰς μικρὸν ἡ περὶ τούτου θεωρία, γράφει δὴ περὶ αὐτῶν κατὰ λέξιν ὧδε. τὸ οὖν ἐλαιῶδες τινὲς χολὴν λέγουσιν, ἀλλ’ οὐκ ἔστι χολὴ, ἐπεὶ οὐδ’ ἂν πάνυ ἦν
745
ὀλέθριον, πολλάκις γὰρ ἀπαλλάσεται χολὴ καὶ οὐδὲν παραλυπεῖ. ἕτεροι δὲ λέγουσι νεύρων καὶ ὀστῶν καὶ χόνδρων εἶναι τηκεδόνα, ἅπαντα γὰρ ταῦτα τούτου εἶναι τοῦ χρώματος. πεπλανημένοι δ’ εἰσὶν οὗτοι οἱ τὸ χρῶμα τὸ ἐλαιῶδες ὅμοιον ὀστοῖς καὶ χόνδροις καὶ νεύροις φάσκοντες εἶναι. οὔτε γὰρ τοσαύτη γε παράτασις ἐγίνετο τῆς ζωῆς τῶν στερεῶν ἀναλυομένων, ἑκατοστῇ γὰρ καὶ κ΄ ἀπέθανε, οὔτε ἀπέθανέ τις τοιοῦτον οὐρήσας. καὶ μή ποτε διὰ τοῦτο ἀνεγράφη ὁ ἄῤῥωστος, ἵνα δείξῃ διὰ τοῦτο ὅτι οὐ χρὴ προσδοκᾶν θάνατον ἐλαιώδους ἀπορηθέντος, ἀλλὰ δυνατὸν τὴν ὀξύτητα καὶ χρόνον τινὰ διαρκέσαι, ἔπειτα τελευτῆσαι, ὥστε οὐδεὶς ἦν ἐλπὶς σωθήσεσθαι ὑπερβεβηκότα τὴν ὀξύτητα. ταῦτα προειπὼν ὁ Σαβῖνος ἐφεξῆς γράφει· τί οὖν ἐστι τὸ ἐλαιῶδες; ὥσπερ τῷ ἔξω πυρὶ τροφή ἐστι τὸ ἔλαιον, οὕτω καὶ τῇ ἡμετέρᾳ φύσει πυρὶ ὁμοιουμένῃ τὸ στέαρ τῶν λαμβανομένων πεσσόμενόν ἐστι τροφή. τὸ οὖν ἐλαιῶδες οὖρον ἡ τροφή ἐστι τῆς φύσεως καὶ δηλοῖ ἀσιτεῖν τὴν φύσιν καὶ διὰ τοῦτ’ ἄρ’ ἀποθανεῖν, ὅτι μὴ τρέφεται ἡ φύσις. ἐχρόνισε
746
δ’ οὕτως εἰκότως διὰ τὸ μοῖραν καὶ μὴ πᾶσαν φέρεσθαι τῆς φύσεως τροφήν. αὕτη μὲν οὖν ἡ τοῦ Σαβίνου ῥῆσις, ἀξιοῦντος ὥσπερ τὸ ἐκτὸς τοῦτο πῦρ ἀπὸ τοῦ ἐλαίου τρέφεται, οὕτω καὶ τὸ ἐν ἡμῖν θερμὸν, ὥστ’ ἔλαιον ἐστί ποτε τοῖς βουλομένοις ἑαυτοὺς ἀνατρέψαι, πρὸς τὸ καὶ κατὰ χρόαν μὲν καὶ σύστασιν ἐοικέναι τὸ ἐλαιῶδες οὖρον τῷ ἐλαίῳ, μήτε δὲ κατὰ τὴν λιπαρότητα μήτε κατὰ τὴν ὀσμὴν ἢ τὴν γεῦσιν. ἄξιον οὖν θαυμάσαι τῶν τὰ ἀλλότρια μὲν κακῶς ἐξελεγχόντων, ἀπερισκέπτως δὲ τὰ δόξαντα ἑαυτοῖς γραφόντων.