In Hippocratis Epidemiarum I

Galen

Galen, In Hippocratis Epidemiarum I

Ἐνάτῃ ἐπεῤῥίγωσε, πυρετὸς ὀξὺς, ἵδρωσε, ψύξις, παρέκρουσε, δεξιῷ ἴλλαινε, γλῶσσα ἐπίξηρος, διψώδης, ἄγρυπνος· δεκάτῃ ταῦτα· ἑνδεκάτῃ κατενόει δι’ ὅλου πάντα, ἄπυρος, ἵδρωσεν, οὖρα λεπτὰ ἐπὶ κρίσιν.

Ἔοικεν ἰσχυρός τις ἄνθρωπος οὗτος γεγονέναι τὴν δύναμιν, ὡς μεγίστῳ νοσήματι διαπαλαίουσαν αὐτὴν ἀντισχεῖν. οὐδενὸς γοῦν ἀγαθοῦ μέχρι δεῦρο γεγονότος αὐτῷ, φαίνεται κατὰ τὴν ἐνάτην ἡμέραν ῥίγους κριτικοῦ γενομένου καὶ μετ’ αὐτὸ, καθάπερ εἴωθεν, ὀξέος πυρετοῦ καὶ μετὰ τὸν πυρετὸν ἱδρῶτος, οὐκ εὐθέως μὲν ἀπύρετος γεγονέναι διὰ τὸ μέγεθος τοῦ νοσήματος. ὅμως δ’ οὖν ἐπιμενόντων τῶν αὐτῶν. ἔφη γὰρ δεκάτῃ τὰ αὐτὰ, κατὰ τὴν ἑνδεκάτην εὐθέως ἀπύρετος γενέσθαι. τὸ δ’ ἐν τῇ κρίσει παρακροῦσαί τε καὶ ἐν τῷ δεξιῷ ὀφθαλμῷ ἰλλῆναι τῶν γινομένων ἐστὶν ἐν κρίσεσι. καὶ γὰρ οὐδ’ ἀθρόα τις αὐτῷ ἔοικε συμβῆναι κατὰ 

570
τὴν ἐνάτην ἡμέραν ἡ κρίσις, ἀλλὰ μέχρι τῆς ἑνδεκάτης ἐκταθῆναι, καθ’ ἣν ἤδη, φησὶ, κατενόει πάντα. προσέθηκε δὲ τὰ οὖρα λεπτὰ περὶ κρίσιν, ἵνα μὴ πιστεύωμεν αὐτῇ, μηδὲ βεβαίαν εἶναι νομίσωμεν, ἀλλ’ ὑποστρέφειν ἐν τάχει τὸ νόσημα προσδοκῶμεν. τά τε γὰρ ἄλλα καὶ διὰ τὸ μέγεθος αὐτοῦ τὴν τοιαύτην προσδοκίαν εὔλογον ἦν ἔχειν.

Δύο διέλιπεν ἄπυρος, ὑπέστρεψε τεσσαρεσκαιδεκάτῃ, αὐτίκα δὲ τὴν νύκτα οὐκ ἐκοιμήθη, πάντα παρέκρουσε.

Συμπληρωθείσης τῆς ἡμιῤῥόπου τε καὶ ἀπίστου κατὰ τὴν ἑνδεκάτην ἡμέραν δύο διαλιπεῖν αὐτόν φησι, τουτέστι, τήν τε δωδεκάτην καὶ τὴν τρισκαιδεκάτην, εἶτα πάλιν ὑποστρέψαι κατὰ τὴν τεσσαρεσκαιδεκάτην καὶ πάλιν ἐν παραπλησίοις γενέσθαι συμπτώμασιν.

571
Πεντεκαιδεκάτῃ οὖρον θολερὸν, ὡς ἐκ τῶν κατεστηκότων γίνεται, ὅταν ἀναταραχθῇ, πυρετὸς ὀξὺς, πάντα· παρέκρουσεν, οὐκ ἐκοιμήθη γόνατα καὶ κνήμας ἐπωδύνως εἶχεν, ἀπὸ δὲ κοιλίης βαλάνων προστιθεμένων μέλανα κόπρανα ἦλθεν.

Εἰς ὀξύτητα πάλιν ὑποστρέψας ἀφίκετο διά τε τὸ μέγεθος τοῦ νοσήματος, ὅπερ ἐξ ἀρχῆς ἔσχε, καὶ διότι κατὰ τὴν ἑνδεκάτην ἡμέραν, ἡνίχ’ ἡ πρώτη κρίσις ἐγένετο, μηδέπω τὰ τῆς πέψεως ὑπῆρχε σημεῖα τοῖς οὔροις. τὰ μέντοι κατὰ γόνατα καὶ κνήμας ἀλγήματα τῆς κάτω ῥοπῆς τῶν τὴν νόσον ἐργαζομένων χυμῶν ὄντα σημεῖα τῶν ἀγαθῶν ἐστι δηλονότι. τὸ δὲ βαλάνων αὐτῷ προσθεμένων μέλανα διαχωρήματα κοπρώδη μοχθηρὸν διὰ τὴν χροιάν.

Ἑξκαιδεκάτῃ οὖρα λεπτὰ, ἔχοντα ἐναιώρημα ἐπινέφελον, παρέκρουσε.
572

Καὶ ταῦτα τῆς καταλαβούσης αὐτὸν ἐκ δευτέρου πάλιν ὀξύτητος σημεῖά τε καὶ συμπτώματά ἐστιν, εἴ τι μεμνήμεθα τῶν ἐν τῷ προγνωστικῷ δεδειγμένων καὶ κατὰ τὸ πρῶτον τῶν ἐπιδημιῶν. ἐμὲ γὰρ οὐ δεῖ μυριάκις λέγειν τὰ αὐτά.

Ἑπτακαιδεκάτῃ πρωῒ ἄκρεα ψυχρὰ, περιεστέλλετο, πυρετὸς ὀξὺς, ἵδρωσε διόλου, ἐκουφίσθη, κατενόει μᾶλλον, οὐκ ἄπυρος, διψώδης, ἔμεσεν χολώδεα, ξανθὰ, ὀλίγα. ἀπὸ δὲ κοιλίης κόπρανα διῆλθε, μετ’ ὀλίγον δὲ μέλανα, ὀλίγα, λεπτὰ, οὖρα λεπτὰ, οὐκ εὔχροα.

Φαίνεται πάλιν ἑπτακαιδεκάτη τῶν ἡμερῶν ἱδρῶτά τινα ποιησαμένη μὴ δυνηθέντα λῦσαι τὸ νόσημα διὰ τὴν τῶν χυμῶν ἀπεψίαν, ἐφ’ οἷς φαίνεται νοσήσας ὁ ἄνθρωπος.

573
Ὀκτωκαιδεκάτῃ οὐ κατενόει, κωματώδης, ἐννεακαιδεκάτῃ διὰ τῶν αὐτῶν.

Οὐδὲν ὅλως ἀξιόλογον ἔοικεν ἡ ἑπτακαιδεκάτη τῶν ἡμερῶν βοηθῆσαι τῷ ἀνθρώπῳ, ὅμως γε μὴν φαίνεται διαμαχομένη πρὸς τὴν νόσον ἡ φυσικὴ δύναμις αὐτοῦ καὶ τάχα που καὶ νικῶσα.

Εἰκοστῇ ὕπνωσε, κατενόει πάντα, ἵδρωσεν, ἄπυρος· οὐκ ἐδίψη. εἰκοστῇ πρώτῃ σμικρὰ παρέκρουσεν, ὑπεδίψη, ὑποχονδρίου πόνος καὶ περὶ ὀμφαλὸν παλμὸς διὰ τέλεος. εἰκοστῇ τετάρτῃ οὔροισιν ὑπόστασις κατενόει πάντα. εἰκοστῇ ἑβδόμῃ ἰσχίου δεξιοῦ ὀδύνη, οὖρα λεπτὰ καὶ εἶχον ὑπόστασιν. τὰ δὲ ἄλλα εἶχεν ἐπιεικέστατα. περὶ δὲ εἰκοστὴν ἐνάτην ὀφθαλμοῦ δεξιοῦ ὀδύνη, οὖρα λεπτά. τεσσαρακοστῇ
574
διεχώρησε φλεγματώδεα, λευκὰ, ὑπόσυχνα, ἵδρωσε πολλῷ διόλου, τελέως ἐκρίθη.

Τρίτη μὲν αὕτη κρίσις ἐπιχειρησάσης καὶ νῦν τῆς φύσεως λῦσαι τὸ νόσημα διὰ τῆς τῶν ἱδρώτων ἐκκρίσεως ἐν ἡμέρᾳ κρισίμῳ, καθάπερ κᾀν ταῖς ἔμπροσθεν, ἦσαν γὰρ κᾀκεῖναι κρίσιμοι. προσέθηκα δὲ τὸ οὐ δι’ ἄλλο τι ἢ ἐπὶ τῷ τῶν οὐκ ὀρθῶς ἐν προῤῥητικῷ γεγραμμένων ἁμαρτάνειν, πάμπολυ δὲ καὶ τῆς Ἱπποκράτους γνώμης καὶ τῆς ἐπὶ τῶν καμνόντων προγνώσεως· καὶ διὰ τοῦτο λογίατροι μέν εἰσιν· οὕτως γὰρ ὀνομάζουσιν οἱ πολλοὶ τῶν εἰδότων ἀσχημονοῦντας ἐπὶ τῶν ἔργων, ἰατροὶ δ’ οὐκ εἰσὶν οἱ πιστεύοντες τοῖς ἐν προῤῥητικοῖς καὶ Κωακαῖς προγνώσεσι γεγραμμένοις ἀῤῥώστοις, εἰς ἑτέραν ἀναφέρουσι μαρτυρίαν τῶν δοκούντων αὐτοῖς, παρατιθέμενοι τὰ κακῶς εἰρημένα κατὰ τὸ προῤῤητικὸν ἢ τὰς Κωακὰς προγνώσεις, ἐάσαντες δὲ τὰ κατὰ τὸ προγνωστικὸν καὶ τοὺς ἀφορισμοὺς καὶ τὰ κατὰ τῶν ἐπιδημιῶν εἰρημένα καθολικὰ θεωρήματα,

575
καὶ ὅσα γε κατὰ τὸ προῤῥητικὸν καὶ τὰς Κωακὰς προγνώσεις ἀληθῆ γέγραπται, ταῦτα μετενηνεγμένα παρὰ τῶν τὰ βιβλία ταῦτα γραψάντων ἐξ ἀφορισμῶν καὶ προγνωστικῶν καὶ τῶν ἐπιδημιῶν εἰς αὐτὰ, καθότι δέδεικταί μοι κἀν τοῖς εἰς τὸ προῤῥητικὸν ὑπομνήμασιν. Λύκος δ’ οὐκ οἶδ’ ὅπως καὶ αὐτὸς ἀναπλησθεὶς τῆς τοιαύτης μοχθηρίας εἰς Κόϊντον αὐτὴν ἀναφέρει, καίτοι Κοΐντῳ μὲν αὐτὸς οὐδ’ ἐνιαυτὸν ὅλον συνεγένετο. Σάτυρος δὲ καὶ Φικιανὸς ἐπὶ πλεῖστον αὐτῷ συνδιατρίψαντες οὐδεμίαν τοιαύτην ἐξήγησιν εἰς Κόϊντον ἀνέφερον. οὐκ ἀκριβῶς γὰρ ἐπίσταμαι τοῦτ’ ἐγὼ, ἀμφοτέροις διδασκάλοις χρησάμενος.

576

Ἐμοὶ μὲν οὔτ’ ἄλλο τι βιβλίον ἐγράφη χωρὶς τοῦ δεηθῆναί τινας ἑταίρους καὶ μάλιστα τοὺς εἰς ἀποδημίαν μακροτέραν στελλομένους, ἀξιώσαντας ἔχειν ὑπόμνημα τῶν ὑπ’ ἐμοῦ ῥηθέντων αὐτοῖς ἢ δειχθέντων ἐν ταῖς τῶν ζώων ἀνατομαῖς κᾀπὶ τῶν νοσούντων. ἐπεὶ δ’ ἐκπεσόντα τινὰ καὶ ἄλλοις ἔδοξεν ἄξια σπουδῆς εἶναι, προτρεψαμένοις με καὶ αὐτοῖς ἅπαντα τῆς ἰατρικῆς τέχνης τὰ μέρη συμπληρῶσαι, κατὰ τὸν αὐτὸν τρόπον ὡς ἤδη τισὶν ἔδωκα

577
καὶ τοῦτ’ ἔπραξα. γινώσκων δ’ ἐμαυτὸν ἐν ἅπασιν αἷς ἐγεγράφειν ἐξηγησάμενον ἀεὶ τὴν Ἱπποκράτους γνώμην, ἅμα τῷ καὶ τὰς ἐπικαιροτάτας αὐτοῦ τῶν ῥήσεων παρατεθεῖσθαι, περιττὸν ἡγούμην εἶναι γράφειν ἐξηγήσεις ἐν ὑπομνήμασι καθ’ ἑκάστην λέξιν ἀπ’ ἀρχῆς ἕως τέλους ἁπάντων αὐτοῦ τῶν βιβλίων. ἐπεὶ δὲ καὶ ταύτας ἐδεήθησαν ἔνιοι τῶν ἑταίρων ἔχειν, ἀπὸ τῶν γνησιωτάτων καὶ χρησιμωτάτων Ἱπποκράτους βιβλίων ἠρξάμην, τὸν αὐτὸν φυλάττων σκοπὸν τοῖς συγγράμμασι ὃν κᾀν τοῖς ἔμπροσθεν ἐπεποιήμην. ἔστι δ’ οὗτος ὅσα δηνεκῶς ἢ πλειστάκις ἐπὶ τῶν ἀῤῥώστων ὁρᾶται, ταῦτα μόνα γράφειν ἄνευ τοῦ διελέγχειν τοὺς ἤτοι τὰ σπάνια γράψαντας ἢ τὰ μηδ’ ὅλως ὁρώμενα καὶ ψευδῆ παντάπασιν ὄντα. καί τοι τά τε εἰς τὸ περὶ ἀγμῶν καὶ περὶ ἄρθρων ὑπομνήματα, καὶ πρὸς τούτοις εἴς τε τὸ περὶ ἑλκῶν καὶ τῶν ἐν τῇ κεφαλῇ τρωμάτων, ἀφορισμούς τε καὶ προγνωστικὸν οὕτως ἐγένετο. μετὰ δὲ ταῦτα τοῖς ἑταίροις παρακαλέσασι πεισθεὶς ἐξηγήσεις ἐν ὑπομνήμασιν ἔγραψα τοῦ περὶ διαίτης ὀξέων, προτέρου
578
μὲν ἄχρι τῆς τῶν βαλανείων χρήσεως μέρους τοῦ βιβλίου, ὃ καὶ γνησιώτατον εἶναι πεπίστευται, δευτέρου δὲ μετ’ αὐτὸ, καὶ γὰρ καὶ τοῦτο φαίνεται πολλὰ κατὰ τὴν Ἱπποκράτους γνώμην ἔχειν ἐν ἑαυτῷ θεωρήματα. μετὰ δὲ τοῦτο τοῦ περὶ χυμῶν ἐξήγησιν ἐποιησάμην διὰ ταχέων ἐν ἡμέραις ὀλίγαις, ἐπειγομένου πρὸς ἀποδημίαν τοῦ παρακαλέσαντος αὐτὸ γραφῆναι. δοξάντων δὲ καὶ τούτων ἔχειν καλῶς, ἐξέπεσε γὰρ εἰς πολλοὺς, ἐκ τούτου συνέβη μὴ μόνον τοὺς ἑταίρους, ἀλλὰ καὶ ἄλλους πολλοὺς τῶν φίλων ἰατρῶν προτρέψαι πάντων τῶν Ἱπποκράτους βιβλίων ἐξηγήσεις ποιήσασθαι. καὶ τοίνυν ἐποιησάμην ἤδη τοῦ τε κατ’ ἰατρεῖον καὶ τοῦ πρώτου καὶ δευτέρου τῶν ἐπιδημιῶν, ἐφ’ οἷς μέλλοντος ἄρξασθαί μου τῶν εἰς τὸ τρίτον ἐξηγητικῶν συνέβη παρακληθῆναι πάνυ λιπαρῶς ὑπό τινων εἰς τὸ προῤῥητικὸν ἤδη ποιῆσαι. ἐγένετο δ’ ἡ παράκλησις αὕτη λόγου ποτέ ἐμπεσόντος ἡμῖν ἐν περιοδείᾳ περὶ τῶν ἐν τῷ προγνωστικῷ καὶ τοῖς ἀφορισμοῖς εἰρημένων. ἐδείκνυον μὲν γὰρ ἅπαντα ταῦτα μεγάλην ἔχειν ἐπὶ τῶν νοσούντων δύναμιν· ἐὰν δ’
579
ὡς καθολικοῖς τις προσχῇ τοῖς ἐν τῷ προῤῥητικῷ γεγραμμένοις ἅπασι, πάμπολυ σφαλησόμενον. τοιαῦτα δ’ εἶναι καὶ τὰ πλεῖστα τῶν κατὰ τὰς Κωακὰς προγνώσεις ἐδείκνυον, ἀναμεμιγμένα τισὶ μὲν τῶν ἐν ἀφορισμοῖς εἰρημένων ἢ προγνωστικῷ, τισὶ δὲ τῶν ἐν τοῖς ἐπιδημίοις, ἃ καὶ μόνα τῶν ἔν ἐκείνοις τοῖς βιβλίοις γεγραμμένων ἐστὶν ἀληθῆ. τὰ δ’ ἄλλα πάντα μοχθηρῶς ἔχει κατὰ τὸ προῤῥητικὸν καὶ τὰς Κωακὰς προγνώσεις. παρέγκειται μὲν οὖν τινὰ κᾀν τῷ δευτέρῳ καὶ ἕκτῳ τῶν ἐπιδημιῶν, ὥσπερ καὶ κατὰ τοὺς ἀφορισμοὺς ἐπὶ τῆς τελευτῆς. ἀλλὰ τἄλλα πάντα καὶ κατὰ τὸ δεύτερον καὶ ἕκτον Ἱπποκράτους ἐστὶν, οὐκ ὀλίγα μὲν ἐν ὑπομνήμασιν εὑρεθέντα, τινὰ δὲ καὶ τοῦ συνάγοντος αὐτὰ προσθέντος. ἦν δ’ οὗτος ὁ τῶν Ἱπποκράτους υἱέων εὐδοκιμώτατος, ὄνομα Θεσσαλὸς, ἀκριβῶς ἀκολουθήσας τῇ γνώμῃ τοῦ πατρός. ἐν δὲ τῷ πρώτῳ καὶ τρίτῳ τῶν ἐπιδημιῶν ἢ οὐδὲν ἢ βραχέα παντελῶς ὑποπτεύσειεν ἄν τις ἐγγεγράφθαι. καθόλου δ’ ἐν τοῖς βιβλίοις τούτοις θεωρήματα παντάπασιν ὀλίγα γέγραπται, διηγήσεως
580
οὔσης ἐν αὐτοῖς ψιλῆς τῶν συμβάντων, ἤτοι κοινῇ πολλοῖς ἐν καταστάσεσιν ἐπιδήμοις ἢ καθ’ ἕκαστον ἰδίᾳ. συμπεληρωμένων οὖν ἤδη τῶν ἐς τὸ δεύτερον τῶν ἐπιδημιῶν ὑπομνημάτων, ἐν τῷ μεταξὺ τρία συνέβη γραφῆναι διὰ τοὺς παρακαλέσαντας, ὡς ἔφην, εἰς τὸ προῤῥητικὸν ὑπομνήματα, δι’ ὧν ἐδείκνυον ἐν ἐκείνῳ τῷ βιβλίῳ τὰ πλεῖστα μοχθηρῶς εἰρῆσθαι, πολλὰ μὲν ὡς καθόλου, καίτοι σπάνια ὄντα, πολλὰ δ’ ἀόριστα διορισμῶν δεόμενα. σαφηνείας δ’ ἕνεκα ἀναμιμνήσκω τινὸς ἐξ αὐτῶν τῶν μοχθηρῶς γεγενημένων τισὶν, ἔν τε τοῖς εἰς τὸ προῤῥητικὸν ὑπομνήμασι κᾀν τοῖς εἰς τοὺς ἐν ταῖς ἐπιδημίαις ἀῤῥώστους. γεγραμμένης τοίνυν ἐν τῷ προῤῥητικῷ τοιαύτης τινὸς λέξεως οἱ ἐξ ὑποχονδρίων πυρετοὶ κακοήθεες. ἔνιοι τῶν ἐξηγησαμένων τὸ βιβλίον ἀναμιμνήσκουσιν ἡμᾶς τῶν ἐν τοῖς ἐπιδημίοις ἀῤῥώστων ἐκείνους προχειριζόμενοι μόνους, ἐφ’ ὧν ἀποθανόντων ἤτοι σύντασιν ὑποχονδρίων ἔγραψεν ὁ Ἱπποκράτης γεγονέναι κατὰ τὸν τῆς νόσου καιρὸν ἢ ὀδύνην ἢ παλμὸν, ἤ τι τοιοῦτον σιωπῶντες τοὺς σωθέντας ἐξ αὐτῶν. Ἱπποκράτης
581
δ’ ὥσπερ τἄλλ’ ἐπὶ τῶν ὀξέων νοσημάτων χρήσιμα κατὰ τὸ προγνωστικὸν ἔγραψεν, οὕτω καὶ τὰ περὶ τῶν ὑποχονδρίων ἐν ἐκείνῳ τῷ μέρει τοῦ συγγράμματος, οὗ κατὰ τόνδε τὸν τρόπον ἄρχεται. ὑποχόνδριον ἄριστόν ἐστιν ἀνώδυνόν τε ἐὸν καὶ μαλθακὸν καὶ ὁμαλὸν καὶ ἐπὶ δεξιὰ καὶ ἐπ’ ἀριστερά· αὕτη μὲν ἡ ἀρχὴ τῆς ὅλης ῥήσεώς ἐστιν οὔσης μακρᾶς, ἐν ᾗ διδάσκει περὶ τῶν ὑποχονδρίων ὁ Ἱπποκράτης. ὁ δ’ ἀποφηνάμενος ἁπλῶς τοὺς ὑποχονδρίων πυρετοὺς κακοήθεας ἄνευ τῶν προσηκόντων διορισμῶν, οὓς ἔγραψεν Ἱπποκράτης ἐν τῷ προγνωστικῷ προφανῶς ψεύδεται· πολὺ γὰρ ἦν ἀληθέστερον εἰπεῖν, οἱ ἐπ’ ἐγκεφάλῳ πάσχοντι πυρετοὶ κακοήθεες· οἱ ἐπὶ μήνιγξι πασχούσαις πυρετοὶ κακοήθεες. οἱ ἐπὶ πνεύμονι πάσχοντι πυρετοὶ κακοήθεες· ἔτι δὲ μᾶλλον τούτων οἱ ἐπὶ καρδίᾳ πασχούσῃ πυρετοὶ κακοήθεες ἢ οἱ ἐξ ὑποχονδρίων πυρετοί. κυρίως μὲν ἀκουόντων τῆς προσηγορίας τῶν ὑποχονδρίων ἐπιεικέστατοι πάντων εἰσὶ τῶν ὀξέων πυρετῶν, οὐ κυρίως δ’, ἀλλὰ συμπεριλαμβανόντων τῇ προσηγορίᾳ καὶ τὴν γαστέρα καὶ τὸ ἧπαρ καὶ τὸν
582
σπλῆνα καὶ τὰς φρένας, ἔνιοι μὲν αὐτῶν κακοήθεις, ἔνιοι δ’ ἐπιεικεῖς, ὡς ἐν τοῖς περὶ τῶν πεπονθότων τόπων ὑπομνήμασι διώρισται. τουτὶ μὲν ἕν σοι παράδειγμα ἔστω τῶν τ’ ἐν τῷ προῤῥητικῷ γεγραμμένων οὐκ ὀρθῶς καὶ τῶν ἐξηγησαμένων, ὡς εἶπον ἄρτι, δι’ ἀλλήλων τὰ βιβλία. κατὰ μὲν τὸ προῤῥητικὸν οὕτως ἐξηγοῦνται· καλῶς εἶπεν οἱ ἐξ ὑποχονδρίων πυρετοὶ κακοήθεες. ἐν γοῦν τοῖς τῶν ἐπιδημιῶν ὅδε καὶ ὅδε φαίνονται τεθνεῶτες ὑποχόνδριον πάσχοντες· ἐν δ’ αὐτοῖς τῶν ἐπιδημιῶν, ὅταν ἐπὶ τοὺς αὐτοὺς ἔλθωσιν, ὀρθῶς τόνδε τὸν ἄῤῥωστον φασὶν ἀποθανεῖν. εἰρῆσθαι γὰρ ἐν τῷ καθόλου κατὰ τὸ προῤῥητικὸν, οἱ ἐξ ὑποχονδρίων πυρετοὶ κακοήθεες. εἰ δ’ οὕτως ἐξηγεῖσθαι χρὴ, πρῶτον μέν ἐστιν ἀπόφασιν ἐναντίαν τῇ κατὰ τὸ προῤῥητικὸν εἰπεῖν, οἱ ἐξ ὑποχονδρίων πυρετοὶ μέτριοι. δεύτερον δ’ ἐπ’ αὐτῇ δεικνύναι τοὺς ἐν τοῖς τῶν ἐπιδημιῶν σωθέντας, ὑποχονδρίων πεπονθότων. ἓν μὲν δὴ τοῦτ’ ἔστι παράδειγμα, ὡς ἔφην, μοχθηρῶν ἐξηγήσεων. ἕτερον δὲ τὸ τῶν ἐπιπεπλεγμένων ἀλλήλαις διαθέσεων, ᾧ καὶ
583
αὐτῷ πολλῷ φαίνεται κεχρημένος ὁ γράψας τὸ προῤῥητικὸν, ὡς ἐν τοῖς εἰς αὐτὸ γεγονόσιν ὑπομνήμασιν ἐδείκνυον. ἐπιπεπληγμένας δὲ λέγω διαθέσεις ἐν αἷς πλείω τὰ πεπονθότα μόρια· δύναται γὰρ ὁ αὐτὸς ἄνθρωπος οὐ κατὰ θώρακα πεπονθέναι μόνον, ἀλλὰ καὶ κατὰ τὸν πνεύμονα καὶ τὴν κεφαλὴν, ἐγχωρεῖ δ’ αὐτοῖς προσθεῖναι καὶ κατὰ γαστέρα καὶ ἧπαρ. ἐὰν οὖν γράφῃ ποτὲ σύμπτωμα φρενίτιδος ἐσομένης δηλωτικόν· ἑξῆς δ’ αὐτῷ προσθῇ καὶ ἄλλο περιπνευμονίας ἴδιον καὶ φλεγμονῆς ἥπατος ἢ γαστρὸς ἤ τινος τῶν ἄλλων, εἶτα χαλεπωτέραν εἶναι φάσκει τὴν διάθεσιν ἐκείνοις τῶν ἀνθρώπων, οἷς δύο ἢ πλείω μόρια πάσχει, μοχθηρὰν ποιήσεται διδασκαλίαν. ἔσεται γὰρ ὁ τρόπος τῶν λόγων τοιόσδε· οἱ κωματώδεες ἐν ἀρχῇσι γινόμενοι μετὰ κεφαλῆς, ὀσφύος, ὑποχονδρίου, τραχήλου ὀδύνης ἀγρυπνέοντες, ἆρά γε ἀγρυπνέοντες, ἆρά γε φρενιτικοί εἰσι; μυκτὴρ ἐν τούτοις ἀποστάζων ὀλέθριον, ἄλλως τε καὶ ἢν τεταρταίοισιν ἀρχομένοισι, κοιλίης περίπλυσις ἐξέρυθρος. ἡπατικόν ἐστι σύμπτωμα δυνάμενον μὲν καὶ σὺν τοῖς προειρημένοις
584
γενέσθαι, καθάπερ καὶ πλευρῖτις ἢ περιπνευμονία τοῖς κωματώδεσιν ἐκείνοις συνέπεσε, οὐ μέντοι τῆς αὐτῆς διαθέσεως σημεῖον ὑπάρχον. εἰ δέ τις ἐθέλοι τά τ’ ἐν τῷ προῤῥητικῷ κακῶς εἰρημένα καὶ τοῖς δι’ ἀλλήλων ἐξηγουμένοις τά τ’ ἐν ἐκείνῳ τῷ βιβλίῳ γεγραμμένα καὶ τοὺς ἐν τοῖς τῶν ἐπιδημιῶν ἀῤῥώστοις ἐλέγχειν, ἀναγνώτω τὰ εἰς τὸ προῤῥητικὸν ὑπομνήματα. ἐγὼ μὲν οὖν τοὺς ἐν τῷ πρώτῳ καὶ δευτέρω βιβλίῳ γεγραμμένους ἀῤῥώστους ἐξηγησάμην ἔμπροσθεν ἄνευ τῶν εἰς τοὺς μοχθηρῶς ἐξηγουμένους ἐλέγχων. ἐπεὶ δὲ πολλοὶ τῶν ἑταίρων ἠξίωσάν με ἐπ’ ὀλίγων ἀῤῥώστων ἐπισημῄνασθαι περὶ τῶν οὐκ ὀρθῶς ἐξηγουμένων, ἠναγκάσθην εἰς τρεῖς ἀῤῥώστους μόνους ἓν ἐξηγητικὸν βιβλίον ποιήσασθαι τὸ πρὸ τούτου. νῦν δ’ ἡγοῦμαι πάλιν ἄμεινον εἶναι κατὰ τὸν αὐτὸν τρόπον ἐξηγεῖσθαι τοὺς ὑπολοίπους, ὅνπερ καὶ ἔμπροσθεν ἤδη τοὺς ἐν τῷ πρώτῳ τῶν ἐπιδημιῶν ἐξηγησάμην. κινδυνεύω γὰρ εἰς ἕτερον ἐμπεσεῖν ἔγκλημα τῶν μισούντων μέγεθός τε καὶ μῆκος ὑπομνημάτων.

585
Ἐν Θάσῳ Φιλίστης κεφαλὴν ἐπόνει χρόνον πολὺν καί ποτε καὶ ὑποκαρωθεὶς κατεκλίθη. ἐκ δὲ πότων, πυρετῶν συνεχῶν γενομένων ὁ πόνος παρωξύνθη νυκτὸς, ἐπεθερμάνθη τὸ πρῶτον. τῇ πρώτῃ ἤμεσε χολώδεα ὀλίγα, ξανθὰ πρῶτα, μετὰ δὲ ταῦτα ἰώδεα πλείω, ἀπὸ δὲ κοιλίης κόπρανα διῆλθε, νύκτα δυσφόρως. δευτέρῃ κώφωσις, πυρετὸς ὀξὺς, ὑποχόνδριον δεξιὸν συνετάθη, ἔῤῥεπεν εἰς τὰ ἔσω, οὖρα λεπτὰ διαφανέα, εἶχεν ἐναιώρημα γονοειδὲς μικρὸν, ἐξεμάνη περὶ μέσον ἡμέρης, τρίτῃ δυσφόρως, τετάρτῃ σπασμοὶ, παρωξύνθη πάντα, πέμπτῃ πρωῒ ἀπέθανεν.

Ὡς μεμνημένοις ὦν εἴς τε τὸ προγνωστικὸν ἐξηγησάμην καὶ τοὺς ἀφορισμοὺς καὶ τὸ προῤῥητικὸν, ἔτι τε τὸ πρῶτον καὶ δεύτερον τῶν ἐπιδημιῶν, οὕτω ποιήσομαι τὸν λόγον, ὑπὲρ τοῦ μὴ μακρολογεῖν. ὀρθοστάδην οὗτος ὁ

586
ἄνθρωπος ἐνόσει κεφαλὴν ἀλγῶν, ὥσπερ καὶ ὁ πρὸ αὐτοῦ γεγραμμένος. ἀλλ’ ἐπὶ τούτου μὲν οὐ σμικρὸν προσέθηκε σύμπτωμα τὸ καρωθῆναι ποτ’ αὐτὸν, ἐπ’ ἐκείνου δὲ προσέθηκε καὶ τὴν ἀρχὴν τῆς νόσου τούτῳ μὲν ἐξ ἁμαρτήματος μεγάλου φησὶ γεγονέναι. πεπονθυίας γὰρ ἰσχυρῶς κεφαλῆς μέγιστόν ἐστι κακὸν οἴνου πόσις δαψιλής. ἐπ’ ἐκείνου δὲ ἐκ προφάσεώς φησιν ἄρξασθαι τὴν νόσον, ὥστ’ ἐπ’ ἐκείνου μὲν οὐδέπω τὸν ἐγκέφαλον ἡγεῖται πεπονθέναι, μόνης δὲ τῆς ἐν τῇ κεφαλῇ πλεονεξίας τῶν χυμῶν εἶναι τὰ συμπτώματα. τῷ Φιλίστῃ δὲ τούτῳ καὶ αὐτὸν ἐν τῷ χρόνῳ τὸν ἐγκέφαλον ἐν διαθέσει γεγονέναι μοχθηρᾷ. προσγενομένης δὲ τῆς ἐν τῷ πότῳ βλάβης οὕτως μέγα καὶ ἰσχυρὸν ἀπειργάσατο πάθος, ὡς ἀποκτεῖναι πεμπταῖον αὐτόν. ὅσα δὲ κατὰ τὰς ἡμέρας ταύτας ὁ Ἱπποκράτης ἔγραψε γενέσθαι συμπτώματα τῷ Φιλίστῃ, τὰ μὲν τῆς κατὰ τὴν νόσον ὀξύτητός ἐστιν, ὡς εἰ καὶ μηδὲν ἐγκέφαλος ἐβέβλαπτο, τὰ δὲ αὐτοῦ τοῦ ἐγκεφάλου. τῆς μὲν οὖν κατὰ τὴν νόσον ὀξύτητος τά τε κατὰ τοὺς ἐμέτους ἐστὶ συμπτώματα καὶ τῶν
587
οὔρων ἡ ποιότης· αὐτοῦ δὲ τοῦ ἐγκεφάλου ἥ τε κώφωσις καὶ ὁ σπασμὸς καὶ τὸ ἐκμανῆναι. τὸ δ’ οὕτως εἰρημένον ὑπὸ τοῦ συγγραφέως ὑποχόνδριον δεξιὸν συνετάθη, ἔῤῥεπεν εἰς τὸ εἴσω· γίνεται μὲν ὅταν ὑπὸ τοῦ διαφράγματος ἕλκηται τὰ κατ’ αὐτό. τὸ διάφραγμα δ’ αὐτὸ τείνεται ποτὲ μὲν πλευρίτιδι διὰ τὸ μέγεθος τῆς φλεγμονῆς τοῦ τὰς πλευρὰς ὑπεζωκότος ὑμένος, ποτὲ δὲ διὰ τὴν ἀρχὴν τῶν νεύρων ἀνασπῶσαν ἐφ’ ἑαυτὴν τὰ καθήκοντα πρὸς τὸ διάφραγμα νεῦρα, διὰ φλεγμονὴν ἰδίαν. ἀλλὰ νῦν γε τῶν εἰρημένων τριῶν εὐλογώτερόν ἐστι διὰ τὴν τῶν νεύρων τάσιν ἀνασπώμενον αὐτὸ ἀνεσπακέναι τὸ ὑποχόνδριον· ὡς τὰ πολλὰ μὲν οὖν καὶ ἄμφω τὰ ὑποχόνδρια κατὰ τὰς τοιαύτας διαθέσεις ἔσω γίνεται. συμβαίνει δ’ ἐνίοις καὶ τὸ ἕτερον μόνον, ὅταν καὶ τὸ τῆς ἀρχῆς τῶν νεύρων, τὸ μὲν ἕτερον μέρος ἰσχυρῶς ᾖ πεπονθὸς, τὸ δ’ ἕτερον ἢ μηδ’ ὅλως ἢ μετρίως.

588
Χαιρίωνα, ὃς κατέκειτο παρὰ Δημαινέτῳ, ἐκ ποτοῦ πῦρ ἔλαβεν αὐτίκα δὲ κεφαλῆς βάρος ἐπώδυνον, οὐκ ἐκοιμᾶτο, κοιλίη ταραχώδης ἐπὶ λεπτοῖσιν ὑποχολώδεσι. τρίτῃ πυρετὸς ὀξὺς, κεφαλῆς τρόμος, μάλιστα δὲ χείλεος τοῦ κάτω, μετ’ ὀλίγον δὲ ῥῖγος, σπασμοὶ, πάντα παρέκρουσε, νύκτα δυσφόρως. τετάρτῃ δι’ ἡσυχίης μικρὰ ἐκοιμήθη, παρέλεγε· πέμπτῃ ἐπιπόνως, πάντα παρωξύνθη ληρός· νύκτα δυσφόρως, οὐκ ἐκοιμήθη· ἕκτῃ διὰ τῶν αὐτῶν· ἑβδόμῃ ἐπεῤῥίγωσε, πυρετὸς ὀξὺς, ἵδρωσε διόλου, ἐκρίθη, τούτῳ διὰ τέλεος ἀπὸ κοιλίης διαχωρήματα χολώδεα ὀλίγα, ἄκρητα, οὖρα λεπτὰ, εὔχροα, ἐναιώρημα ἐπινέφελον ἔχοντα· περὶ δ’ ὀγδόην οὔρησεν εὐχροώτερα, ἔχοντα ὑπόστασιν λευκὴν, ὀλίγην, κατενόει, ἄπυρος διέλιπεν· ἐνάτῃ ὑπέστρεψε· περὶ δὲ τεσσαρεσκαιδεκάτην πυρετὸς ὀξύς. ἑξκαιδεκάτῃ ἤμεσε χολώδεα, ξανθὰ ὑπόσυχνα. ἑπτακαιδεκάτῃ ἐπεῤῥίγωσε, πυρετὸς ὀξὺς,
589
ἵδρωσεν, ἄπυρος ἐκρίθη, οὖρα μετ’ ὑποστροφὴν καὶ κρίσιν εὔχροα, ὑπόστασιν ἔχοντα, οὐδὲ παρέκρουσεν ἐν τῇ ὑποστροφῇ. ὀκτωκαιδεκάτῃ ἐθερμαίνετο σμικρὰ, ἐπεδίψα, οὖρα λεπτὰ ἐναιώρημα ἐπινέφελον, σμικρὰ παρέκρουσε. περὶ δὲ ἐννεακαιδεκάτην ἄπυρος, τράχηλον ἐπωδύνως εἶχεν, οὔροις ὑπόστασις, τελείως ἐκρίθη εἰκοστῇ.

Οὗτος ὁ ἄνθρωπος ἐκ πλήθους φαίνεται καὶ μάλιστα χολωδῶν νοσήσας. ἐξετάζων δ’ ἐπ’ αὐτοῦ τά τε κατὰ τὰς κρισίμους ἡμέρας δεδειγμένα καὶ τὰ περὶ τῶν οὔρων, εὑρήσεις συμφωνοῦντα κατὰ λόγον αὐτὸν ἐπὶ τῆς εἰκοστῆς ἡμέρας ἀπαλλαγέντα τελέως. ἔνια μέντοι τῶν ἀντιγράφων οὐκ ἔχει προσγεγραμμένον τῷ τέλει τῆς διηγήσεως τὸ εἰκοστῇ, καίτοι τῶν δοκιμωτάτων οὕτως εἰδότων γεγραμμένην τὴν ῥῆσιν.

590
Τὴν Εὐρυάνακτος θυγατέρα παρθένον πῦρ ἔλαβεν, ἦν δ’ ἄδιψος διὰ τέλεος, γεύματα οὐ προσεδέχετο. ἀπὸ δὲ κοιλίης σμικρὰ διῄει. οὖρα ὀλίγα λεπτὰ, οὐκ εὔχροα. ἀρχομένου δὲ τοῦ πυρετοῦ περὶ ἕδρην ἐπόνει. ἑκταίη δὲ ἐοῦσα ἄπυρος οὐκ ἵδρωσεν, ἐκρίθη. τὸ δὲ περὶ τὴν ἕδρην σμικρὰ ἐξεπύησεν, ἐῤῥάγη ἅμα κρίσει. μετὰ κρίσιν ἑβδομαίη ἐοῦσα ἐῤῥίγωσε σμικρὰ, ἐπεθερμάνθη, ἵδρωσε. μετὰ δὲ κρίσιν ὀγδαῖος ἐοῦσα ἐῤῥίγωσεν οὐ πολλὰ, ὕστερον δὲ ἄκρεα ψυχρὰ ἀεί. περὶ δὲ δεκάτην κατὰ τὸν ἱδρῶτα τὸν γενόμενον παρέκρουσε καὶ πάλιν ταχὺ κατενόει. ἔλεγον δὲ γευσαμένην βότρυος ταῦτα παθεῖν. διαλιποῦσα δὲ δωδεκάτην πάλιν πολλὰ παρελήρει, κοιλίη ἐπεταράχθη χολώδεσιν ὀλίγοισιν, ἀκρήτοισι, λεπτοῖσι, δακνώδεσι, πυκνὰ ἀνίστατο. ἀφ’ ἧς δὲ παρέκρουσε τοῦ ὕστερον, ἀπέθανεν ἑβδόμῃ. αὕτη ἀρχομένου τοῦ νοσήματος ἤλγει φάρυγγα καὶ διὰ τέλεος ἔρευθος εἶχε, καὶ γαργαρεὼν ἀνεσπασμένος, ῥεύματα πολλὰ σμικρὰ, λεπτὰ,
591
δριμέα, ἔβησσε πέπονα, οὐδὲν ἀνῆγεν, ἀπόσιτος πάντων, παρὰ πάντα τὸν χρόνον οὐδ’ ἐπεθύμησεν οὐδενὸς, ἄδιψος, οὐδ’ ἔπινεν, οὐδὲν ἄξιον λόγου, σιγῶσα, οὐδὲν διελέγετο, δυσθυμίη ἀνελπίστως ἑωϋτῆς εἶχεν. ἦν δέ τι καὶ συγγενικὸν φθινῶδες.

Μετὰ τὸ διηγήσασθαι τὰ γενόμενα ταύτῃ νοσούσῃ μέχρι θανάτου, προσέθηκεν αὐτὸς ὅλης τῆς νόσου τὴν ὑπόθεσιν, ἐφ’ ᾗ προσηκόντως ἀπέθανεν. ἀπὸ κεφαλῆς γὰρ αὐτῇ φησὶν εἰς πνεύμονα γενέσθαι κακὰ ῥεύματα, φάρυγγι καὶ γαργαρεῶνι λυμαινόμενα. προσέθηκε δὲ τῷ λόγῳ καὶ τὸ, ἦν δέ τι καὶ συγγενικὸν φθινῶδες, οὗ μεμνῆσθαι χρὴ καὶ μὴ πείθεσθαι τοῖς λέγουσι σοφισταῖς οὐδὲν εἶναι πάθος συγγενικόν. ἀλλὰ τοῦτο μὲν αὐτὸ καθ’ ἑαυτὸ μόνον οὐκ ἂν οὕτω ταχέως ἀπέκτεινεν αὐτὴν, ἡ δ’ ἐπιπλακεῖσα τῷ παθήματι τούτῳ νέφρωσις τῆς φυσικῆς δυνάμεως αἰτία τοῦ θᾶττον ἀποθανεῖν ἐγένετο. δεδήλωται δ’

592
αὕτη διὰ τῆσδε τῆς λέξεως, ἦν δ’ ἄδιψος διὰ τέλεος, γεύματα οὐ προσεδέχετο. προείρηται δέ μοι περὶ τῆς τούτων τῶν συμπτωμάτων κακοηθείας ἐν τῷ πρὸ τούτου γράμματι. καὶ αὐτὸς δ’ ὁ Ἱπποκράτης ἐπὶ τῇ τελευτῇ τῆς διηγήσεως πάλιν ἐπισημαινόμενος, ὥσπερ εἴωθε, τά τε τοῦ θανάτου καὶ τῆς σωτηρίας αἴτια τοῖς ἀῤῥώστοις γινόμενα προσέγραψε. ἀπόσιτος πάντων παρὰ πάντα τὸν χρόνον, οὐδ’ ἐπεθύμησεν οὐδενὸς, ἄδιψος, ἔσχατόν τι μῖσος αὐτῇ γεγονέναι σιτίων ἐνδεικνύμενος, ὡς μηδ’ εἰς ἐπιθυμίαν ἀφικνεῖσθαί τινος, οἵαν ἴσχουσιν ἔνιοι τῶν ἀνορεκτούντων ἐξ ἀναμνήσεως, ἐφ’ οἷς ἔμπροσθέν ποτε διετέθησαν ἡδέως. ὁρῶμεν γὰρ ὁσημέραι τῶν ἀνορεκτούντων ἐν νόσοις τινὰς ἅμα τὸ γεύσασθαί τινων ἀποστρεφομένους αὐτῶν, τινὰς δ’ οὐδὲ γεύσασθαι τολμῶντας. ἀλλ’ ὅμως καὶ τούτων οἱ πλεῖστοι τοῖς πυνθανομένοις αὐτῶν, εἴ τινος ἐπιθυμοῖεν, ἀποκρίνονταί τινα βρώματα, κατὰ μνήμην τῶν ἔμπροσθεν ἡσάντων αὐτοὺς τοῦτο ποιοῦντες. καὶ μέγιστόν γέ τοι σημεῖον ἔστω τῆς ὀρεκτῆς τῶν σιτίων δυνάμεως ἐν νεκρώσει παντελεῖ
593
γινομένης, ἐὰν παρασκευασθέντων ὧν ἐπιθυμεῖν φασὶν ἅμα τὸ γεύσασθαι μέμψωνταί τε καὶ μηκέτι προσενέγκωνται. κάκιστα δ’ ἐχόντων καὶ τούτων, ἔτι μοχθηρότερον αὐτῶν οἱ μηδ’ ἐπιθυμήσαντές τινων διάκεινται, νέκρωσιν ἐσχάτην ἐνδεικνύμενοι τῆς φυσικῆς δυνάμεως, ᾗ σιτίων τε καὶ πομάτων ὀρεγόμεθα. διὰ ταῦτα τοίνυν ἀποθανούσης τῆς γυναικὸς οὐδὲν ἔτι δεόμεθα τὴν διαφορὰν τῶν ἀντιγράφων ἐπισκοπεῖσθαι καὶ ἀνακρίνειν ἐν τῇ τῶν ἡμερῶν ἐξετάσει. μηδεμίαν γὰρ αὐτῶν ἐχουσῶν τάξιν, ἐπειδὴ τὸ ἀπὸ τῆς κεφαλῆς ῥεῦμα καὶ τὸ συγγενικὸν φθινῶδες αἴτιον ἐγένετο τοῦ θανάτου, διὰ τοῦτο καὶ τὴν τῶν ἀντιγράφων διαφωνίαν δύσκριτόν τε ἅμα καὶ περιττὴν ἡγησάμενος ἀπέλιπον.