In Hippocratis Epidemiarum I

Galen

Galen, In Hippocratis Epidemiarum I

Περὶ δὲ εἰκοστὴν καὶ τετάρτην ἐπεθερμάνθη, κοιλίη ὑγρὴ, λεπτοῖσι πολλοῖσι ῥέουσα καὶ τὰς ἑπομένας, πυρετὸς ὀξὺς, γλῶσσα συνεκαύθη, ἑβδόμῃ καὶ εἰκοστῇ ἀπέθανε.

Τούτῳ τῷ ἀῤῥώστῳ ἡ τετάρτη καὶ εἰκοστὴ τῶν κατὰ περίοδον οὖσα κρισίμων, ὡς ἐδείχθη, καὶ ἡ ἑβδόμη καὶ εἰκοστὴ πολὺ μᾶλλον ἐπὶ ταύτης ἐξ ἀναλογίας ἤνεγκαν τινὰς νεωτερισμούς. ὥσπερ γὰρ ἐπὶ τῆς ἑπτακαιδεκάτης ἡμέρας ὑποστρέψας κατὰ τὴν εἰκοστὴν ἔδοξεν ἔχειν ἄμεινον, οὐ σχὼν οὕτως κατά γε τὴν ἀλήθειαν, ἀλλὰ φαντασίαν τοῖς πολλοῖς ποιήσας, σβεννυμένης τῆς ἐμφύτου θερμασίας, ἀπύρετος ἐγίνετο, κατὰ τὸν αὐτὸν τρόπον ἐπὶ τῆς εἰκοστῆς τετάρτης ἀρξάμενος πυρέττειν, ἐκ σηπεδόνος τῶν ὑπολοίπων χυμῶν, ἑξῆς καὶ διεχώρησε κάτω πολλὰ καὶ λεπτὰ καὶ κακοήθη, κατὰ τὴν εἰκοστὴν ἑβδόμην ἀπέθανεν,

557
ὀξέος αὐτοῦ γενομένου καὶ ξηροῦ τοῦ πυρετοῦ, δι’ ὦν καὶ ἡ γλῶσσα συνεκαύθη.

Τούτῳ κώφωσις διὰ τέλεος παρέμενεν. οὖρα ἢ παχέα καὶ ἐρυθρὰ, οὐ καθιστάμενα ἢ λεπτὰ καὶ ἄχροα ἐναιωρήματα ἔχοντα, γενέσθαι οὐκ ἠδύνατο.

Καὶ μετὰ τὴν τῆς εἰκοστῆς ἡμέρας διήγησιν ἐφεξῆς ἐγεγράφει τὸ μὲν νῦν εἰρημένον, τὸ γενέσθαι οὐκ ἠδύνατο, ταὐτὸ σημαῖνον τῇ ἀπόσιτος φωνῇ. οὖρα δ’ ἀπὸ τῆς ἑπτακαιδεκάτης ἄχρι τῆς εἰκοστῆς ἔφη γεγονέναι λεπτὰ, προειρήκει δ’ , εἴ τι μεμνήμεθα, καὶ περὶ τῶν ἐρυθρὸν καὶ ἀκατάστατον ἐχόντων ἐναιώρημα. νῦν οὖν ἐπαναλαβὼν ἄμα περὶ πάντων ὧν ἀπεφήνατο, δυνάμει τοῦτο λέγει, ὡς οὔρησεν ἄλλοτ’ ἀλλοῖα, χρηστὸν δ’ ἀκριβῶς οὐδέποτ’ οὐδέν. ἀλλὰ καὶ ὅτι διὰ παντὸς αὐτῷ τοῦ νοσήματος ἡ κώφωσις παρέμεινεν, οὐκ εἰρημένον ἔμπροσθεν, εἰκότως νῦν προσέθηκεν.

558
οὐκ οἶδα δ’ ὅπως οὐκέτι οὐδὲν εἶπε περὶ τῆς ἰκτερώδους ἀναχύσεως. ἀκόλουθον γὰρ ἦν καὶ ταύτης μνημονεῦσαι. τάχ’ οὖν ὡς πρόδηλον ὅτι παρέμεινεν ἐσιώπησεν, οὔπω γὰρ οὐδ’ ἱδρὼς ἐγένετο τῷ Ἑρμοκράτει οὔτε διὰ γαστρὸς ἢ οὔρων ἢ ἐμέτων ἠκολούθησε κένωσις χολωδῶν, ἀδύνατον ἦν παύσασθαι τὸν ἴκτερον. ἐκ πάντων οὖν τῶν εἰρημένων φαίνεται παθεῖν αὐτῷ τὸ ἧπαρ ἰσχυρῶς, ἀρχὴ τῆς φυτικῆς τε καὶ φυσικῆς ὀνομαζομένης ψυχῆς ὑπάρχον, ἧς ἐδείχθησαν εἶναι τέτταρες δυνάμεις, ἑλκτική τε καὶ καθεκτικὴ καὶ ἀλλοιωτικὴ καὶ ἀποκριτικὴ, καθ’ ἃς καὶ τρέφεσθαι καὶ αὐξάνεσθαι τοῖς σώμασιν ὑπάρχει καὶ παθούσης ταύτης ἀνορεξίαι δειναὶ καταλαμβάνουσιν, ὡς τεθνάναι μᾶλλον ἐθέλειν ἢ γεύσασθαί τινος.

Τὰ μὲν παλαιότερα τῶν ἀντιγράφων τὴν ἀρχὴν τῶν προκειμένων χαρακτήρων τοῖς ἀῤῥώστοις εἶχεν

559
ἀπὸ τῆς περὶ Βίτωνος κυναγχικῆς, ἑβδόμης ἀπὸ τῆς ἀρχῆς γεγραμμένης. ἀμέλει καὶ οἱ ἐξηγησάμενοι τοὺς προσγεγραμμένους τῷ βιβλίῳ τούτῳ χαρακτῆρας ἀπ’ ἐκείνης ἤρξαντο πάντες, τοῖς πρώτοις ἀῤῥώστοις λέγοντες αὐτοὺς μὴ προσκεῖσθαι. κατ’ ἔνια μέντοι τῶν νῦν εἰς χεῖρας ἡκόντων ἡμῖν εὑρίσκονται καὶ τοῖς πρώτοις ἀῤῥώστοις προσκείμενοι χαρακτῆρες, ὥστε καὶ ἡ κατὰ Διοσκορίδην ἔκδοσις προσκειμένους αὐτοὺς ἔχει. καὶ τούτῳ γε τῷ Ἑρμοκράτει πρῶτον μὲν ὑπογέγραπται τὸ π ἐν μέσῳ γραμμὴν ἔχον, ἁπάντων τῶν χαρακτήρων, ὧν ἐπὶ πάντων ἀῤῥώστων ἔφαμεν εὑρίσκεσθαι, προσγεγραμμένων. ἐφεξῆς δὲ τὸ ε γέγραπται καὶ μετ’ αὐτὸ τὸ δ κάτωθεν ὀρθὴν γραμμὴν ἀπεστιγμένην ἔχον, οἷόν περ τὸ υ προγραφέν. εἶτα μετ’ αὐτὸ τὸ κ καὶ ξ καὶ μετὰ ταῦτα τὸ θ, κατὰ τόνδε τὸν τρόπον π. ε. δ. κ. ζ. θ. ὁ μὲν οὖν πρῶτος χαρακτὴρ, ὡς καὶ πρόσθεν, σημαίνει τὸ πιθανὸν, ὥσπερ γε καὶ τὸ ὕστατον γράμμα ποτὲ μὲν υ, ποτὲ δὲ θ γεγραμμένον, ὑγείας μὲν τὸ υ, θανάτου δὲ τὸ θ σημεῖόν ἐστι. τὸ δὲ πρὸ τούτου τὸν ἀριθμὸν τῶν ἡμερῶν, 
560
ἐν αἷς ἤτοι ἀπέθανεν ὁ ἄνθρωπος ἢ τελέως ὑγιάσθη, σημαίνει· τὰ δὲ μεταξὺ τὸν τρόπον, καθ’ ὃν ἤτοι σωθῆναι τὸν ἄνθρωπον ἢ ἀπολέσθαι συνέβη. καὶ νῦν οὖν ὁ τὸ ε μετὰ τοῦ κάτωθεν ἀπεστιγμένου δέλτα γράψας, ἐπισχεθέντων τῶν διαχωρημάτων, πιθανὸν εἶναί φησι κατὰ τὴν εἰκοστὴν ἑβδόμην ἡμέραν ἀποθανεῖν τὸν Ἑρμοκράτην. τινὲς δὲ τῶν ἐξηγητῶν διὰ τὸ ῥυῆναι κατὰ τὴν εἰκοστὴν καὶ τετάρτην ἡμέραν τὴν γαστέρα, τὸν θάνατον αὐτῷ γεγονέναι φασὶ, παρατιθέμενοι τὸ ἐκ τοῦ προῤῥητικοῦ κατὰ λέξιν οὕτως ἔχον· κώφωσις καὶ οὖρα ἐξέρυθρα, ἀκατάστατα, ἐναιωρηθέντα παρακρουστικόν. τοῖς τοιούτοις ἰκτεροῦσθαι κακόν· κακὴ δὲ καὶ ἡ ἐπὶ ἰκτέρῳ μώρωσις. τούτους ἀφώνους μὲν, αἰσθανομένους δὲ συμβαίνει γίνεσθαι. οἶμαι δὲ καὶ κοιλίαι καταῤῥήγνυνται τουτέοισι οἷον ἐγένετο Ἑρμίππῳ καὶ ἀπέθανεν. αὕτη μὲν ἡ ἐκ τοῦ προῤῥητικοῦ λέξις, καὶ εἴρηται περὶ αὐτῆς ὁπότ’ ἐξηγούμεθα τὸ βιβλίον ἐκεῖνο. νυνὶ δὲ τοσοῦτον εἰπεῖν ἐξαρκέσει πάλιν ἀναμνήσεως ἕνεκεν ὧν τ’ ἐν ἐκείνοις ἐξηγησάμεθα καὶ ὧν ἐν τῷδε τῷ βιβλίῳ μέχρι δεῦρο. συνέβη γὰρ τὸν Ἑρμοκράτην μήτε δι’ ἐπίσχεσιν
561
γαστρὸς μήτε δι’ ἔκκρισιν ἀποθανεῖν. ἀλλὰ ταῦτα μὲν ἐπιφανῆναι συμπτώματα τῆς διαθέσεως, ὥσπερ καὶ ὁπότε πρόσθεν ἀπέκρινε συγκεκαυμένα, ταῖς καὶ κατὰ τὸ ἧπαρ διαθέσεσι ἀμφοτέρων ἑπομένων, ὡς ἐδείξαμεν ἐν ἄλλοις τέ τισι κἀν τοῖς περὶ τῶν πεπονθότων τόπων ὑπομνήμασι. φαίνεται δὲ καὶ ὁ θάνατος αὐτῷ γεγονέναι μάλιστα μὲν διὰ τὸ ἧπαρ, ἤδη δὲ καὶ τὰ κατὰ τὴν κεφαλὴν οὐκ ἔχειν κατὰ φύσιν. ἔτι δ’ ἀλογώτερον ἐξηγοῦνται τὸν ἄῤῥωστον οἱ φάσκοντες διὰ τοῦτο γεγράφθαι μόνον, ἵνα τὴν τῶν κρισίμων ἡμερῶν δύναμιν ἐξετάσωμεν, ὥσπερ οὐκ ἐπὶ πάντων μὲν τῶν νοσούντων κοινῶς τούτου παρατηρουμένου, τὰ δὲ καθ’ ἕκαστον ἴδια κατὰ τὰς συμβάσας αὐτοῖς διαθέσεις.

Ὁ κατακείμενος ἐν τῷ Δεάλκους κήπῳ.
562

Κᾀνταῦθα πάλιν οἱ περὶ τὸν Σαβῖνόν φασι τὸν κῆπον προσκεῖσθαι, συναίτιον τῆς νόσου γενόμενον τἀνθρώπῳ, καὶ γράφουσί γε κατὰ λέξιν οὕτως. διὰ τοῦτο γὰρ μήποτε καὶ τὸν κῆπον παρέθετο, κᾀντεῦθεν τὴν ἀφορμὴν τῷ πυρετῷ γεγονέναι ὑπεμφαίνων. οὐ γάρ ἐστι ποηφάγον ζῶον ὁ ἄνθρωπος, ὥστε τῇ ἀλλοκότῳ διαίτῃ καὶ ὡς νεωτερισμόν ὑπέμεινεν. ἐνταῦθα μὲν ἐκεῖνοι ταῦτα γεγράφασιν, ἐπεὶ δ’ ἐν τούτῳ ὑπομνήματι παρὰ τὴν ἐμαυτοῦ προαίρεσιν εἰς ἔλεγχον ἐξηγήσεων ἀλλοκότων ἐπείσθην τοῖς ἑταίροις γράψαι τινὰ, καὶ νῦν ὀλίγα προσθήσω, ταυτὸν εἶδος ἔχοντα. πρῶτον μὲν οὖν οὔτε διὰ παντὸς οἰκεῖν ἔφη τὸν ἄνθρωπον ἐν τῷ Δεάλκους κήπῳ, κατακεῖσθαι δὲ μόνον ἔγραψεν, ἐνδεχόμενον ἔμπροσθεν μὲν ὅθ’ ὑγίαινεν, οἰκεῖν αὐτὸν ἑτέρωθι, νοσήσαντα δὲ καταγωγῆς ἐπιτηδειοτέρας δεηθέντα τοιαύτην ἔχειν ἐν τῷ Δεάλκους κήπῳ. δεύτερον οὐκ ἀναγκαῖόν ἐστι τὸν ἐν κήπῳ καταγωγὴν ἔχοντα λάχανα σιτεῖσθαι διὰ παντὸς ὡς ποηφάγον ζῶον, ὥσπερ οὐδ’ εἰ πλησίον εἴη τῶν αἴγεια κρέα πιπρασκόντων ἢ προβάτεια, ταῦτ’

563
ἐσθίειν ὁσημέραι, καθάπερ οἱ λέγοντες. οὐδὲ γὰρ εἰ γείτων εἴη τῶν τὰ κρέα πιπρασκόντων, ἀναγκαῖον αὐτῷ πλεῖστα προσφέρεσθαι ταῦτα, καθάπερ ἀθλητῇ. τρίτον ἐπὶ τούτοις ὅτι πολλὴν ἀφθονίαν ἔχοντες λόγων εἰς τὸ διαβάλλειν τὸν ἐπὶ τοῖς κήποις ἀέρα, τοῦτο μὲν ὅλον τὸ μέρος ἐξέλιπον, ἐξετράποντο δ’ ἐπὶ τὰ λάχανα, δυνάμενοι καὶ τῶν ὀχετῶν μνημονεύειν, ὡς τὰ πολλὰ τοὺς ἀποπάτους ἐκκαθαιρόντων εἰς τοὺς κήπους, ἅπασάν τε τὴν τοιαύτην δυσωδίαν ἔτι τε τὴν ἀπὸ τῶν λαχάνων καὶ δένδρων καὶ θάμνων ἀναθυμίασιν, ὥσπερ ἀπό τε κράμβης καὶ καρέως καὶ πύξου. φανερῶς γὰρ ὁ πέριξ ἀὴρ μοχθηρὸς ἀπὸ τῆς τούτων ὁμιλίας γίνεται· ἀλλὰ γὰρ ἅλις ἤδη μοι καὶ τῶν περὶ τὰς τοιαύτας ἐξηγήσεις ἀντιλογιῶν. ἐπὶ δὲ τὰ χρήσιμα μεταβὰς ἀκολουθήσω ταῖς Ἱπποκράτους λέξεσιν.

Κεφαλῆς βάρος καὶ κρόταφον δεξιὸν ἐπωδύνως εἶχε χρόνον πολύν. μετὰ δὲ προφάσιος πῦρ ἔλαβε, κατεκλίθη.
564

Πῦρ μὲν ὁ Ἱπποκράτης τὸν πυρετὸν ὀνομάζει, καθότι δέδεικταί μοι πολλάκις ἤδη· καὶ μέντοι καὶ ὅτι κυριώτερον ὥσπερ καὶ πᾶσιν ἀνθρώποις ἔθος ἐστὶ τὰ μικρὰ τῶν αἰτίων προφάσεις καλεῖν, οὕτω καὶ αὐτὸς ἐνίοτε προσαγορεύει, καὶ τοῦτο δέδεικται. τινὰ μὲν γὰρ αὐτὰ καθ’ ἑαυτὰ νόσον οὐχ οἷά τέ ἐστιν ἐργάσασθαι, προϋπαρχούσῃ δὲ νοσώδει παρασκευῇ πλησιάσαντα τῆς ὅλης νόσου τὴν αἰτίαν ἔχειν ἐδοξάσθη, καθάπερ ἐπὶ τοῦδε τοῦ νῦν προκειμένου ἀῤῥώστου. τὸ γὰρ πολλῶν βαρύνεσθαι τὴν κεφαλὴν καὶ τὸν κρόταφον ἀλγεῖν, ἐνεδείκνυτο διάθεσίν τινα νοσώδη γεννᾶσθαι τῷ ἀνθρώπῳ. καὶ δῆλον ὅτι καλῶς ἂν ἐπεποιήκει, πρὶν νοσῆσαι διά τινα βραχεῖαν ἔξωθεν αἰτίαν, ἐξελέγξασαν αὐτοῦ τὸ ἐπίκαιρον τῆς διαθέσεως, ἑαυτὸν ἐγχειρήσας ἰατρῷ προφυλάξασθαι δυναμένῳ τὴν μέλλουσαν ἔσεσθαι νόσον.

Δευτέρῃ ἐξ ἀριστεροῦ ὀλίγον ἄκρατον ἐῤῥύη αἷμα.



565
Περὶ οὗ προεῖπεν ὡς ὀδυνωμένου ῥυῆναί φησιν ὀλίγον ἄκρατον ἐξ ἀριστεροῦ. τὸ δ’ ἄκρατον, ὅταν μὲν ἐπὶ ξανθῆς ἢ μελαίνης χολῆς ἢ ἰώδους λέγηται, πρόδηλον ἴσχει τὸ σημαινόμενον, ὡς πολλάκις ἤδη λέλεκται· τὴν γὰρ οἰκείαν χροιὰν καὶ σύστασιν ὅτε ἕκαστος τῶν χυμῶν εἰλικρινῆ διαφυλάττῃ, τηνικαῦτα κενοῦσθαι λέγομεν ἄκρατον αὐτόν. ἐπὶ δὲ τοῦ αἵματος ἴσως ἐξ ὑπεναντίου χρὴ νοεῖν ὑπ’ αὐτοῦ λέγεσθαι τὸ ἄκρατον, ἐν ἴσῳ τῷ κακόκρατον. εὔδηλον δ’ ὅτι τὸ μὲν τοῦ κατὰ φύσιν αἵματος χρῶμα τὸ ἐρυθρόν ἐστι, τὸ δ’ οὐ τοιοῦτον, ἀλλ’ ἤτοι μελάντερον ἢ πυῤῥότερον ἐπισήμως· καὶ τὸ πολὺ δὲ μᾶλλον εἰθίσμεθα λέγειν ἄκρατον αἷμα τὸ μέλαν, ὅπερ εὐθέως καὶ παχὺ κατὰ τὴν σύστασίν ἐστιν. ὅτι μὲν οὖν ἔδει τὸν προκείμενον ἄῤῥωστον, εἴπερ ἦν ἰσχυρὸς τὴν δύναμιν, φλεβοτομηθῆναι πρόδηλον. ὅτι δ’ οὐκ ἔγραψε περὶ τοῦ βοηθήματος ὁ Ἱπποκράτης οὐδὲν ἡ αὐτὴ ζήτησις ἔσται σοι τῇ κατὰ τὸν πρῶτον ἄῤῥωστον γεγραμμένῃ.

566
Ἀπὸ δὲ κοιλίης κόπρανα καλῶς διῆλθε.

Τοῦτο μόνον αὐτὸ φαίνεται μέτριον ἐν ἀρχῇ τῆς νόσου γεγονέναι. τὰ δ’ ἄλλα πάντα μοχθηρὰ τὰ κατὰ τὴν ἑξῆς λέξιν γεγραμμένα.

Οὖρα λεπτὰ, ποικίλα ἐναιωρήματα ἔχοντα, κατὰ σμικρὰ, οἷον κρίμνα γονοειδέα. τρίτῃ πυρετὸς ὀξὺς, διαχωρήματα μέλανα, λεπτὰ, ἔπαφρα, ὑπόστασις πελιὴ διαχωρήμασιν, ὑπεκαροῦτο, ἐδυσφόρει περὶ τὰς ἀναστάσιας, οὔροισιν ὑπόστασις πελιὴ, ὑπόγλισχρος.

Ὅτι πάντα τὰ εἰρημένα συμπτώματά τε καὶ σημεῖα μοχθηρὰ γέγονεν ἐν αὐτῷ, τοῖς μεμνημένοις τῶν ἐν τῷ προγνωστικῷ γεγραμμένων εὔδηλόν ἐστιν, εἴρηται δ’ οὐκ

567
ὀλίγα κᾀν τοῖς εἰς τὸ πρῶτον τῶν ἐπιδημιῶν ὑπομνήμασιν.

Τετάρτῃ ἤμεσε χολώδεα, ξανθὰ, ὀλίγα, διαλιπὼν ὀλίγον ἰώδεα, ἐξ ἀριστεροῦ ὀλίγον ἄκρητον ἐῤῥύη, διαχωρήματα ὅμοια, οὖρα ὅμοια, ἐφίδρωσε περὶ κεφαλὴν καὶ κληῖδα, σπλὴν ἐπήρθη, μηροῦ ὀδύνη κατ’ ἴξιν, ὑποχονδρίου δεξιοῦ ξύντασις ὑπολάπαρος, νυκτὸς οὐκ ἐκοιμήθη, παρέκρουσε σμικρά.

Καὶ ταῦτα πάντα τὰ εἰρημένα συμπτώματα μοχθηρὰ, πλὴν τὴν εἰς σπλῆνά τε καὶ ἀριστερὸν μηρὸν ὑποφαινόμενος ἀποστάσεως.

Πέμπτῃ διαχωρήματα πλείω, μέλανα, ἔπαφρα, ὑπόστασις μέλανα διαχωρήμασι, νυκτὸς οὐχ ὕπνωσε, παρέκρουσε.
568

Ἔτι ταῦτα πάντα μοχθηρά. προσχῶμεν οὖν τοῖς ἐφεξῆς.

Ἕκτῃ διαχωρήματα μέλανα, λιπαρὰ, ἔπαφρα, γλίσχρα, δυσώδεα· ὕπνωσε· κατενόει μᾶλλον.

Τὰ μὲν ὕπνωσε, κατενόει μᾶλλον, ἐπιεικῆ, τὰ δ’ ἄλλα μοχθηρά.

Ἑβδόμῃ γλῶσσα ἐπίξηρος, διψώδης, οὐκ ἐκοιμήθη, παρέκρουσεν, οὖρα λεπτὰ, οὐκ εὔχροα. ὀγδόῃ διαχωρήματα μέλανα, ὀλίγα, συνεστηκότα, ὕπνωσε, κατενόει, διψώδης οὐ λίαν.

Μέχρι δεῦρο φαίνεται πάντ’ αὐτῷ τὰ συμπτώματα σφαλερά.