In Hippocratis Epidemiarum I

Galen

Galen, In Hippocratis Epidemiarum I

Τριταῖος ἀκριβὴς ταχυκρίσιμος καὶ οὐ θανατώδης.
240

Εἴρηται μικρῷ πρόσθεν ὡς τύπῳ φάναι, τὸν ὀλιγοχρόνιον ἔχοντα παροξυσμὸν ἀκριβῆ τριταῖον εἶναι. τὰ δ’ ὡς τὸ πολὺ τούτῳ συνυπάρχοντα πάντα εἴρηται κατά τε τὰ περὶ διαφορᾶς πυρετῶν καὶ τὰ περὶ κρίσεως ὑπομνήματα.

Ὁ δέ γε πεμπταῖος πάντων κάκιστος καὶ γὰρ πρὸ φθίσιος καὶ ἤδη φθίνουσιν ἐπιγενόμενος κτείνει.

Οἱ φθίνοντες ἑκτικὸν πυρέττουσι πυρετὸν οὐδέποτε παυόμενον, οὗ τὴν φύσιν ἅπασαν, ὥσπερ καὶ τῶν ἄλλων, ἔμαθες ἐν τοῖς περὶ διαφορᾶς πυρετῶν. ἤδη δέ τισιν, αὐτῷ ἐπιπεπλεγμένον τινὰ τῶν περιοδικῶν, ἤτοι τῶν διὰ τρίτης ἢ καὶ τῶν καθ’ ἑκάστην ἡμέραν παροξυνομένων, ὡς δ’ Ἱπποκράτης φησὶ, καὶ τὸν διὰ πέμπτης, ὑπὲρ οὗ καὶ αὐτοῦ

241
νόμιζέ σοι τὰ αὐτὰ λελέχθαι πρὸς ἡμῶν, ἃ καὶ περὶ τῶν ἑβδομαίων τε καὶ ἐναταίων ὀλίγον ἔμπροσθεν ἤκουσας.

Εἰσὶ δὲ πρόποι καὶ καταστάσιες καὶ παροξυσμοὶ τουτέων ἑκάστου τῶν πυρετῶν, ὁμοίως ξυνεχέων καὶ διαλειπόντων. αὐτίκα γὰρ ξυνεχής ἐστιν οἷσιν ἀρχόμενος ἀνθεῖ καὶ ἀκμάζει μάλιστα καὶ ἀνάγει ἐπὶ τὸ χαλεπώτερον. περὶ δὲ κρίσιν καὶ ἅμα κρίσει ἀπολεπτύνεται. ἔστι δ’ οἷσιν ἄρχεται μαλακῶς καὶ ὑποβρύχιος, ἐπαναδιδοῖ δὲ καὶ παροξύνεται καθ’ ἡμέρην ἑκάστην, περὶ δὲ κρίσιν καὶ ἅμα κρίσει ἅλις ἐξέλαμψεν. ἔστι δ’ οἷσιν ἀρχόμενος πρηέως ἐπιδιδοῖ καὶ παροξύνεται καὶ μέχρι τινὸς ἀκμάσας, πάλιν ὑφίησι μέχρι κρίσεως καὶ περὶ κρίσιν. ξυμπίπτει δὲ ταῦτα καὶ γίνεται ἐπὶ παντὸς πυρετοῦ καὶ ἐπὶ παντὸς νοσήματος.
242

Τρόπους πυρετῶν ἐνίοτε μὲν τὰ ἔθη καλοῦσιν, ἐνίοτε δὲ τὰς διαφορὰς καὶ τὰς οὐσίας. τὰ εἴδη δὲ νῦν αὐτῶν δῆλόν ἐστιν ἑκάστου τῶν προειρημένων πυρετῶν γράψαι. τὸ γοῦν συνεχῆ φησιν ἄρχεσθαι μὲν ἐνίοις σφοδρότατον, κατὰ βραχὺ δὲ ἀπολεπτύνεσθαι μέχρι κρίσεως, ἐνίοτε δὲ μετρίως ἀρξάμενον αὐξάνεσθαι κατὰ βραχὺ μέχρι κρίσεως, ἐν ᾗ φησιν ἐκλάμπειν αὐτόν. οὗτοι μὲν οὖν ἐναντία ἀλλήλοις ἔχουσι τὴν κρίσιν. ἄλλον δὲ τρόπον ἐπ’ αὐτοῖς τρίτον εἶναι φησι σύνθετον ἐξ ἀμφοῖν, ὅταν ἄρχεται μὲν πρᾴως, αὐξηθεὶς δὲ κατὰ βραχὺ καὶ τὸ τέλεον ἀπολαβὼν μέγεθος ὑφίησιν ἄχρι λύσεως παντελοῦς. τούτους τοὺς τρεῖς τρόπους οἴονταί τινες αὐτὸν λέγειν ἐπὶ τῶν συνεχῶν πυρετῶν, οὐκ ἀκούοντες ὧν ἐπὶ τῷ τέλει τῆς ῥήσεως ἔγραψε. συμπίπτει δὲ ταῦτα γίνεσθαι ἐπὶ παντὸς πυρετοῦ καὶ νοσήματος, ὥστ’ οὐκέτι τῶν συνεχῶν μόνον, ἀλλὰ καὶ πάντων τῶν ἄλλων πυρετῶν, ὅσοι τε συνεχεῖς καὶ πολυχρόνιοι, καὶ μέντοι καὶ παντὸς ἄλλου νοσήματος, ὀξέος δὲ δηλονότι

243
καὶ χρονίου, τοὺς αὐτοὺς τρόπους φησὶ γίνεσθαι τρεῖς, καὶ τὰ συμπτώματα δὲ κατὰ τὸν αὐτὸν λόγον κρίνεται τὰ πάντα. φέρε γὰρ ἐπ’ ἀλγήματος ἡμᾶς σκοπεῖσθαι τοῦτο, πολλάκις μὲν εἰσβάλλον σφοδρότατον, ἀπομαραίνεται κατὰ βραχὺ μέχρι παντελοῦς λύσεως, ἐνίοτε δ’ ἀρξάμενον πρᾷον, ἐπὶ τὸ σφοδρότατον αὐξηθὲν κατὰ βραχὺ ταχεῖαν ἔχει τὴν λύσιν. αὖθις δέ ποτε μετὰ τὴν τελείαν ἀκμὴν ἀνάλογον τῆς αὐξήσεως ἐν ἴσῳ χρόνῳ τὴν παρακμὴν ἔλαβεν.

Δεῖ δὲ τὰ διαιτήματα σκοπεύμενον ἐκ τούτων προσφέρειν.

Προγνωστικὸν εἶναι δὲ βούλεται τῆς κινήσεως τῶν νοσημάτων, ὅπως ἁρμόττουσαν αὐτοῖς τὴν δίαιταν προσφέρῃς. δεῖ γὰρ ὡς πρὸς τὴν ἐσομένην αὐτοῖς ἀκμὴν τοῦ νοσήματος ἀποβλέποντας ἡμᾶς τὴν δίαιταν ποιεῖσθαι, κατὰ

244
δὲ τὸ περὶ διαίτης ὀξέων καὶ τοὺς ἀφορισμοὺς, ὅπως χρὴ προγινώσκειν τοὺς προειρημένους τρόπους τῶν νοσημάτων, ἔκ τε τῶν εἰς τὸ προγνωστικὸν ὑπομνημάτων καὶ ἐκ τῶν περὶ κρίσεων μαθήσῃ διὰ κεφαλαίων αὐτὰ κατὰ τοῦτο τὸ βιβλίον ἔγραψα, διὰ τῆς πρώτης ἐν τῷδε τῷ ὑπομνήματι γεγραμμένης ῥήσεως.

Πολλὰ δὲ καὶ ἄλλα ἐπίκαιρα σημεῖα τούτοις ἐστὶν ἠδελφισμένα, περὶ ὧν τὰ μέν που γέγραπται, τὰ δὲ γεγράψεται, πρὸς ὃ διαλογιζόμενον δοκιμάζειν καὶ σκοπεῖσθαι τίνι τουτέων ὀξὺ καὶ θανατῶδες ἢ περιεστηκὸς καὶ τίνι προσαρτέον ἢ οὒ, καὶ πότε καὶ πόσον καὶ τίνι τὸ προσφερόμενον ἔσται.

Καίτοι πολλὰ προειρηκὼς, ἀφ’ ὧν χρὴ τὰς προγνώσεις ποιεῖσθαι, ὅμως φησὶν εἶναι καὶ ἄλλα, τὰ μὲν ἤδη γεγραμμένα κατὰ τὸ προγνωστικὸν δηλονότι, τὰ δὲ καὶ γραφησόμενα.

245
Τὰ δὲ παροξυνόμενα ἐν ἀρτίῃσι κρίνεται ἐν ἀρτίῃσι. ὧν δ’ οἱ παροξυσμοὶ ἐν περιττῇσι, κρίνονται ἐν περιττῇσιν.

Εἴρηται πολλάκις ἡμῖν ἐν τοῖς παροξυσμοῖς γίνεσθαι τὰς κρίσεις, διά τε τὸ κινεῖσθαι σφοδρῶς ἐν αὐτοῖς τοὺς χυμοὺς καὶ ὥσπερ ζέοντας ἐκρήγνυσθαι δι’ αἱμοῤῥαγίας ἢ δι’ ἱδρώτων ἢ ἐμέτων ἢ διαχωρημάτων ἢ αἱμοῤῥοΐδων ἢ καταμηνίων ταῖς γυναιξί. διά τε τὸ κατ’ αὐτὸν τὸν καιρὸν τὴν φύσιν ἐπείγεσθαι πρὸς τὴν ἔκκρισιν αὐτῶν, ἅμα μὲν ὅτι βαρυνομένη καὶ κακοπαθοῦσα παροξύνεται πρὸς τὴν ἔκκρισιν, ἅμα δὲ ὅτι κεχυμένων μᾶλλον αὐτῶν ἥ τε διάκρισις ἑτοιμοτέρα τῶν μοχθηρῶν ἥ τε κρίσις γίγνεται ῥᾷον.

Ἔστι δ’ ἡ πρώτη κρίσιμος τῶν περιόδων ἐν ταῖς ἀρτίῃσι
246
κρινόντων δ΄. ς΄. η΄. ι΄. ιδ΄. κη΄. λ΄. μη΄. ξ΄. π΄ καὶ ρ΄. ἐκ τῶν δὲ ἐν τῇσι περιττῇσι κρινόντων περιόδων πρώτη γ΄. ε΄. ζ΄. θ΄. ια΄. ιζ΄· κα΄. κζ΄ καὶ λα΄.

Οὐ κυρίως μοι δοκεῖ χρῆσθαι νῦν τῇ προγηγορίᾳ τῆς περιόδου. τὰς γὰρ ἡμέρας αὐτὰς ἐν αἷς αἱ κρίσεις γίνονται πάσας ἐφεξῆς ἔγραψεν, ἔν τε τῷ προγνωστικῷ τὰς κατὰ τετράδα γινομένας περιόδους ἀκριβῶς διῆλθεν, ὥστε ταῦτ’ ἔοικεν ἐπιζητεῖν τὴν θεωρίαν τῶν κρισίμων ἡμερῶν. πρώτην μὲν οὖν φησὶ κρίσιμον ἡμέραν εἶναι τῶν ἀρτίων τὴν τετάρτην, ἐφεξῆς δ’ αὐτῇ τὴν ς΄. εἶτα τοῖς πλείστοις μὲν τῶν ἀντιγράφων τῆ η΄ καὶ ι΄ γέγραπται. κατά τινα δὲ τῇ ιδ΄ μετὰ τὴν ς΄. κ΄. καὶ μετὰ ταύτην ἐν τισὶ μὲν δ΄ καὶ κ΄. ἐν τισὶ δ΄ αὐτῶν γέγραπται δ΄. καὶ λ΄. καὶ μετὰ ταύτην μ΄. μεθ’ ἢν ἡ ξ΄ καὶ π΄ καὶ ἑκατοστή. τῶν δ’ ἐν ταῖς περιτταῖς κρινομένων

247
νοσημάτων πρώτην φησὶν εἶναι περίοδον. ἄμεινον δ’ ἦν, ὡς ἔφαμεν, εἰπεῖν οὐ περὶ ἀρχῆς τρίτην, εἶτα πέμπτην, εἶθ’ ἑβδόμην, εἶτα ἐνάτην, εἶτα ἑνδεκάτην, εἶτα ἑπτακαιδεκάτην, εἶτα πρώτην καὶ εἰκοστὴν καὶ μετὰ ταύτην ζ΄ καὶ κ΄. ἐφ’ ᾗ α΄ καὶ λ΄. ἐδείχθησαν δὲ ἡμῖν ἐν τῇ περὶ τῶν κρισίμων ἡμερῶν πραγματείᾳ πασῶν τῶν κρινουσῶν ἰσχυρόταται μὲν αἱ κατὰ τὴν τετραδικήν τε καὶ ἑβδοματικὴν περίοδον γινόμεναι, μετριώτεραι δ’ αὐτῶν αἱ παρεμπίπτουσαι, περὶ ὧν τῆς εὐλόγου γενέσεως ἕνεκεν εἴπωμεν. αἱ μὲν οὖν περιτταὶ πᾶσαι καλῶς εἴρηνται· τῶν δ’ ἀρτίων οὐκ ὀρθῶς εἰρήκασιν κη΄ καὶ ι΄. οὐδαμῶς γάρ εἰσιν αὗται κρίσιμοι.