In Hippocratis Epidemiarum I

Galen

Galen, In Hippocratis Epidemiarum I

Εἰδέναι δὲ χρὴ ὅτι, ἢν ἄλλως κριθῇ, ἔξω τῶν προγεγραμμένων, ἐσομένας ὑποστροφὰς σημαίνοιτο καὶ γένοιτο ἂν ὀλέθρια.
248

Ὅτι μὴ καλῶς καὶ βεβαίως κρίνουσιν αἱ εἰρημέναι νῦν ἡμέραι καὶ τὰ κριθέντα δὲ νοσήματα πάντως μέν ἐστι βέβαια. γένοιτο δ’ ἄν ποτε καὶ ὀλέθρια, δέδεικται δι’ ἐκείνων τῶν ὑπομνημάτων.

Δεῖ δὲ προσέχειν τὸν νοῦν καὶ εἰδέναι ἐν τοῖσι χρόνοισι τούτοισι κρίσιας ἐσομένας ἐπὶ σωτηρίην ἢ ὄλεθρον ἢ ῥοπὰς ἐπὶ τὸ ἄμεινον ἢ χεῖρον.

Ἐν ταύτῃ τῇ ῥήσει τὸ σημαινόμενον ἐκ τοῦ τῆς κρίσεως ὀνόματος ἐδίδαξεν, ὃ διὰ συντόμων ἄν τις εἴπῃ ὀξύῤῥοπον εἶναι μεταβολὴν νοσήματος. ὅτι δὲ τετραχῶς ἡ μεταβολὴ γίνεται σαφῶς αὐτὸς εἶπεν. ἐπὶ γὰρ σωτηρίαν ἢ ὄλεθρον ἢ ῥοπὴν ἐπὶ τὸ ἄμεινον ἢ χεῖρον, ἀξιόλογον δηλονότι. παρέλιπε δ’ αὐτὸς εἰπεῖν τὸ ἀξιόλογον, ὡς ἐν τῷ κοινῷ σημαινομένῳ τοῦ τῆς κρίσεως ὀνόματος περιεχόμενον.

249
Πλανῆτες δὲ πυρετοὶ καὶ τεταρταῖοι καὶ πεμπταῖοι καὶ ἑβδομαῖοι καὶ ἐναταῖοι, ἐν ᾗσι περιόδοισι κρίνονται σκεπτέον.

Οὐδὲ περὶ τούτων ἐπιζητεῖ κατὰ προγνωστικόν. καὶ γὰρ οἱ πλανῆτες τοὺς κατὰ μέρος παροξυσμοὺς ἀτάκτους ἔχουσιν, ἀλλὰ διά τε τῶν κατὰ τὰς κρισίμους ἡμέρας φαινομένων σημείων ἡ κρίσις αὐτῶν προγινώσκεται . περὶ δὲ τῶν εἰς ἀπυρεξίαν ληγόντων περιόδων, οἷαίπερ αἱ τῶν τριταίων εἰσὶ καὶ τῶν τεταρταίων, ἐδείχθη τοῖς πολλοῖς τῶν ἰατρῶν θεώρημα ἀγνοούμενον, οὗ διὰ παντὸς ἐπειράθημεν ἐπὶ τῶν ἀῤῥώστων. οὐ γὰρ ταῖς ἀπὸ τῆς ἀρχῆς ἡμέραις προσέχειν χρὴ τὸν νοῦν, οὐδὲ ταύτας ἀριθμεῖν ἁπλῶς ἐφεξῆς, ἀλλὰ τοὺς παροξυσμοὺς, ὥσπερ ἐπὶ τριταίου ἀκριβοῦς αὐτὸς εἶπε κατὰ τοὺς ἀφορισμούς· τριταῖος ἀκριβὴς ἐν ἑπτὰ περιόδοισι κρίνεται τὸ μακρότατον. ὡς γὰρ οὗτος

250
ἐν ἑπτὰ περιόδοις κρίνεται, κατὰ τὸν αὐτὸν λόγον ἄλλος μὲν ἐν ἐννέα περιόδοις, ἄλλος δ’ ἐν ἕνδεκα καὶ οὕτως ἐφεξῆς κατὰ τὸν ἀριθμὸν τῶν κρινουσῶν ἡμερῶν. καὶ περὶ τῶν τεταρταίων ὁ αὐτὸς λόγος. ἐν γοῦν τῷ προγνωστικῷ φησί· γίνεται δὲ καὶ τῶν τεταρταίων ἡ κατάστασις ἐκ τούτου τοῦ κόσμου. ἐμοῦ δὲ καὶ ταύτην τὴν θεωρίαν προειπόντος ἐπ’ Εὐδήμου τοῦ φιλοσόφου, τρεῖς τεταρταίους ἔχοντος, ἕνα μὲν ἐξ αὐτῶν πρῶτον παύεσθαι τὸν ἐν ταῖσδε ταῖς ἡμέραις παροξυνόμενον καὶ μετὰ τοσάσδε περιόδους. ἐπεὶ δ’ οὗτος ἐπαύσατο, δεύτερον ἄλλον ἐν τῇδε τῇ ἡμέρᾳ, κᾄπειτα καὶ τὸν τρίτον ὁμοίως προειπόντος, ἐκ μαντικῆς ἔφασαν λέγεσθαι ταῦτα καὶ οὐκ ἐξ ἰατρικῆς θεωρίας, καίτοι τοὺς μάντεις οὐδέποτ’ ἀληθῶς ὁρῶντας ἐπ’ ἀῥῥώστου προειπόντας ἐν Ῥώμῃ. τῶν γὰρ ἐν ταῖς ἄλλαις πόλεσιν οὐ πεπείραμαι, σὺν θεῷ δ’ εἰπεῖν, ἡμεῖς οὐδέποτε ἀπετύχομεν ἐν οὐδεμιᾷ προῤῥήσει. καὶ σὺ τοίνυν, ἐὰν ἀσκήσῃς σαυτὸν ἐν τοῖς εἰρημένοις περὶ κρίσεως, Ἱπποκράτους τε καὶ τῆς τέχνης ἄξιος ἔσῃ. ταῦτα μὲν εἰρήσθω μοι κατὰ τὸ πάρεργον, ἐπὶ δὲ τὴν προκειμένην
251
ἐξήγησιν αὖθις ἴωμεν. ὥσπερ γὰρ ἅπαντα τὸν περὶ τῶν κρισίμων ἡμερῶν λόγον ἀκριβῶς διωρίσατο κατὰ τὸ προγνωστικὸν, οὕτω καὶ τὸν τῶν περιόδων. οὐδαμόθεν γοῦν ἐμνημόνευσε πεμπταίας ἢ ἑβδομαίας ἢ ἐναταίας οὐ μόνον κατὰ τὸ προγνωστικόν τι εἰπὼν, ἀλλ’ οὐδὲ κατὰ τοὺς ἀφορισμοὺς, καίτοι κατὰ τὸ προγνωστικὸν εἰπών· γίνεται δὲ καὶ τῶν τεταρταίων ἡ κατάστασις ἐκ τούτου τοῦ κόσμου. κατὰ δὲ τοὺς ἀφορισμοὺς τριταῖον ἀκριβῆ κρίνεσθαι περιόδοις ἐν ἑπτὰ, δυνατὸν ἦν αὐτῷ καὶ περὶ πεμπταίου καὶ ἑβδομαίου καὶ ἐναταίου τὴν αὐτὴν ἀπόφασιν ποιήσασθαι, τὴν λέξιν ὡδί πως γράψαντι· γίγνεται δὲ καὶ τῶν τεταρταίων ἡ κατάστασις κατὰ τὸν αὐτὸν τρόπον καὶ πεμπταίων καὶ ἑβδομαίων καὶ ἐναταίων ἐκ τουτέου κόσμου.

Πρὸ τῆς τῶν κατὰ μέρος ἀῤῥώστων ἐξηγήσεως ἄμεινον εἶναί μοι δοκεῖ σαφηνείας τε καὶ συντομίας ἕνεκα κοινόν τινα περὶ πάντων αὐτῶν λόγον εἰπεῖν. ἐδείχθη μοι καὶ κατ’ ἄλλας μὲν πραγματείας, ἀλλὰ κἀν τῇ τῆς θεραπευτικῆς μεθόδου ὡς διττὴ ἡ τῶν ζητουμένων εὕρεσίς ἐστι,

252
μία μὲν ἡ διὰ τοῦ λόγου πρὸς τὴν γνῶσιν ἀφικουμένη τοῦ καθόλου τε καὶ κοινοῦ παντὸς τῶν κατὰ μέρος εἴδους, ἄλλη δὲ διὰ τῶν κατὰ μέρος ἐπὶ τὸ κοινόν τε καὶ καθόλου παραγινομένη. καὶ τὰ μὲν συμπληροῦντα εἶναι καθόλου, τὰς δὲ πράξεις τῶν τεχνιτῶν ἐπὶ τῶν ἀτόμων εἰδῶν γίγνεσθαι. δεῖσθαι δὲ τῆς ἐπ’ αὐτῶν γυμνασίας καὶ καθόλου πρότερον εὑρόντα καὶ μέντοι καὶ πρὸς βεβαίωσιν αὐτῶν τῶν ηὑρημένων καθόλου χρήσιμα γίγνεσθαι τὰ κατὰ μέρος. ἔστι δὲ καὶ πρὸς τὴν τῶν μανθανόντων γνῶσιν οἷον παραδείγματα ταῦτα τῶν ἐπιτεταγμένων αὐτοῖς καθόλου θεωρημάτων. διὰ τοῦτο κᾀγὼ κατὰ τὰς πραγματείας, ἃς ἐποιησάμην, οὐ τὰ καθόλου μόνον, ἀλλὰ καὶ τὰ κατὰ μέρος διῆλθον ἐκ τῶν Ἱπποκράτους βιβλίων καὶ μάλιστα τῶν ἐπιδημίων παραγράψας ῥήσεις, ἐν αἷς διηγήσατο ἅπαντα ἀπ’ ἀρχῆς μέχρι τέλους τὰ συμβαίνοντα τοῖς ἀῤῥώστοις. ἐν μὲν οὖν ταῖς δυσπνοίαις ἅπαντας τοὺς δυσπνοήσαντας ἐν ταῖς τῶν ἐπιδημιῶν συγγραφαῖς διῆλθον, ἐν δὲ τοῖς τῶν κρισίμων ἡμερῶν τοὺς κριθέντας, ἐπί τε τῶν ἄλλων ὡσαύτως. ὅθεν
253
οὐδ’ ἐξηγήσεως ἦν περιττοτέρας χρεία τοῖς βουλομένοις ἐπὶ τὰ τῆς τέχνης ἔργα σπεύδειν. ἀλλ’ ἐπειδὴ παρέγκεινταί τινες ἀσαφεῖς λέξεις, δι’ ἐκείνας ἔδοξεν ἄμεινον εἶναι καὶ τὰ τοιαῦτα ὑπομνήματα ποιήσασθαι δῆλα. εἰ μὲν οὖν ἁπάντων τῶν συμπτωμάτων ὅσα γεγονέναι φησὶν ἑκάστῳ τῶν νοσημάτων εἴτ’ οὖν τὴν ὅλην φύσιν ἢ τὰς αἰτίας τῆς γενέσεως εἴποιμι, τὰς γενομένας μοι πραγματείας ἐνταῦθα μεταφέρειν ἀναγκασθήσομαι πάσας, κινδυνεύσω τε καθ’ ἕκαστον ἄῤῥωστον ἓν γράψαι βιβλίον· εἰ δὲ τῶν ἐν τῷ προγνωστικῷ γεγραμμένων ἐν τῷ καθόλου τὰ παραδείγματα μόνα νῦν ἐπισημαινοίμην, ἀναπέμπων τὸ σύμπαν τῆς διδασκαλίας εἰς τὰς γεγραμμένας μοι πραγματείας, ἐλπίζω σύντομον ἔσεσθαι τὸν λόγον.

Φιλίσκος ᾤκει παρὰ τὸ τεῖχος καὶ κατεκλίθη. ἐν τῇ πρώτῃ πυρετὸς ὀξὺς, ἵδρωσεν ἐς νύκτα ἐπιπόνως. δευτέρῃ πάντα παρωξύνθη. ὀψὲ δ’ ἀπὸ κλυσματίου καλῶς διῆλθε, νύκτα δι’ ἡσυχίης. τρίτῃ πρωῒ καὶ μέχρι
254
μέσου ἡμέρης ἔδοξε γενέσθαι ἀπύρετος. πρὸς δείλην δὲ πυρετὸς ὀξὺς μεθ’ ἱδρῶτος, διψώδης, γλῶσσα δὴ ἐπεξηραίνετο, μέλαν οὔρησε, νύκτα δύσφορος, οὐκ ἐκοιμήθη, πάντα παρέκρουσε. τετάρτῃ πάντα παρωξύνθη, οὖρα μέλανα, νύκτα εὐφορωτέρην, οὖρα εὐχρούστερα. πέμπτῃ περὶ μέσον ἡμέρης, μικρὸν ἀπὸ ῥινῶν ἔσταξεν, ἄκρητον. οὖρα δὲ ποικίλα ἔχοντα ἐναιωρήματα στρογγύλα, γονοειδέα, διεσπαρμένα, οὐχ ἵδρυτο. προσθεμένῳ δὲ βάλανον, φυσώδεα σμικρὰ διῆλθε, νύκτα ἐπιπόνως, ὕπνοι σμικροὶ, λόγοι, λῆρος, ἄκρεα πάντοθεν ψυχρὰ καὶ οὐκέτ’ ἀναθερμαινόμενα, οὔρησε δὲ μέλανα, ἐκοιμήθη σμικρὰ, πρὸς ἡμέρην ἄφωνος, ἵδρωσε ψυχρὰ, ἄκρεα πελιδνὰ, περὶ δὲ μέσον ἡμέρης ἑκταῖος ἀπέθανεν. τουτέῳ τὸ πνεῦμα διὰ τέλεος ὥσπερ ἀνακαλουμένῳ ἀραιὸν καὶ μέγα. σπλὴν ἐπήρθη περιφερεῖ κυρτώματι, ἱδρῶτες ψυχροὶ διὰ τέλεος, οἱ παροξυσμοὶ ἐν ἀρτίῃσιν.
255

Ἐπὶ τούτου τοῦ ἀῤῥώστου κατὰ τὴν τρίτην ἡμέραν ὁ μέλλων ἔσεσθαι θάνατος ἦν φανερὸς ἤδη τῷ μεμνημένῳ τῶν καθόλου θεωρημάτων. ἐν γὰρ τῇ πρώτῃ τῶν ἡμερῶν ὀξέος πυρετοῦ γενομένου καὶ μετὰ τοῦτο ἱδρῶτος ἐπιφανέντος οὐκ ἔλυσε τὸν πυρετὸν, ἀλλὰ καὶ τὴν νύκτα χαλεπὴν ἤνεγκεν. ἡ δευτέρα πάλιν ἅπαντα παρώξυνεν, εἶθ’ ἡ τρίτη μελάνων οὔρων ἔσχεν ἔκκρισιν. ἦν μὲν οὖν καὶ τὸ κατὰ τὴν πρώτην ἡμέραν γενόμενον εὐθέως μοχθηρόν. τὰ γὰρ κρίσιμα μὴ κρίνοντα, τὰ μὲν θανατώδεα, τὰ δὲ δύσκριτα, θανατώδη μὲν, ἄν τι τῶν ἐπ’ αὐτοῖς θανατωδῶν γένηται συμπτωμάτων ἢ σημείων, δύσκριτα δὲ, ἐὰν ἄνευ τούτων διαμένῃ τὰ σημεῖα τῆς τῶν χυμῶν ἀπεψίας. ἀλλ’ ἐπί γε τοῦ Φιλίσκου θανατῶδες ἐγένετο σημεῖον, ἐπὶ, τῷ μὴ λύσαντι τὸν πυρετὸν ἱδρῶτι, κατὰ τὴν τρίτην ἡμέραν, τὰ μέλανα τῶν οὔρων, μετὰ τοῦ καὶ διψώδη γενέσθαι καὶ τὴν γλῶσσαν ἐπιξηρανθῆναι καὶ δυσφορῆσαι δι’ ὅλης νυκτὸς, ἀγρυπνῆσαί τε καὶ παρακροῦσαι. καὶ τούτων οὕτως γενομένων ἐν τῇ τετάρτῃ τῶν ἡμερῶν πάντα τε παροξυνθῆναί

256
φησι καὶ οὖρα πάλιν γενέσθαι μέλανα. μέμνησο τοιγαροῦν ὅτι τῆς τετάρτης ὁμοίως τῇ τρίτῃ χαλεπὰ συμπτώματα καὶ σημεῖα ἐχούσης ἐν ὀξεῖ νοσήματι τὴν κρίσιν ἐχρῆν ἐσομένην προσδοκᾷν διὰ ταχέων, εἰ μὲν ἐν ἀρτίαις παρωξύνετο, μᾶλλον ἐν ταῖς ἀρτίαις, εἰ δ’ ἐν ταῖς περιτταῖς, ἐν ἐκείναις. ἔνθα δ’ ἡ κρίσις, ἐνταῦθα δηλονότι καὶ ὁ θάνατος, ἐπί γε τῶν ὀλεθρίων νοσημάτων. καὶ τοίνυν ἀπέθανεν ἑκταῖος ὁ Φιλίσκος, διότι καὶ οἱ παροξυσμοὶ κατὰ τὰς ἀρτίας ἦσαν αὐτῷ. τοῦτο γὰρ αὐτὸς ὁ Ἱπποκράτης ἐνεδείξατο κατὰ τὸ τέλος τῆς ὅλης ἐξηγήσεως γράψας ὡδί· τούτῳ τὸ πνεῦμα διὰ τέλεος ὥσπερ ἀνακαλουμένῳ ἀραιὸν, μέγα, σπλὴν ἐπήρθη περιφερεῖ κυρτώματι, ἱδρῶτες ψυχροὶ διὰ τέλεος, οἱ παροξυσμοὶ ἐν ἀρτίῃσιν. ἄλλος δ’ ἄν τις ἄῤῥωστος ἴσος ἐπὶ τοῖς αὐτοῖς συμπτώμασί τε καὶ σημείοις οὐ κατὰ τὴν ἕκτην, ἀλλὰ κατὰ τὴν ὀγδόην ἡμέραν ἀπέθανε τῆς τε δυνάμεως ἰσχυροτέρας οὔσης ἢ ὡς ἔτυχεν ὁ Φιλίσκος ἔχειν, τῶν τε συμπτωμάτων καὶ τῶν σημείων ἧττον ὀλεθρίων. ἐπὶ γὰρ
257
τούτῳ κατά τε τὴν τρίτην ἡμερῶν καὶ τὴν τετάρτην οὖρα μέλανα γενόμενα σαφῶς ἐδήλωσε τὸ μέγεθος τῆς κακοηθείας τοῦ νοσήματος, ἱδρῶτές τε ψυχροὶ γενόμενοι καὶ ἡ τοῦ αἵματος δὲ στάξις ἐν τῇ ε΄ τῶν ἡμερῶν ἐπεκύρωσε τὸν προσδοκώμενον ὄλεθρον σύντομον. ἔτι δὲ μᾶλλον ὅτι προσέγραψε τῇ στάξει τὸ ἄκρητον ὧδέ πως εἰπὼν, τῇ πέμπτῃ περὶ μέσον ἡμέρας μικρὸν ἐπέσταξεν ἀπὸ ῥινῶν ἄκρητον. ὅταν μὲν οὖν ἤτοι διαχώρησιν ἢ ἔμετον ἄκρητον εἴποι, τὸ ἄμικτον λέγει, διαχωρούσης ἢ ἐμουμένης ἤτοι τῆς ξανθῆς ἀμίκτου χολῆς ἢ τῆς μελαίνης ἢ τῆς ἰώδους· περὶ δὲ τῆς στάξεως ἐὰν ἀκούσωμεν ἄμικτον αἷμα τὸ ἐρυθρὸν, αὕτη γὰρ ἴδιος αὐτοῦ χροιὰ, ψεῦδός τι νοήσομεν. οὐδέποτε γὰρ ἐρυθροῦ στάξις ἀπὸ ῥινῶν ὀλεθρίῳ νοσήματι πέφηνεν, ἀλλ’ ἀεὶ μέλανος· εἰκὸς οὖν ἐστὶν αὐτὸ δὴ τοῦτο τὸ μέλαν ἄκρητον εἰπεῖν, βουληθέντος αὐτοῦ τὸ πάνυ τοιοῦτον. ἐν μὲν δὴ τῇ τρίτῃ τῶν ἡμερῶν ἐφαίνετο σαφῶς ἤδη τὸ τοῦ νοσήματος ὀλέθριον, οὐ μὴν ὁπότε τεθνήξεται δῆλον ἦν. ἐν δὲ τῇ τετάρτῃ τῶν ἡμερῶν τῶν μελάνων οὔρων διαμεινάντων καὶ τῶν παροξυσμῶν ἐν ταῖς ἀρτίαις
258
γιγνομένων, εἰ μὲν τῇ ἡλικίᾳ καὶ τῇ ῥώμῃ τῶν δυνάμεων ἀντεῖχεν, εἰκὸς ἦν ἄχρι τῆς ὀγδόης ἐξαρκέσαι τὸν ἄῤῥωστον· εἰ δὲ μὴ, κατὰ τὴν πέμπτην τεθνήξεσθαι. τῆς πέμπτης δ’ ἐπὶ τοῖς εἰρημένοις αἵματός τε στάξιν ἀκράτου ἐχούσης καὶ δηλονότι τοὺς ψυχροὺς ἱδρῶτας, οὓς διὰ παντὸς τοῦ νοσήματος ἔφη γενέσθαι, προσεδόκησεν ἄν τις εὐλόγως μὴ δυνηθήσεσθαι τὸν κατὰ τὴν ἕκτην ἡμέραν ἐσόμενον παροξυσμὸν ὑπομεῖναι τὸν κάμνοντα. ταῦτά τε οὖν ἀκόλουθα φαίνεται τοῖς καθόλου περὶ κρισίμων ἡμερῶν καὶ οὔρων καὶ ἱδρώτων εἰρημένοις, ἐπί τε τῶν κρισίμων συγγραμμάτων καὶ πρὸς αὐτοῖς τῶν περὶ δυσπνοίας τε καὶ παραφροσύνης. εἰρηκὼς γὰρ ἐν προγνωστικῷ, πνεῦμα δὲ πυκνὸν μὲν ἐὸν πόνον σημαίνει ἢ φλεγμονὴν ἐν τοῖς ὑπὲρ τῶν φρενῶν χωρίοις, μέγα δὲ ἀναπνεόμενον καὶ διὰ πολλοῦ χρόνου παραφροσύνην δηλοῖ· εἶτα νῦν ὅτι μὲν παρεφρόνησεν ὁ Φιλίσκος εἰρηκὼς, οὐδὲν δ’ ἐν ὅλῃ τῇ διηγήσει περὶ δυσπνοίας γεγραφὼς, εἰκότως ἐπὶ τῇ τελευτῇ τοῦ λόγου προσέθηκεν, τούτῳ τὸ πνεῦμα διὰ τέλεος ὥσπερ ἀνακαλουμένου, ἀραιὸν,
259
μέγα. πρόδηλον δ’ ὅτι ταὐτὸν ἐστιν ἀραιόν τε φάναι καὶ διὰ πολλοῦ χρόνου. τὸ δ’ ὥσπερ ἀνακαλουμένῳ οἷον ἀναμιμνησκομένῳ σημαίνει. δέδεικται γὰρ ἐν τοῖς περὶ δυσπνοίας ἀραιὸν καὶ μέγα γίνεσθαι τὸ πνεῦμα διὰ τὴν βλάβην τῆς διανοίας, ὥσπερ ἐπιλανθανομένου τῶν ἐνεργιῶν τοῦ κάμνοντος, ὡς μήθ’ ὅτε καταπαῦσαι προσῆκεν αὐταῖς ἐπίστασθαι μήθ’ ὅτε ἄρξασθαι.

Σιληνὸς ᾤκει ἐπὶ τοῦ Πλαταμῶνος πλησίον τῶν Εὐαλκίδεος, ἐκ κόπων καὶ πότων καὶ γυμνασίων ἀκαίρων πῦρ ἔλαβεν. ἤρξατο δὲ πονέειν καὶ ὀσφὺν καὶ κεφαλὴν εἶχε βάρος καὶ τραχήλου ἦν ξύντασις. ἀπὸ δὲ κοιλίης τῇ πρώτῃ χολώδεα, ἄκρητα, ἔπαφρα, κατακορέα, πολλὰ διῆλθεν, οὖρα μέλανα, μέλαιναν ὑπόστασιν ἔχοντα, διψώδης γλῶσσα ἐπίξηρος, νυκτὸς οὐδὲν ἐκοιμήθη. δευτέρῃ πυρετὸς ὀξὺς, διαχωρήματα πλείω, λεπτότερα, ἔπαφρα,
260
οὖρα μέλανα, νύκτα δυσφόρως, μικρὰ παρέκρουσε. τρίτῃ πάντα παρωξύνθη, ὑποχονδρίου ξύντασις ἐξ ἀμφοτέρων παραμήκης, πρὸς ὀμφαλὸν ὑπολάπαρος, διαχωρήματα λεπτὰ, ὑπομέλανα, οὖρα θολερὰ, μέλανα, νυκτὸς οὐδὲν ἐκοιμήθη, λόγοι πολλοὶ, γέλως, ᾠδὴ, κατέχειν οὐκ ἠδύνατο. τετάρτῃ διὰ τῶν αὐτῶν. πέμπτῃ διαχωρήματα ἄκρητα, χολώδεα, λεῖα, λίαν λιπαρὰ, οὖρα λεπτὰ, διαφανέα, μικρὰ, κατενόει. ἕκτῃ περὶ κεφαλὴν μικρὰ ἐφίδρωσεν, ἄκρεα ψυχρὰ, πελιδνὰ, πολὺς βληστρισμὸς, ἀπὸ κοιλίης οὐδὲν διῆλθεν, οὖρα ἐπέστη, πυρετὸς ὀξὺς, ἑβδόμῃ ἄφωνος, ἄκρεα οὐκέτι ἀνεθερμαίνετο, οὔρησεν οὐδέν. ὀγδόῃ ἵδρωσε διόλου ψυχρὸν, ἐξανθήματα μεθ’ ἱδρῶτος ἐρυθρὰ, στρογγύλα, σμικρὰ, οἷον ἴονθοι παρέμενον, οὐκ ἀφίσταντο. ἀπὸ δὲ κοιλίας ἐρεθισμῷ σμικρῷ, κόπρανα λεπτὰ, οἷα ἄπεπτα. πολλὰ διῄει μετὰ πόνου, οὔρει μετ’ ὀδύνης δακνώδεα, ἄκρεα σμικρὰ ἀνεθερμαίνετο. ὕπνοι
261
λεπτοὶ, κωματώδεες, ἄφωνος, οὖρα λεπτὰ, διαφανέα. ἐνάτῃ διὰ τῶν αὐτῶν, δεκάτῃ ποτὰ οὐκ ἐδέχετο, κωματώδης, οἱ δ’ ὕπνοι λεπτοὶ, ἀπὸ δὲ κοιλίης ὅμοια, οὔρησεν ἀθρόον ὑπόπαχυ κείμενον, ὑπόστασις κριμνώδης λευκὴ, ἄκρεα πάλιν ψυχρά. ἑνδεκάτῃ ἀπέθανεν. ἐξ ἀρχῆς τουτέῳ καὶ διὰ τέλεος πνεῦμα μέγα, ἀραιὸν, ὑποχονδρίου παλμὸς συνεχὴς, ἡλικίη ὡς περὶ ἔτεα εἴκοσι.

Ἐπὶ τούτου προσέθηκε τὴν ἡλικίαν μὴ προσθεὶς ἐπὶ τοῦ πρώτου. ἐκεῖνος μὲν γὰρ εὐλόγως ἑκταῖος ἀπέθανεν ἐν ὀξεῖ νοσήματι κατὰ τὸ συνεχὲς, ὀλέθρια ἔχων ἀπὸ τῆς ἀρχῆς τά τε σημεῖα καὶ τὰ συμπτώματα. οὗτος δὲ παραπλησίως ἐκείνῳ διακείμενος ἀπ’ ἀρχῆς, ὅμως εἰς τὴν ια΄ ἡμέραν προῆλθε διὰ ῥώμην δυνάμεως, ἣν εἰκὸς, μὲν ἦν καὶ ἄλλως ὑπάρχειν αὐτῷ, καὶ διὰ τοῦ προσθεῖναι δὲ τὴν ἡλικίαν ἐνεδείξατο, μὴ προσθεὶς ἐπὶ τοῦ Φιλίσκου, ἐξ αὐτοῦ τοῦ μὴ προσθεῖναι δηλώσας ὅτι πλειόνων ἐτῶν ἦν,

262
ὥστε τὴν μὲν δύναμιν μὴ ἰσχυρὰν εἶναι. ἕτερος δ’ ἂν ἄῤῥωστος ἐπὶ τοῖς αὐτοῖς ἀπ’ ἀρχῆς σημείοις τε καὶ συμπτώμασιν, εἰ μὴ ἰσχυρῶς ἦν τὴν δύναμιν, ἑβδομαῖος ἀπέθανε, καὶ οὕτως γε πλησίον ἧκε τοῦ θανάτου κατ’ ἐκείνην τὴν ἡμέραν καὶ ἔγραψεν ἐπ’ αὐτοῦ· ἑβδόμῃ ἄφωνος, ἄκρεα οὐκέτ’ ἀνεθερμαίνετο, οὔρησεν οὐδέν. εὔδηλον οὖν ἐκ τούτων ὅτι πλησίον ἀφίκετο θανάτου. τῆς δυνάμεως δ’ ἰσχυρᾶς οὔσης ἴσχυσεν ἐξαρκέσαι πρὸς τὴν ἐφεξῆς ἡμέραν κρίσιμον οὖσαν ἑνδεκάτην, ἐπεί τοι κατὰ τὴν τρίτην ἢ τετάρτην ἡμέραν ἐν κακίστοις αὐτοῦ γενομένου σημείοις τε καὶ συμπτώμασιν, ἐπὶ τῆς ἑβδόμης ἐχρῆν ἀποθανεῖν, ὄντων γε τῶν παροξυσμῶν ἐν ταῖς περιτταῖς μᾶλλον, ὅπερ ἐδήλωσεν εἰπὼν, τρίτῃ παρωξύνθη πάντα, καὶ μετὰ ταῦτα πάλιν τετάρτῃ διὰ τῶν αὐτῶν. δυνηθεὶς οὖν ὑπερβῆναι, ὡς ἔφην, τὴν ζ΄ ἡμέραν διὰ ῥώμην δυνάμεως, ἐπὶ τῆς ὀγδόης ἡμέρας ἐξανθήματα μεθ’ ἱδρῶτος ἔσχεν ἐρυθρὰ, στρογγύλα, σμικρὰ, τῆς φύσεως αὐτοῦ διαμαχομένης ἐπὶ τῷ νοσήματι
263
καὶ πρὸς τὸ δέρμα τὴν περιουσίαν τῶν μοχθηρῶν χυμῶν ὠθούσης καὶ διὰ τοῦτό γε οὐκ ἐπὶ τῆς ἐνάτης ἡμέρας ἀπέθανεν, ἀλλ’ ἐπὶ τῆς ἑνδεκάτης. ὡς εἴ γε κατὰ τὴν ὀγδόην μηδὲν ἐγεγόνει τοιοῦτον, ἀκόλουθον ἦν ἀποθανεῖν αὐτὸν ἐπὶ τῆς ἐνάτης, γεγονυίας γε τῆς ἑβδόμης οἵαν εἶπεν. ἐπεὶ δὲ καὶ παρεφρόνησεν οὗτος ὁ ἄῤῥωστος ἐν τῇ νόσῳ, διὰ τοῦτο προσέθηκεν ἐπὶ τελευτῇ τῆς διηγήσεως, πνεῦμα σχεῖν αὐτὸν ἀραιὸν καὶ μέγα δι’ ὅλου τοῦ νοσήματος. ἀλλὰ καὶ ὑποχονδρίου παλμὸν συνεχῆ γεγονέναι φησὶν αὐτῷ. θόρυβον δὲ καὶ τοῦτο ἤ παραφροσύνην ἐλέγετο δηλοῦν ἐν προγνωστικῷ. ἔοικεν ἐν τῷ διαφράγματι φλεγμονὴ γεγονέναι τις τῷ ἀνθρώπῳ, δι’ ἤν κατὰ τῆς τρίτης ἡμέρας διήγησιν ἔγραψε, ὑποχονδρίου ξύντασις ἐξ ἀμφοτέρων παραμήκης πρὸς ὀμφαλὸν, ὑπολάπαρος. τὸ γὰρ ὑπολάπαρος ὑπόκενός ἐστι, τουτέστιν ὄγκου χωρὶς, ὅς γίνεται τῶν καθ’ ὑποχόνδρια μορίων φλεγμαινόντων. ὅταν μέντοι τῇ φλεγμονῇ τοῦ διαφράγματος κατὰ τὸ συνεχὲς ἀνέλκηται τὸ ὑποχόνδριον, συντείνεται χωρὶς ὄγκου. καὶ κατ’ ἀρχήν γε τῆς
264
ὅλης διηγήσεως ἔφη πονεῖν αὐτὸν ὀσφὺν καὶ κεφαλῆς ἔχειν βάρος καὶ τραχήλου σύντασιν, ἅπερ καὶ αὐτὰ πρὸς τὸ χεῖρον ὄντος τοῦ νοσήματος παρακρουστικὰ σημεῖα γίνεται καὶ εἴ γε μετ’ ἀγρυπνίας ἄνευ βάρους ἐγεγόνει ταῦτα, φρενιτικὸς ἂν ἀπετελέσθη. νυνὶ δὲ τὸ βάρος τῆς κεφαλῆς πλῆθος ἐνδεικνύμενον ἐν αὐτῇ περιέχεσθαι χυμῶν, οὐ πάνυ τι θερμῶν ἢ χολωδῶν ἢ πάντως ἄγρυπνος ἂν ἦν, ἐδήλωσε κωματώδη γενέσθαι τὸν κάμνοντα. λεχθήσεται δ’ ἐπὶ πλέον περὶ τῶν τοιούτων διαθέσεων, ἐν αἷς ἅμα κωματώδεις εἰσὶ καὶ παραφρονοῦσιν, ὅταν ἐξηγησώμεθα τὴν πρώτην ῥῆσιν τοῦ προῤῥητικοῦ. προσθεῖναι δὲ χρὴ τῷ παρόντι λόγῳ καὶ ταῦτα, ὡς ἐστὶ βέλτιον ἅπερ εἴρηται καὶ δι’ ἄλλων ἡμῖν πολλάκις ὅτι τῶν ἐπὶ προφανέσιν αἰτίαις ἀρξαμένων πυρέττειν, εἰ μηδεμίαν τῶν κατὰ τὸ σῶμα περιέχοιτο παρασκευὴν νοσήματος, ἐφήμερος ὁ πυρετὸς γίνεται. καίτοι γε τῷ Σιληνῷ πάντως ἂν ἐγεγόνει τοιοῦτον ἐκ κόπων καὶ πότων καὶ γυμνασίων ἀκαίρων πυρέξαντι μὴ πρόϋπαρ χούσης ἐν τῷ σώματι τῆς νοσώδους παρασκευῆς, ἥν διαγνώσῃ τοῖς γιγνομένοις εὐθέως περὶ τὴν πρώτην καὶ δευτέραν ἡμέραν συμπτώμασί τε καὶ σημείοις.
265
πρῶτον μὲν οὖν, ἔφη, πῦρ ἔλαβεν, οὕτως δ’ ὀνομάζειν εἰωθὼς τὸν πυρετὸν, ὅταν ᾖ σφοδρότατος. εἶτ’ ἐφεξῆς, ἀπὸ δὲ κοιλίης τῇ πρώτῃ χολώδεα, ἄκρητα, ἔπαφρα, κατακορέα, πολλὰ διῆλθε τούτῳ. εἶτ’ ἐφεξῆς· οὖρα μέλανα, μέλαιναν ὑπόστασιν ἔχοντα· καὶ πάλιν ἐφεξῆς· διψώδης γλῶσσα, ἐπίξηρος, νυκτὸς οὐδὲν ἐκοιμήθη, πλῆθος οὐ σμικρὸν ὀλεθρίων τε συμπτωμάτων καὶ σημείων ἐγένετο τῷ Σιληνῷ κατὰ τὴν πρώτην εὐθὺς ἡμέραν, ὡς νοῆσαί τινα δύνασθαι σαφῶς, τοὺς κόπους καὶ πότους καὶ γυμνάσια, προφάσεις γεγονέναι τοῦ νοσήματος, κυριώτατα γὰρ ἄν τις φαίη προφάσεις, τὰ φανερὰ τῶν αἰτίων. ὅταν δέ τινα καὶ ἄλλα μέλλοντα νοσεῖν ἄνθρωπον ἐξελέγξῃ προσγενόμενα, χρόνῳ μέντοι πλείονι προηγησάμενα, κυρίως ἄν τι γένοιτο τηνικαῦτα, δυνατὸν εἶναι καὶ τὸν Σιληνὸν τοῦτον ἐν χρόνῳ πολλῷ διητηθέντα τὸν τρόπον τὸν εἰρημένον, ἐξ αὐτοῦ αὐτῷ ἐσκευάσθαι τὸ νόσημα. ἐὰν μὲν γὰρ πονῇ τις, πολλὰ ταλαιπωρούμενος ἐν ταῖς ἐνεργείαις ἄχρι κόπου, πίνῃ δὲ δαψιλῶς καὶ ἀκαίρως
266
τε γυμνάζοιτο, τοῦτο δέ ἐστιν, ἤτοι γ’ ἐπὶ σιτίοις ἢ βραδυπεψίας γενομένης, πρὶν καλῶς εἰς αἷμα μεταβληθῆναι τὴν τροφὴν, οὗτος ἐν αὐτᾷ, τὸ μέντοι χολῶδες ἀθροίσειε διὰ τὰς ταλαιπωρίας, τὸ δ’ ὠμὸν καὶ ἄπεπτον διά τε τοὺς πότους καὶ τὰ ἄκαιρα γυμνάσια. χαλεπώτατα δέ εἰσι ταῦτα μάλιστα τῶν νόσων, ἐν αἷς ἀμφοτέρων ἀξιόλογον ἀθροίζεται πλῆθος.

Ἡροφῶντι πυρετὸς ὀξὺς, ἀπὸ κοιλίης ὀλίγα, τεινεσμώδεα κατ’ ἀρχὰς, μετὰ δὲ ταῦτα λεπτὰ διῄει, χολώδεα, ὑπόσυχνα, ὕπνοι οὐκ ἐνῆσαν οὖρα μέλανα, λεπτά. πέμπτῃ πρωῒ, κώφωσις, παρωξύνθη πάντα, σπλὴν ἐπῄρθη, ὑποχονδρίου ξύντασις, ἀπὸ κοιλίης ὀλίγα μέλανα διῆλθεν, παρεφρόνησεν. ἕκτῃ ἐλήρει, ἐς νύκτα ἱδρὼς, ψύξις, παράληρος παρέμενεν. ἑβδόμῃ περιέψυκτο, διψώδης, παρέκρουσε, ἐς νύκτα κατενόει, κατεκοιμήθη. ὀγδόῃ ἐπύρεξε σπλὴν ἐμειοῦτο, κατενόει πάντα, ἤλγησε, κατὰ βουβῶνα ἔπαρμα, τὸ
267
πρῶτον σπληνὸς κατ’ ἴξιν, ἔπειτα οἱ πόνοι ἐς ἀμφοτέρας κνήμας, ἐς νύκτα εὐφόρως, οὖρα εὐχροιότερα, ὑπόστασιν εἶχε μικρήν. ἐνάτῃ ἵδρωσε, ἐκρίθη, διέλιπε. πέμπτῃ ὑπέστρεψεν, αὐτίκα δὲ σπλὴν ἐπήρθη πυρετὸς ὀξὺς, κώφωσις πάλιν. μετὰ δὲ τὴν ὑποστροφὴν τρίτῃ σπλὴν ἐμειοῦτο, κώφωσις ἧσσον, σκέλεα ἐπώδυνα, νύκτα ἵδρωσεν, ἐκρίθη περὶ τὴν ἑπτακαιδεκάτην οὐδὲ παρέκρουσεν ἐν τῇ ὑποστροφῇ.

Οὗτος ἐκ παραδόξου διεσώθη. κατὰ γὰρ τὰς πάντας ἡμέρας εἰκότως ἄν τις αὐτὸν ὑπενόησε τεθνήξεσθαι. καὶ γὰρ οὔρησε μέλανα καὶ διαχωρουμένων χολωδῶν συμπαυσαμένων ἠκολούθηκε κώφωσις, ὡς ἂν εἰς τὴν κεφαλὴν ἀνελθόντων αὐτῶν. ἀλλ’ ἐπὶ τούτοις μὲν εἰκότως παρεφρόνησεν, ἐπὶ δὲ τοῖς μέλασιν οὔροις, κακοῖς οὖσιν, οὐδὲν ἀντίῤῥοπον ἀγαθὸν ἐγένετο, πλὴν ὅτι σπλὴν ἐπήρθη πεμπταίῳ, δεξάμενός τι τῆς κακοχυμίας, εἶτα κατὰ τὴν ὀγδόην

268
ἡμέραν ἐκ τοῦ σπληνὸς, εἰς τὰ σκέλη μεθισταμένων αὐτῶν, ὁ μὲν ἐμειοῦτο, κατὰ δὲ τὴν ἐπὶ σκέλη φορὰν τῶν μεθισταμένων, ἤλγησε μὲν τὰ πρῶτα κατὰ βουβῶνα τὸν ἀριστερὸν, οὗτος γάρ ἐστι κατ’ ἴξιν σπληνὸς, ἔπειτα εἰς τὰς κνήμας ἀμφοτέρας, ἐφ’ οἷς δὴ συμπτώμασι διὰ τῆς νυκτὸς εὐφόρως ἔσχε καὶ οὔρησεν εὐχροώτερα καὶ λευκὴν ὑπόστασιν ἔχοντα μικράν. εἶτα κατὰ τὴν ἐπιοῦσαν ἡμέραν, ἥτις ἦν ἐνάτη, μεθ’ ἱδρῶτος ἐκρίθη. τοσοῦτον ἄρα ἥ τε κάτω μετάστασις ἴσχυσε τῶν λυπούντων ἥ τε τῶν οὔρων πέψις. ἀλλὰ γὰρ οὐδ’ οὕτως ἦν ἱκανὰ ταῦτα τελέως ἀπαλλάξαι τῆς νόσου τὸν κάμνοντα ἱδρώσαντα κατὰ τὴν θ ἡμέραν. ὑπελείφθη τοιγαροῦν αὐτῷ μόριόν τι τῆς κακοχυμίας ὃ κατὰ τὴν ιδ΄ ἡμέραν ὑποστροφὴν ἤνεγκεν, ἐφ’ ᾖ τὸ σύμπαν ἑπτακαιδεκαταῖος ἐκρίθη, φυλαττομένης καὶ κατὰ τοῦτον τὸν ἄῤῥωστον τῆς ἐπὶ τῶν κρισίμων ἡμερῶν τηρήσεως.

269
Ἐν Θάσῳ Φιλίνου γυναῖκα θυγατέρα τεκοῦσαν καὶ κατὰ φύσιν καθάρσεως γινομένης καὶ τὰ ἄλλα κούφως διάγουσαν, τεσσαρεσκαιδεκάτην ἐοῦσαν, μετὰ τόκον πῦρ ἔλαβε μετὰ ῥίγεος. ἤλγει δὲ ἀρχομένη καρδίην καὶ ὑποχόνδριον δεξιὸν γυναικείων πόνοι, κάθαρσις ἐπαύσατο. προσθεμένῃ δὲ ταῦτα μὲν ἐκουφίσθη, κεφαλῆς δὲ καὶ τραχήλου καὶ ὀσφύος πόνοι παρέμενον. ὕπνοι οὐκ ἐνῆσαν, ἄκρεα ψυχρὰ, διψώδης κοιλίη ξυνεκαύθη μικρὰ διῄει, οὖρα λεπτὰ ἄχροα κατ’ ἀρχάς. ἑκταίῃ ἐς νύκτα παρέκρουσε πολλὰ καὶ πάλιν κατενόει. ἑβδόμῃ διψώδης, διαχωρήματα χολώδεα, κατακορέα. ὀγδόῃ ἐπεῤῥίγωσε, πυρετὸς ὀξὺς, σπασμοὶ πολλοὶ μετὰ πόνου, πολλὰ παρέλεγεν, ἐξανίστατο. βάλανον προσθεμένῃ πολλὰ διῆλθε μετὰ περιῤῥόου χολώδεος, ὕπνοι οὐκ ἐνῆσαν. ἐνάτῃ σπασμοὶ, δεκάτῃ πάντα σμικρὰ κατενόει. ἑνδεκάτῃ πάντως ἐκοιμήθη, ἀνεμνήσθη, ταχὺ δὲ πάλιν παρέκρουσε. οὔρει δὲ μετὰ σπασμῶν ἀθρόον πολὺ, ὀλιγάκις ἀναμιμνησκόντων, παχὺ, λευκὸν, οἷον γίνεται ἐκ τῶν
270
καθισταμένων, ὅταν ἀναταραχθῇ κείμενον, πολὺν χρόνον οὐ καθίστατο χρῶμα καὶ πάχος εἴκελον οἷον γίνεται ὑποζυγίων, τοιαῦτα οὔρει οἷα κᾀγὼ εἶδον. περὶ δὲ τεσσαρεσκαιδεκάτην ἐούσῃ πόνοι δι’ ὅλου τοῦ σώματος, λόγοι πολλοὶ, σμικρὰ κατενόει, διὰ ταχέων δὲ πάλιν παρέκρουσε· περὶ δὲ ἑπτακαιδεκάτην ἐοῦσα ἦν ἄφωνος, εἰκοστῇ ἀπέθανεν.

Δύο ἦν ἐκ ταύτης τῆς διηγήσεως ὧν ἓν κοινὸν μὲν καὶ πρὸς τοὺς ἔμπροσθεν καὶ μετὰ ταῦτα γεγραμμένους ἀῤῥώστους τὸ τῶν κρισίμων ἡμερῶν, ἕτερον δὲ τὸ ἴδιον. ἐπισχεθείσης γὰρ τῇ γυναικὶ ταύτῃ τῆς μετὰ τόκον καθάρσεως ἥ τε νόσος ἐγένετο καὶ ὁ θάνατος. ἀπέθανε δὲ κατὰ τὴν κ΄, τῆς ιδ΄ καὶ ιζ΄ χειρόνων παρὰ τὰς ἄλλας γενομένων. τὸ δὲ προσθεμένῃ μετὰ μὲν τοῦ βάλανος ὅταν τύχῃ γεγραμμένον, εὔδηλον ἔχει τὸ σημαινόμενον, ἄνευ δὲ τῆς προσθήκης

271
ἤτοι ὑπακοῦσαι χρὴ τὸν βάλανον, ὥς τινες βούλονται, ἢ πεσσὸν παρηγορικὸν δηλονότι καὶ ἀφλέγμαντον. ἐκεῖνό γε μὴν ἐπὶ πασῶν γυναικῶν, ὧν ἐπεσχέθη μετὰ τόκον ἡ κάθαρσις, ἐπίστασθαί τε καὶ μεμνῆσθαι προσῆκεν, ὥς τινες μὲν ἐσχάτως κινδυνεύουσιν ἀποθανεῖν. ὀλίγαι δὲ πάνυ μετρίως ἐνωχλήθησαν, ἐπεὶ ταῖς πλείσταις μὲν ἡ μήτρα φλεγμαίνει, τισὶ δὲ καὶ τὸ παρ’ αὐτῷ τῷ τόκῳ ῥυὲν αἷμα κενωθὲν διάφορόν ἐστι κατὰ τὴν ποιότητα, ταῖς μὲν πικρόχολον ἢ μελαγχολικὸν, ταῖς δὲ ἰῶδες ἢ φλεγματικὸν ἢ μετρίως χρηστὸν, ἄμεμπτον δὲ τελέως οὐδέποτε. δεδαπάνηται γὰρ ἐξ αὐτοῦ τὸ κάλλιστον εἰς τροφὴν τοῦ κυηθέντος. ἐνδείκνυται δ’ αὐτοῦ τὴν φύσιν καὶ τὰ γενόμενα συμπτώματα κατὰ τὴν ἐπίσχεσιν τῆς λοχίου καθάρσεως, ὥσπερ καὶ νῦν ἐπὶ τῆς προκειμένης ἐν τῷ λόγῳ, τὸ μὲν ῥῖγος καὶ ὁ πυρετὸς ὀξὺς, ἥ τε δίψα καὶ ὁ χολώδης ἐπίῤῥους καὶ ἡ παραφροσύνη καὶ ἡ ἀγρυπνία χολώδους ἐστὶ πλεονάζοντος χυμοῦ γνωρίσματα· σπασμοὶ δὲ καὶ παλμοὶ καὶ τὸ οἷον τῶν
272
ὑποζυγίων ἐοικὸς οὖρον ὠμοῦ καὶ παχέος αὐτὰ εἴδη εἰσίν. οὕτως κάκισται τῶν νόσων ἐν αἷς ἀμφότεροι πλεονάζουσιν οἱ εἰρημένοι χυμοὶ καὶ τὸν ἡμιτριταῖον ἐπί γε τούτοις ἐδείκνυμεν ἐπιγενέσθαι. τοῦ μὲν οὖν ἐπισφαλῶς νοσῆσαι τὴν γυναῖκα τοῦτο ἦν αἴτιον. πότερον δὲ διαφεύξεται τὴν νόσον ἢ τεθνήξεται τά τε συμπτώματα καὶ τὰ σημεῖα κατ’ ἀρχὰς εὐθέως ἐξηγεῖσθαι δύναται. προσέχωμεν οὖν αὐτοῖς ἕνεκα γυμνασίας. τῇ πρώτῃ τῶν ἡμερῶν, ἥτις ἦν ιδ΄, μετὰ τόκον, πῦρ, φησὶν, ἔλαβε τὴν ἄνθρωπον μετὰ ῥίγους. ἴσμεν δ’ ὅτι πῦρ ὀνομάζει τὸν πυρωδέστατον πυρετὸν, ἀλλ’ οὔπω τοῦτό γε πάντως ὀλέθριον, ὥσπερ οὐδὲ τὸ καρδιαλγέειν, ὅπερ ἐστὶ τὸ στόμα τῆς κοιλίας ὀδυνᾶσθαι, ὡσαύτως δ’ οὔτε τὰ γυναικεῖα μόρια, καθάπερ οὐδ’ ὅτι τὸ δεξιὸν ὑποχόνδριον, ἀλλὰ καὶ ὕπνοι, φησὶν, οὐκ ἐνῆσαν. αὔξεται μὲν οὖν ἡ διάγνωσις ἐκ τούτων ἁπάντων τῆς τοῦ νοσήματος κακίας, οὐ μὴν ὅτι γε πάντως ἐπ’ αὐτοῖς τεθνήξεται δῆλον ἡμῖν, καθάπερ οὐδ’ ὅτι διψώδης οὐδ’ ὅτι τὰ οὖρα λεπτὰ καὶ ἄχροα. χρόνου μὲν γὰρ εἰς πέψιν δεῖται τὰ τοιαῦτα τῶν οὔρων, οὐ μὴν ὀλέθριά γε πάντως ἐστίν. ἀλλὰ
273
καὶ ἄκρεα, φησὶ, ψυχρά. τοῦτο μὲν ἤδη τῶν ἐσχάτως ὀλεθρίων ἐστὶν ἐν ἀρχῇ νοσήματος ἅμα σφοδροτάτῳ πυρετῷ γινόμενον. εἰ μὲν οὖν ἠπιστάμην ὅπως εἶχε ῥώμης ἡ γυνὴ καὶ περὶ τοῦ χρόνου τῆς νόσου, δυνατὸν ἦν ἄν μοι λέγειν ἐπὶ τοῖς προειρημένοις συμπτώμασι καὶ εἰ ἐκ παραδόξου τινὰ ἀμυδρὰν ἐλπίδα σωτηρίας εἶχεν. ἐπειδὴ δ’ ἄδηλον τοῦτο, μεμνῆσθαί γ’ ὑμᾶς χρὴ προστιθέναι τοῖς ὀλεθρίοις συμπτώμασι κατὰ τὰς ἐπισκέψεις τῶν νοσούντων τὸν ἀπὸ τῆς δυνάμεως διορισμόν· οὕτως γὰρ ἀποφήνασθαι βεβαίως δυνήσεσθε. ταύτῃ γοῦν τῇ γυναικὶ περὶ τὴν ιδ΄ ἡμέραν οἵ τε πόνοι δι’ ὅλου τοῦ σώματος γενόμενοι καὶ παραφροσύνη τὸν ἐσόμενον θάνατον ἐδήλωσεν, ἤτοι κατὰ τὴν ιζ΄ ἢ τὴν κ΄ ἐκ τῆς τῶν κρισίμων ἡμερῶν φύσεως. καὶ τοίνυν ἀμφότερα ἐγένετο κατὰ μὲν τὴν ιζ΄ ἀφωνίᾳ καταληφθείσης αὐτῆς, εἰκοσταίας δ’ ἀποθανούσης.