In Hippocratis De victu acutorum

Galen

Galen, In Hippocratis De victu acutorum

Ἐλλεβορίζειν δὲ χρὴ οἷσιν ἀπὸ κεφαλῆς φέρεται ῥεῦμα.

Οὐκ ἀναγκαῖον, ὅσοις ἀπὸ κεφαλῆς φέρεται ῥεῦμα πάντας ἐλλεβορίζειν, ἀλλ᾿ ἐνίοτε τῆς κεφαλῆς μόνης ποιεῖσθαι πρόνοιαν εἰθίσμεθα.

Ὁκόσοι δ᾿ ἐξ ἀποστημάτων ἢ φλεβοῤῥαγίης ἢ δι᾿ ἀκρησίην ἢ δι᾿ ἄλλην τινὰ ἰσχυρὰν αἰτίαν ἔμπυοι γίνονται, μὴ δίδου ἐλλέβορον τοῖσι τοιουτέοισιν· οὐδὲν γὰρ ὠφελήσει, καὶ ἤν τι πάθῃ, αἴτιον δόξειεν εἶναι ὁ ἐλλέβορος. ἢν δὲ διαλύηται τὸ σῶμα ἢ πόνος ἐν κεφαλῇ ἢ ἐμπεπλασμένα τὰ οὔατα ἢ ῥὶς ἢ πτυαλισμὸς ἢ τῶν γονάτων βάρος ἢ σώματος ὄγκος παρὰ τὸ ἔθος, ὅ τι ἂν συμβαίνῃ, μήθ᾿ ὑπὸ πότων, μήθ᾿ ὑπὸ ἀφροδισίων, μήθ᾿ ὑπὸ λύπης, μήθ᾿
866
ὑπὸ φροντίδων, μήθ᾿ ὑπὸ ἀγρυπνιῶν· κᾒν μέν τι τουτέων ἔχῃ αἴτιον, πρὸς τοῦτο ποιέεσθαι τὴν θεραπείαν.

Φλεβοῤῥαγίην μὲν λέγει τὴν ῥῆξιν τῶν φλεβῶν. ὅτι δ᾿ οὔτε τοὺς ἐκ τοιαύτης αἰτίας ἐμπύους γενομένους ἐλλεβορίζειν προσῆκεν οὔτε τοὺς ἐξ ἀποστημάτων οὔτε τοὺς ἐξ ἄλλης αἰτίας εὔδηλον· οἱ δὲ δι᾿ ἀκρασίαν ἔμπυοι, κακῶς ἐν τῷ νῦν εἴρηται καταλόγῳ, τῆς ἀκρασίης αὐτῆς καθ᾿ ἑαυτὴν βλαπτούσης τοὺς ἀκρατεῖς, οἷον πλησμονῆς, ἀπεψίας, οἰνοφλυγίας, ἀφροδισίων πολλῶν καὶ ἀγρυπνιῶν, ὅσα τε ἄλλα τοιαῦτα. προειπὼν δὲ τίσιν ἐλλέβορον οὐ χρὴ διδόναι φησίν· ἢν διαλύηται τὸ σῶμα, τουτέστιν ἐὰν ἔκλυτον ἱκανῶς γένηται, χωρὶς προφάσεως δηλονότι ἢ πόνος ἐν κεφαλῇ χρόνιος καὶ δύσλυτος (ὑπακοῦσαι γάρ σε τοῦτο κᾀν τῷ τῆς κεφαλῆς χρὴ πόνῳ καὶ τοῖς ἐφεξῆς εἰρημένοις ἅπασι, τοῖς ἐμπεπλασμένοις ὠσὶ καὶ ῥινὶ καὶ τῷ πτυαλισμῷ) προστίθησι δὲ γονάτων βάρος καὶ πόνον καὶ σώματος ὄγκον παρὰ

867
τὸ ἔθος· ἐπὶ πάντων γὰρ τούτων ἄνευ φανερᾶς αἰτίας γενομένων ἐλλεβορίζειν συμβουλεύει, διελών τε τὸν καθόλου τοῦτον λόγον εἰς τὰ κατὰ μέρος ἔφη, μήθ᾿ ὑπ᾿ ἀφροδισίων, μήθ᾿ ὑπὸ λύπης, μήθ᾿ ὑπὸ φροντίδος ἢ ἀγρυπνιῶν, τῶν εἰρημένων γεγονότων· εἰ γὰρ ἐκ τούτων τινὸς εἴη γεγονότα, πρὸς τὸ ποιῆσαν αἴτιον ἁρμόττεσθαι κελεύει. τίνα δ᾿ ἐκ τούτων ἁπάντων ὧν εἶπεν ἀληθῶς ἀκριβῶς εἴρηται καὶ τίνα μὴ μεμαθήκατε κᾀκ τῶν Ἱπποκράτους βιβλίων καὶ τῶν ἡμετέρων πραγματειῶν.

Τὰ δὲ ἐκ πορείης ἀλγήματα πλευρέων, νώτου, ὀσφύος, ἰσχίων καὶ ὁκόσα ἀναπνέοντες ἀλγέουσι πρόφασιν ἔχοντες· πολλάκις γὰρ μεμάθηκε φοιτᾷν ἐκ κραιπαλέων καὶ βρωμάτων φυσωδέων ἀλγήματα καὶ εἰς ὀσφὺν καὶ ἐς ἰσχίον. οἷσι δ᾿ ἂν αὐτέων ᾖ τοιάδε δυσουρέεται· τούτων δὲ πορείη αἰτίη καὶ κορυζέων καὶ βράγχων.
868

Οὐ τεταγμένως ἡρμήνευσε ταῦτα· προειπὼν γὰρ τὰ ἐκ πορείης ἀλγήματα, πλευρῶν, νώτου, ὀσφύος, ἰσχίων, ἔμφασιν ἐποίησεν ὡς μέλλων ἐρεῖν ὅπως τὰ τοιαῦτα θεραπεύηται· κᾄπειτα παρενθεὶς, πολλάκις γὰρ μεμάθηκε φοιτᾷν ἐκ κραιπαλέων καὶ βρωμάτων φυσωδέων, μετὰ ταῦτα ἐπήνεγκεν, ὅσα ἂν ᾖ τοιάδε δυσουρέεται. καὶ μετὰ τοῦτο πάλιν ἐφεξῆς ἔφη, τούτων δὲ πορείη αἰτίη καὶ κορυζέων καὶ βράγχων· ἀκέφαλον, ὡς ἂν εἴποι τις, ἐργασάμενος τὸν λόγον.

Ὁκόσα δὲ ἀπὸ διαιτημάτων, τὰ μὲν πολλὰ ἕκαστος, ὡς ἂν παρὰ τὸ ἔθος διαιτηθῇ, μάλιστα ἐπισημαίνει· καὶ γὰρ ὁκόσοι ἂν μὴ μεμαθηκότες ἀριστᾷν, ἢν ἀριστήσωσιν, ὄγκος πολὺς αὐτοῖσι τῆς γαστρὸς καὶ νυσταγμὸς καὶ πληθώρη· ἢν δὲ ἐπιδειπνήσωσι, κοιλίη ἐκταράσσεται. ξυμφέρει δὲ τουτέοισιν ἐκλουσαμένοισι καθεύδειν, κοιμηθέντας δὲ περιπατῆσαι βραδέως συχνὴν περίοδον· καὶ ἢν μὲν λαπαχθῇ,
869
δειπνῆσαι καὶ πιεῖν οἶνον ἐλάσσονα ἀκρητέστερον· ἢν δὲ μὴ λαπαχθῇ, ὑποχρίσασθαι τὸ σῶμα θερμῷ· κᾒν διψῇ, ὑδαρέα οἶνον λευκὸν ἢ γλυκὺν ἐπιπιόντα, ἀναπαύεσθαι· ἢν δὲ μὴ ἐγκοιμηθῇ, πλείω ἀναπαύεσθαι, τὰ δὲ ἄλλα ὁμοίως τοῖσιν ἐκ κραιπάλης διαιτάσθω. τὰ δὲ ἀπὸ πομάτων, ὁκόσα μὲν ὑδαρέα βραδυπορώτερά ἐστι καὶ ἐγκυκλέεται καὶ ἐπιπολάζει περὶ ὑποχόνδρια καὶ εἰς οὔρησιν οὐ κατατρέχει· τοιούτου δὲ πόματος πληρωθεὶς μηδὲν ἔργον ὀξέως διαπράξῃ, ὁκόσα τῷ σώματι ξυνταθέντι βίῃ ἢ τάχει πονέειν ξυμβαίνει· ὡς μάλιστα δὲ ἡσυχαζέτω, μέχρι καταπεφθήτω μετὰ τῶν σιτίων. ὁκόσα δὲ τῶν πομάτων ἀκρητέστερά ἐστιν ἢ αὐστηρότερα, παλμὸν ἐν τῷ σώματι καὶ σφυγμὸν ἐν τῇ κεφαλῇ ἐμποιέει· τούτοισι καλῶς ἔχει ἐπικοιμᾶσθαι καὶ θερμόν τι ῥοφέειν πρὸς ἅπερ μάλιστα ἥδιστα ἔχουσι· νηστείη δὲ πονηρὸν πρὸς τὴν κεφαλαλγίην καὶ κραιπάλην. ὁκόσοι δὲ μονοσιτέουσι,
870
κεῖνοι καὶ ἀδύνατοί εἰσιν καὶ οὐρέουσι θερμὸν παρὰ τὸ ἔθος κενεαγγέοντες· γίνεται δὲ καὶ στόμα ἁλικὸν καὶ πικρὸν καὶ τρέμουσιν ἐν παντὶ ἔργῳ καὶ κροτάφοις ἐπιξυντείνονται καὶ τὸ δεῖπνον οὐ δύνανται πέσσειν, ὅκωσπερ ἢν ἠριστηκότες ἔωσιν. τούτους δὲ χρὴ πίνειν ἔλασσον ἢ μεμαθήκασιν καὶ ὑγροτέρην μάζαν ἀντὶ ἄρτου· καὶ λαχάνων, λάπαθα ἢ μαλάχην ἢ πτισάνην καὶ σεῦτλα. πίνειν δὲ κατὰ τὸ σιτίον οἶνον ὁκόσον σύμμετρον καὶ ὑδαρέστερον· καὶ ἀπὸ δείπνου περιπατῆσαι ὀλίγον, ἕως οὖρα καταδράμῃ καὶ οὐρήσει. χρήσθω δὲ καὶ ἰχθύσιν ἑφθοῖσι· βρώματα δὲ μάλιστα ἐπισημαίνει.

Μεμνήμεθα δήπου τοῦτον ἅπαντα τὸν λόγον ἐπὶ τῷ γνησίῳ μέρει τοῦ συγγράμματος ἱκανῶς ἐξειργασμένον· ἐξ ἐκείνων οὖν δυνήσῃ ὡσαύτως εἰρημένα καὶ ταῦτα διαγνῶναί τε καὶ κρῖναι, ἐμοὶ δ᾿ οὐκ ἀναγκαῖον ἐν τοῖς τοιοῖσδε μηκύνειν. βρώματα δὲ μάλιστα ἐπισημαίνει. οὐκ ἐκ λόγου

871
τινὸς, ἀλλ᾿ ἐμπειρίας προσήκει κρίνεσθαι τῶν ἐδεσμάτων τὴν δύναμιν· οὐ διοίσει δὲ νῦν βρώματα λέγειν ἢ ἐδέσματα. καὶ μέντοι καὶ ὁ γράψας ταυτὶ τοιοῦτόν τι δηλοῖ διὰ τοῦ ἐπισημαίνειν· ἐπίσημον γὰρ, φησὶ, τοῖς σώμασι γίνεται καθ᾿ ἑκάστην ἀλλοίωσιν ἐξ ἰσχυρῶν ἐδεσμάτων. εἶθ᾿ ἑξῆς αὐτὰ καταλέγει.

Σκόροδον φῦσαν καὶ θέρμην περὶ τὸν θώρηκα καὶ κεφαλῆς βάρος καὶ ἄσην καὶ εἴ τι ἄλλο ἄλγημα εἴη μεμαθηκὸς πρόσθεν, παροξύνειεν ἄν· οὐρητικὸν δὲ καὶ τοῦτο ἔχει ἀγαθόν. ἄριστον δ᾿ αὐτοῦ φαγέειν ἢ μέλλοντι ἐς πόσιν ἰέναι ἢ μεθύοντι.

Εἰ τῇ πείρᾳ χρὴ κρίνειν ἓν ἕκαστον τῶν ἐσθιομένων, οὐκ ἂν ὀρθῶς λέγοιτο φυσῶδες εἶναι τὸ σκόροδον, οὐδὲ θέρμης πλείονος ἢ κατὰ κρόμμυον, αἴσθησιν φέρον τοῖς φαγοῦσιν, οὔτ᾿ ἐν ἄλλῳ τινὶ μέρει τοῦ σώματος οὔτ᾿ ἐν τῷ

872
θώρακι· κατὰ δὲ τὸν αὐτὸν τρόπον οὐδ᾿ ἄσης, καὶ μάλιστα, ἄν τις αὐτὸ βραχὺ προαποζέσας προσάρηται. τὰ δὲ πολλὰ τῶν ἐδεσμάτων, ὅταν μὲν πληθωρικὸν ᾖ τὸ σῶμα, θερμαίνει, ὅταν δὲ προκεκενωμένον ᾖ, ξηραίνει γε ἱκανῶς. ἡμάρτηκεν οὖν ὁ συγγραφεὺς τοῦ βιβλίου, χωρὶς διορισμοῦ τὴν ἀπόφασιν ποιησάμενος· ἄμεινον γὰρ ἦν διορίσαι, καθὸ λέλεκται, νυνὶ δὲ ἁπλῶς εἰπὼν ἀπεφήνατο περὶ σκορόδου· βέλτιον δ᾿ ἦν εἰπεῖν ξηραίνειν καὶ θερμαίνειν αὐτὸ καὶ ἄφυσον εἶναι· οὐ κατὰ γὰρ ἀδιορίστου ἀποφαίνεσθαι ἔθος ἐστίν. προσυπακούειν δ᾿ ὅταν ἐν καιρῷ δοθῇ, ὃ τῷ προπαρεσκευασμένῳ τῷ σώματι δηλοῖ· προπαρασκευάζεται δὲ μήτε πληθωρικὸν μήτε κακόχυμον ὄν. οὐκ ὀρθῶς οὖν οὐδὲ κεφαλῆς βάρος ὑπ᾿ αὐτοῦ γίνεσθαί φησιν· ἐὰν γὰρ προκενώσας τὸ σῶμα προσενέγκῃ σκόροδον καὶ κεφαλῆς βάρος ἰάσῃ καὶ παντὸς ἄλλου μορίου. θαυμάζω δὲ πῶς ἃ μέχρι τοῦ νῦν διῆλθεν ἐπ᾿ αὐτοῦ προειπὼν ἐφεξῆς φησιν· ἄριστον δ᾿ αὐτὸ φαγεῖν μέλλοντι ἐπὶ πόσιν ἰέναι ἢ μεθύοντι. φαίνεται δὲ
873
ἐκ τούτων οὔτε κραιπάλην οὔτε μέθην ἐργαζόμενον, ἀλλὰ καὶ προφυλακτικὸν αὐτῶν ὑπάρχον, ὡς καὶ βάρος ὦσαι δύνασθαι καὶ θεραπευτικὸν γενέσθαι φυσῶν. ἀληθῆ μὲν ταῦτα εἶπε καὶ προσέτι τῶν οὐρητικῶν εἶναι φαρμάκων αὐτό· ψευδῶς δὲ τἄλλα προσέθηκεν, ἅμα καὶ τῷ μαχόμενα λέγειν αὐτά.

Τυρὸς δὲ φῦσαν καὶ στεγνότητα καὶ σιτίων ἔξαψιν ποιέει, ὠμὸν καὶ ἄπεπτον· κάκιστον δ᾿ ἐν τῷ ποτῷ φαγεῖν πεπληρωμένοισιν.

Φυσώδης μᾶλλόν ἐστι τοῦ ξηροῦ ὁ μαλακὸς καὶ νέος τυρὸς καὶ ἧττον στεγνοῖ, τουτέστιν ἵστησι τὴν γαστέρα τοῦ ξηροῦ· τούτῳ γὰρ ὑπάρχει φυσώδει μὲν ἧττον εἶναι, μᾶλλον δ᾿ ἱστάναι τὴν γαστέρα· καὶ μέντοι καὶ διψώδης μᾶλλόν ἐστιν, ὅπερ ἐδήλωσεν εἰπὼν, σιτίων ἔξαψιν ποιεῖ. τὸ δὲ ὠμὸν καὶ ἄπεπτον μεταξὺ παρέγκειται κατὰ τὴν ῥῆσιν οὐκ

874
ἐπιμελῶς ἑρμηνευόμενον· ἐμφαίνει γοῦν ὅτι τὸ κατὰ τὸ σῶμα συνιστάμενον πᾶν ὠμὸν καὶ ἄπεπτον ἐν χυμοῖς, ἐκ τοιούτων ἐδεσμάτων πέφυκε γίνεσθαι, ὁποῖός ἐστι καὶ ὁ τυρὸς, ὠμὸν καὶ ἄπεπτον ἔδεσμα, ὡς εἰ καὶ οὕτως ἔλεγε· τυρὸς δὲ καὶ φῦσαν καὶ στεγνότητα τῆς γαστρὸς ἐργάζεται καὶ καυσώδης ἐστὶν, ἔτι δ᾿ ὠμὸν καὶ ἄπεπτόν ἐστιν ἔδεσμα καὶ χυμῶν τοιούτων γεννητικόν. κάκιστον δὲ, φησὶ, καὶ πεπληρωμένον μετὰ πόματος φαγεῖν αὐτὸ, ὅπερ εὔδηλόν ἐστι καὶ τοῖς ἰδιώταις· ἔστι μὲν γὰρ καὶ ἄλλως οὐκ ἀγαθὸν ἔδεσμα τυρὸς, ὡς ἂν παχύχυμος καὶ δύσπεπτος ὑπάρχων· εἰ δ᾿ ἐν τῷ πίνειν αὐτῷ τις χρήσαιτο πεπληρωμένος ὢν, χείριστος ἁπάντων τῶν ἐδεσμάτων γίνεται, βαρύνων τε τὸ στόμα τῆς γαστρὸς, αὐτός τε πρῶτος διαφθειρόμενος, εἶθ᾿ ἑαυτῷ συνδιαφθείρων καὶ τἄλλα.