In Hippocratis De victu acutorum

Galen

Galen, In Hippocratis De victu acutorum

Περιπνευμονίης ἐκλικτόν. κόκκαλον, χαλβάνην ἐν μέλιτι Ἀττικῷ· ἀβρότονον ἐν ὀξυμέλιτι· πέπερι, ἐλλέβορον μέλανα ἀποζέσας καὶ πλευριτικῷ ἐν ἀρχῇσι περιωδύνῳ ἐόντι πίνειν δίδου. ἀγαθὸν δὲ καὶ τὸ πάνακες ἐν ὀξυμέλιτι ἀναζέσαντα καὶ διηθέοντα διδόναι πίνειν καὶ ἡπατικοῖσι καὶ τῇσι ἀπὸ τῶν φρενῶν περιωδυνίῃσιν. καὶ ὁκόσα δεῖ ἐς κοιλίην ἢ ἐς οὔρησιν, ἐν οἴνῳ καὶ μέλιτι· τὰ δὲ ἐς κοιλίην ξὺν ὑδαρεῖ μελικρήτῳ πίνειν πλεῖον δίδου.
859

Καὶ τὸ τῶν φαρμάκων πρῶτον καὶ δεύτερον ἀναγωγὰ πτυέλων ἐστὶ· τὸ δὲ διὰ τοῦ μέλανος ἐλλεβόρου, γαστρὸς ὑπακτικόν· τὸ δὲ διὰ τοῦ πάνακος, οὗτος εἶπεν εἰς ὃ ἂν χρήσιμον ὑπάρχῃ.

Δυσεντερίη ἀπόστημα ἢ ἔπαρμά τι παυσαμένη ποιήσει, ἢν μὴ ἐς πυρετοὺς ἢ ἱδρῶτας καὶ οὖρα παχέα καὶ λευκὰ καὶ λίαν ἐπιφανῆ ἢ ἐς τριταίους ἢ ἐς κιρσὸν ἢ ἐς ὄρχιν ἢ ἐς σκέλεα ἢ ἐς ἰσχίον στηρίξῃ ὀδύνη.

Καὶ οὗτος ὁ λόγος ἀδιόριστός ἐστιν, οὔθ᾿ ὁποίαν λέγει δυσεντερίαν ἐνδειξαμένου τοῦ συγγραφέως, οὔτε πᾶσα ἐπαύσατο ταῦτ᾿ ἐπιφέρουσα.

Ἐν πυρετῷ χολώδει πρὸ τῆς ἑβδόμης ἡμέρας μετὰ
860
ῥίγους ἴκτερος ἐπιγινόμενος λύει τὸν πυρετόν· ἄνευ δὲ ῥίγεος ἢν ἐπιγένηται ἔξω τῶν καιρῶν, ὀλέθριον.

Οὐ δήπου πρὸ τῆς ζ΄ μετὰ ῥίγους ἐπιγενόμενος ἴκτερος λύει τὸν πυρετὸν, οὐχὶ δὲ μετὰ τὴν ζ΄, ἀλλ᾿ ὁ διορισμός ἐστι τοιόσδε· τοῖς πυρέττουσιν ἴκτερος ἐπιγίγνεται, ἐνίοτε μὲν ὡς σύμπτωμα τῆς κατὰ τὸ ἧπαρ διαθέσεως, ἐνίοτε δὲ τὴν χολὴν τῆς φύσεως ἐκκρίνειν διὰ τοῦ δέρματος ἐπιχειρησάσης, εἶτα μὴ δυνηθείσης αὐτὸ, καθάπερ εἴωθεν ἐπὶ πάντων γίνεσθαι τῶν ἀποστημάτων· εἴρηται δὲ περὶ τῶν τοιούτων ἰκτέρων ἐν ἀφορισμοῖς.

Τέτανος δὲ ὀσφύος καὶ ἐπὶ μελαγχολικῶν διὰ φλεβῶν πνευμάτων ἀπολήψιες ὁκόταν ἔωσι, φλεβοτομίη λύεται.

Ὅταν δὲ, φησὶ, διὰ μελαγχολικὸν αἷμα πλεονάζον ἐν

861
ταῖς φλεψὶ πνευμάτων ἀπολήψιες γίνωνται, φλεβοτομία ταῦτα λύει. πνευμάτων δὲ ἀπόληψιν εἰ μὲν τῶν κατὰ τὰς ἀρτηρίας λέγει (καὶ γὰρ καὶ ταύτας φλέβας ὠνόμαζον οἱ παλαιοὶ) τί ἄλλο ἢ ἀσφυξία γένοιτ᾿ ἂν τὸ πάθος; εἰ δὲ τῶν κατὰ τὸν πνεύμονα, πάλιν ἐνταῦθα τὴν καλουμένην ἄπνοιαν αἰνίττεται. δύναται δὲ καὶ πλῆθός τε καὶ πάχος αἵματος οὐ μόνον τὰς ἀρτηρίας πνευματῶσαί ποτε καὶ διέξοδον οὐκ ἔχειν, ἀλλὰ καὶ ταύτας τὰς ἰδίως ὀνομαζομένας φλέβας.

Ὁκόταν δὲ ἀπὸ τῶν τενόντων σφοδρῶς ἔμπροσθεν ἀντισπῶνται καὶ περὶ τὸν τράχηλον καὶ πρόσωπον ἱδρῶτες, ὑπὸ τοῦ πόνου δακνομένων καὶ ξηραινομένων τῶν τενόντων καὶ τῶν οὐρωδέων, οἳ παχύτατοι μὲν τὴν ῥάχιν ξυνέχουσιν, ᾗ οἱ μέγιστοι σύνδεσμοι καταπεφυκότες, ἕως εἰς πόδας ἀποτελευτῶσι· τῷ τοιῷδε ἢν μὴ πυρετὸς καὶ ὕπνος ἐπιγένηται καὶ ἑπόμενα οὖρα πέψιν ἔχοντα ἔλθῃ καὶ ἱδρῶτες
862
κριτικοὶ, πίνειν οἶνον Κρητικὸν οἰνώδεα καὶ ἄλητον ἑφθὸν ἐσθίειν καὶ κηρωτῇ ἀλείφειν καὶ ἐγχρίειν, τά τε σκέλεα περιελίσσειν ἕως τῶν ποδῶν, θερμῷ προσβρέχων ἐν σκάφῃ καὶ βραχίονας ἕως δακτύλων κατελίσσειν καὶ ὀσφὺν ἀπὸ τοῦ τραχήλου ἕως τῶν ἰσχίων, σίαλον ἐγκηρώσας μαλακῷ δέρματι, ὅκως καὶ τὰ ἔμπροσθεν περιέξῃ καὶ διαλείπων πυρία τοῖσιν ἀσκίοισι θερμὸν ὕδωρ ἐγχέων καὶ περιτείνων σινδόνιον,ἐπανάκλινε αὐτόν. κοιλίην δὲ μὴ λίην λύσῃς ἢν μὴ βαλάνῳ, ἢν μὴ πολὺν χρόνον ᾖ ἀδιαχώρητος ἐοῦσα. καὶ ἢν μέν τί σοι ἐπιδιδῷ ἐπὶ τὸ βέλτιον· εἰ δὲ μὴ, τοῦ μόδου τῆς ῥίζης τρίβων ἐν οἴνῳ εὐώδει καὶ δαῦκον πίνειν δίδου πρωῒ νήστει πρὸ τοῦ βρέχειν καὶ ταχὺ ἐπὶ τούτοισι τὸ ἄλευρον ἑφθὸν χλιαρὸν ἐσθιέτω ὡς πλεῖστον καὶ οἶνον ὁκόταν βούληται εὔκρητον ἐπιπινέτω. καὶ ἢν μέν σοι ἐπιδιδῷ ἐπὶ τὸ βέλτιον· ἢν δὲ μὴ, προλέγειν.
863

Καὶ ὁ λόγος ἀδιορίστως εἴρηται μετὰ τοῦ καὶ ἀκύρως ἔνια τῶν ὀνομάτων γεγράφθαι· τὸ γὰρ ὑπὸ τοῦ πόνου δάκνεσθαι τοὺς τένοντας ἀκύρως λέλεκται, δριμέσι χυμοῖς πρέποντος τοῦ δάκνειν ῥήματος, οὐ τοῖς πόνοις. καὶ μέντοι καὶ κατὰ τὴν ἀρχὴν τῆς ῥήσεως ἐπὶ τοῦ σφοδρῶς ἔμπροσθεν ἀντισπῶνται, μετὰ ταῦτά φησι, ξηραινομένων τῶν τενόντων οὐρωδέων, οἳ παχύτεροι τὴν ῥάχιν συνέχουσι· τοὺς ἄχρι τοῦ οὐραίου καλέσας οὕτως, ὀνομάζουσι δὲ οὐραῖον τὸ πέρας τοῦ ὀστέου. εἰ δ᾿ ἀμφότερα τὰ μέρη δηλῶσαι βούλεται τεινόμενα καὶ περὶ τὰ πρόσω καὶ ὀπίσω, τέτανον ἐπιτείνασθαι δυνατὸν, καθάπερ ὀλίγον ἔμπροσθεν ἔφη, τετάνοισι δὲ ὀσφύος. οὐκ ἀσφαλῶς δὲ οὐδὲ τῇ πέψει τῶν οὔρων, τὴν ῥᾳστώνην τῶν παθῶν προγινώσκει· πυρετώδους γὰρ νοσήματος ἀπεψίαι διὰ τῶν οὔρων δηλοῦνται σαφῶς, τῶν δὲ κατὰ τοὺς μῦς οὐκ ἀσφαλὴς ἡ διὰ τῶν οὔρων σημείωσίς ἐστιν. ἀλλὰ τοῦτο μὲν μικρόν· τὸ δ᾿ οἶνον αὐτοῖς διδόναι χωρὶς τοῦ διορίσασθαι πότερον ὑπὸ ψύξεως

864
ἔπαθον ἢ δι᾿ ἄλλην τινὰ αἰτίαν οὐ σμικρὸν ἁμάρτημά ἐστιν, ἀλλὰ καὶ πάνυ προπετές. ἀλόγως δ᾿ εἴρηται καὶ τὸ, κοιλίην δὲ μὴ λύειν, εἰ μὴ βαλάνῳ· λυθείη γὰρ ἄν ποτε ἐπὶ τοῖς τοιούτοις ὠφελίμως. τὰ δ᾿ ἄλλα τῆς ῥήσεως δῆλα.

Τὰ δὲ νουσήματα πάντα λύεται ἢ κατὰ στόμα ἢ κατὰ κοιλίην ἢ κατὰ κύστιν ἤ τινος ἄλλου τοιοῦδε ἄρθρου· ἡ δὲ τοῦ ἱδρῶτος ἰδέη κοινὸν ἁπάντων.

Οὐκ ἔστιν ὁ λόγος καθόλου, οὐδὲ κοινὸς ἁπάντων· οὐ γὰρ διὰ τούτων μόνον, ἀλλὰ καὶ διὰ μήτρας καὶ διὰ τῆς ἐκ τῶν ῥινῶν αἱμοῤῥαγίας γιγνομένης αἱ λύσεις γίνονται τῶν νοσημάτων.