In Hippocratis De victu acutorum

Galen

Galen, In Hippocratis De victu acutorum

Ὀλίγον δὲ τὸ τοιόνδε ποτὸν νυκτὸς μὲν καὶ νήστει πρὸ ῥοφήματος ἐπιτήδειον πίνεσθαι· ἀτὰρ καὶ ὁκόταν πολὺ μετὰ ῥοφήματος ᾖ, οὐδὲν κωλύει πίνειν.

Τὴν δύναμιν ἣν ἔχει διελθὼν, ἐπὶ τὸν τοῦ καιροῦ λόγον, ἐν ᾧ μάλιστ᾿ ἄν τις αὐτὸ προσφέροιτο, νῦν ἀφίκετο, πότε μάλιστ᾿ ἄν τις ὀξυμέλιτι χρῷτο τῶν ἐπὶ ῥοφήμασι διαιτωμένων· ἐφεξῆς δ᾿ εἰ καὶ μὴ ῥοφήμασιν, ἀλλ᾿ ἐπὶ τῷ ποτῷ μόνον διαιτώμενός τις εἴη καὶ τὸν ἐπ᾿ ἐκείνοις καιρὸν

690
διδάσκει. φησὶν οὖν ἐπὶ τῶν ῥοφήματι χρωμένων ἐκεῖνον μόνον φυλάττεσθαι δεῖν τὸν καιρὸν, ἐν ᾦ ῥόφημα δεῖ προσφέρεσθαι. πτισάνης δὲ δηλονότι χυλός ἐστι ῥόφημα χά ριν τοῦ θρέψαι τὸ σῶμα καὶ τὴν δύναμιν ῥῶσαι λαμβανόμενος· ἔστι δὲ ἐς ταῦτα καλὸς, εἰ μόνος ἐν τῇ γαστρὶ περιέχοιτο κατὰ τὸν τῆς θρέψεως καιρόν· ἔμαθες γὰρ ἔμπροσθεν ὡς ἡ ποικιλία τῶν προσφερομένων, καὶ μάλισθ᾿ ὅταν ἀνόμοια ταῖς δυνάμεσιν εἴη, ταραχὴν ἐργάζεται κατὰ τὴν γαστέρα. καὶ διὰ τοῦτ᾿ οὖν ἄχρι πεφθῆναι τὸν χυλὸν, οὐ χρὴ πίνειν ὀξύμελι· πεφθέντος δὲ ἔξεστι καὶ διὰ τῆς νυκτὸς λαμβάνειν καὶ κατὰ τὴν ἐπιοῦσαν ἡμέραν πρὸ τοῦ ῥοφήματος· ἀρκεῖ δὲ τὸν μεταξὺ χρόνον τοῦ ῥοφήματος καὶ τοῦ ὀξυμέλιτος, ὥστε εἰς κενήν τε ἅμα καὶ καθαρὰν ἐκ τοῦ προδιασμήχεσθαι τὴν γαστέρα, τὸν χυλὸν τῆς πτισάνης ἐμπεσεῖν.

Τοῖσι δὲ ποτῷ μούνῳ διαιτωμένοισιν ἄνευ ῥοφημάτων, διὰ τόδε οὐκ ἐπιτήδειόν ἐστιν ἀεὶ καὶ διὰ παντὸς
691
χρέεσθαι τούτῳ· μάλιστα μὲν διὰ ξύσιν ἢ τρηχυσμὸν τοῦ ἐντέρου. ἀκόπρῳ γὰρ ἐόντι μᾶλλον ἂν ἐμποιέῃ καὶ ταῦτα, κενεαγγείης παρεούσης· ἔπειτα δὲ καὶ τὸ μελίκρητον τῆς ἰσχύος ἀφαιρέοιτο ἄν.

Τοῖς ἐπὶ πόματος μόνου διαιτωμένοις ἄνευ πτισάνης οὐκ ἐπιτήδειόν ἐστι τὸ ὀξύμελι δι᾿ ὅλης τῆς νόσου πινόμενον, ὅτι τε σφοδρότερον ξύει τὸ ἔντερον γυμνὸν ὄν· ἐπαλείφεται γὰρ πως ὑπὸ τῆς πτισάνης, ὅταν ἐκείνης ῥοφήσουσι· καὶ ὅταν τῆς ἐκ μελικράτου ὠφελείας οὐδ᾿ ὅλως μεταλάβῃ τὸ σῶμα. προείρηκε δὲ ἐν τῷ περὶ μελικράτου λόγῳ τὴν γινομένην ἐξ αὐτοῦ τοῖς σώμασιν ὠφέλειαν.

Ἢν. μέντοι ἀρήγειν φαίνηται πρὸς τὴν ξύμπασαν νοῦσον, πολλῷ ποτῷ τούτῳ χρέεσθαι, ὀλίγον χρὴ τὸ ὄξος παραχέειν, ὅσον μοῦνον γινώσκεσθαι. οὕτω γὰρ ἂν καὶ ἃ φιλέει
692
βλάπτειν, ἥκιστα ἂν βλάπτοι, καὶ ἃ δεῖται προσωφελέειν, προσωφελοίη ἄν.

Ὅταν διψώδεις μὲν ἐργάζηται τὸ μελίκρατον, ἤτοι δὲ γλίσχρα πτύελα περιέχηται κατὰ τὰ βρόγχια τοῦ πνεύμονος ἢ λίαν παχέα, τηνικαῦτα μόνου τοῦ ὀξυμέλιτός ἐστιν ἡ χρεία, μεμνημένων ἡμῶν ὅτι ταῦτα λέλεκται περὶ τῶν ποτῷ μόνῳ χρωμένων ἄνευ ῥοφήματος. ἐὰν οὖν, ὡς ἔφην, ὀξυμέλιτος ᾖ χρεία, παραχέειν αὐτῷ τοῦ ὄξους ὀλίγον τῷ μελικράτῳ προσήκει, χάριν τοῦ καὶ χρείας ἀπολαύειν τοῦ ὄξους, καὶ φεύγειν τὴν ἔξ αὐτοῦ βλάβην. συνεψεῖν δὲ δηλονότι προσήκει μιγνύμενον τῷ μελικράτῳ τὸ ὄξος· ἀσθενέστερον γὰρ οὕτως εἰς τὸ βλάπτειν γίνεται.

Ἐν κεφαλαίῳ δὲ εἰρῆσθαι αἱ ἀπὸ ὀξέος ὀξύτητες πικροχόλοισι μᾶλλον ἢ μελαγχολικοῖσι συμφέρουσι. τὰ μὲν γὰρ πικρὰ διαλύεται καὶ φλεγματοῦται, μετεωριζόμενα ὑπ᾿ αὐτέου·
693
τὰ δὲ μέλανα ζυμοῦται καὶ μετεωρίζεται καὶ πολλαπλασιοῦται· ἀναγωγὸν γὰρ μελάνων ὄξος.

Πικροχόλους φύσεις ὀνομάζει τὰς τὸν πικρὸν γεννώσας χυμὸν, ὅσπερ ἐστὶν ὁ τῆς ξανθῆς χολῆς, αἷς ἐπιτήδειον εἶναί φησι τὸ ὄξος ἐναντιώτατον ὑπάρχον ταῖς μελαγχολικαῖς· διότι καὶ τὴν μέλαιναν χολὴν αὐτὴν ὀξεῖαν εἶναι συμβέβηκεν, ὅταν γ᾿ ἤδη κατάκορος ᾖ παρὰ φύσιν ἔχοντος τοῦ σώματος· ὡς ὑγιαίνοντός γε πλεῖον μέν ἐστι τῆς εἰρημένης ποιότητος, οὐ μὴν ἀκριβῆ γε αὐτὴν ἔχει. τὰ δ᾿ ἄλλα τῆς ῥήσεως σαφῆ· διδάσκει γὰρ ἐν αὐτῇ ὅπως ὠφελεῖ τὸ ὄξος τοὺς πικροχόλους, ἐπικρατουμένους ἐν τῇ κράσει τῷ θερμῷ, ψυχρὸν ὑπάρχον αὐτό.

Γυναιξὶ δὲ τὸ ἐπίπαν πολεμιώτατον ἢ ἀνδράσιν ὄξος· ὑστεραλγὲς γάρ ἐστιν.
694

Ὅτι μὲν τὸ ὄξος τὰ νεῦρα βλάπτειν πέφυκεν ἥ τε πεῖρα μαρτυρεῖ καὶ ὁ λόγος δείκνυσιν· ἄναιμα γὰρ ὄντα καὶ διὰ τοῦτο ψυχρὰ πάσχει ῥᾳδίως ὑπὸ τοῦ ψύχοντός τε ἅμα καὶ λεπτομεροῦς φαρμάκου βλάπτεται μὲν γὰρ καὶ ὑπὸ τῶν ἄλλων ἁπάντων τῶν ψυχόντων, ἀλλὰ τὸ τῆς τοῦ ὄξους οὐσίας λεπτομερὲς, εἰς τὸ βάθος αὐτῶν δύεται καὶ διεξέρχεται διὰ παντὸς μέρους, ὡς μηδὲν μηδὲ τοὐλάχιστον ἀβλαβὲς ἐᾷν. οὕτω μὲν ὄξος τὰ νευρώδη μόρια βλάπτει· τὴν μήτραν δ᾿ ἅπαντες σχεδὸν οἱ ἀνατομικοὶ λέγουσιν εἶναι νευρώδη· καὶ χωρὶς δὲ τῆς ἐκείνων ἀποφάσεως, ἣν ἐκ τῆς ἀνατομικῆς αὐτοψίας ἐποιήσαντο, πάρεστί σοι συλλογίσασθαι περὶ αὐτῆς, ὡς ἐπὶ πλεῖστον μὲν διαστελλομένης, εἰς ἐλάχιστον δὲ συνιζανούσης· ἀεὶ γὰρ ὁπηλίκον ἂν εἴη τὸ ἔμβρυον, ἐν κύκλῳ περιείληφεν αὐτὸ καὶ πεπλήρωται τὸ πᾶν κύτος ὑπ᾿ ἐκείνου, κᾂν μικρὸν ᾖ, καθάπερ καὶ ἡ γαστὴρ ὑπὸ τῶν σιτίων· ἀλλὰ ταύτης μὲν οὐ μεγάλη πρὸς τἀναντία ἡ μεταβολὴ, τῆς μήτρας δὲ μέγισται· τὸ δὲ ἐπὶ πλεῖστον

695
διαστέλλεσθαι νευρωδῶν ἴδιόν ἐστι σωμάτων, οὐ σαρκωδῶν.

Ὕδατι δὲ ποτῷ ἐν τῇσιν ὀξείῃσι νούσοισιν ἄλλο μὲν οὐδὲν ἔχω ἔργον ὅ τι προσθέω. οὔτε γὰρ βηχὸς παρηγορικόν ἐστιν ἐν τοῖσι πλευριτικοῖσι καὶ περιπνευμονικοῖσιν, οὔτε πτυέλου ἀναγωγὸν, ἀλλ᾿ ἧσσον τῶν ἄλλων εἴ τις διὰ παντὸς ὕδατι ποτῷ χρέοιτο· μεσσηγὺ μέντοι ὀξυμέλιτος καὶ μελικρήτου ὕδωρ ἐπιῤῥοφεόμενον ὀλίγον πτυέλου ἀναγωγόν ἐστι, διὰ τὴν μεταβολὴν τῆς ποιότητος τῶν ποτῶν, πλημμυρίδα γάρ τινα ἐμποιέει ἄλλως δὲ οὐδὲ δίψαν παύει, ἀλλ᾿ ἐπιπικραίνει· χολῶδες γὰρ φύσει χολώδει καὶ ὑποχονδρίῳ κακὸν καὶ κάκιστον ἑωυτοῦ καὶ χολωδέστατον καὶ φιλαδυναμιώτατον, ὅταν ἐς κενότητα ἐσέλθῃ. καὶ σπληνὸς δὲ αὐξητικὸν καὶ ἥπατός ἐστιν, ὁκόταν πεπυρωμένον ᾖ καὶ ἐγκλυδαστικόν τε καὶ ἐπιπολαστικόν· βραδύπορόν τε γάρ ἐστι διὰ τὸ ὑπόψυχρον καὶ
696
ἄπεπτον εἶναι· καὶ οὔτε διαχωρητικὸν οὔτε διουρητικόν· προσβλάπτει δέ τι καὶ διὰ τόδε, ὅτι ἄκοπρόν ἐστι φύ- σει. ἢν δὲ δὴ καὶ ψυχρῶν ποδῶν ἐόντων ποτὲ ποθῇ, ταῦτα πάντα πολλαπλασίως βλάπτει, ἐς ὅ τι ἂν αὐτέων ὁρμήσῃ.

Οὔτε τμητικὸν ἔχει τι τὸ ὕδωρ, ὥσπερ τὸ ὄξος, ἀλλ᾿ οὔτε θερμὸν, ὥσπερ τὸ μέλι (τούτῳ μέν γε πρὸς τῷ θερμαίνειν ἔτι καὶ τὸ ῥύπτειν καὶ τέμνειν ὑπάρχει)· βραδύπορον οὖν εἰκότως ἐστὶ καὶ δύσπεπτον καὶ δυσυποβίβαστον ἅπαν τὸ ὕδωρ, κᾂν ἄλλως ἄριστόν τε καὶ ἄμεμπτον ᾖ· τὸ γὰρ ἰλυῶδες ἢ δυσῶδες ἢ ἁλικὸν ἤ τινος ἑτέρας φαρμακώδους ποιότητος ἔμφασιν ἔχον οὐχ ἁπλῶς ὕδωρ ἐστὶν, ἀλλὰ μετὰ τοιοῦδέ τινος ἐπιμιξίας φαρμάκου· καθάπερ καὶ εἰ μέλι μοχθηρὸν ἢ πτισάνην ἢ ὄξος ἢ οἶνον ἤ τι τοιοῦτον προχειρίσαιο· μέμψῃ γὰρ οὐχ ὅλον ἐπ᾿ ἐκείνου τὸ γένος, ἀλλ᾿ αὐτὸ μόνον ὃ μεταχειρίζῃ. τοῦ λόγου τοίνυν ὄντος ἐφ᾿

697
ἑκάστου τῶν κρινομένων ὑπ᾿ αὐτοῦ περὶ τῶν ἀρίστων, οὕτω καὶ νῦν ἄκουε, πρὸς τὸ κάλλιστον ὕδωρ ἕκαστον τῶν λεγομένων ἀναφέρων, ὃ καθαρώτατόν ἐστι καὶ πάσης ἀλλοτρίας ἄμικτον ποιότητος· τοῦτ᾿ οὖν αὐτὸ κᾂν ἄριστον ᾖ, κατὰ τὴν γαστέρα μένει πολλῷ χρόνῳ, κλύδωνας αὐτῇ τοὐπίπαν ἐργαζόμενον, ὡς ὅταν γε ᾖ χολώδης ἐκείνη, συνδιαφθείρεται καὶ αὐτό. κᾀπειδὰν ὑπέλθοι μόλις ἐκ τῆς κοιλίας εἰς τὴν νῆστιν, οὐκ ἀναδίδοται ῥᾳδίως, οὔτ᾿ εἰς ἧπαρ οὔτε πολὺ μᾶλλον εἰς νεφροὺς καὶ θώρακα καὶ πνεύμονα· διόπερ οὔτ᾿ οὖρα κινεῖν πέφυκεν οὔτε πτύελον ἀνάγειν. ἀλλ᾿ οὐδὲ τὰς δι᾿ ὅλου τοῦ σώματος ἐργάζεται διαπνοάς· λεπτομεροῦς γὰρ οὐσίας ἔργον ἐστὶ τοῦτο καὶ θερμῆς, οὐ ψυχρᾶς καὶ παχυμεροῦς. οὐ μὴν οὐδὲ δίψος παύει, μένον ἐπὶ πλεῖστον ἐν ταῖς εὐρυχωρίαις τῶν κατὰ γαστέρα καὶ ἔντερα ὀργάνων τοῦ ζώου καὶ μὴ διαδυόμενον εἰς ὅλον τὸ βάθος αὐτῶν, μηδ᾿ ἐπιτέγγον τὸν αὐχμόν. ὅτι δ᾿ οὐ τρέφει πρόσθεν εἴρηται· διά τοι τοῦτο οὐδὲ τὴν ζωτικὴν δύναμιν οἷόν τέ ἐστι ῥωννύναι. καὶ ταῦτ᾿ ἐστὶ τὰ αἴτια δι᾿ ἃ πρός τε μελίκρατον
698
Ἱπποκράτης ἀφικνεῖται καὶ ὀξύμελι καὶ οἶνον ἐπὶ τῶν νοσούντων, ἀποχωρῶν τοῦ ὕδατος. ὅσον μὲν οὖν ἐπὶ τούτοις οὐδέποτ᾿ ἄν τις αὐτῷ χρήσαιτο· χρῶνται δὲ καὶ ἄλλοι μὲν ἰατροὶ καὶ μέντοι καὶ αὐτὸς ὁ Ἱπποκράτης, ἀλλ᾿ ἦττον μὲν οὗτος, οἱ δ᾿ ἄλλοι μᾶλλον. ἐκ γὰρ τοῦ χρῆσθαι τοῖς ἄλλοις κακῶς σφαλλόμενοι, καταφεύγουσιν ἐπὶ τὸ ὕδωρ, οὐκ ἔχον μεγάλην ἀποτυχίαν, ὅτι μηδὲ τὴν δύναμιν· οὕτω γὰρ ὁ Ἐρασίστρατος ἔλεγεν· ἰσχυραὶ δυνάμεις σίτων τε καὶ πομάτων ἐγκαίρως μὲν παραλαμβανόμεναι μεγίστην ὠφέλειαν, ἀκαίρως δὲ μεγίστην βλάβην. ἣν δέ φημι μοχθηρὰν εἶναι χρῆσιν ὀξυμέλιτός τε καὶ μελικράτου καὶ οἴνου, γίνεται μὲν καὶ διὰ τὰς ἀθρόας μεταβολὰς, ὡς αὐτὸς ἐδίδαξεν· γίνεται δὲ καὶ διὰ τὴν μίξιν ἄκρατον ὑπὸ τῶν ἰατρῶν γιγνομένην, ὡς τὸ πολύ. διδόντος οὖν ἐμοῦ πρεσβύτῃ νοσοῦντι καθ᾿ ἑκάστην ἡμέραν οἴνου ὑδατώδους, παραγινόμενός τις τῶν τοιούτων ἰατρῶν, εἶτ᾿ ἰδὼν ἐλάχιστον ἐπισταζόμενον αὐτοῦ τῷ ὕδατι γελάσας ἔφη μὴ πίνειν οἴνου
699
τὸν ἄῤῥωστον, ἀλλ᾿ ὁρᾷν μόνον, οὐκ ἐννοῶν ὅτι τὸ μὲν ἡδονῆς ἕνεκα τὸν οἶνον διδόναι ἑτέραν ἔχει συμμετρίαν τῆς πρὸς ὕδωρ αὐτοῦ μίξεως, τὸ δ᾿ ὠφελείας ἄλλην. ὥσπερ γὰρ ὁρμήν τινα πρὸς τὴν ἀνάδοσιν ἐφελκομένην τὸ ὕδωρ ἐπιμίγνυσθαι χρὴ τὸν οἶνον ἐλάχιστον παντελῶς, ὡς παῦσαι τὸ ὕδωρ αὐτὸ τοῦτο μόνον εἰλικρινὲς εἶναι, οὐχ ὥστε καὶ οἶνον αὐτὸ ποιῆσαι· οἱ πολλοὶ δὲ τῶν ὑγιαινόντων πίνουσιν οἶνον ὑδατωμένον, οὐ μὴν προσήκει τὸ ὕδωρ ἐπικρατεῖν κατὰ τὴν γεῦσιν, ἀλλὰ τὸν οἶνον· ἐπὶ δὲ τῶν νοσούντων ἔτι καὶ μᾶλλον, ὡς ἔμφασιν εἶναι τοῦ οἴνου βραχεῖαν. οὕτως δὲ καὶ περὶ τοῦ ὀξυμέλιτος ὀλίγον αὐτὸς ἔμπροσθεν ἔλεγεν, ἐπαινῶν τὸ ὑδαρές. καὶ μελικράτῳ δ᾿ ἄν τις ἀκινδυνότερον χρῷτο τῷ ὑδαρεῖ· τὸ γὰρ ἄκρατον εἰ μὴ φθάσειεν ὑπαγαγεῖν τὴν γαστέρα, βλαβερώτερον γίγνεται καὶ μάλιστ᾿ ἐν τοῖς πικροχόλοις τε καὶ μεγαλοσπλάγχνοις, ἐφ᾿ ὧν καὶ τὸ ὕδωρ ἐστὶ βλαβερὸν, ὅταν ἐκχολωθῇ μεῖναν ἐπὶ πλέον ἐν τοῖς ὑποχονδρίοις· πρὸς γὰρ δὴ τούτοις ἅπασιν οἷς ἔχει κακοῖς ἔτι καὶ ἄκοπρον ὃν, οὐδ᾿ ὑπαγωγήν τινα
700
τῆς γαστρὸς ἐργάζεται. τὸ δ᾿ ἐν ἀρχαῖς τῶν παροξυσμῶν αὐτὸ πινόμενον βλάπτειν (ὅπερ ἐδήλωσε διὰ τοῦ φάναι, ἢν δὲ δή ποτε καὶ ποδῶν ἐόντων ψυχρῶν ποτε ποθῇ, ταῦτα πάντα πολλαπλασίως βλάπτει) τῶν γινωσκομένων τε πᾶσι καὶ ὁμολογουμένων ἐστί. πότ᾿ οὖν χρήσιμόν ἐστιν ὕδωρ πινόμενον; ὅταν ἐπὶ μόνῳ ποτῷ ὁ κάμνων διαιτώμενος ᾖ, μηδέπω χυλὸν πτισάνης λαμβάνων· τότε γὰρ μεταξὺ τῶν ἄλλων ποτῶν ὕδωρ ἄν τις ἐν καιρῷ προσφέροι, καὶ μάλισθ᾿ ὅταν ὁ κάμνων ᾖ διψώδης. πλημμυρίδα γάρ τινα ποιεῖν αὐτό φησι, τουτέστι πλῆθος ὑγροῦ τινος· διὸ καὶ μεταξὺ μελικράτου τε καὶ ὀξυμέλιτος δίδωσιν ὀλίγον, εἰς ὑγρότητα τοῖς ἀναπτυσθησομένοις συντελές. ἀλλὰ κᾀπειδὰν ὁ οἶνος ᾖ μεγάλως βλαβερὸς, καὶ τότε δίδωσιν ὕδατος· ἀκούσωμεν δ᾿ αὐτοῦ τοῦ Ἱπποκράτους, ὅπως ἀπεφήνατο περὶ τούτου.

Ὑποπτεύσαντι μέντοι ἐν ταύτῃσι τῇσι νούσοισιν ἢ καρηβαρίην ἰσχυρὴν ἢ φρενῶν ἅψιν, παντάπασιν οἴνου ἀποσχετέον,
701
ὕδατι δὲ ἐν τῷ τοιῷδε χρηστέον ἢ ὑδαρέα καὶ κιῤῥὸν παντελῶς δοτέον οἶνον καὶ ἄοσμον παντάπασι καὶ μετὰ τὴν πόσιν αὐτοῦ ὕδωρ μεταποτέον ὀλίγον· οὕτω γὰρ ἂν ἧσσον τὸ ἀπὸ τοῦ οἴνου μένος ἅπτοιτο τῆς κεφαλῆς καὶ γνώμης.

Ἅπτεσθαι φρενῶν λέγεται τηνικαῦτα, ὅταν ὁ κάμνων πυρέσσων παραφρονῇ· καὶ νῦν οὖν φρενῶν ἅψιν ἔφη τὴν παραφροσύνην, ἐν ᾖ φεύγειν κελεύει τὸν οἶνον, ὡσαύτως δὲ κᾀν ταῖς ἰσχυραῖς κεφαλαλγίαις· εἴρηται δὲ περὶ ἀμφοῖν πρόσθεν. ἀλλὰ νῦν γε προειπὼν παντάπασιν ἀποσχετέον εἶναι τοῦ οἴνου κατὰ τὰ προειρημένα συμπτώματα φησὶν ἐφεξῆς ὑδαρέα καὶ κιῤῥὸν παντελῶς δοτέον καὶ ἄοσμον. τὸ μὲν οὖν ὑδαρῆ καὶ ἄοσμον διδόναι καλῶς εἴρηται, τὸ δὲ κιῤῥὸν οὐ πάνυ προσίεμαι· βελτίων γὰρ ὁ ὑδατώδης εἰς ταῦτα, λευκὸς ὢν δηλονότι. τό γε μὴν ἡνίκα δοίημέν ποτε ἐπὶ τῶν οὕτως ἐχόντων οἶνον, εὐθέως ἐπιπίνειν ὕδωρ, ἀσφαλῶς συνεβούλευσεν· ἧσσον γὰρ ἂν, φησὶ, τὸ

702
ἀπὸ τοῦ οἴνου μένος, ὅπερ ἐστὶν ἰσχὺς, ἅπτοιτο τῆς κεφαλῆς καὶ τῆς γνώμης· ἅπτοιτο μὲν εἰπὼν κατὰ τὸ συνήθες αὐτῷ καὶ δηλώσας ὅτι καὶ τὴν ἅψιν τῶν φρενῶν ἀπὸ τούτου τοῦ ῥήματος ἐποίησε, συνεθηστέρου τοῖς ἀνθρώποις ὄντος ἢ τὸ τῆς ἅψεως ὄνομα. κεφαλῆς δὲ καὶ γνώμης εἶπεν ἅπτεσθαι τὸν οἶνον, διότι θερμὸς ὢν αὐτός τε διὰ ταχέων ἐπὶ τὴν κεφαλὴν ἀναφέρεται καὶ συναναφέρει τοὺς ζέοντας ἐν τῷ σώματι χυμούς. ὅτι δὲ τὴν κεφαλὴν κακοῖ, διὰ τοῦτο καὶ τὴν γνώμην· ἐν ταύτῃ γάρ ἐστι τὸ φρονοῦν καὶ λογιζόμενον μέρος τῆς ψυχῆς.

Ἐν οἷσι δὲ μάλιστα αὐτῶν ὕδατι ποτῷ χρηστέον καὶ ὁκότε πολλῷ κάρτα καὶ ὅκου μετρίῳ καὶ ὅκου ψυχρῷ καὶ ὅκου θερμῷ, τὰ μέν που καὶ πρόσθεν εἰρέαται, τὰ δὲ ἐν αὐτέοισι τοῖσι καιροῖσι ῥηθήσεται.

Ἐρασίστρατος μὲν ἐν τοῖς περὶ πυρετῶν κακοήθως

703
πάνυ διαβάλλει τὸν Ἱπποκράτην, τοὺς μαθητὰς αὐτοῦ δῆθεν μεμφόμενος Ἀπολλώνιόν τε καὶ Δέξιππον, οὕς φησι κηρίνους κυάθους δώδεκα ποιήσαντας εἰς τὸν ἑκτημορίτην τῆς κοτύλης κύαθον, ἕνα τούτων ἢ δύο ἀπομετρεῖν τοῖς πυρέττουσιν· ὁ δ᾿ Ἱπποκράτης οὐκ ἐνταῦθα μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν ἔμπροσθεν εὔδηλός ἐστι δαψιλέσι χρώμενος ἅπασι τοῖς ποτοῖς, νυνὶ δὲ καὶ διὰ τῆς λέξεως σαφῶς ἐδήλωσεν εἰπών· οἷσι δὲ μάλιστα αὐτῶν ὕδατι χρηστέον καὶ ὁπότε κάρτα πολλῷ. δηλοῖ γὰρ καὶ τὸ κάρτα πολλῷ τὸ λίαν πολλῷ· ἤρκει δ᾿ εἰπεῖν καὶ πολὺ δίδοσθαί ποτε τὸ ὕδωρ, χωρὶς τοῦ προσθεῖναι τὸ κάρτα πρὸς τὸν ἔλεγχον τῆς Ἐρασιστράτου κακοηθείας, ὃς Ἀπολλωνίου μὲν καὶ Δεξίππου μνημονεύει μηδὲν ἔχων αὐτῶν δεῖξαι βιβλίον, Ἱπποκράτους δ᾿ αὐτοῦ λέγοντος σαφῶς οὐκ ἀκούει, χρῆσθαι δ᾿ ἐνίοτε πολλῷ κάρτα τῷ ὕδατι. καὶ μέντοι καὶ ἀνωτέρω μετ᾿ ὀξυμέλιτος αὐτὸ διδοὺς ἔφη χρήσιμον εἶναι, ὅτι πλημμυρίδα τινὰ ἐμποιέει, τουτέστι πλῆθος ὑγρότητος· καὶ μελικράτου τε καὶ ὀξυμέλιτος τῶν ὑδαρῶν ἔμπροσθεν ὡς ὑγραινόντων
704
τὸ στόμα καὶ οὖρα κινούντων ἔγραψεν· οὐ δήπου κύαθον αὐτῶν διδοὺς, ἀλλὰ πλῆθος ἀξιόλογον, ἀφ᾿ οὖ καὶ τὸ στόμα δυνατὸν ὑγρανθῆναι καὶ τὰ οὖρα κινηθῆναι καὶ ἐκ πνεύμονος ἀναχθῆναι. ἐπὶ δ᾿ ὀξυμέλιτος καὶ οὕτως ἔγραψεν· ἢν μέντοι ἀρήγειν φαίνηται πρὸς τὴν ξύμπασαν νόσον, πολλῷ τούτῳ χρέεσθαι· προσθεὶς κᾀνταῦθα τὸ πολλῷ. περὶ μὲν οὖν τῆς Ἐρασιστράτου πρὸς Ἱπποκράτην κακοηθείας ἀρκεῖ καὶ ταῦτα. μεμνήμεθα δὲ ἡμεῖς ὅτι καθάπερ ἔμπροσθεν, οὕτω καὶ νῦν ὁ Ἱπποκράτης ἐπαγγέλλεται καθ᾿ ἕκαστον νόσημα διδασκαλίαν ἰδίαν ποιήσασθαι, ὡς οὐχ ἱκανῶς ἐν τούτῳ τῷ βιβλίῳ τὴν διαιτητικὴν τέχνην ἐξειργασμένος, ἀλλὰ τὰ καθόλου μόνα διεληλυθὼς ἐπὶ παραδείγματος ἑνὸς νοσήματος τῆς πλευρίτιδος.

Περὶ δὲ τῶν ἄλλων ποτῶν, οἷον τὸ κρίθινον καὶ τὰ ἀπὸ χλοίης ποιεύμενα καὶ τὰ ἀπὸ σταφίδος καὶ στεμφύλων καὶ πυρῶν καὶ κνίκου καὶ μύρτων καὶ ῥοιῆς καὶ
705
τῶν ἄλλων ὅταν οὖν ἄν τινος αὐτέων καιρὸς ᾖ χρέεσθαι, γεγράψεται παρ᾿ αὐτῷ τῷ νοσήματι, ὅκωσπερ καὶ τὰ ἄλλα τῶν συνθέτων φαρμάκων.

Καὶ ἥδε ἡ ῥῆσις ἐπαγγελίαν ἔχει διδασκαλίας ἑτέρας ἑκάστου τῶν νοσημάτων ἰδία. πρόδηλον οὖν ὡς ἢ οὐ σώζεται τὰ γραφέντα ὑπ᾿ αὐτοῦ βιβλία θεραπευτικὰ τῶν ὀξέων νοσημάτων ἑκάστου κατὰ μέρος ἢ ὅλως οὐκ ἐγράφη· ταυτὶ γὰρ τὰ νῦν φερόμενα τῆς Ἱπποκράτους ἀξίας οὐκ ἔστιν· ἔχει μέντοι πολλὰ τῆς γνώμης αὐτοῦ, καθάπερ καὶ ταῦτα αὐτὰ τὰ προσκείμενα τῷδε τῷ βιβλίῳ, τὰ μετὰ τὸ λουτρόν· κάλλιον δ᾿ ὡς ἔφην ὑπὲρ ἑκάστου σκεψόμεθα, κατὰ τὰς ἐξηγήσεις αὐτῶν.

Λουτρὸν δὲ συχνοῖσι τῶν νουσημάτων ἀρήγοι ἂν χρεομένοισιν, ἐς τὰ μὲν ξυνεχέως, ἐς τὰ δὲ οὔ· ἔστι δ᾿ ὅτε ἧσσον χρηστέον, διὰ τὴν ἀπαρασκευασίην τῶν ἀνθρώπων. ἐν ὀλίγῃσι γὰρ οἰκίῃσι παρεσκεύασται τὰ ἄρμενα καὶ οἱ θεραπεύσοντες
706
ὡς δεῖ· εἰ δὲ μὴ παγκάλως λούοιτο, βλάπτοιτο ἂν οὐ σμικρά. καὶ γὰρ σκέπης ἀκάπνου δεῖ καὶ ὕδατος δαψιλέος καὶ λουτροῦ συχνοῦ καὶ μὴ λίην λάβρου, ἤν γε μὴ οὕτω δέῃ.

Ἔοικε κατὰ τοὺς Ἱπποκράτους χρόνους οὐδέπω ταυτὶ τὰ βαλανεῖα κατεσκευάσθαι· τό τε γὰρ ἐν ὀλίγαις οἰκίαις λέγειν αὐτὸν παρεσκευάσθαι τά τε ἄρμενα καὶ τοὺς θεραπεύσοντας ὡς δεῖ καὶ πρὸς τούτοις ἔτι καὶ σκέπης ἀκάπνου χρείαν εἶναι καὶ ὕδατος δαψιλοῦς καὶ τἄλλα ὅσα τούτοις ἐφεξῆς εἶπεν, ὡς ἐν ταῖς οἰκίαις ἔτι θερμαινομένου τοῦ ὕδατος ἐν λέβησιν, εἶτ᾿ ἐγχεομένου τῶν ἐμβατῶν ταῖς πυέλοις, ἔνδειξιν ἔχει. τὸ δὲ ἐπὶ τῷ τέλει τῆς ῥήσεως εἰρημένον, ὡς καὶ λουτροῦ συχνοῦ χρεία ἐστὶ καὶ μὴ λίην λάβρου, ἤν γε μὴ οὕτω δέῃ, εἴ γε μεμνήμεθα, παραφυλάττειν δεῖ κατὰ τὴν ἑξῆς διδασκαλίαν· αὐτὸς γὰρ ἐρεῖ τίνες εἰσὶν οἱ λάβρου ποτέ δεόμενοι τοῦ λουτροῦ, τουτέστι καταντλουμένου τοῦ

707
κάμνοντος ὕδατι πολλῷ. εἰ γὰρ μὴ φαίνοιτο λέγων αὐτὸς, ἡμεῖς ζητήσομεν οὐχ ἁπλῶς, οὐδ᾿ ὡς ἔτυχεν, ἀλλὰ μετὰ τοῦ ἀκολουθίαν φυλάττειν τοῖς ὑπ᾿ αὐτοῦ γεγραμμένοις.

Καὶ μᾶλλον μὲν μὴ σμήχεσθαι· ἢν δὲ σμήχηται, θερμῷ χρέεσθαι αὐτέῳ καὶ πολλαπλασίῳ ἢ ὡς νομίζεται σμήγματι· καὶ προσκαταχεῖσθαι μὴ ὀλίγῳ καὶ ταχέως μετακαταχεῖσθαι.

Οὐ δεῖται τοῦ σμήχεσθαι κάμνων οὐδεὶς ὅταν λούηται, πλὴν εἰ ῥυπῶν ᾖ καὶ κνησμώδης. χρῄζουσι γὰρ οἱ κάμνοντες ἀκοπώτατα καὶ ἀοχλητότατα διαβραχῆναι τῷ ὕδατι· τὸ δὲ σμήξασθαι διὰ ῥυμμάτων γίγνεται δακνωδῶν ὄντων αὐτῶν καὶ ξηραντικῶν, ὥστε ἐναντιώτατόν ἐστι τοῦτο τῇ δυνάμει τε καὶ χρείᾳ τοῦ λουτροῦ. δεομένου μέντοι σμήχεσθαι τοῦ κάμνοντος ἢ διὰ ῥύπον ἢ διὰ κνησμὸν, ἐκλύειν

708
δύναμιν τοῦ σμηκτικοῦ φαρμάκου μίξει πλείονος ὕδατος, ἐπεμβάλλοντας καὶ τοῦ ἐλαίου· καὶ διὰ τοῦτ᾿ εἶπεν ὁ Ἱπποκράτης, πολλαπλασίῳ δεῖ χρῆσθαι ἢ ὡς νομίζεται τῷ σμήγματι, τουτέστιν ἢ ὡς εἴθισται πρὸς τῶν ὑγιαινόντων. οὐ γὰρ δὴ τὴν οὐσίαν τοῦ σμήχοντος φαρμάκου κελεύει πολλαπλασίαν ἐπὶ τῶν νοσούντων παραλαμβάνειν, ὥς γε καὶ τὸ μὴ σμηχᾶσθαι μᾶλλον αἱρεῖται τοῦ σμᾶσθαι· ἀλλὰ τὸ πλῆθος τοῦ σμήγματος ἀξιοῖ πολλαπλάσιον ἐπὶ τῶν νοσούντων γίγνεσθαι κατὰ τὴν τοῦ ὕδατος αὔξησιν. ὁ γὰρ αὐτὸς λογισμὸς ὑπαγορεύει καὶ τὸ φεύγειν τὰ σμῶντα, μὴ κνήσεως ἢ ῥύπου κατεπείγοντος καὶ τὸ δριμέσιν αὐτοῖς καὶ ἀκράτοις μὴ χρῆσθαι. ὥσπερ δὲ τῷ πλήθει τῆς τοῦ ὕδατος μίξεως ἐξέλυσε τὴν ἐκ τοῦ σμῶντος φαρμάκου δριμύτητα, κατὰ τὸν αὐτὸν λόγον ὅλου σμήγματος ἐκλύει τὴν δύναμιν, ἐπικαταχέων ὕδωρ εὐθέως θερμὸν καὶ καθαρὸν δαψιλὲς, εἶτ᾿ αὖθις ἐπὶ τούτῳ πάλιν ἕτερον.

709
Δεῖ δὲ καὶ τῆς ὁδοῦ βραχείης ἐς τὴν πύελον καὶ ἐς εὐέμβατον καὶ ἐς εὐέκβατον.

Τοῦτο τὸ κοινόν ἐστιν, ἐάν τε ἐν βαλανείῳ λούῃς τὸν ἄνθρωπον, ἐάν τε ἐν οἴκῳ τινὶ πυρὰν ποιήσας καὶ πύελον ὕδατος πληρώσας, ὅπερ καὶ νῦν ἐν τοῖς στρατοπέδοις γίνεται πολλάκις, ὁπόταν δέῃ μέν τινα λούεσθαι, βαλανεῖον δ᾿ ὁ τόπος οὐκ ἔχει. καὶ εἰς εὐέμβατον καὶ εὐέκβατον. παντελῶς γὰρ ἄκοπον φυλαχθῆναι βούλεται τὸν κάμνοντα· διὰ τοῦτο καὶ τὴν πύελον εὐέμβατόν τε καὶ εὐέκβατον ὑπάρχειν ἀξιοῖ. γένοιτο δ᾿ ἂν τοῦτο μήτε ὑψηλοῦ περιέχοντος τοίχου τὸ ὕδωρ μήτε στενοῦ· κάλλιστον δὲ καὶ ἀκοπώτατόν ἐστι τὸ κατὰ τὰς κολυμβήθρας ἐν τοῖς αὐτοφυέσιν ὕδασιν, ἃς ταπεινὰς ποιοῦνται σχεδὸν ἅπαντες οὕτως, ὡς μηδὲν ὑπερέχειν τοῦ πλησίον ἐδάφους.

710
Εἶναι δὲ τὸν λουόμενον κόσμιον καὶ σιγηλὸν καὶ μηδὲν αὐτὸν ἐργάζεσθαι, ἀλλ᾿ ἄλλους καὶ καταχέειν καὶ σμήχειν.

Καὶ ταῦτα μὲν τῶν συντελούντων ἐστὶν εἰς τὸ τοῦ κάμνοντος ἄκοπον, ὁμοίως τοῖς προειρημένοις· ἤδη δὲ καὶ πρὸς τὸ χαλασθῆναί τε καὶ μαλαχθῆναι μᾶλλον ἐν τῷ λουτρῷ τὸ σῶμα, χρήσιμός ἐστιν ἡ τοῦ κάμνοντος ἡσυχία· τείνονται γὰρ ἐν ταῖς κινήσεσιν οἱ μύες, οἵτινες ἦττον μαλάττονται καὶ χαλῶνται.

Καὶ μετακέρασμα πολὺ ἡτοιμάσθαι.

Ἔνεστι μὲν καὶ ὑφ᾿ ἓν ἀναγνῶναι μετακέρασμα, δυνατὸν δὲ καὶ καθ᾿ αὑτὴν ἀκοῦσαι τὴν μετὰ πρόθεσιν, ἰδίᾳ δὲ πάλιν τὸ κέρασμα· καὶ γὰρ ἐν τούτῳ τῷ βιβλίῳ καὶ ἐν ἄλλοις

711
Ἱπποκράτης φαίνεται χρώμενος τῇ μετὰ προθέσει κατὰ τὸ τῶν Ἰώνων ἔθος ἐλλειπτικῶς· ἔστι δὲ τὸ πλῆρες τοιοῦτο καὶ μετὰ ταῦτα κέρασμα πολὺ ἡτοιμάσθαι. εἴτε δ᾿ ὑφ᾿ ἓν ἀκούει τις μετακέρασμα, εἴτε καὶ διελὼν ἀντὶ τοῦ μετὰ ταῦτα κέρασμα, μία διάνοια κοινὴ τῶν λέξεων ἀμφοτέρων ἐστίν· ἡτοιμάσθαι γὰρ βούλεται κέρασμα μέλλον καταχεῖσθαι τοῦ λουομένου, μετὰ τὸ χρήσασθαι τῷ κατὰ τὴν πύελον λουτρῷ. ὅπερ καὶ νῦν εἰώθασι πάντες οἱ ἰατροὶ ποιεῖν, ὅταν ἀσθενοῦντα λούσωσιν· οὐ γὰρ εἰς τὴν ψυχρὰν δεξαμενὴν ἐμβῆναι ἐπιτρέπουσιν, ἀλλ᾿ ἀντ᾿ ἐκείνης ἐπιχέουσιν ὕδωρ χλιαρὸν, ἔνιοι δὲ καὶ πυέλους ὅλας ὕδατος τοιούτου πληροῦσιν. ὥσπερ γὰρ ἐχαλάσθη καὶ ἠραιώθη τὸ σῶμα κατὰ τὸ θερμὸν λουτρὸν, οὕτως αὖ πάλιν ἠρέμα συναγαγεῖν αὐτὸ βούλεται καὶ σφίγξαι· τοῦτο γὰρ εἰς ῥώμην δυνάμεως συντελεῖ καὶ πρὸς τὸ μὴ ῥᾳδίως βλάπτεσθαι τὸν ἄνθρωπον, εἴ τις ἐξαφνίδιος ἐν τῷ περιέχοντι γίγνοιτο πρὸς τὸ ψυχρὸν μεταβολή. κατὰ τοῦτο γοῦν καὶ ὑγιαίνοντες εἰς τὸ ψυχρὸν ὕδωρ ἑαυτοὺς ἐμβάλλουσι μετὰ τὸ θερμὸν λουτρόν·
712
ἀλλ᾿ οἵ γε ἀσθενοῦντες οὐ φέρουσι τὴν ὁμιλίαν τοῖ ψυχροῦ ἀβλαβῶς, διὸ θραύομεν αὐτὸ, θερμὸν ἐπιμιγνύντες. ἡ δὲ τῆς μίξεως ποσότης εὑρίσκεται πρῶτον μὲν εἰς τὴν τοῦ σώματος ἡμῶν ἀποβλεπόντων διάθεσιν, εἶθ᾿ ἑξῆς εἰς τὴν οἰκείαν τοῦ κάμνοντος φύσιν, ἡλικίαν τε καὶ ὥραν καὶ χώραν καὶ τὴν παροῦσαν κατάστασιν τοῦ περιέχοντος. κάλλιον δὲ ποιήσουσιν ὅσοι τῶν τριῶν οὐκ ἐλάττω παρασκευάσουσι τὰ μετὰ τὸ θερμὸν λουτρὸν ὕδατα χλιαρὰ, διαφέροντα ἀλλήλων· ὡς τὸ μὲν ἱκανῶς εἶναι χλιαρὸν, τὸ δὲ δεύτερον ἧττον ἐκείνου χλιαρὸν, τὸ δὲ τρίτον ἔτι καὶ μᾶλλον ἀποκεχωρηκὸς ἐπὶ τὸ ψυχρόν. ἔοικε δὲ ὁ Ἱπποκράτης τοιοῦτόν τι βούλεσθαι, κελεύων τὸ μετακέρασμα πολὺ παρασκευάζειν· οὐ γὰρ μόνον ἁπλῶς πολὺ, ἀλλὰ καὶ πολυειδὲς ἄμεινον εἶναι τὸ παρεσκευασμένον, ὡς ἀπὸ τοῦ θερμοῦ κατὰ βραχὺ πρὸς τὸ ψυχρὸν ἔρχεσθαι, τὴν ἀθρόαν ἐπὶ τοὐναντίον μεταβολὴν οὐ φέροντος τοῦ κάμνοντος.

713
Καὶ τὰς ἐπαντλήσιας ταχείας ποιέεσθαι.

Τὸ ταχείας ἀκούειν προσήκει καὶ κατ᾿ αὐτῆς μὲν τῆς γιγνομένης ἐνεργείας ἐν τῷ καταχεῖν, οὐδὲν δὲ ἧττον καὶ κατὰ τοῦ μεταξὺ τῶν ἐνεργειῶν χρόνου, ὡς μὴ διαλείπειν πολὺ τὴν δευτέραν ἐπάντλησιν ἀπὸ τῆς προτέρας· ὅπερ ὀνομάζων τις κυρίως οὐ ταχείας, ἀλλὰ πυκνὰς ποιεῖσθαι τὰς ἐπαντλήσεις εἴποι· συγκέχυταί γε μὴν παρὰ τοῖς παλαιοῖς ἡ χρῆσις τῶν ὀνομάτων, τοῦ τε πυκνοῦ καὶ τοῦ ταχέος, ἔστιν ὅτε τὰς πυκνὰς ἐνεργείας ταχείας ὀνομάζουσιν.