In Hippocratis De victu acutorum

Galen

Galen, In Hippocratis De victu acutorum

Κατέγνωσται δὲ μελίκρητον ὑπὸ τῶν ἀνθρώπων, ὡς καταγυιοῖ τοὺς πίνοντας καὶ διὰ τοῦτο ταχυθάνατον εἶναι νενόμισται. ἐκλήθη δὲ τοῦτο διὰ τοὺς ἀποκαρτερέοντας· ἔνιοι γὰρ μελικρήτῳ μόνῳ χρέονται ποτῷ, ὡς τοιοῦδε δῆθεν ἐόντος.

Οὐ ταὐτόν ἐστι καταγυιοῦσθαί τε λέγειν ὑπὸ μελικράτου καὶ μηδ᾿ ὅλως τρέφειν ἢ ὀλιγότροφον εἶναι τὸ μελίκρατον, ἀλλ᾿ ἐπεὶ τρία ταῦτα πράγματα διαφέροντα ἀλλήλων ἐστί. τὰ μὲν γὰρ καθαιροῦντα τὴν δύναμιν, ὡς αἱμοῤῥαγία καὶ διαχώρησις πολλὴ καὶ ἱδρὼς ἄμετρός τε καὶ κατά τι συμβεβηκὸς ἀσιτία, καταγυιοῦν εἰκότως ἂν λέγοιτο· τὰ δὲ μηδ᾿ ὅλως τρέφοντα, καθάπερ τὸ ὕδωρ οὔτε καταγυιοῦν, οὔτε ῥωννύναι τὴν δύναμιν ἀληθῶς ἄν τις εἴποι, πλὴν κατὰ συμβεβηκὸς ἐνίοτε· τὸ γὰρ ὕδωρ οὐχ ὡς τροφὴ τὴν δύναμιν ἀνακτᾶται τῶν καμνόντων, ἀλλ᾿ ὡς φάρμακον εἰς συμμετρίαν κράσεως ἄγον τὰ διὰ τὴν ἀμετρίαν αὐτῆς ἀῤῥωστοῦντα.

666
τρίτα πρὸς τούτοις τὰ βραχέως τρέφοντα· καὶ δύναιτο μὲν ἄν τις μόνοις αὐτοῖς χρώμενος ἀποθανεῖν, οὐ μὴν ὡς καθαιροῦσι τὴν δύναμιν, ἀλλ᾿ ὡς οὐχ ἱκανῶς ῥωννύουσιν. ἐκ τούτων οὖν ἐστι καὶ τὸ μελίκρατον· εἰ γάρ τις ἐν τέσσαρσιν ἡμέραις ἀσιτήσας ἀποθνήσκειν μέλλῃ, δύναιτ᾿ ἂν οὗτος μελικράτῳ χρώμενος οὐ μόνον εἰς τὴν ε΄, ἀλλὰ καὶ εἰς τὴν στ΄ ἀφικέσθαι. ὁ δ᾿ αὐτὸς λόγος καὶ περὶ τοῦ μέλιτος· ἡ γὰρ τούτου φύσις ἐστὶν ἡ καὶ τὸ μελίκρατον ἐκ τῶν βραχέως τρεφόντων ἐργαζομένη· τὴν γὰρ ὑγρασίαν τῆς τροφῆς ὄχημα καὶ οὐ τροφὴν οὐ μόνος ὁ Ἱπποκράτης, ἀλλὰ καὶ σχεδὸν ἅπαντες οἱ ἄριστοι τῶν ἰατρῶν ἀπεφήναντο. ταῦτ᾿ οὖν αὐτὰ τὰ νῦν εἰρημένα ὁ Ἱπποκράτης ἔγραψε περὶ μελικράτου καὶ μέλιτος οὐκ ἀσαφῶς διὰ τῶν ἑξῆς.

Τὸ δ᾿ οὐ παντάπασιν ὧδε ἔχει, ἀλλ᾿ ὕδατος μὲν
667
πολλῷ ἰσχυρότερόν ἐστι πινόμενον μοῦνον, ἢν μὴ ἐκταράσσῃ τὴν κοιλίην.

Οὐ γὰρ παντάπασιν ἀληθές ἐστι τὸ διὰ τὸ μελίκρατον ἀποθνήσκειν τοὺς ἀποκαρτεροῦντας· ἀπέθανον γὰρ ἂν, εἰ καὶ μόνον ὕδωρ ἔπινον, ἀλλ᾿ ὅτι βραχεῖαν τροφὴν δίδωσι τῷ σώματι, διὰ τοῦτο μόνον μὲν ὂν οὐχ ἱκανόν ἐστι διαφυλάττειν τὴν ζωὴν, ὥσπερ καὶ χυλῷ πτισάνης, εἴ τις ἐθέλοι ῥοφεῖν μόνης εἰσαεί. ἀλλ᾿ ὕδατος μὲν πολλῷ ἰσχυρότερόν ἐστι πινόμενον μοῦνον, εἰ μὴ ἐκταράσσει τὴν κοιλίην. ἐνδείκνυσθαι δοκεῖ διὰ τῆς ἰσχυρότερον φωνῆς ὅτι ἔχειν τι καὶ τὸ ὕδωρ δύναται εἰς τὸ τρέφειν· ἐγχωρεῖ δὲ διὰ τὸ τὴν ξηρότητα τοῦ σώματος τῆς γαστρὸς ἐπιτέγγεσθαι, διαρκεῖν ἐπὶ πλεῖον τοὺς πίνοντας ὕδωρ τῶν μηδ᾿ ὅλως προσφερομένων. ἀσφαλῶς δὲ προσέθηκεν, εἰ μὴ ταράσσει τὴν κοιλίαν, ἐπὶ τοῦ μελικράτου τὸν λόγον ποιούμενος· ἐκείνους γὰρ δεόντως καὶ χείρονας ἑαυτῶν ἐργάζεται διὰ τὴν κένωσιν, οἶς ταράσσει τὴν κοιλίαν· ἅμα καὶ τοῦ

668
ταράττειν ῥήματος οὐ τὴν σύμμετρον ὑποχώρησιν, ἀλλὰ τὴν πλεονάζουσαν δηλοῦντος. εἰδέναι μέντοι χρὴ τὸ μὲν ὠμὸν μελίκρατον ὑπακτικώτερον εἶναι, τὸ δὲ καλῶς ἡψημένον τροφιμώτερον· ἀλλὰ τοῦτο μὲν ἐγνώσθω σοι κατὰ τὸ πάρεργον, ἴδωμεν δὲ ἃ ἑξῆς γράφει παραβάλλων οἴνῳ μελίκρατον.

Ἀτὰρ καὶ οἴνου λευκοῦ καὶ λεπτοῦ καὶ ὀλιγοφόρου καὶ ἀνόσμου ᾗ μὲν ἰσχυρότερόν ἐστιν, ᾗ δὲ ἀσθενέστερον.

Ἔνιοι χωρὶς τοῦ ἐστὶ γράφουσι τὴν ῥῆσιν οὕτως· ἀτὰρ καὶ οἴνου λεπτοῦ καὶ ὀλιγοφόρου καὶ ἀνόσμου ᾗ μὲν ἰσχυρότερον, ᾗ δὲ ἀσθενέστερον. ἔνιοι δὲ ἀντὶ τοῦ ᾗ τὸ ἐνίῃ γράφουσιν οὕτως· ἀτὰρ καὶ οἴνου ὀλιγοφόρου καὶ λεπτοῦ καὶ ἀνόσμου ἐνίῃ μὲν ἰσχυρότερον, ἐνίῃ δὲ ἀσθενέστερον. ἐξ ἁπάντων γε μὴν ἡ αὐτὴ δηλοῦται δύναμις καὶ ἔννοια, κατά τι μὲν λέγοντος ἰσχυρότερον εἶναι τὸ μελίκρατον τοῦ τοιούτου οἴνου, κατά τι δὲ ἀσθενέστερον. ἐγὼ μὲν οὖν

669
ἐπεμνήσθην οἴνου τοιούτου κατὰ τὸν περὶ τῶν οἴνων λόγον· ὁ δ᾿ Ἱπποκράτης αὐτὸν ὥσπερ οὐκ εἰδὼς ἐσιώπησεν, ἀλλὰ νῦν γε σαφῶς ἐδίδαξε τήν τε σύστασιν αὐτοῦ μηνύσας ἐκ τοῦ φάναι λεπτοῦ, καὶ τὴν τῆς δυνάμεως ἀσθένειαν ἐκ τοῦ προσγράψαι καὶ ὀλιγοφόρου· καλεῖται γὰρ οὕτως ὁ τῆς ὕδατος μίξεως ὀλιγίστης χρῄζων εἰς τὸ ποθῆναι. κατὰ τοὐναντίον γὰρ ὁ πολλοῦ δεόμενος ὕδατος εἰς εὐκρασίαν ὀνομάζεται πολυφόρος, ἐν ἴσῳ τῷ πολὺ φέρειν ὕδατος δεόμενος εἰς τὴν εὔκρατον μίξιν· ὁ δ᾿ ὀλιγοφόρος οἶνος ἔκλυτός τε καὶ ἀσθενὴς καὶ ἄχρηστος εἰς ποτὸν γίνεται, εἰ πλέονι κεράσεις ὕδατι. καὶ μὴν καὶ τὸ ἄοδμον αὐτοῦ μέγιστον γνώρισμα τῆς ἀσθενείας τε καὶ ψυχρότητός ἐστιν, ὕδατι καὶ κατὰ τοῦτο ἐοικὼς, ὥσπερ γε καὶ τῶν ἰσχυρὰν ἐχόντων ὀσμὴν μέγιστον τοῦτ᾿ ἔστι τῆς ῥώμης σημεῖον. ὁ μὲν γὰρ ὑδατώδης οἶνος ὀλιγίστην μὲν ἐν τῷ ξύλῳ τῆς ἀμπέλου μεταβολὴν ἔσχηκεν, ὀλιγίστην δὲ καὶ τοῦ γεώδους στοιχείου τὴν μίξιν, ὥστε ὕδωρ εἶναι, βραχὺ γεώδους τε
670
καὶ θερμῆς οὐσίας προσειληφὸς, ἢ μετειληφὸς, εἴς τε τὴν τούτων ἕνωσιν ὀλιγίστης κατεργασίας δεηθείς. ὁ δ᾿ ἐναντίος οἰνώδης τε καὶ πολυφόρος οὔθ᾿ ὑπὸ βραχείας κατεργασίας γίγνεται τοιοῦτος, ὡς ἂν ἐπὶ πλεῖστον ἀφιστάμενος ὕδατος, ἀξιόλογον δὲ διὰ τοῦτ᾿ αὐτὸ τὴν θερμασίαν καὶ τὴν ὀδμὴν ἐπικτᾶται.

Μέγα μὴν διαφέρει καὶ οἴνου καὶ μέλιτος ἀκρητότης ἐς ἰσχὺν ἀμφοῖν. ὅμως τοίνυν εἰ καὶ διπλάσιον μέτρον οἴνου ἀκρήτου πίνοι τις ἢ ὁκόσον μέλι ἐκλείχοι, πολλῷ ἂν δήπου ἰσχυρότερος εἴη ὑπὸ τοῦ μέλιτος, μοῦνον εἰ μὴ ταράσσοι τὴν κοιλίην· πολλαπλάσιον γὰρ καὶ τὸ κόπριον διεξίοι ἂν αὐτέῳ.

Εἰ μελικράτου ἐλέλεκτο καὶ μὴ μέλιτος, ἦν ἂν σαφέστερον· ὁ γάρ τοι λόγος ἦν αὐτῷ μέχρι δεῦρο περὶ μελικράτου καὶ τοῦτο παρέβαλεν οἴνῳ κεκραμένῳ, δηλονότι μεθ᾿

671
ὕδατος, οὐκ αὐτὸ καθ᾿ ἑαυτό· ἀλλ᾿ ὅπως ἡ παραβολὴ δικαία γίγνοιτο, διὰ τοῦτο ἐπανήγαγε τὸν λόγον ἐπ᾿ αὐτόν τε τὸν οἶνον καὶ τὸ μέλι. παραλογίζονται δ᾿ ἔνιοι κατὰ τὰς τοιαύτας παραβολὰς οὐκ ἄλλους μόνον ἑκόντες, ἀλλὰ καὶ σφᾶς αὐτοὺς ἄκοντες· ἔνιοι δὲ πειραθέντες γοῦν τινων ἀκρατεστέρων, οὐ τοῖς ἀκράτοις μόνοις, ἀλλὰ καὶ ὁπωσοῦν κεκραμένοις τὴν ἐπ᾿ ἐκείνων προσάπτουσι δύναμιν· ὥσπερ αὖ πάλιν ἕτεροι πειραθέντες ὑδαρεστέρων, ἔξ ἐκείνων ὑπὲρ ἁπάντων ἀπεφήναντο τῶν ὁπωσοῦν κεκραμένων. οὐ μὴν οὕτως ἐχρῆν ποιεῖσθαι τὰς κρίσεις τῶν πραγμάτων, ἀλλὰ λογίσασθαι δεῖν ἀνάλογον τὸ μελίκρατον ἐν τῇ κράσει τῶν πινομένων οἴνων κατὰ τὴν τοῦ ὕδατος μίξιν, ὡς μὴ τὸν οἶνον ἀκρατέστερον εἶναι, τὸ δὲ μελίκρατον ὑδαρέστερον, εἰ μέλλεις δικαίαν ποιεῖσθαι τὴν παραβολὴν αὐτῶν· ἐπεὶ δὲ χαλεπόν ἐστι τὴν ἀναλογίαν ἀκριβῶς ἐν τῇ μίξει φυλάξαι, διὰ τοῦτο ἐπ᾿ αὐτὰ τὰ ὄντως ἄμικτα καὶ κυρίως ἄκρατα καλούμενα μετήνεγκε τὸν λόγον ὁ Ἱπποκράτης, οἴνῳ μηδ᾿ ὅλως κεκραμένῳ παραβάλλων τὸ μέλι· καί φησι διπλάσιον οἶνον
672
πινόμενον ἧττον τρέφειν ἁπλοῦ πλήθους μέλιτος. ἐπεὶ δὲ πλείω γένη τῶν οἴνων εἰσὶν, οὐ τοὺς ἰσχυροὺς καὶ κεφαλὴν πλῆξαι δυναμένους καὶ παραφροσύνας ἐργάσασθαι προεχειρίσατο κατὰ τὸν λόγον, ἀλλὰ τὸν ἀσθενῆ καὶ ὑδατώδη καὶ τούτῳ παραβάλλων τὸ μέλι τροφιμώτερον ἀπέδειξεν. ὅταν δὲ διπλασίῳ ὄγκῳ οἴνου ἀξιώσῃ μέλιτος ἥμισυ παραβάλλειν, οὐ τοῦτό φησιν, ὅτι μόνον ἑκάτερον ὁ κάμνων αὐτὸ καθ᾿ ἑαυτὸ προσφερέσθω, μὴ μιγνὺς ὕδωρ· ἀλλ᾿ εἰ μετὰ τὸ μετρῆσαι τὸ πλῆθος ἑκατέρου προσφέροιτο καθ᾿ ὅ τι βούλοιτο, διαφέρει οὐδὲν ἧττον. δύναται γὰρ εἰ τύχοι κύαθον ἕνα μέλιτος ἢ καθ᾿ ἑαυτὸν λαμβάνειν ἢ ὅσον βούλεται μιγνὺς ὕδατι προσφέρεσθαι καὶ τοῦτο καθ᾿ ἑκάστην ἡμέραν πιεῖν· ἢ πάλιν οἴνου κυάθους δύο ἑκάστης ἡμέρας ὡς αὐτὸς βούλεται κεραννὺς ὕδατι προσφέρεσθαι. γνωσθήσεται γὰρ ἐκ τῆς τοιαύτης πείρας ἐπὶ πλέον τῶν ἀνθρώπων ὁμοίως ἐχόντων κατ᾿ ἄλλα καὶ μέντοι καὶ μᾶλλον ἐφ᾿ ἑνὸς, οὐ κατὰ τὸν αὐτὸν χρόνον, ἡ ἑκατέρου δύναμις ἀκριβής· εἰ γὰρ μὴ κατὰ τινα φύσεως ἰδιότητα ταράττοι τὴν γαστέρα τὸ μέλι,
673
πλείοσιν ἡμέραις ἐξαρκέσουσιν οἱ τῷ μέλιτι χρώμενοι. διὰ τί οὖν, εἴπερ τοῦτο οὕτως ἔχει, κατὰ τὴν ἀρχὴν τῆς ῥήσεως εἶπεν· ἀτὰρ καὶ οἴνου λεπτοῦ καὶ ὀλιγοφόρου καὶ ἀνόσμου ἐνίῃ μὲν ἰσχυρότερον, ἐνίῃ δὲ ἀσθενέστερον εἶναι τὸ μελίκρητον; οὐ γὰρ ἐνίοτε μὲν ἰσχυρότερον, ἐνίοτε δὲ ἀσθενέστερον, ἀλλ᾿ ἰσχυρότερον ἀεὶ φαίνεται κατὰ τὸν εἰρημένον ἄρτι λόγον. ὅτι πρὸ τοῦ διορισθῆναι καὶ διδαχθῆναι πρὸς αὐτοῦ περὶ τῆς δικαίας παραβολῆς ἀδιορίστως τοῦ λόγου περαινομένου καλῶς καὶ ἀσφαλῶς εἶπεν, εὑρεθήσεται τὸ μελίκρατον τοῦ οἴνου κατά τι μὲν ἰσχυρότερον, κατά τι δὲ ἀσθενέστερον. ἐὰν γὰρ μὴ διορίσηταί τις ἑκατέρου τὴν ἀναλογίαν τῆς κράσεως, ἐνίοτε μὲν ἀσθενέστερος ὁ οἶνος, ἐνίοτε δὲ τὸ μελίκρατον εἶναι δόξει· διορισθέντων δὲ, ὡς εἴρηται, καὶ τῆς κατὰ τὴν γαστέρα ταραχῆς ἐπιβλεπομένης, τὸ μελίκρατον ἰσχυρότερον εἰς θρέψιν ἀεὶ φαίνεται τοῦ κεκραμένου κατὰ τὴν αὐτὴν ἀναλογίαν οἴνου· ἐὰν δὲ ὅτι καὶ τὸ κόπριον ἐκκρινόμενον ἐπὶ τῷ μελικράτῳ σύμμετρον, ὡς μὴ καταλύειν τὴν δύναμιν ἐννοήσεις, ἔτι καὶ μᾶλλόν σοι φανεῖται
674
πλείων ἡ ἐκ μελικράτου θρέψις ἤπερ ἡ ἐξ οἴνου γιγνομένη. εἰ γὰρ καὶ κόπρου πολλαπλασίου διεξιόντος, ὅμως ὁ κάμνων ἐξαρκεῖ πλείοσιν ἡμέραις ἐπὶ τῷ μελικράτῳ, δυνατώτερον δηλονότι πρὸς τὴν θρέψιν οἴνου φαίνεται τὸ μέλι.

Εἰ μέντοι ῥοφήματι χρέοιτο πτισάνῃ, ἐπιπίνοι δὲ μελίκρητον, ἄγαν πλησμονῶδες ἂν εἴη καὶ φυσῶδες καὶ τοῖσι κατὰ τὰ ὑποχόνδρια σπλάγχνοισιν ἀσύμφορον· προπινόμενον μέντοι πρὸ ῥοφημάτων μελίκρητον οὐ βλάπτει ὡς ἐπιπινόμενον, ἀλλὰ τι καὶ ὠφελέει.

Περὶ τῆς τάξεως ὁ λόγος αὐτῷ, ᾗ κάλλιστ᾿ ἄν τις χρῷτο τῷ μελικράτῳ τε καὶ πτισάνῃ. κοινὸς δὲ ἔστω σοι λόγος καὶ οὗτος, ὡς ἐπὶ παραδείγματος ἑνὸς διδασκόμενος μελικράτου τε καὶ πτισάνης· ἀεὶ γὰρ χρὴ πρότερον μὲν προσφέρεσθαι τά τε ῥᾳδίως διαφθειρόμενα καὶ μᾶλλον ὑπιόντα, δεύτερα δὲ τὰ ἐναντία. πτισάνη δὲ μελικράτου δυσφθαρτότερον

675
καὶ ὑπέρχεται βράδιον. πρώτου μὲν οὖν τοῦ μελικράτου ληφθέντος οἷον ὑφήγησίς τις ἔξ αὐτοῦ γένοιτ᾿ ἂν τῇ πτισάνῃ τῆς διαχωρήσεως· εἰ δὲ πτισάνη πρώτη ληφθείη, κωλυόμενον ὑπιέναι τὸ μελίκρατον ἐμφυσήσει τε τὸ ὑποχόνδριον εἴς τε τὴν χολὴν μεταβληθὲν ἐν τῷ χρόνῳ καὶ τῇ πτισάνῃ τι λυμανεῖται.

Ἑφθὸν δὲ μελίκρητον ἐσιδεῖν μὲν πολλῷ κάλλιον τοῦ ὠμοῦ· λαμπρὸν γὰρ καὶ λεπτὸν καὶ λευκὸν καὶ διαφανὲς γίγνεται· ἀρετὴν δὲ ἥντινα αὐτέῳ προσθέω διαφέρουσάν τι τοῦ ὠμοῦ οὐκ ἔχω. οὔτε γὰρ ἥδιόν ἐστι τοῦ ὠμοῦ, ἢν τυγχάνοι γε τὸ μέλι καλὸν ἐόν· ἀσθενέστερον μέντοι γε τοῦ ὠμοῦ καὶ ἀκοπρωδέστερόν ἐστιν, ὧν οὐδετέρου ἐς τιμωρίην προσδέεται μελίκρητον. ἄγχιστα δὲ χρηστέον αὐτῷ τοιῷδε ἐόντι, ἢν τὸ μέλι τυγχάνοι πονηρὸν ἐὸν καὶ ἀκάθαρτον καὶ μέλαν καὶ μὴ εὐῶδες· ἀφέλοιτο γὰρ ἂν ἡ ἕψησις τῶν κακοτήτων αὐτοῦ τὰ πλέονα τοῦ αἴσχεος.
676

Διαφορὰς ὠμοῦ τε καὶ ἑφθοῦ μελικράτου διδάσκει καθ᾿ ὅλην τήνδε τὴν ῥῆσιν, δεῖται δ᾿ ὁ λόγος οὐδεμιᾶς ἐξηγήσεως.

Τὸ δ᾿ ὀξύμελι καλεόμενον ποτὸν πολλαχοῦ εὔχρηστον ἐν ταύτῃσι τῇσι νούσοισιν εὑρήσεις ἐόν· καὶ γὰρ πτυάλου ἀναγωγόν ἐστι καὶ εὔπνοον· καιροὺς μέντοι τοιούσδε ἔχει.

Τὸ καλούμενον καὶ τὸ καλεῖσθαι καὶ τὰ παραπλήσια τούτοις ἔμαθες αὐτὸν προστιθέντα ποτὲ μὲν ὡς οὐδέπω συνήθους ἅπασι τοῖς Ἕλλησι τῆσδε τῆς προσηγορίας οὔσης, ποτὲ δὲ ὡς ἀκύρως λεγομένης, ἐνίοτε δὲ ὡς ἐνδεικνυμένης τι τεχνικὸν, ὡς ἐπὶ τῶν κροταφιτῶν τε καὶ μασητήρων μυῶν ἐδιδάξαμεν. ἀλλ᾿ ὅτι μὲν οὐδὲν ἐνδείκνυται τεχνικὸν ἡ προσηγορία τοῦ ὀξυμέλιτος ἅπαντι δῆλον, ἀλλ᾿ ἤτοι μεμφόμενος ἢ ὡς οὐδέπω συνήθη, διὰ τῆς τοῦ καλεομένου ἐπεσημήνατο προσθήκης. ἐγχωρεῖ δ᾿ ἑκάτερα· ἴσως μὲν γὰρ

677
τότε πρῶτον εἰς χρῆσιν κοινὴν ἤρχετο· τάχα δὲ καὶ μέμφεται τῇ φωνῇ, ὡς ἐμφαινούσῃ, ἤτοι ἐκ τοῦ ὄξους καὶ μέλιτος μόνων συγκεῖσθαι τὸ φάρμακον ἢ ὡς μέλιτος διαφορὰν δηλούσῃ, ὡς εἰ καὶ οὕτως ἔλεγέ τις· τὸ δὲ μέλι τὸ ὀξὺ δύναμιν ἔχει τοιάνδε. περὶ μὲν δὴ τῆς τοῦ καλεομένου προσθήκης δῆλον· ἐπ᾿ αὐτὸ δὲ τὸ χρήσιμον ἴωμεν. οὐ γὰρ ἐξ ὄξους καὶ μέλιτος μίξεως μόνον ἡ σύνθεσις γίγνεται τοῦ ὀξυμέλιτος, ἀλλ᾿ ἐκ μελικράτου βραχὺ προσλαμβάνοντος ὄξους. ἕψεσθαι δὲ ἄμεινον αὐτό· καθαιρεῖται γὰρ ἡ δύναμις τοῦ ὄξους ὑπὸ τῆς ἑψήσεως, ὡς τὴν ὠφέλειαν τὴν παρ᾿ αὐτοῦ λαμβάνειν τὸ μελίκρατον ᾧ μίγνυται, τὴν βλάβην δὲ οὐκ ἴσχειν. τὴν μὲν οὖν ὠφέλειαν κατὰ τὴν ἀρχὴν εἶπε τῆς ῥήσεως καὶ μετὰ ταῦτα ἐρεῖ· τὴν βλάβην δ᾿ ἐπὶ τῇ τελευτῇ τῆς ὅλης ῥήσεως προσθήσει. κατὰ τὴν ἀρχὴν μὲν οὖν εἴρηται, πτυέλου γὰρ ἀναγωγόν ἐστι καὶ εὔπνοον· ἐφεξῆς δ᾿ ὅσα ταῖς λέξεσιν ἐπακολουθήσαντες αὐτοῦ μαθησόμεθα. καιροὺς μέντοι τοιούσδε ἔχει. τοὺς καιροὺς ἤτοι τοὺς τῆς χρήσεως αὐτοῦ λέγει, καθότι σύνηθες, ἢ τοὺς
678
τῆς ὠφελείας, ἐπειδὴ καὶ κατὰ τοῦτο τὸ σημαινόμενον ἐδείχθη χρώμενος ἐνίοτε τῇ τοῦ καιροῦ προσηγορίᾳ.

Τὸ μὲν κάρτα ὀξὺ οὐδὲν ἂν μέσον ποιήσειεν πρὸς τὰ πτύελα τὰ μὴ ῥηϊδίως ἀνιόντα. εἰ γὰρ ἀνάγοι μὲν τὰ ἐγκέρχνοντα καὶ ὄλισθον ἐμποιήσειε καὶ ὥσπερ εἰ διαπτερώσειε τὸν βρόγχον, παρηγορήσειε τὸν πνεύμονα, μαλθακτικὸν γὰρ αὐτέου· καὶ εἰ μὲν ταῦτα συγκυρήσειε, μεγάλην ἂν ὠφελείην ποιήσειεν· ἔστι δ᾿ ὅτε τὸ κάρτα ὀξὺ οὐκ ἐκράτησε τῆς ἀναγωγῆς τοῦ πτυέλου, ἀλλὰ προσεγλίσχρηνέ τε καὶ ἔβλαψεν.

Ἐφ᾿ ὧν ἐστι χρεία τοῦ ὀξέος ὀξυμέλιτος, ἐπὶ τούτων διδάσκει τὴν ἐξ αὐτοῦ γιγνομένην ἐνίοτε βλάβην· ἐφ᾿ ὧν γὰρ ὅλως οὐδ᾿ ἂν χρήσαιτό τις ὀξεῖ τῷ τοιούτῳ φαρμάκῳ, περιττὸν τὸ καταλέγειν τὰς τοιαύτας βλάβας. οὐδὲ γὰρ οὐδ᾿ ἁπλῶς εἶπε περὶ ὀξέος ὀξυμέλιτος, ἀλλὰ καὶ κάρτα προσέθηκεν,

679
ὅπερ σημαίνει ταὐτὸν τῷ λίαν καὶ σφόδρα. τὸ τοιοῦτον οὖν ὀξύμελι μέσον οὐδὲν εἴωθεν ἐργάζεσθαι τοῖς κατὰ τὸν πνεύμονα παχέσι τε καὶ γλίσχροις πτυέλοις, ἐφ᾿ ὧν ἄν τις αὐτῷ χρήσαιτο μόνῳ· ἀλλ᾿ ἤτοι τεμὸν αὐτὰ καὶ ἀποῤῥύψαν ἀνήγαγεν ἢ τοῦτο μὲν πρᾶξαι μὴ δυνηθὲν ἐξήρανεν. ὥσπερ γὰρ τμητικὸν τὸ τοιοῦτον φάρμακον, οὕτω καὶ ξηραντικόν· ἔχομεν δ᾿ αὐτὸ ἐπὶ τῶν κατὰ τὸν πνεύμονα παχέων πτυέλων, οὐχ ὡς ξηραῖνον (οὕτως γὰρ βλάψειεν), ἀλλὰ ὡς τέμνον τε καὶ ῥύπτον. ὅταν μὲν οὖν ἀδυνατήσῃ ταῦτα ποιῆσαι, χρηστὸν μὲν οὐδὲν ἔπραξε, μεγίστην δὲ βλάβην εἰργάσατο. πότ᾿ οὖν ἀποτυγχάνει ῥύπτειν καὶ τέμνειν αὐτὸς ἐφεξῆς ἐδίδαξε, νυνὶ δὲ βούλομαι περὶ τῆς γραφῆς τῆς ἐν πολλοῖς τῶν βιβλίων εἰπεῖν· οὐ γὰρ διὰ τὸ σ τὴν δευτέραν συλλαβὴν τοῦ μέσον ὀνόματος, ἀλλὰ διὰ τοῦ ζ γεγραμμένην εὑρίσκομεν, ὡς εἶναι τὴν ὅλην λέξιν τοιάνδε· τὸ μὲν γὰρ κάρτα ὀξὺ οὐδὲν ἂν μέζον ποιήσειεν. ἔστι δὲ τοῦτο ψεῦδος· αὐτὸς γὰρ ἐπιφέρων δείκνυσιν ἐνίοτε μὲν μεγάλην
680
ὠφέλειαν ἐξ αὐτοῦ γιγνομένην, ἐνίοτε δὲ βλάβην· ὥστ᾿ ἀεὶ μέγα τι ποιεῖ καὶ οὐδέποτε μικρόν. ἐφ᾿ οὗ δὲ ἀληθὲς εἰπεῖν ἐστιν, ἀεί τι γίγνεσθαι κακὸν μέγα ἢ ἀγαθὸν, περὶ τούτου κάλλιον ἄν τις εἴποι καὶ μηδὲν μέσον ὑπ᾿ αὐτοῦ γίγνεσθαι.

Μάλιστα δὲ τοῦτο πάσχουσιν, οἵπερ καὶ ἄλλως ὀλέθριοί εἰσι καὶ ἀδύνατοι βήσσειν τε καὶ ἀποχρέμπτεσθαι τὰ ἐνεχόμενα.

Τὸ καταγλισχραίνεσθαι τὰ παχέα πτύελα, μηδὲν ὀνινάμενα τῇ προσφορᾷ τοῦ ὀξέος ὀξυμέλιτος, ἐκείνοις φησὶ συμβαίνειν, οἵπερ καὶ ἄλλως ὀλεθρίως ἔχουσι, τουτέστιν ἐφ᾿ ὧν ἄπεπτος ἱκανῶς ἐστιν ἡ νόσος· οὗτοι γὰρ οὐδὲν ἀναπτύουσιν.

Εἰς μὲν οὖν τόδε προστεκμαίρεσθαι χρὴ τὴν ῥώμην τοῦ κάμνοντος ἀνθρώπου· κᾒν ἐλπίδα ἔχῃ, διδόναι.
681

Ἐπειδὴ προείρηκεν ὑπὸ τοῦ ὀξέος ὀξυμέλιτος οὐδὲν ὀνίνασθαι τοὺς καὶ ἄλλως ὀλεθρίως ἔχοντας, ἔνιοι δὲ σπανίως ἐξ αὐτῶν σώζονται βοηθούμενοι, διὰ τοῦτο καὶ τὴν τούτου σπανίαν βοήθειαν οὐ παρέλιπεν· ἔστι δ᾿ αὕτη διὰ τοῦ ὀξέος ἱκανῶς ὀξυμέλιτος, ὅταν ὁ κάμνων ἰσχυρὸς ᾖ τὴν δύναμιν. ἄλλως γὰρ οὐδὲν ὀνίνησι τὸ τοιοῦτον ὀξύμελι, δυοῖν θάτερον ἐργασάμενον, ἢ μηδ᾿ ὅλως τεμὸν, ἀλλ᾿ ἐπιγλισχραῖνον τὰ γλίσχρα, ἢ τεμὸν καὶ ἀποῤῥύψαν, ἀθρόαν δὲ ἀναγωγὴν καὶ κένωσιν κινῆσαν, τῆς δυνάμεως μὴ φερούσης, ἀκολουθήσει πνιγῆναι τὸν ἄνθρωπον.

Διδόναι δὲ, ἢν δίδως, ἀκροχλίαρον καὶ κατ᾿ ὀλίγον τὸ τοιόνδε καὶ μὴ λάβρως.

Ἢν μηδὲν ἀναπτύῃ τι διὰ πάχος καὶ γλισχρότητα τῶν πτυσμάτων, οὐ μὴν ἀσθενῆ γε τὴν δύναμιν, ὀξύμελι κελεύει δίδοσθαι τὸ λίαν ὀξὺ, κατ᾿ ὀλίγον τε καὶ ἀκροχλίαρον, ὅπερ

682
ἐστὶν ἄκρως χλιαρόν (ἄκρως δὲ ἐστι χλιαρὸν ὅπερ ἂν ᾖ μέσον ἀκριβῶς τοῦ τε ψυχροῦ καὶ τοῦ θερμοῦ)· ἰσχυρὰν γὰρ ἔχον αὐτὸ τὴν δύναμιν εὐλαβεῖται πολὺ προσφέρειν εἰς ἅπαξ. ὡσαύτως δὲ καὶ τὸ ψυχρὸν ἐν θέρει διδόναι, καθάπερ ἔμπροσθεν ἐκέλευσεν, εὐλαβεῖται, διὰ τὸ τὰς μὲν ἀπτύστους πτυσμάτων πλευρίτιδας καὶ περιπνευμονίας ἀπέπτους εἶναι, τῇ πέψει δ᾿ ἀεὶ τὸ μὲν θερμὸν συντελεῖν, τὸ δὲ ψυχρὸν ἐναντιοῦσθαι. τί δήποτ᾿ οὖν καὶ τὸ θερμὸν ὀξύμελι φεύγει; ἢ ὅτι διὰ τὸ κακόηθες τοῦ νοσήματος, μή πως εὐθέως ἐν τῇ τοιαύτῃ προσφορᾷ τοῦ τοιούτου πόματος, αὐτὸ μὲν τὸ πάθος ἄπεπτον ἔτι διαμένῃ, συμβῇ δὲ τὸν ἄνθρωπον ὑπὸ τοῦ θερμοῦ ὀξυμέλιτος διψωδέστερον γίνεσθαι ἑαυτοῦ; δέδεικται δ᾿ ὅτι τὸ σύμπτωμα τοῦτο γλίσχρον ἐργάζεται πτύελον. ἀσφαλέστερον οὖν αὐτῷ δοκεῖ μετρίως χλιαρὸν εἶναι τὸ ὀξύμελι, φεύγοντι τοῦ θερμοῦ τὴν ἐνδεχομένην ἀκολουθῆσαι βλάβην, τοῦ δὲ ψυχροῦ τὴν ἔξ ἀνάγκης ἑπομένην.

683
Τὸ μέντοι ὀλίγον ἔποξυ ὀξύμελι ὑγραίνει μὲν τὸ στόμα καὶ φάρυγγα, ἀναγωγὸν δὲ πτυέλου ἐστὶ καὶ ἄδιψον· ὑποχονδρίῳ δὲ καὶ σπλάγχνοισι τοῖσι ταύτῃ εὐμενὲς καὶ τὰς ἀπὸ μέλιτος βλάβας ταύτῃ κωλύει· τὸ γὰρ ἐν μέλιτι χολῶδες κολάζεται.

Περὶ τοῦ λίαν ὀξέος ὀξυμέλιτος συμπληρώσας τὸν λόγον ἐπὶ τὸ μετρίως ὀξὺ μετέβη κατὰ τήνδε τὴν ῥῆσιν, ὑγραίνειν αὐτὸ λέγων τὸ στόμα καὶ φάρυγγα καὶ τῶν πτυέλων ἀναγωγὸν εἶναι καὶ ἄδιψον. ἅπαντα γὰρ ἔχον ὑφ᾿ ὧν ὠφελεῖσθαι πεφύκασιν αἱ τοιαῦται νόσοι, τῶν βλαπτόντων οὐδὲν ἔχει διὰ τὴν τῆς κράσεως ἀρετήν· ἐπειδὴ τοσοῦτον τῷ μελικράτῳ μέμικται τοῦ ὄξους, ὅσον ἱκανόν ἐστι τὸ χολῶδες ἐν αὐτῷ κολάσαι, τουτέστι καθελεῖν καὶ ταπεινῶσαι· δέδεικται γάρ σοι κατὰ τὸ τέταρτον γράμμα περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως ἐναντιωτάτην δύναμιν ἔχειν ὁ γλυκὺς χυμὸς τῷ ὀξεῖ. τῆς οὖν τοῦ μελικράτου δυνάμεως

684
τὰ ἄλλα μὲν πάντα ἐχούσης, ὧν δεῖται τὰ τοιαῦτα νοσήματα, καθ᾿ ἓν δὲ μόνον ἐναντιουμένης αὐταῖς, ὅταν ὑπερθερμανθὲν ἐκχολωθῇ, τὴν τοιαύτην αὐτοῦ μεταβολὴν ἡ τοῦ ὄξους μίξις κωλύουσα κάλλιστον ἐργάζεται φάρμακον. ἄδιψόν τε γὰρ ἔσται καὶ διὰ τοῦτο καὶ τὰ πτύελα, τά γε μὴ παντάπασι παχέα καὶ γλίσχρα, ῥᾳδίως ἀνάξει· τούτοις δ᾿ ἀμφοτέροις αὐτοῖς ἔργοις ἕπεται καὶ ἡ τῶν κατὰ τὸ στόμα καὶ τὴν φάρυγγα μορίων ὑγρότης. ᾧ δὲ λόγῳ ταῦτα δρᾷ, τούτῳ δὴ καὶ σπληνὶ καὶ ἥπατι προσφορώτατόν ἐστι, διακαθαῖρον ἀλύπως τὰ σπλάγχνα.

Ἔστι δὲ καὶ φυσέων καταῤῥηκτικὸν καὶ ἐς οὔρησιν προτρεπτικόν.

Περὶ τοῦ μετρίως ὀξέος ὀξυμέλιτος ἔτι διαλεγόμενος εἴρηκε ταῦτα, πολλὴν δὲ τὴν χρῆσιν ἔχοντος ἐπὶ τῶν κατὰ πνεύμονα καὶ θώρακα παθῶν, ἀξιολογωτάτην τε τὴν ὠφέλειον,

685
διὰ τὴν ἔμμετρον μίξιν ὕδατός τε καὶ ὄξους καὶ μέλιτος. τὸ γὰρ τοιοῦτον ὀξύμελι, τέμνον τε τὸ παχὺ καὶ φυσῶδες ἐν ὑποχονδρίῳ πνεῦμα καὶ καταῤῥηγνύον τὰς φύσας διακαθαῖρόν τε τὰς διεξόδους πάσας, ἐπ᾿ οὖρα ποδηγεῖ τοῖς ὀῤῥώδεσί τε καὶ χολώδεσι περιττώμασιν.

Ἐντέρου μέντοι τῷ κάτω μέρει πλαδαρώτερον καὶ ξύσματα ἐμποιέει.

Τὴν ὑπὲρ τὸ κατὰ φύσιν ἐγγινομένην ὑγρότητα τοῖς μορίοις ἴσμεν αὐτὸν ἀεὶ πλάδον ὀνομάζοντα· τοῦτ᾿ οὖν ἐργάζεται, φησὶ, τὸ ὀξύμελι, ξύον τε τῶν ἄνωθεν ὅσον ἐμπλάττεται παχέων χυμῶν ἢ γλίσχρων, τέμνον δὲ τοῦτο καὶ ὑπάγον πρὸς τὴν ἔκκρισιν. εὐπετεῖς δὲ κατὰ τοιαύτην τὴν δύναμιν ἐργάζεται καὶ τὰς ἐξ ἥπατος ἐπαγωγὰς τῶν περιττωμάτων, ὥστε πασῶν τῶν ἄνωθεν ὑγροτήτων ἀθροιζομένων ἐν τοῖς ἐντέροις καὶ μάλιστα τοῖς κάτω, διὰ μὲν τὸ πλῆθος

686
αὐτῶν τὸν πλάδον ἐγγίνεσθαι, διὰ δὲ τὴν ποιότητα ξύεσθαι τὸ ἔντερον. καὶ γὰρ τὸ ὀξύμελι ῥυπτικὴν ἔχον δύναμιν ἐν τῷ χρόνῳ ξύσειεν ἂν τὸ ἔντερον· καὶ τὸ συγκατερχόμενον αὐτῷ χολῶδες περίττωμα τὴν αὐτὴν ἔχον δύναμιν· ὅθεν καὶ χωρὶς ὀξυμέλιτος, ἢν πλεονάσαν ποτὲ τύχῃ, ξύει τὸ ἔντερον.

Ἔστι δ᾿ ὅτε καὶ φλαῦρον τοῦτο ἐν τῇσιν ὀξείῃσι νούσοισι γίνεται, μάλιστα μὲν ὅτι φῦσαν κωλύει περαιοῦσθαι, ἀλλὰ παλινδρομέειν ποιέει· ἔτι δὲ καὶ ἄλλως γυιοῖ καὶ τὰ ἀκρωτήρια ψύχει. ταύτην καὶ οἶδα μούνην βλάβην τὴν δι᾿ ὀξυμέλιτος γιγνομένην, ἥτις καὶ ἀξίη γραφῆς.

Τὸ ξυσθῆναι τὸ ἔντερον οὐκ ἀγαθόν ἐστιν ἐνίοτε κατὰ τὰς ὀξείας νόσους· ἕλκωσις γάρ τις ἐπιπολῆς ἐστιν ἡ ξυσματώδης διάθεσις. οὖσα δὲ τοιαύτη λυπεῖται πρὸς ἁπάντων

687
τῶν διεξερχομένων καὶ μάλιστα τῶν ἐχόντων τινὰ δῆξιν· λυπηθὲν δὲ τὸ ἔντερον, εἰ μὴ παραχρῆμα τὴν ἔκκρισιν τῶν δακνόντων ποιήσαιτο, πρὸς τὴν ἄνω χώραν ἀναπέμπει τὰ διεξερχόμενα. κατὰ τοῦτον οὖν τὸν λόγον καὶ ταῖς τούτου φύσαις ἄνω συμβαίνει παλινδρομεῖν. φυσικὴν γὰρ ἐνέργειαν ἔχει τὰ ἔντερα τὴν περισταλτικὴν, ὡς ἐν τοῖς περὶ τῶν φυσικῶν δυνάμεων ὑπομνήμασι δέδεικται· ταχύτητος δ᾿ ἔργον ἐστὶν ἀπωθεῖσθαι τὰ περιεχόμενα πρὸς τῶν μερῶν ἐκείνων ἐν οἶς περιέχεται. ὅταν μὲν οὖν ἄνωθεν ἡ κίνησις ἄρξηται, κάτω τὴν ἔκκρισιν ἴσχει τὰ περιεχόμενα· κάτωθεν δὲ ἀρξαμένης αὐτῆς ἄνω φέρεται. καὶ τοῦτό γε σαφῶς φαίνεται κᾀν τῷ κατὰ φύσιν ἔχειν συμβαῖνον, ὅταν ὑπιούσης ἀθρόως ποτὲ χολῆς εἰς τὰ κάτω τῶν ἐντέρων ἐπίσχωμεν τὴν ἔκκρισιν ἢ τῷ παρεῖναι τοιαύτην πρᾶξιν, ἣν μὴ διακόπτειν δυνατόν ἐστιν, ἢ τῷ μὴ παρεῖναι πλησίον ἀπόπατον· ἐν γὰρ τοῖς τοιούτοις καιροῖς ἀνατρεχούσης αἰσθανόμεθα τῆς χολῆς οὕτως ὡς μηκέτι ἐκκριθῆναι. τινὲς μὲν
688
οὖν ἐπὶ τῇ τοιαύτῃ τῆς χολῆς ἀναδρομῇ τὸν στόμαχον ἴσχουσι κακῶς· ἔνιοι δὲ συμπληροῦνταί τε καὶ δακνωδῶς ἀλγοῦσι τὴν κεφαλὴν, ἔνιοι δὲ ἀμφότερα πάσχουσιν. οὕτως οὖν ἡ καὶ ξυσματώδης ἐν τοῖς ἐντέροις διάθεσις ἐνίοτε μὲν τὴν ἔκκρισιν εἰς τὸ κάτωθεν ἐργάζεται ταχέως, οὐχ ὑπομένουσα τὴν τῶν πασχόντων ἀνίαν, ἐνίοτε δὲ κάτωθεν πρὸς τὴν ἄνωθεν χώραν, ὅταν μὴ παραχρῆμα τὸ διεξερχόμενον ἐκπέσῃ διὰ τῆς ἔδρας, ἀλλ᾿ ὁ κατ᾿ αὐτὴν μῦς ὁ κυκλοτερῶς συσταλεὶς καὶ σφίγξας τὸ πέρας τοῦ ἀπευθυσμένου, τὴν ἀρχὴν τῆς περισταλτικῆς κινήσεως ἐκ τῶν κάτω μερῶν ἄνω ποιήσηται. διὰ τοῦτο μὲν οὖν οὐ φῦσα μόνον, ἀλλὰ καὶ περίττωμα κατὰ τὰς τοιαύτας διαθέσεις παλινδρομεῖ. συμβαίνει δὲ καὶ τὴν δύναμιν βλάπτεσθαι διὰ τὴν ἑπομένην δῆξιν ἐν τῇ διόδῳ· τὰ γὰρ ξυόμενα, κᾂν βραχυτάτην ἴσχῃ τὸ διεξερχόμενον δῆξιν, ἀνιᾶται σφοδρῶς· ἴσμεν δὲ ὅτι πᾶν ἄλγημα καταλυτικόν ἐστι δυνάμεως καὶ διὰ τοῦτο καὶ τῶν ἀκρωτηρίων ψυκτικόν. ταύτην καὶ οἶδα μούνην βλάβην τὴν δι᾿ ὀξυμέλιτος γιγνομένην, ἥτις καὶ ἀξίη γραφῆς.
689
ἐδίδαξεν ὁ λόγος ὀλίγον ἔμπροσθεν ἁπάσας τὰς ἐκ μελικράτου καὶ οἴνου καὶ ὕδατος βλάβας ἐκπεφευγὸς τὸ μετρίως κεκραμένον ὀξύμελι· μόνον οὖν ὅταν βλάπτῃ τοῦτο, βλάπτει τῷ ξύειν τὸ ἔντερον· ἐργάζεται δὲ τοῦτό ποτε τοῖς ἀσθενεστέραν ἔχουσι φύσιν καὶ παθεῖν ἐπιτήδειον τὸ ἔντερον.