In Hippocratis De victu acutorum

Galen

Galen, In Hippocratis De victu acutorum

Ἔνιοι δὲ τοὺς ἀριθμοὺς ἑκάστου τῶν νουσημάτων σάφα ἐθέλοντες φράζειν οὐκ ὀρθῶς ἔγραψαν. μὴ γὰρ καὶ οὐκ εὐαρίθμητον ἦν, εἰ τουτέῳ τις σημαίνεται τὴν τῶν καμνόντων νοῦσον, τῷ ἕτερον τοῦ ἑτέρου διαφέρειν τι καὶ μὴ τὠυτὸ νούσημα δοκέει εἶναι, ἢν μὴ τὠυτὸ ὄνομα ἔχῃ. ἐμοὶ δὲ ἁνδάνει μὲν ἐν πάσῃ τέχνῃ προσέχειν τὸν νόον. καὶ γὰρ ὁκόσα ἔργα διήκει καλῶς, ἕκαστα χρὴ ποιέειν καὶ ὀρθῶς, καὶ ὁκόσα ἔργα ταχέως, ταχέως, καὶ
427
ὁκόσα καθαρίως, καθαρίως· καὶ ὁκόσα ἀνωδύνως δεῖ διαχειρίζεσθαι, ὡς ἀνωδυνώτατα ποιέειν· καὶ τὰ ἄλλα πάντα τὰ τοιουτότροπα, διαφερόντως τῶν πέλας, ἐπὶ τὸ βέλτιον ποιέειν χρή· μάλιστα δὲ ἂν ἐπαινέσαιμι ἰητρὸν, ὅστις ἐν τοῖσιν ὀξέσι νουσήμασιν, ἃ τοὺς πλείστους τῶν ἀνθρώπων κτείνει, ἐν τουτέοισι διαφέρων τι τῶν ἄλλων εἴη ἐπὶ τὸ βέλτιον. ἔστι δὲ ταῦτα ὀξέα, ὁκοῖα ὠνόμασαν οἱ ἀρχαῖοι πλευρῖτιν καὶ περιπλευμονίην καὶ φρενῖτιν καὶ λήθαργον καὶ καῦσον καὶ τὰ ἄλλα νουσήματα, ὁκόσα τουτέων ἐχόμενά ἐστιν, ὧν οἱ πυρετοὶ τὸ ἐπίπαν ξυνεχέες ὄντες κτείνουσιν.

Εἶπεν ὀλίγον ἔμπροσθεν ὅτι κατ᾿ ἀρχὰς εὐθέως ἔγραψαν οἱ ἀπὸ Κνίδου ἰατροὶ περὶ νοσημάτων περαιτέρω τοῦ προσήκοντος, χολῆς νοῦσοι ζ΄· κατὰ τὸν αὐτὸν δὲ τρόπον καὶ κατωτέρω πάλιν ἀπὸ τῆς κύστεως νοῦσοι ιβ΄, καὶ πάλιν ἔτι κατωτέρω νεφρῶν νοσήματα δ΄, καὶ μετὰ τοῦτο πάλιν ἀπὸ τῆς κύστεως νοῦσοι στραγγουριῶν τέσσαρες, εἶτα

428
πάλιν ἐφεξῆς τέτανοι γ΄, καὶ μετὰ ταῦτα πάλιν ἴκτεροι δ΄. εἶτα μετὰ τοῦτο φθίσιες γ΄. εἰς γὰρ τὰς τῶν σωμάτων ποικιλίας ἔβλεπον ὑπὸ πολλῶν αἰτίων ἐξαλλασσομένας, παρέντες σκοπεῖσθαι τῶν διαθέσεων τὴν ταυτότητα, καθάπερ ὁ Ἱπποκράτης ἐποίησε μεθόδῳ χρησάμενος εἰς τὴν εὕρεσιν αὐτῶν, ᾖ μόνον δυνατόν ἐστιν εὑρεῖν νοσημάτων ἀριθμόν. ἐπιδέδεικται δὲ ὑφ᾿ ἡμῶν ἡ μέθοδος αὕτη κατ᾿ ἀρχὰς εὐθέως τῶν τῆς θεραπευτικῆς μεθόδου βιβλίων· εἴρηται δὲ κᾀν τῷ περὶ τῶν καθ᾿ Ἱπποκράτην στοιχείων ἐπ᾿ ὀλίγον· ἐν συντόμῳ δὲ λόγῳ περὶ τῆς τῶν νοσημάτων διαφορᾶς ἓν ἔχεις ὑπόμνημα ἡμέτερον. νυνὶ δ᾿ ἀκολουθεῖν προσήκει ταῖς ῥήσεσιν, οὗτος γὰρ ὁ σκοπὸς τῆς ἐξηγήσεως, ὡς εἴ γέ τις ἐν ταῖς ἐξηγήσεσι τὰς ἀποδείξεις γράφοι, μακρὸν ἀνύσας λόγον ἕνεκα τῆς τῶν νοσημάτων ἰάσεως, τὸ κυριώτατον ἀφεὶς ἔσται μέρος ὅ τί περ ἂν εἰς τὴν ἴασιν τῶν ὀλεθριωτάτων νοσημάτων διαφέρει. τὸ μὲν κεφάλαιον τῆς προκειμένης ῥήσεως τοῦτό ἐστι, τὸ δὲ κατὰ μέρος τῆς λέξεως ἐφεξῆς δίειμι.

429
Ὁκόταν γὰρ μὴ λοιμώδεος νούσου τρόπος τις κοινὸς ἐπιδημήσῃ, ἀλλὰ σποράδες ἔωσιν αἱ νοῦσοι καὶ παραπλήσιοι, ὑπὸ τουτέων τῶν νουσημάτων ἀποθνήσκουσι πλείους ἡ ὑπὸ τῶν ἄλλων τῶν συμπάντων.

Δηλοῖ δὲ διὰ τοῦ λόγου τούτου τὰ μέν τινα πολλοῖς γίνεσθαι νοσήματα καθ᾿ ἕνα χρόνον, ἅπερ ὅταν μὲν ὀλέθρια γένηται, λοιμὸν ὀνομάζουσιν, ὅταν δὲ ἐπιεικέστερα, ἑτέρᾳ τινὶ προσηγορίᾳ δηλοῦσιν, ἐπίδημα καλοῦντες· ὥστε εἶναι τὸ μὲν ἐπίδημον νόσημα τὸ κατὰ χρόνον τινὰ πλεονάσαν ἔν τινι χωρίῳ, τὸν δὲ λοιμὸν ἐπιδημίαν ὀλέθριον. ἔστι δὲ καὶ ἄλλο γένος νοσημάτων κοινὸν πολλοῖς, ὅπέρ ἐστι τὸ κατὰ χώραν ἐπιγινόμενον, τὰ ἔνδημα καλούμενα. τούτοις δὲ ἀντίκεινται πᾶσιν αἱ σποράδες νόσοι, διαφερόντως ἐνοχλοῦσαι τοὺς νοσοῦντας, οὐ κατὰ τὸν κοινὸν τρόπον συνιστάμεναι. τί ποτ᾿ οὖν ἐστι τὸ λεγόμενον ὑπ᾿ αὐτοῦ, ἀλλὰ σποράδες ἔωσιν αἱ νοῦσοι καὶ παραπλήσιοι; τοὐναντίον

430
γὰρ ἐχρῆν εἰρῆσθαι καὶ μὴ παραπλησίας αὐτὰς ἀλλήλαις ὑπάρχειν, ὅπερ ἐστὶ μὴ ὁμοίας, εἴ γε τῇ τῶν νοσημάτων ὁμοιότητι τὸ ἔνδημον καὶ τὸ ἐπίδημον καὶ τὸ λοιμῶδες ἐκρίνετο. δυοῖν οὖν θάτερον, ἢ βελτίονα νομιστέον τὴν τοιαύτην γραφὴν, ἀλλὰ σποράδες ἔωσιν αἰ νοῦσοι καὶ μὴ παραπλήσιοι, ἢ παραπλησίας αὐτὰς εἰρῆσθαι χρὴ δοκεῖν, οὐκ ἀλλήλαις, ἀλλὰ ταῖς ἔμπροσθεν εἰρημέναις, τουτέστι ταῖς συνήθεσιν· ἐπειδὴ σπανιώτερα μὲν ἐπιδήμιά τε καὶ λοιμικὰ γίνεται νοσήματα, τὰ δ᾿ ὑπ᾿ αὐτοῦ καλούμενα σποραδικὰ συνήθως· ὑπὲρ ὧν καὶ νῦν ὁ λόγος αὐτῷ γενήσεται, καθάπερ ὑπὲρ τῶν ἐπιδημίων μὲν ἐν τοῖς τῶν ἐπιδημιῶν βιβλίοις· τῶν ἐνδήμων δὲ κατὰ τὸ περὶ ὑδάτων καὶ ἀέρων καὶ τόπων· ἴδιον δὲ οὐδὲν ἐξαίρετον ἐποίησε σύγγραμμα περὶ λοιμῶν, ἐπειδὴ τῶν ἐπιδημίων ἓν ὑπάρχειν αὐτὸ δι᾿ ἐκείνων ἐδίδαξεν.

Οἱ μὲν οὖν ἰδιῶται οὐ κάρτα γινώσκουσι τοὺς εἰς ταῦτα διαφέροντας τῶν πέλας.
431

Τοὺς εἰς ταῦτα τὰ νοσήματά φησι διαφέροντας τῶν πέλας ἰατροὺς, οὐ πάντῃ γινώσκειν τοὺς ἰδιώτας· δῆλον δὲ ὅτι τὰ ὀξέα λέγει, περὶ ὧν προειρήκει.

Ἑτεροίων τε μᾶλλον ἐπαινέται ἰημάτων καὶ ψέκται εἰσίν.

Οὐ τῶν προσηκουσῶν, οὐδὲ τῶν ἀξίων ἐπαινεῖσθαι θεραπειῶν διαγνωστικοὺς εἶναί φησι τοὺς ἰδιώτας, ἀλλὰ τῶν ἑτέρων μᾶλλον, ὅθεν οὐδ᾿ ἐπαινεῖν αὐτοὺς ὀρθῶς οὐδὲ ψέγειν· εἶτ᾿ ἐφεξῆς ὡς προστιθεὶς ἀπόδειξιν ὧν εἶπεν τάδε γράφει.

Ἔπειτα μέγα σημεῖον τόδε, ὅτι οἱ μὲν δημόται ἀξυνετώτατοι αὐτοὶ ἑωυτῶν περὶ τουτέων τῶν νουσημάτων εἰσὶν, ὥστε μελετητέα εἶναι· οἱ γὰρ μὴ ἰητροὶ ἰητροὶ
432
δοκέουσιν εἶναι μάλιστα διὰ ταύτας τὰς νούσους. ῥηΐδιον γὰρ τὰ ὀνόματα ἐκμανθάνειν ἐστὶν, ὁκοῖα νενόμισται προσφέρεσθαι πρὸς τοὺς τὰ τοιάδε κάμνοντας· ἢν γὰρ ὀνομάσῃ τις πτισάνης χυλὸν καὶ οἶνον τοῖον ἢ τοῖον ἢ καὶ μελίκρητον, ἅπαντα τοῖσι δημότῃσι δοκέουσιν οἱ ἰητροὶ ταὐτὰ λέγειν, οἵ τε βελτίους καὶ οἱ χείρους· τὰ δὲ οὐχ οὕτως ἔχει, ἀλλ᾿ ἐν τουτέοισι δὴ καὶ πάνυ μέγα διαφέρουσιν ἕτεροι ἑτέρων.

Ἐπεὶ ταῖς αὐταῖς ὕλαις τῶν διαιτημάτων οἵ τε βελτίους ἰατροὶ καὶ οἱ χείρους χρῶνται, διὰ τοῦτο τοῖς ἰδιώταις ἀδιάγνωστός ἐστιν ὁ βελτίων, οὐκ εἰδόσι διακρῖναι τίνες μὲν ἐν καιρῷ καὶ μετὰ τῆς δεούσης ποσότητος τὰς ὕλας τῶν βοηθημάτων τοῖς κάμνουσι προσφέρουσι, τίνες δὲ ἄνευ τούτων. ἀλλ᾿ οὖν ἐνταῦθα περιγράψας ὁ Ἱπποκράτης τὸ δεύτερον προοίμιον, ἄρχεται τῶν ἐχομένων ἐπὶ τῆς προκειμένης ῥήσεως.

433
Δοκέει δέ μοι ἄξια γραφῆς εἶναι ταῦτα μάλιστα, ὁκόσα τε ἀκαταμάθητά ἐστι τοῖσιν ἰητροῖσιν, ἐπίκαιρα ἐόντα εἰδέναι, καὶ ὁκόσα μεγάλας ὠφελείας φέρει ἢ μεγάλας βλάβας. ἀκαταμάθητα μὲν οὖν καὶ τάδε ἐστί· διὰ τί ἆρα ἐν τῇσιν ὀξείῃσι νούσοισιν οἱ μὲν τῶν ἰητρῶν ἅπαντα τὸν αἰῶνα διατελοῦσι πτισάνας διδόντες ἀδιηθήτους καὶ νομίζουσιν ὀρθῶς ἰητρεύειν, οἱ δέ τινες περὶ παντὸς ποιέονται ὅπως κριθὴν μηδεμίην καταπίῃ ὁ κάμνων, μεγάλην γὰρ βλάβην ἡγέονται εἶναι, ἀλλὰ δι᾿ ὀθονίου τὸν χυλὸν διηθέοντες διδόασιν· οἱ δὲ αὖ τινες αὐτέων οὐδ᾿ ἂν πτισάνην παχείην δοῖεν, οὔτε χυλὸν, οἱ μὲν μέχρις ἢν ἑβδομαῖος γένηται ὁ κάμνων, οἱ δὲ καὶ διὰ τέλεος ἄχρις ἢν κριθῇ ἡ νοῦσος.

Δόξει μὲν εἶναι λογικώτερον τὸ προβεβλημένον ὑπ᾿ αὐτοῦ, δυναμένων ἡμῶν καὶ χωρὶς τῶν τοιούτων σκεμμάτων ἰατρεύειν ὀρθῶς· ἐκ γὰρ τοῦ μαθεῖν τὰ ποιητέα, τὸ καλῶς

434
ἰᾶσθαι τὰς νόσους περιγίνεται τοῖς ἰατροῖς, οὐκ ἐκ τοῦ ζητῆσαι τὴν αἰτίαν τῆς διαφωνίας τῶν διαφόρους θεραπείας γραψάντων ἐπὶ τοῖς αὐτοῖς νοσήμασιν· ἔστι δὲ κατ᾿ ἀλήθειαν οὐ μόνον χρησιμώτατον, ἀλλὰ καὶ πρῶτον ἁπάντων ἐζητῆσθαι δεόμενον, ὡς δείξω προϊόντος τοῦ λόγου. πρότερον γὰρ, ὅτι τε ζητήσεως ἄξιόν ἐστιν ὃ προβάλλει καὶ ὅπως αὐτὸ λύει, διελθεῖν ἄμεινον. ὅτι μὲν οὖν ἄξιόν ἐστι ζητήσεως, ἐντεῦθεν μαθήσῃ. τῆς μὲν γὰρ τῶν φιλοσόφων διαφωνίας οὐδὲν ἔχομεν ἐμφανὲς τεκμήριον· οὔτε γὰρ εἰ γενητὸς ὁ κόσμος, οὔτ᾿ εἰ φθαρτὸς, οὔτ᾿ εἰ μὴ κενόν ἐστιν ἔξωθεν αὐτοῦ, οὔτ᾿ εἰ ἄπειρος, οὔτ᾿ εἰ μόνος οὗτος εἷς ἐστιν, οὔτ᾿ εἰ πλείους, οὔτε πόσοι τὸν ἀριθμὸν, εἴπερ πλείους, οὔτ᾿ εἰ πλῆθος ἀπερίληπτον ἢ ἄπειρον αὐτῶν, ἐναργεῖ τεκμηρίῳ χρήσασθαι δυνατόν· οὕτως δὲ καὶ ἄλλα πολλὰ τῶν κατὰ φιλοσοφίαν ζητουμένων ἔνια μὲν οὐδ᾿ ὅλως ἐπικρῖναι δυνάμεθα, τινὰ δὲ μετὰ πολλῆς ἐπισκέψεως. περὶ δὲ τῶν ὠφελούντων τοὺς κάμνοντας ἢ βλαπτόντων οὐχ ὁμοίως ἔχει·
435
τὸ μὲν γὰρ εὑρεῖν αὐτὰ χρόνου δεῖται μακροῦ, διαφέροντός τε τῶν πολλῶν ἀνδρός· ὅσα δὲ εὑρηκέναι τινὲς ἐπαγγέλλονται, δόξει ταῦτα ῥᾳδίαν ἔχειν τὴν κρίσιν. εἰ μὲν γὰρ ὠφέλησε προσαχθέντα τοῖς κάμνουσιν, ἐπαινεῖν αὐτὰ χρὴ καὶ προσίεσθαι, βλάψαντα δὲ φεύγειν τε καὶ ἀποτρέπεσθαι, μηδὲν δὲ ἀξιόλογον εἰς βλάβην ἢ εἰς ὠφέλειαν ἐργασάμενα τῶν οὐδετέρων ὑπολαμβάνειν· ἀλλὰ καὶ τοὺς ἰατροὺς ἀφίστασθαι τῶν ἐναργῶς βλαπτόντων. ὅσα μὲν οὖν ὀλίγην ἔχει τὴν διαφορὰν, οὐδὲν θαυμαστὸν ἐπιμένειν αὐτοῖς τοὺς ὁπωσοῦν ἐξ ἀρχῆς δόξαντας· ὅσα δὲ πάμπολυ διέστηκεν, ὡς ἐπαινεῖσθαι μὲν ὑφ᾿ ἑτέρων, ψέγεσθαι δὲ ὑπ᾿ ἐνίων, ἐπὶ τούτων ἄν τις θαυμάσειεν ἢ τοὺς ἐπαινοῦντας τὰ μεγάλην ἔχοντα βλάβην ἢ τοὺς ψέγοντας τὰ κατὰ ἀλήθειαν ὠφέλιμα. τοῦτ᾿ οὖν ἐστιν αὐτὸ νῦν προβαλλόμενον ὑπὸ Ἱπποκράτους, ἐφ᾿ ἑνὸς τῶν κατὰ μέρος ὑποδειγμάτων· εἴρηται δὲ καὶ ὑπὸ Ἐρασιστράτου κατὰ τὸ πρῶτον βιβλίον περὶ πυρετῶν αὐτό τε καὶ ἡ λύσις αὐτοῦ διὰ ταχέων τε καὶ σαφῶς, ἀκολουθήσαντος αὐτοῦ τῷ Ἱπποκράτει πάντῃ.
436
διελθὼν γὰρ ἐν τῷ προειρημένῳ βιβλίῳ τοὺς ἐναντιωτάταις ἀγωγαῖς ἐπὶ τῶν πυρεττόντων χρωμένους ἰατροὺς, τούς τε μακραῖς ἀσιτίαις καταπονοῦντας τοὺς κάμνοντας καὶ Πετρωνᾶν τὸν κρέα τε καὶ οἶνον διδόντα, ἐπιφέρων φησὶ κατὰ λέξιν οὕτως. ἐπὶ πολλῶν μὲν οὖν πάνυ μεγάλαις πληγαῖς περιέπιπτον· εἰ δὲ πάντες κακῶς ἀπηλλάττοντο πυρέττοντες ἐν τῇ τοιαύτῃ ἀγωγῇ τῆς θεραπείας, πεπαυμένοι ἂν ἦσαν τοῦ θεραπεύειν οἱ ἰατρεύοντες οὕτως· ἀλλ᾿ ὡς ἔοικεν οὐκ ἐφαρμόζει πᾶσι τοῖς πυρετοῖς ἡ αὐτὴ ἀγωγὴ τῆς θεραπείας. ἐπαινεῖν οὖν χρὴ καὶ τὸν Ἐρασίστρατον καὶ τοὺς ἄλλους, οἳ προβάλλοντες τοῦτο τὸ ζήτημα καὶ τὴν λύσιν ἔγραψαν· ἐπαινεῖν δὲ καὶ τὸν πρῶτον αὐτὸ προβάλλοντα, καὶ γινώσκειν οὐ μᾶλλόν τι περὶ τῶν ὀξέων νοσημάτων ἢ τῶν ἄλλων ἁπάντων προβάλλεσθαι καὶ λύεσθαι τοῦτο τὸ ζήτημα· καὶ γὰρ ἡ ἀπόκρισις κοινὴ περὶ πάντων ἐστί. οὐ γὰρ ἐπὶ τῶν ὀξέων μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων νοσημάτων ἐν τῇ θεραπείᾳ διεφώνησαν οἱ ἰατροὶ καὶ διὰ τοῦτο μέχρι πολλοῦ ταῖς ἑαυτῶν ἀγωγαῖς ἕκαστοι προσμένουσιν, ὅτι θεῶνταί
437
τινας ἐπ᾿ αὐτῶν ἐναργῶς ὠφελουμένους. ἐπὶ τῶν ἄλλων οὖν ὅσοι μηδὲν ὀνίνανται, τάχα μὲν ὑπονοοῦσι καὶ τοὺς κάμνοντάς τι λαθραίως ἁμαρτάνειν· οὐ μὴν ἀλλὰ ὅπερ εἶπε καὶ αὐτὸς ὁ Ἱπποκράτης ἐν τῷ περὶ ἀγμῶν ἐπὶ τῶν κακῶς ἐπιδούντων τὰ μεθ᾿ ἕλκους κατάγματα καὶ διὰ τοῦτο βλαπτόντων (οὐ γὰρ οἴονται, φησὶ, τὴν ἐπίδεσιν αἰτίην εἶναι, ἀλλὰ ἄλλην τινὰ ἀτυχίαν) οὕτω καὶ ἐπὶ τῶν κατὰ δίαιταν εἰκὸς αὐτοὺς ὑπολαμβάνειν. ὃ δὲ εἶπε νῦν ἐν τῇ προκειμένῃ ῥήσει, πρόδηλόν ἐστιν, ἐάν τις αὐτὴν ἀναγνῷ δὶς καὶ τρὶς αὐτὸς ἐφ᾿ ἑαυτοῦ προσέχων τὸν νοῦν· εὑρήσει γὰρ ἐπὶ μερικοῦ παραδείγματος τὸν κοινὸν διδασκόμενον λόγον, ὃν δὴ καὶ καθόλου καλεῖν εἰώθασιν οὐχ οἱ φιλόσοφοι μόνον, ἀλλὰ καὶ σχεδὸν οἱ ἀπὸ πασῶν ἤδη τῶν λογικῶν τεχνῶν. ὁ μὲν οὖν Ἐρασίστρατος ἐναντιωτάτων ἀγωγῶν ἐμνημόνευσεν, ὁ δὲ Ἱπποκράτης τὰς ἀλλοκότους ἐάσας ἐπὶ τὰς μετριωτέρας ἧκεν. ἀλλόκοτοι γάρ εἰσιν ὄντως αἱ διὰ λιμαγχονίας ἐσχάτης καὶ αἱ διὰ τὸ πληροῦν ἀμέτρως, ὡς ὁ Πετρωνᾶς· μέτριαι δὲ τούτων, ὧν ἐμνημόνευσεν
438
ὁ Ἱπποκράτης, ἐπὶ τῶν ὀξέων νοσημάτων γιγνόμεναι ὑπὸ τῶν ἀξιολόγων ἰατρῶν. ἔνιοι μὲν γὰρ τὴν κριθώδη πτισάνην ἐπ᾿ αὐτῶν διδόασιν, ἔνιοι δὲ τὸν χυλὸν μόνον, ἔνιοι δὲ οὐδὲ τοῦτον ( ἐπὶ τῶν ὀξέων νοσημάτων καὶ πρὸ τῆς κρίσεως ἔνιοι δι᾿ ὕδατος διῄτων μόνον ) ἄχρις ἂν ἡ νόσος κριθῇ, διαιτῶντες ἐν τῷ μεταξὺ πόμασι μόνοις, ὕδατί τε καὶ μελικράτῳ καὶ εἰ δεήσειεν ὀξυμέλιτι. ἡ μὲν οὖν αἰτία τῆς διαφωνίας ἐστὶν, ἣν αὐτὸς ὁ Ἱπποκράτης ἐφεξῆς ποιήσεται, καὶ καλῶς ἔφην αὐτὴν ὑπ᾿ Ἐρασιστράτου κατὰ τὸ πρῶτον εἰρῆσθαι περὶ πυρετῶν· ἔστι δὲ αὕτη τὸ τινὰς τοῦ χυλοῦ μόνον δεῖσθαι τῆς πτισάνης, τινὰς δὲ καὶ τῆς κριθώδους πτισάνης, ἐνίους δὲ μηδετέρου τούτων, ἀλλ᾿ ἐπὶ πομάτων μόνον ἄχρι τῆς κρίσεως ὠφελίμως διαφυλάττεσθαι. καὶ δείξει γε ἐφεξῆς τίνες μέν εἰσιν οἱ τῆς κριθώδους πτισάνης δεόμενοι, τίνες δὲ οἱ πτισάνης χυλοῦ, τίνες δὲ οἱ μηδετέρου τούτων.