In Hippocratis De victu acutorum

Galen

Galen, In Hippocratis De victu acutorum

Οἱ ξυγγράψαντες τὰς Κνιδίας καλεομένας γνώμας ὁκοῖα μὲν πάσχουσιν οἱ κάμνοντες ἐν ἑκάστοισι τῶν νουσημάτων ὀρθῶς ἔγραψαν, καὶ ὁκοίως ἔνια ἀπέβαινεν αὐτέων, καὶ ἄχρι μὲν τουτέων καὶ μηδὲ ἰητρὸς δύναιτό τις ἂν ὀρθῶς ξυγγράψαι, εἰ εὖ παρὰ τῶν καμνόντων ἑκάστου πυθοίατο ὁκοῖα πάσχουσιν. ὁκόσα δὲ προκαταμαθεῖν
419
χρὴ τὸν ἰητρὸν, μὴ λέγοντος τοῦ κάμνοντος, τουτέων τὰ πολλὰ παρεῖται, ἄλλα ἐν ἄλλοισι, καὶ ἐπίκαιρα ἔνια ἐόντα ἐς τέκμαρσιν.

Οὐ μόνον οὐδὲν ὧν οἱ κάμνοντες πάσχουσι παρέλιπον οἱ τὰς Κνιδίας γράψαντες γνώμας, ἀλλὰ καὶ περαιτέρω τοῦ προσήκοντος ἐνίων ἐμνημόνευσαν, ὡς ὀλίγον ὕστερον δείξω. καὶ οὔπω τοῦτο τέχνης ἔργον, εἰ μηδὲν παρέλιπον τῶν καὶ τοῖς ἰδιώταις γνωσθῆναι δυναμένων· οὐ γὰρ οὗτος ὁ σκοπὸς τοῖς τεχνίταις ἐστὶν, ἀλλὰ τὸ τὰ χρήσιμα πρὸς τὴν θεραπείαν ἅπαντα γράφειν, ὥστε καὶ προσθεῖναί τινα δεήσει πολλάκις, ὧν μὴ γινώσκουσιν οἱ ἰδιῶται πάντως, ἀφελεῖν τε πολλὰ τῶν γινωσκομένων αὐτοῖς, ἐὰν μηδὲν φαίνοιτο συνεργοῦντα πρὸς τὸ τῆς τέχνης τέλος. Καὶ ἐπίκαιρα ἔνια ἐόντα εἰς τέκμαρσιν. Τέκμαρσίς ἐστιν ἡ διὰ τεκμηρίου γνῶσις, τεκμήριον δὲ ὀνομάζουσιν οἱ παλαιοὶ τὸ συλλογιστικὸν σημεῖον, τεκμήριον δὲ οὐχ ἁπλῶς ἅπαν σημεῖον,

420
ὡς ἐν τῷ περὶ τεκμηρίου καὶ σημείου δέδεικται λόγῳ. τὰ οὖν εἰς τὴν τοιαύτην γνῶσιν ἀναγκαῖά τε καὶ χρήσιμα τοῖς ἰατροῖς οὐχ ἅπαντά φησι γεγράφθαι κατὰ τὰς Κνιδίας γνώμας, ἀλλὰ παραλελεῖφθαι πολλά.

Ὁκόταν δὲ ἐς τέκμαρσιν λέγηται, ὡς χρὴ ἕκαστα ἰητρεύειν, ἐν τουτέοισι πολλὰ ἑτεροίως γινώσκω, ἢ ὡς ἐκεῖνοι ἐπεξίεσαν.

Ἐπειδὴ πολλὰ παραλελεῖφθαι τοῖς Κνιδίοις ἰατροῖς εἶπεν εἰς τέκμαρσιν χρήσιμα, τίνα λέγει τέκμαρσιν αὐτὸς ἐφεξῆς ἐδίδαξεν, ὡς χρὴ εἰπὼν ἕκαστα ἰητρεύειν· εἰς γὰρ τὴν τούτων εὕρεσιν ὅ τί περ ἂν ᾖ χρήσιμον, ἐκ τῆς τέχνης ἐστίν. ἴσως οὖν τις δόξειε παραλελεῖφθαι τὰ πρὸς τὴν διάγνωσίν τε καὶ πρόγνωσιν διαφέροντα τεκμήρια· τὸ δὲ οὐχ οὕτως ἔχει, περιέχεται γὰρ ἐξ ἀνάγκης ταῦτα τοῖς εἰς θεραπείαν διαφέρουσιν, ὡς εἴ γε μηδὲν εἰς τὴν τῆς ἀρίστης

421
θεραπείας εὕρεσιν ἡ διάγνωσις τῶν νοσημάτων ἢ ἡ πρόγνωσις τῶν ἀποβησομένων συνετέλουν, παντάπασιν ἂν ἦσαν περιτταὶ, νυνὶ δὲ ὅτι συντελοῦσι, διὰ τοῦτό εἰσι χρήσιμαι. ὅτι μὲν οὖν διάγνωσις τῶν παθῶν ἀναγκαιοτάτη πρὸς τὴν θεραπείαν ἐστὶν οὐδὲ λόγου δεῖ. πρῶτον γὰρ διαγνῶναι χρὴ τί ποτέ ἐστι τὸ πάθος, εἶθ᾿ οὕτως ἐπιχειρεῖν αὐτὸ θεραπεύειν. ὅτι δὲ καὶ ἡ πρόγνωσις εἰς τὴν θεραπείαν χρήσιμος κατὰ τὸ προοίμιον ἐδίδαξεν αὐτὸς τοῦ προγνωστικοῦ. ὥστε ἄν τις λέγῃ πάντα τὰ κατὰ τὴν ἰατρικὴν ἤτοι γε εἰς διάγνωσιν ἢ εἰς θεραπείαν εἶναι χρήσιμα ἢ εἰς πρόγνωσιν, δυνάμει λέγει ταὐτόν· ἡ μὲν γὰρ θεραπεία δι᾿ ἑαυτὴν ἀσκεῖται τοῖς ἰατροῖς, ἡ δὲ πρόγνωσις καὶ διάγνωσις ἕνεκα τῆς θεραπείας· ὅθεν οὐδὲ τὸ τέλος τῆς τέχνης διάγνωσιν ἢ πρόγνωσιν εἶπεν εἶναί τις ὥσπερ τὴν θεραπείαν. ἄκουε δὴ νῦν τὴν θεραπείαν τὴν τῶν νοσημάτων ἀναίρεσιν ἤδη γεγενημένων, οὐ γινομένων ἔτι. γέγραπται δὲ περὶ τούτων ἁπάντων ἱκανῶς ἐν τῷ περὶ τοῦ τέλους τῆς ἰατρικῆς βιβλίῳ καὶ νῦν οὐ χρὴ τὸ πάρεργον ἔργον ποιεῖσθαι, τὴν
422
γνώμην τοῦ παλαιοῦ κατανοήσαντας ἤδη καὶ χωρὶς τῆς περὶ τοῦ τέλους ἀκριβολογίας. γεγραμμένης δὲ τῆς προκειμένης ῥήσεως καὶ καθ᾿ ἕτερον τρόπον ἐν πολλοῖς τῶν ἀξιοπίστων ἀντιγράφων οὐκ ἄκαιρόν ἐστι κᾀκείνης μνημονεῦσαι· διαφέρει δὲ τῆς προγεγραμμένης ἑνὶ γράμματι τῷ ἢ κατὰ τόνδε τὸν τρόπον ἔχουσα, ὁκόταν δὲ εἰς τέκμαρσιν λέγηται ἢ ὡς χρὴ ἕκαστα ἰητρεύειν. οἱ δὲ οὕτω γράφοντες τέκμαρσιν μὲν τὴν διάγνωσίν τε καὶ πρόγνωσιν ἀκούουσι, τὸ δὲ, ὡς χρὴ ἕκαστα ἰητρεύειν τὴν θεραπείαν, οὐ βουλόμενοι ταύτην περιέχεσθαι ἐν τῷ τῆς τεκμάρσεως ὀνόματι· εἰ δέ γε τοῦθ᾿ οὕτως ἔχει, κατὰ τὴν προγεγραμμένην ῥῆσιν, ἐν ᾗ φησιν, πολλὰ παρεῖται ἄλλα ἐν ἄλλοισι καὶ ἐπίκαιρα ἔνια ἐόντα ἐς τέκμαρσιν, οὐκ ὀρθῶς ἔσται παραλελοιπὼς τὸ θεραπευτικὸν μέρος τῆς τέχνης. εὔδηλον δ᾿ ὅτι φήσουσιν ἐκεῖνοι δι᾿ αὐτὸ τοῦτο πάλιν ἐπαναλαβεῖν καὶ γράψαι τὴν ἑξῆς ῥῆσιν, ἵνα προσθῇ καὶ τὸ θεραπευτικόν. ἔνθα δὲ οὐκ ἔστι περὶ πράγματος εἰς θεραπείαν χρησίμου διαφωνία περιττὸν
423
τὸ μακρολογεῖν· ἐπ᾿ ἐκεῖνα τοίνυν σπεύσωμεν, ἐν οἷς καὶ διδάσκει τὰ πρὸς τὴν θεραπείαν χρήσιμα.

Καὶ οὐ μόνον διὰ τοῦτο οὐκ ἐπαινέω, ἀλλ᾿ ὅτι καὶ ὀλίγοισι τὸν ἀριθμὸν τοῖσιν ἀκέεσιν ἐχρέοντο· τὰ γὰρ πλεῖστα αὐτέοισιν εἰρέαται, πλὴν τῶν ὀξέων νούσων, φάρμακα ἐλατήρια διδόναι καὶ ὀῤῥὸν καὶ γάλα τὴν ὥρην πιπίσκειν. εἰ μὲν οὖν ταῦτ᾿ ἦν ἀγαθὰ καὶ ἁρμόζοντα τοῖσι νουσήμασιν, ἐφ᾿ οἷσι παρῄνεον διδόναι, πολὺ ἂν ἀξιώτερα ἦν ἐπαίνου, ὅτι ὀλίγιστα ἐόντα αὐτάρκεά ἐστιν· νῦν δὲ οὐχ οὕτως ἔχει.

Καὶ ὀλίγοις τὸν ἀριθμὸν τοῖς ἰάμασιν αὐτούς φησι κεχρῆσθαι, πλὴν τῶν ὀξέων νοσημάτων, ὡς ἐν τούτοις εἰρηκότων πολλὰ, καὶ γὰρ οὕτως εἰρήκασι· τὰ δὲ ἐπὶ τῶν χρονίων

424
ὄντως πάλιν καὶ ταῦτα. καὶ γὰρ δι᾿ ἐλατηρίων καὶ ὀῤῥοῦ καὶ γάλακτος ὡραίως πινομένων αὐτοῖς περαίνεται.

Οἱ μέντοι ὕστερον ἐπιδιασκευάσαντες ἰητρικώτερον δή τι ἐπῆλθον περὶ τῶν προσοιστέων ἑκάστοισιν.

Ἐπιδιεσκευάσθαι λέγεται βιβλίον ἐπὶ τῷ προτέρῳ γεγραμμένῳ τὸ δεύτερον γραφὲν, ὅταν τὴν ὑπόθεσιν ἔχον τὴν αὐτὴν καὶ τὰς πλείστας τῶν ῥήσεων τὰς αὐτὰς, τινὰ μὲν ἀφῃρημένα τῶν ἐκ τοῦ προτέρου συγγράμματος ἔχει, τινὰ δὲ προσκείμενα, τινὰ δὲ ὑπηλλαγμένα· παράδειγμα δ᾿ εἰ βούλει τούτου σαφηνείας ἕνεκα τὸν δεύτερον Αὐτόλυκον Εὐπόλιδος ἔχεις ἐκ τοῦ προτέρου διεσκευασμένον. οὕτως δὲ καὶ τὰς Κνιδίας γνώμας ἐπὶ ταῖς προτέραις δευτέρας ἐξέδοσαν οἱ ἀπὸ τῆς Κνίδου ἰατροὶ, τινὰ μὲν ἐχούσας τὰ αὐτὰ πάντῃ, τινὰ δὲ προσκείμενα, τινὰ δὲ ἀφῃρημένα, καθάπερ γε καὶ ὑπηλλαγμένα· τοῦτ᾿ οὖν τὸ δεύτερον βιβλίον

425
ὁ Ἱπποκράτης ἰατρικώτερον συγκεῖσθαί φησι τοῦ προτέρου.

Ἀτὰρ οὐδὲ περὶ διαίτης οἱ ἀρχαῖοι ξυνέγραψαν οὐδὲν ἄξιον λόγου, καίτοι μέγα τοῦτο παρῆκαν.

Ἡ διὰ τῶν συνηθῶν ὑλῶν ἀγωγὴ τῆς θεραπείας ὀνομάζεται δίαιτα, καθάπερ ἡ διὰ τῶν συνηθῶν τομῶν τε καὶ καύσεων καὶ τῶν ἄλλων, ὅσα διὰ τῶν χειρῶν ἐνεργεῖται, χειρουργία, καὶ τρίτη γε ἐπ᾿ αὐτοῖς μοῖρα τῆς ἰατρικῆς ἐστιν ἡ φαρμακευτικὴ, διὰ φαρμάκων καὶ αὐτὴ δηλονότι περαινομένη. μέμφεται δὲ τοῖς ἑαυτοῦ πρόσθεν ὁ Ἱπποκράτης, ὡς οὐδὲν ἄξιον λόγου περὶ διαίτης γεγραφόσιν· τοῦτο δὲ εἶπεν, οὐχ ὡς οὐδὲν αὐτῶν συγγραψάντων διαιτητικὸν θεώρημα, [γράφουσι γὰρ] ἀλλ᾿ ὡς οὐκ ἄξιον λόγου· δείξει δ᾿ αὐτὸς ὁποῖόν τι τὸ ἄξιον λόγου διὰ τῶν ἐφεξῆς.

426
Τὰς μέντοι πολυτροπίας τὰς ἐν ἑκάστῃσι τῶν νούσων καὶ τὴν πολυσχιδίην αὐτέων οὐκ ἠγνόουν ἔνιοι.

Οὐ μόνον οὐκ ἠγνόουν τὰς πολυτροπίας τῶν νοσημάτων, ἀλλὰ καὶ περαιτέρω τοῦ προσήκοντος ὑπὲρ αὐτῶν ἔγραψαν, ὡς ἐφεξῆς δείξω.