In Hippocratis De victu acutorum

Galen

Galen, In Hippocratis De victu acutorum

Χρὴ δὲ τό γε πάμπαν οὕτω ποιέειν· ἢν μὲν νεοβρῶτι αὐτέῳ ἐόντι καὶ κοιλίης μήπω ὑποκεχωρηκυίης ἄρξηται ὁ πυρετὸς, ἤν τε ξὺν ὀδύνῃ ἤν τε ἄνευ ὀδύνης, ἐπισχεῖν τὴν δόσιν τοῦ ῥοφήματος, ἔστ᾿ ἂν οἴηται ὑποκεχωρηκέναι εἰς τὸ κάτω μέρος τοῦ ἐντέρου τὸ σιτίον.

Ἤσθηται δὲ καὶ αὐτὸς ἐσπαραχὼς κατὰ μόρια τὸν λόγον, οὐ συνεχῶς ἐφεξῆς ἐν τάξει τῇ προσηκούσῃ πεποιημένος· καὶ διὰ τοῦτο νῦν ἀναλαμβάνων αὐτὸν ἐπὶ τὴν προσήκουσαν ἀρχὴν ἀφικνεῖται. τοῦτο δὲ ἔπαθεν ἐπειδὴ τὸ περὶ διαφωνίας ζήτημα λύειν ἐπιχειρήσας ἐμνημόνευσεν ἐν τῇ λύσει θεραπευτικῶν λογισμῶν. ἀλλ᾿ ἐχρῆν αὐτὸν αἰσθανόμενον οὖ πέπονθεν ἐξαμεῖψαι μὲν ἐκεῖνα, διελθεῖν δὲ ἑτέρως ἀπ᾿ ἀρχῆς τὸν λόγον· οὕτω γὰρ κᾀμοὶ συμβαίνειν κάλλιον ἔδοξεν, ἄνωθεν ἑτέρως γράψαι περὶ τῶν αὐτῶν ἐξαμείψαντι τὰ πρότερον γεγραμμένα. πῶς οὖν ἐχρῆν αὐτὸν ἅμα τε λῦσαι τὸ προβληθὲν ὑπ᾿ αὐτοῦ ζήτημα καὶ τάξει

497
διδόναι τὸν λόγον, ἐγὼ διηγήσομαι τοῖς βουλομένοις ἑρμηνεύειν τὰ τοιαῦτα σαφῶς, τὴν ὁδὸν διηγούμενος. ἤδη τοίνυν πρόσεχέ μοι τὸν νοῦν, ὡς ἐξ ἀρχῆς ἀκουσόμενος τοῦ λόγου. διὰ τί τοῖς ἀξιολόγοις ἰατροῖς ἐνίοτε διαφωνεῖν συμβαίνει περὶ τῆς θεραπείας; ὅτι τὸ πειρασθὲν ἐπί τινων ἐπὶ πάντων ᾠήθησαν ἁρμόττειν. οὕτω γοῦν κᾀν τοῖς περὶ διαίτης τῶν ὀξέων νοσημάτων διεφώνησαν, ἔνιοι μὲν ἐπὶ τῷ χυλῷ πτισάνης ἄχρι κρίσεως φυλάττοντες τοὺς νοσοῦντας, ἔνιοι δὲ οὐδέτερον, ἐκ μέρους μὲν ἀληθεύοντες ἅπαντες, ἐκ μέρους δὲ σφαλλόμενοι· τινὲς μὲν γὰρ τῶν ὀξέων νοσούντων πτισάνης δέονται, τινὲς δὲ χυλοῦ, τινὲς δὲ οὐδετέρου τούτων ἄχρι κρίσεως. ἕνεκα δὲ σαφηνείας ἐφ᾿ ἑνὸς τῶν ὀξέων ὡς ἐπὶ παραδείγματος ἐγὼ ποιήσομαι τὸν λόγον. προκείσθω δὴ πλευρίτιδος εἰπεῖν θεραπείαν· εἴπερ οὐ πρὸ πολλοῦ χρόνου τοῦ κάμνοντος ἐδηδοκότος, οὐδέπω τῆς κοιλίας ὑποκεχωρηκυίας, ὁ πυρετὸς ἄρξαιτο, μὴ διδόναι τούτῳ ῥόφημα μέχρις ἂν ἡ δοθεῖσα τροφὴ δόξῃ σοι ἐξελθοῦσα τὰ πλεῖστα τῶν ἐντέρων ἐν τοῖς ὑστάτοις
498
αὐτῶν εἶναι. ταύτην τὴν ἀρχὴν τῷ λόγῳ ποιησάμενός τις εἶθ᾿ ἑξῆς ἅπαντα κατὰ τὴν οἰκείαν τάξιν ἐπιὼν, ἐπὶ τούτων οὐκ ἂν ἀσαφῆ τὴν διδασκαλίαν ἐργάσαιτο.

Χρέεσθαι δὲ ποτῷ, ἢν ἄλγημά τι ἔχῃ, ὀξυμέλιτι, χειμῶνος μὲν θερμῷ, θέρους δὲ ψυχρῷ· ἐὰν δὲ πολλὴ δίψα ᾖ, καὶ μελικρήτῳ καὶ ὕδατι.

Διψώδους ὄντος τοῦ κάμνοντος, ἄλλως φυλασσόμενος ὀξύμελι πάνυ πολὺ, διὰ τοῦτο ἐφεξῆς τοῦ τε μελικράτου καὶ τοῦ ὕδατος ἐμνημόνευσεν. ὅσον μὲν γὰρ ἐπὶ τῷ πάθει μᾶλλον ὀξυμέλιτι χρηστέον· εἰ δὲ αὔταρκες αὐτοῦ λαμβάνων ἔτι διψῶν ὁ κάμνων εἴη, μελίκρατον ἐπιδοτέον· εἰ δὲ καὶ μετὰ τοῦτο διψήσει, τὸ ὕδωρ προσενεγκτέον· αὐτὸ γὰρ ἐφ᾿ ἑαυτὸ τὸ ὕδωρ πινόμενον μέμφεται· μαθήσῃ δὲ ἐν τοῖς ἐφεξῆς τὰς αἰτίας, δι᾿ ἃς μέμφεται τὸ ποτὸν τοῦτο κατ᾿ ἐκεῖνο τὸ μέρος τοῦ συγγράμματος, ὅταν ὁ λόγος αὐτῷ περὶ δυνάμεως

499
ὕδατος γίγνηται. νῦν δὲ ἐπισκεψώμεθα περὶ τοῦ προτεθέντος αὐτῷ ἐν τῷ προκειμένῳ λόγῳ κελεύοντος αὐτοῦ χειμῶνος μὲν χρῆσθαι θερμῷ, θέρους δὲ ψυχρῷ τῷ ὀξυμέλιτι. τοῦτο γὰρ ἡμᾶς ποδηγήσει πρὸς τὴν ἀγωνιστικῶς γιγνομένην ἐπὶ τῶν ὀξέως νοσούντων ὕδατος ψυχροῦ πόσιν, ἣν τελέως δοκεῖ παραλελοιπέναι. καὶ μέμψαιτο μὲν ἄν τις αὐτῷ κατὰ τοῦτο, διδασκαλίας γὰρ ἄξιος ἦν ὁ λόγος, οὐ κατὰ τὸ πάρεργον προσεῤῥίφθαι. ἣν μὲν οὖν γνώμην εἶχε περὶ ψυχροῦ πόσεως ὕδατος ἐκ τοῦ νῦν λόγου κατανοῆσαι δυνατόν· οὗτος γὰρ εἰ ὀξύμελι διψῶσί ποτε δίδωσι ψυχρὸν, εὔδηλον ὅτι καὶ ὕδωρ δώσει. τοῦτο γὰρ εἰ καὶ μὴ ὅλως εἰρήκει περὶ ψυχροῦ πόματος, ἀκόλουθον ἦν αὐτοῦ τοῖς δόγμασι, τὸν μὲν πυρετὸν ἐκπυρουμένης τῆς ἐμφύτου θερμασίας ἡγουμένου γίγνεσθαι, τὰ δ᾿ ἐναντία τῶν ἐναντίων ἰάματα ὑπάρχειν· θερμοῦ δὲ καὶ ξηροῦ τοῦ πυρὸς ὑπάρχοντος καὶ διὰ τοῦτο καὶ τοῦ πυρετοῦ, τὸ ὕδωρ ἐναντιώτατόν ἐστι τῇ φύσει τοῦ πυρετοῦ, ψῦχόν τε καὶ ὑγραῖνον τὸ σῶμα. καὶ τοίνυν καὶ φαίνονται σβεννύμενοι πυρετοὶ
500
ὑπ᾿ αὐτοῦ παραχρῆμα δοθέντος ἐν καιρῷ εἴρηται μὲν οὖν αὐτάρκως ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν, εἰρήσεται δὲ καὶ νῦν τό γε κεφάλαιον. ὅταν οὖν ὁ πυρετὸς ᾖ, δυνάμεως οὔσης, οὐ μόνον οὐκ ἂν βλάψῃς τηνικαῦτα δοὺς τὸ ψυχρὸν, ἀλλὰ καὶ μεγάλως ὠφελήσεις. ἡ μὲν δὴ τοιαύτη πόσις τοῦ ψυχροῦ τοσαύτη τὸ πλῆθός ἐστιν, ὅσον ὁ κάμνων αὐτὸς οἷός τ᾿ ᾖ πιεῖν τὸ ψυχρὸν ὕδωρ ἐπισπασάμενος ἀπνευστί· τὸ δ᾿ ὀξύμελι βραχὺ διδόμενον οὐ πλέον ἡμίσεος καθ᾿ ἑκάστην προσφοράν. οὐχ ὁμοίως οὖν ὁ τῆς δόσεως σκοπὸς ἐπὶ τούτου διὰ τὸ σβέννυσθαι βούλεσθαι τὸν πυρετὸν ἀθρόως πινομένου ψυχροῦ μέχρι τοῦ πληρωθῆναι τὸν κάμνοντα. τὸ μὲν γὰρ ὕδωρ οὕτως πινόμενον ἰάσεως ἕνεκα πίνεται, τὸ δὲ ὀξύμελι θέρους ὥρᾳ δίδοται ψυχρὸν ἕνεκα τοῦ μὴ παροξῦναι τὴν δίψαν τοῦ κάμνοντος, ἀλλά τι καὶ συντελεῖν οἷόν τε πρὸς τοὐναντίον. διὰ τοῦτο καὶ πρὶν πεφθῆναι τὴν νόσον ὀξυμέλιτος ψυχροῦ διδόναι φησὶν, ὡς ὥρᾳ θέρους οὐκ ἂν δώσοντες ὕδωρ ψυχρὸν εἰς κόρον ἐν τῇ τοιαύτῃ διαθέσει· πυκνώσει γὰρ τὴν φλεγμονὴν, ὅταν ἐπὶ φλεγμονῇ
501
πυρέττωσιν, ἀπέπτους δὲ ἐργάσεται ψύξει τοὺς χυμοὺς, ὅταν ἐπὶ τούτοις νοσῶσιν. ἀλλὰ τότε μὲν ὀλίγον τὸ ὀξύμελι δίδομεν, ὡς ἐν τῇ κοιλίᾳ πρότερον χλιαρὸν γενησόμενον τοῦ τὴν αὐτοῦ ψύξιν μέχρι τῆς πλευρᾶς ἀναδίδοσθαι· εἰ δὲ καὶ ὀλίγον ἀναδοθῇ, ἀλλ᾿ ὑπὸ τοῦ γε ὀξυμέλιτος ἐπανορθωθήσεται δύναμιν ἔχοντος τμητικήν· ἐναντίον γάρ ἐστι τὸ τέμνον καὶ διεξερχόμενον τῷ πυκνοῦντι καὶ συνάγοντι τὰ σώματα.

Ἔπειτα μέντοι ἢν μὲν ἄλγημά τι ἐνῇ ἢ τῶν ἐπικινδύνων τι ἐμφαίνηται, διδόναι τὸ ῥόφημα μήτε πολὺ μήτε παχύ· μετὰ δὲ τὴν ἑβδόμην ἢ ἐνάτην, ἢν ἰσχύῃ.

Ταύτην τὴν ῥῆσιν οἱ ἐμπιπλᾷν τοὺς πάσχοντας τὸν Ἱπποκράτην φάντες (οὕτω γὰρ αὐτοὶ κέχρηνται τῷ ῥήματι) παρελθεῖν μοι δοκοῦσιν, ὥσπερ πάλιν οἱ λιμοκτονεῖν αὐτὸν

502
εἰπόντες ἀνεγνωκέναι μόνην φαίνονται ταύτην. εἰ δέ γε ἀμφοτέραις ἑκάτεροι προσέσχον τὸν νοῦν, ἐμνημόνευόν τε τῶν καλῶς ὑπ᾿ αὐτοῦ λελεγμένων, ὡς φύσιες φυσίων μέγα διαφέρουσιν, ἴσως ἂν ᾐδέσθησαν ἐγκαλεῖν αὐτῷ τὰ ἐναντία, εἰ καὶ μάλιστα τῶν ἄλλων ἐμνημόνευον ὧν ἔδειξε καὶ χωρία χωρίων πάμπολυ διαφέρειν ἐπιδείξας καὶ ὥρας ὡρῶν καὶ ἡλικίας ἡλικιῶν καὶ ἔθη ἐθῶν καὶ τὴν πρὸ τοῦ νοσῆσαι δίαιταν ἑκάστῳ τῶν καμνόντων ἰδίαν γεγονυῖαν. ἐὰν οὖν παραβάλλοις ἀλλήλοις τοὺς ἐναντίως ἔχοντας ἐν ἅπασι τοῖς εἰρημένοις, τὰς ἐν τῇ διαίτῃ μεγίστας διαφορὰς εὑρήσεις, ἃς καταντικρὺ τάξας ἀλλήλαιν, οὕτως ἤδη καὶ τὰς ἐν τῷ μέσῳ παμπόλλας οὔσας ἀκριβῶς θεωρήσεις. λέλεκται μὲν οὖν περὶ τῆς ἐν τούτοις διαφορᾶς τελέως ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν, εἰρήσεται δὲ καὶ νῦν τὸ κεφάλαιον αὐτῶν. ὑποκείσθω δή τις φύσει ξηρὸς μὲν τὴν ἕξιν τοῦ σώματος, πυκνὸς δὲ τὴν ἐπιφάνειαν καὶ φλέβας εὐρείας ἔχων καὶ τὴν ζωτικὴν δύναμιν ἰσχυρὸς, εἰθισμένος ἐσθίειν οὐ πολλὰ, νοσεῖν ἐν χειμῶνι μὴ πάνυ ψυ-
503
χρῷ κατὰ χωρίον τοιοῦτον, πρὶν νοσεῖν ἀργότερόν τε καὶ ἀπληστότερον ἐν πολυτρόποις ἐδέσμασι διῃτημένος, ὑπαρχέτω δ᾿ αὐτῷ σὺν τούτοις ἰσχυρὸν τὸ στόμα τῆς γαστρὸς, ὅπερ καὶ στόμαχον ἔνιοι καλοῦσιν. ὁ δ᾿ ὑπ᾿ ἐναντίου τούτῳ διακείμενος ὑγρὸς μὲν καὶ μαλακὸς καὶ τὴν ζωτικὴν δύναμιν ἀσθενὴς καὶ πλείω προσφέρεσθαι σιτία μεμαθηκὼς, νοσεῖν δὲ ἐν θέρει πνιγηρῷ καὶ χωρίῳ τοιούτῳ· συνυποκείσθω δὲ τούτοις καὶ τεταλαιπωρῆσθαι πρὸ τῆς νόσου τὸν ἄνθρωπον ἐν φροντίσι καὶ πράξεσι διηνεκέσιν, ἐδηδοκέναι δὲ παρὰ τὸ ἔθος ὀλίγα λαχανώδη τε καὶ ἄτροφα καὶ τὸ τῆς γαστρὸς στόμα μὴ ἰσχυρὸν, ἀλλ᾿ ἀσθενὲς ἔχειν φύσει. καὶ τούτων οὕτως ἐχόντων ἀμφότεροι τὴν αὐτὴν νόσον ὑποκείσθωσαν νοσεῖν, εἰ βούλει, τὴν ὑφ᾿ Ἱπποκράτους προκεχειρισμένην ὡς ἐν παραδείγματι κατὰ τὸν λόγον τοῦτον πλευρῖτιν. ἆρά σοι δοκεῖ προσήκειν ἕνα κανόνα διαίτης ἐπ᾿ ἀμφοτέρων ὁρίζειν ; ἢ τὸν μὲν δεύτερον εἰρημένον ἀπὸ πρώτης ἡμέρας τρέφειν, τὸν δὲ πρότερον ἄχρι τῆς ἑβδόμης ἐπὶ πομάτων μόνων διαιτᾷν, ὅταν ἐλπίζῃς μὴ προσωτέρω ταύτης
504
ἀφίξεσθαι τὴν νόσον ; ἐγὼ μὲν γάρ σοί φημι, πολυχρονίῳ τῇ πείρᾳ κεκρικὼς ἀμφότερα, βελτίστην οὕτως ἔσεσθαι τὴν δίαιταν, εἰ δ᾿ ὑπαλλάξαις ἐπὶ τἀναντία, τὸν μὲν πρῶτον εἰρημένον ἀπ᾿ ἀρχῆς τρέφειν ἐγχειρῶν, τὸν δὲ δεύτερον ἄχρι τῆς ἑβδόμης φυλάττειν ἀμφοτέρους ἀναιρήσεις πρὸ τετάρτης ἡμέρας, τὸν μὲν ἀποπνίξας τάχιστα, τοῦ δὲ συγκόψας τὴν δύναμιν. πρόσθες οὖν, εἰ βούλει, καὶ τὴν ἡλικίαν ἐναντίαν ἑκατέρῳ, τεσσαρακοντούτην μὲν ὑποθέμενος εἶναι τὸν πρότερον, παῖδα δὲ τὸν δεύτερον· οὕτως γὰρ ἔτι καὶ μᾶλλον ἐπειχθήσεται πρὸς τὸν ὄλεθρον ἑκάτερος αὐτῶν. ἀλλὰ ταῦτά γε πάντα τὰ νῦν εἰρημένα πρὸς ἕνα σκοπὸν ἀναφέρεται τὸν ὑφ᾿ Ἱπποκράτους ἑνὶ ῥήματι δηλωθέντα. τί γάρ φησι ; διδόναι τὸ ῥόφημα μετὰ τὴν ἑβδόμην, ἢν ἰσχύῃ. ῥῆμα γάρ ἐστιν ἓν, εὑρίσκεται δὲ ἐξ ὧν εἶπον ἄρτι συμπάντων· εἰ γὰρ ἰσχύει μέχρι τῆς ἑβδόμης ἡμέρας ἐπ᾿ ὀξυμέλιτί τε καὶ μελικράτῳ καὶ ὕδατι διαιτώμενος ἐξαρκέσαι δι᾿ ὧν εἶπον ἁπάντων, ἐλευθερωθήσεταί τε καὶ ὑγιασθήσεται· ὡς εἴ γε τὰ μὲν
505
αὐτῶν παρείη, τὰ δὲ ἀπείη, τὴν δύναμιν τῶν παρόντων τῇ δυνάμει τῶν ἀπόντων ἀντιπαραβάλλων εἴσῃ πόσαις ἡμέραις ὁ κάμνων ἐξαρκέσαι δυνήσεται τῷ τοιῷδε τῆς διαίτης εἴδει. ταῦτ᾿ οὖν ἀποδεδειγμένα κατὰ τὴν ἡμετέραν πραγματείαν εἰ μὲν ἀνέγνωκας, ἀναμνήσθητι νῦν· εἰ δ᾿ οὐκ ἀνέγνωκας, ἐπ᾿ ἐκεῖνα μετάβηθι πρότερον, εἰ βούλει τὴν ἀλήθειαν τῆς Ἱπποκράτους γνώμης κατανοῆσαι. πάντα γὰρ ὑφ᾿ ἡμῶν εἴρηται κατὰ πάσας τὰς πραγματείας, ἑπομένων αὐτοῦ τοῖς δόγμασιν ἀληθεστάτοις οὖσιν. ἀλλὰ γὰρ οὐχ οἷόν τέ ἐστιν ἄνθρωπον ἕνα τὴν προσήκουσαν διδάξαι τε μέθοδον καὶ τὰ κατὰ μέρος ἐν αὐτῇ ἅπαντα. διὸ μηδὲ παρ᾿ Ἱπποκράτους ἀκούειν ἅπαντα τὰ κατὰ μέρος ἀξιώσῃς, ἀλλὰ μᾶλλον μέμφου τοῖς δέον ἐργάζεσθαι τὰ καλῶς ὑπ᾿ αὐτοῦ διδαχθέντα, διὰ φιλοδοξίαν ἑτέραν αἵρεσιν συνισταμένοις. ἀλλ᾿ ἡμεῖς τιμῶντες ἀλήθειαν ἔν τε τοῖς ἄλλοις ἅπασιν ἐπαινοῦμεν Ἱπποκράτην κᾀν τῷ τὸν οἰκεῖον ἑκάστῳ πράγματι διδάξαι σκοπὸν, ὡς διὰ παντὸς ἀποβλέποντά τινα πρὸς αὐτὸν ὡρισμένην ἔχειν τὴν ὁδὸν τῆς εὑρέσεως τῶν βοηθημάτων. οὕτω
506
γοῦν καὶ τοῦ τροφὴν προσφέρεσθαι σκοπὸν ἕνα κοινὸν ἐπὶ πάντων ἐδείξαμεν, ὑγιαινόντων τε καὶ νοσούντων. ἔστι δ᾿ οὗτος ἡ φυλακὴ τῆς ζωτικῆς δυνάμεως, ἣν νῦν ἐνεδείξατο σαφῶς εἰπὼν, ἢν ἰσχύῃ. διὰ ταύτην γάρ τοι τὴν δύναμιν ἐσθίομέν τε καὶ πίνομεν ὑγιαίνοντες, ἅπαντά τε τἄλλα πράττομεν ὅσα διαφέρει πρὸς τὴν ζωήν· διὰ δὲ τὴν αὐτὴν ταύτην καὶ νοσοῦντες ἐπὶ τροφὴν καὶ πόμα παραγινόμεθα. τὸ μὲν γὰρ νόσημα αὐτὸ τῆς ἑαυτοῦ διαθέσεως ἐνδείκνυται τὰ βοηθήματα, φλεβοτομίαν καὶ κλύσμα καὶ κατάπλασμα καὶ κάθαρσιν ὀξύμελί τε καὶ μελίκρατον, ἕκαστόν τε τῶν ἄλλων· ἡ δὲ τῆς δυνάμεως φυλακὴ μόνην τὴν τροφὴν ἐνδείκνυται. εἰ μὲν οὖν μηδὲν ἔβλαπτε μηδέποτε τὴν νοσώδη διάθεσιν ἡ τροφὴ, πρὸς μόνην ἂν ἀποβλέποντες τὴν δύναμιν ὡς ἐπὶ τῶν ὑγιαινόντων ἐτρέφομεν τοὺς νοσοῦντας· ἐπεὶ δὲ βλάπτει πολλάκις, ὡς ἐδείξαμεν, ἐπισκοπούμεθα διὰ τοῦτο τῆς νόσου τὴν διάθεσιν, οὐχ ὡς ἐνδεικνυμένην ποτὲ τὴν τροφὴν, ἀλλ᾿ ὡς κωλύουσαν. ὅταν οὖν μὴ κωλύῃ κελεύῃ τε ἡ δύναμις, τηνικαῦτα τρέφομεν. οὐδέποτε γὰρ ἡ τροφὴ κατὰ τὸν
507
ἑαυτῆς λόγον ὀνίνησι τὴν νοσώδη διάθεσιν. εἶπον δὲ τοῦτο διότι πολλάκις ὕλη μία καὶ τροφῆς καὶ φαρμάκου δύναμιν ἔχει, καθάπερ ἡ τῆς πτισάνης· καθ᾿ ὅσον μὲν γὰρ ῥώννυσι τὴν δύναμιν, ὡς τροφὴ τοῦτο ἐργάζεσθαι πέφυκεν· ἐπεὶ δὲ καὶ τέμνει καὶ ὑγραίνει τὰ τῆς ἀναπτύσεως δεόμενα, φαρμάκου λόγον ἔχει κατὰ τοῦτο. χόνδρος μὲν οὖν τροφὴ μόνον ἐστὶ πλευριτικοῦ, ὀξύμελι δὲ φάρμακον· ἀμφοτέρων δὲ ἡ πτισάνη καὶ τὴν δύναμιν ἔχει καὶ τὴν χρείαν παρέχει τοῖς κάμνουσιν, ἀλλ᾿ ὡς μὲν τροφὴ φυλακῆς ἕνεκα τῆς δυνάμεως, ὡς φάρμακον δὲ λύσεως ἕνεκα τῆς νόσου προσφέρεται. ὅταν οὖν ἡ δύναμις ἐξαρκῇ μέχρι τῆς τοῦ νοσήματος κρίσεως, ἄνευ τοῦ ῥοφῆσαι πτισάνην ὀξύμελι καὶ μελίκρατον ἀρκεῖ· τὸ μὲν ὀξύμελι φαρμάκου μόνον δύναμιν ἔχον, τὸ μελίκρατον δὲ καὶ τροφῆς ὀλίγης τε καὶ ἀσθενοῦς. ἐὰν μὲν οὖν θᾶττον τῆς ἑβδόμης ἡμέρας ἐλπίζεις ἔσεσθαι τὴν κρίσιν, οἷον εἰ τύχοι περὶ τετάρτην ἢ πέμπτην, πολλοὺς τῶν καμνόντων εὑρήσεις ἐξαρκέσαι δυναμένους ἄνευ τοῦ ῥοφῆναι πτισάνην· ἐὰν δὲ εἰς τὴν ἑβδόμην ἐκτείνηται, παντάπασιν
508
ὀλίγους, ὅσοι τήν τε δύναμιν ἰσχυρὰν ἔχουσι καὶ τὴν τοῦ σώματος ἕξιν σκληρὰν καὶ δυσδιάπνευστον καὶ τοὺς χυμοὺς παχεῖς ἢ γλίσχρους, τό τε περιέχον μὴ εἴη θερμόν. εἰ μὲν γὰρ μηδὲν ἀπέῤῥει τοῦ σώματος ἡμῶν, οὐκ ἂν ἐδεόμεθα τροφῆς ἐπεὶ δὲ ἀποῤῥεῖ, κατὰ τὴν ἀναλογίαν τοῦδε καὶ τὸ τῆς τροφῆς ποσὸν ὁριούμεθα. τοῖς οὖν ὀλίγον διαπνεομένοις ἐγχωρεῖ ἄκραν ἀσιτίαν συμβουλεύειν, ἔτι δὲ μᾶλλον πρὸς τοῦτο ἐὰν καὶ τὴν δύναμιν ἐξ ἀρχῆς ἔχωσιν ἰσχυράν· ὡς ἥ γε ἀσθενὴς ὥσπερ ἐπὶ τῶν γερόντων ἔχει, εἰ καὶ ὀλίγον διαπνέεται τὸ σῶμα, ταχέως κάμνει· διὸ καὶ μικρὸν ἔμπροσθεν ἐμνημόνευσα τῶν ἔτη τεσσαράκοντα γεγονότων, οὐ τῶν ἑβδομήκοντα.

Ἢν δὲ μὴ ὑπεληλύθῃ ὁ παλαιότερος σῖτος νεοβρῶτι ἐόντι, ἢν μὲν ἰσχύῃ τε καὶ ἀκμάζῃ τῇ ἡλικίῃ, κλύσαι· ἢν δὲ ἀσθενέστερος ᾖ, βαλάνῳ προσχρήσασθαι, ἢν μὴ αὐτόματα διεξίῃ καλῶς.
509

Πάλιν καλῶς κᾀνταῦθα τὴν μέν ἔνδειξιν τοῦ βοηθήματος ἀπὸ τῆς κατὰ τὸ σῶμα διαθέσεως ἔλαβε, συνεπεσκέψατο δὲ τὴν δύναμιν οὐχ ὡς ἐνδεικνυμένην ποτὲ τὴν χρῆσιν τοῦ βοηθήματος, ἀλλ᾿ ὡς ἀντενδεικνυμένην, ἐνίοτε δὲ καὶ κωλύουσαν. οὐ γὰρ ὅτι τὴν δύναμιν ἰσχυρὸς ὁ κάμνων, διὰ τοῦτο δεῖται κλύσματος, ἀλλ᾿ ἡ τοῦ κλύσματος ἔνδειξις ἐκ τῆς κατὰ τὴν γαστέρα διαθέσεως. ἡ δύναμις δὲ ἰσχυρὰ μὲν ὑπάρχουσα συγχωρεῖ κενοῦν, ἄῤῥωστος δὲ οὖσα κωλύει. πρόσεχε δὲ πάλιν αὐτοῦ τῷ ἔθει ποτὲ μὲν τῆς δυνάμεως μόνης ἐπὶ τῶν τοιούτων μνημονεύοντος, ὥσπερ ἐπὶ τῆς προγεγραμμένης ῥήσεως, ποτὲ δὲ καὶ τὴν ἡλικίαν προστιθέντος· κυριώτατος μὲν γὰρ ὁ τῆς δυνάμεως σκοπὸς, εἰς δὲ τὴν διάγνωσιν αὐτοῦ καὶ ἡ τῆς ἡλικίας γνῶσις συντελεῖ, ταχέως μὲν ἐπὶ τῶν παίδων καμνούσης τῆς δυνάμεως διὰ τὸ τῆς ἀποῤῥοίας πλῆθος, ἐπαρκούσης δὲ ἐπὶ πλέον ἐν τοῖς ἀκμάζουσιν. ἀλλ᾿ ὥσπερ ἐπὶ τῶν παίδων ἡ τοῦ σώματος οὐσία μαλακή τε οὖσα καὶ ὑγρὰ διαφορουμένη αἰτία γίγνεται τοῦ καταλύεσθαι τὴν δύναμιν, οὕτως καὶ ἐπὶ τῶν χωρίων ἔχει καὶ ὡρῶν. καὶ γὰρ τούτων αἱ θερμαὶ ταχέως τε

510
καὶ εὐθέως καταλύουσι τὴν δύναμιν τῷ πλήθει τῆς κενώσεως. εἰκότως οὖν ἐνίοτε ἐπὶ μόνης τῆς δυνάμεως ὁ Ἱπποκράτης ποιεῖται τὴν διδασκαλίαν τῶν τοιούτων διορισμῶν, ἐνίοτε δὲ καὶ τῶν ἄλλων τι προστίθησι συναναμιμνήσκων αὐτοῖς καὶ τὰ λοιπά.

Καιρὸν δὲ τῆς δόσιος τοῦ ῥοφήματος τόνδε μάλιστα φυλάττεσθαι κατ᾿ ἀρχὰς καὶ διὰ παντὸς τοῦ νοσήματος. ὅταν μὲν οἱ πόδες ψυχροὶ ἔωσιν, ἐπισχεῖν χρὴ τοῦ ῥοφήματος τὴν δόσιν, μάλιστα δὲ καὶ τοῦ ποτοῦ ἀπέχεσθαι· ὅταν δὲ ἡ θέρμη καταβῇ εἰς τοὺς πόδας, τότε διδόναι· καὶ νομίζειν μέγα δύνασθαι τὸν καιρὸν ἐν ἁπάσῃσι τῇσι νούσοισι, οὐχ ἥκιστα δ᾿ ἐν τῇσιν ὀξείῃσιν, μάλιστα δ᾿ ἐν τοῖσι μᾶλλον πυρετώδεσι καὶ ἐπικινδυνοτάτοισιν.

Ὥσπερ ἔφην ἔνα μὲν ὑπάρχειν σκοπὸν τῆς τροφῆς, τὴν

511
φυλακὴν τῆς δυνάμεως, ἀναγκαῖον δὲ εἶναι συνεπισκοπεῖσθαι καὶ τοῦ νοσήματος τὴν διάθεσιν· οὕτω καὶ αὐτοῦ τοῦ καιροῦ τῆς προσφορᾶς ἡ εὕρεσις ἐκ τοῦ μὴ κωλύειν τὴν νόσον γίνεται. ὅσον μὲν γὰρ ἐπὶ τῷ πρώτῳ σκοπῷ τῆς δυνάμεως ἡ χρεία τῆς τροφῆς ἐνίοτε καὶ κατὰ τὴν ἀρχὴν τῶν ὑγιαινόντων παροξυσμῶν ἐστιν, ὥσπερ καὶ ἐπὶ τῶν ὁπότε πρῶτον ἐπὶ τῶν φυσικῶς γιγνομένων κενώσεων ἐγγύς ἐστί τις τοῦ κάμνειν, ἀναλήψεως αὐτῷ χρεία. ἐπεὶ δ᾿ ἐν ταῖς ἀρχαῖς καὶ ταῖς ἀναβάσεσι τῶν παροξυσμῶν ἡ προσενεχθεῖσα τροφὴ βλάπτειν πέφυκε μεγάλα, διὰ τοῦτ᾿ ἀναβαλλόμεθα τὴν δόσιν αὐτῆς, καίτοι τοῦ σώματος ἤδη δεομένου. τίς οὖν ἄριστος καιρὸς τροφῆς ἐπὶ τῶν νοσούντων; ἐν ᾧ δῆλον μετριώτατα διάκειται τὰ κατὰ τὸν θώρακα καὶ τὴν γαστέρα. τίς δὲ χείριστος; ἐν ᾧ χείριστα διάκειται ταῦτα. πότε γοῦν ἔχει χείριστα; κατὰ τὰς ἀρχὰς τῶν παροξυσμῶν. πότε δὲ μετριώτατα; κατὰ τὰς παρακμάς. εὔδηλον οὖν ὅτι καιρὸς τροφῆς ἐστιν ἄριστος ἐν ταῖς παρακμαῖς τῶν νοσούντων. ἡ μὲν οὖν ἀρχὴ τῶν παροξυσμῶν
512
γίγνεται συνελθόντος εἰς τὴν καρδίαν τε καὶ τὸν θώρακα ἐξ ὅλου τοῦ σώματος τοῦ θερμοῦ παντός· ἡ δ᾿ ἐπίδοσις ἐκτεινομένου κατὰ βραχὺ πρὸς τὰ πέρατα τοῦ σώματος· ἡ δ᾿ ἀκμὴ δι᾿ ὅλου τοῦ σώματος ὁμαλῶς ἐκτεινομένου· παρακμὴ δ᾿ ἔμπαλιν τῇ ἀρχῇ διαπνεομένης γε τῆς θερμασίας γίγνεται καὶ τὰ μέσα τοῦ σώματος ἀπολειπούσης, ὅπερ ἐδήλωσε δι᾿ ἑνὸς ῥήματος εἰπών· ὅταν ἡ θέρμη καταβῇ εἰς τοὺς πόδας. οὐ γὰρ ταὐτόν ἐστι τὸ θερμοὺς ἐκ ψυχρῶν γενέσθαι τοὺς πόδας καὶ καταβῆναι τὴν θερμασίαν εἰς αὐτούς. τὸ μὲν γὰρ καταβῆναι τὴν μετάστασιν δηλοῖ τῆς θερμασίας ἐξ ἑτέρου μέρους εἰς ἄλλο μέρος·, τὸ δὲ θερμανθῆναι τοὺς πόδας ἐγχωρεῖ γενέσθαι καὶ μενούσης ἐν τοῖς μέσοις τῆς θερμασίας, ὅπερ ἐπὶ τῆς ἀκμῆς συμβαίνει.

Χρῆσθαι δὲ πρῶτον μάλιστα μὲν χυλῷ, ἔπειτα δὲ πτισάνῃ, κατὰ τὰ τεκμήρια τὰ προγεγραμμένα ἀκριβῶς θεωρῶν.
513

Προειρηκὼς ὁπότε μέν ἐπὶ τῷ ποτῷ μόνῳ χρὴ διαιτᾷν τοὺς κάμνοντας, ὁπότε δὲ ἐπὶ πτισάνῃ, νῦν διορίζει πότε μόνῳ χυλῷ χρηστέον ἐστὶ καὶ πότε αὐτῇ τῇ πτισάνῃ. σύντομος δὲ καὶ σαφὴς ὁ διορισμός. ὅταν γὰρ οἷς εἶπε τεκμηρίοις προσέχων, εὑρήσεις τινὰ τῶν καμνόντων δύνασθαι χρῆσθαι πτισάνῃ τὴν ἀρχὴν ἀπὸ τοῦ χυλοῦ ποιησάμενος, οὕτως ἐπ᾿ αὐτὴν μεταβήσῃ κατὰ βραχύ· λέγω δὲ κατὰ βραχὺ, πρῶτον μὲν αὐτῷ μόνῳ τῷ χυλῷ χρησάμενος, εἶτα τούτου μὲν δοὺς πλείονος, ὀλίγον δὲ τῆς πτισάνης, εἶτ᾿ ἴσον ἑκατέρου, κᾄπειτα τῆς πτισάνης πλεῖον, εἶτα μόνην αὐτὴν· ἐπιστάμενος εἰς μὲν τὴν θρέψιν τοῦ σώματος καὶ ῥῶσιν τῆς δυνάμεως τὴν πτισάνην πλεονεκτεῖν, εἰς δὲ τὸ πεφθῆναί τε καὶ κατεργασθῆναι ῥᾳδίως τὸν χυλόν. ὅταν οὖν βλέπῃς προχωροῦσαν ἐπὶ τὰ βελτίω τὴν τε πρὸς τοῦ νοσήματος διάθεσιν καὶ τὴν τῆς δυνάμεως ἰσχὺν, αὔξανε καὶ οὐ τὴν προσφορὰν τῆς πτισάνης.