In Hippocratis De victu acutorum

Galen

Galen, In Hippocratis De victu acutorum

Αἴτιον δὲ τούτου τόδε ἐστὶν, ὅτι πρὶν λυθῆναι τὴν ὀδύνην θνήσκουσι· ταχέως γὰρ πνευματίαι γίνονται.

Ὅτι δὲ τοιοῦτον ἀναπνέουσιν αὐτὸς ἐφεξῆς ἐδήλωσεν εἰπών·

Ὑπὸ δὲ τοῦ πολλοῦ καὶ πυκνοῦ πνεύματος, ὡς ἤδη εἴρηται, καταγλισχραινόμενον τὸ πτύελον ἀπέπτως κωλύει τὴν ἐπάνοδον γίγνεσθαι, ἀλλὰ τὴν ῥέγξιν ποιέει ἐνισχόμενον ἐν τοῖσι βρογχίοισι τοῦ πνεύμονος· καὶ ὁκόταν ἐς ταὐτὸ ἔλθῃ, θανατῶδες ἤδη ὡς ἐπὶ τὸ πολύ ἐστι.

Τὸ ἔμπροσθεν αὐτῷ ῥηθὲν ἀσαπὲς τοῦτο νῦν ἄπεπτον ὠνόμασε, μαρτυρῶν ἡμῖν ὅτι καλῶς καὶ τότε τὴν μετάληψιν ἐποιησάμεθα τῆς φωνῆς.

493
Καὶ γὰρ αὐτὸ τὸ πτύελον ἐνισχόμενον κωλύει μὲν τὸ πνεῦμα εἴσω φέρεσθαι, ἀναγκάζει δὲ ταχέως ἔξω φέρεσθαι.

Οὐ πᾶν δὲ τὸ πνεῦμα κωλύεται κατὰ τὰς τοιαύτας διαθέσεις ἔσω φέρεσθαι, τοῦτο γὰρ εἰ γένοιτο παραχρῆμα τὸν ἄνθρωπον ἀποθανεῖν ἀναγκαῖόν ἐστὶν, ὡσαύτως τοῖς ἀπαγξαμένοις. ἀλλὰ τὸ συμφέρον δηλονότι τῇ χρείᾳ τῆς ἀναπνοῆς ἔσω φέρεσθαι κωλύεται, διὸ καὶ μέχρι τινὸς ἐξαρκοῦσιν, ἐν δὲ τῷ χρόνῳ τῆς ἐνδείας ταύτης αὐξανομένης ἀπόλλυνται.

Καὶ οὕτως ἐς τὸ κακὸν ἀλλήλοισι συντιμωρέουσι. τό τε γὰρ πτύελον ἐνεχόμενον πυκνὸν τὸ πνεῦμα ποιέει· τοῦτο δὲ πυκνὸν ἐὸν ἐπιγλισχραίνει τὸ πτύελον καὶ κωλύει ἀπολισθαίνειν.
494

Ὅτι τῷ τιμωρεῖν ἀντὶ τοῦ βοηθεῖν οἵ τ᾿ ἄλλοι παλαιοὶ καὶ |ὁ Ἱπποκράτης κέχρηνται πολλάκις ἔμπροσθεν εἴρηται· καὶ νῦν οὖν τὸ συντιμωρεῖν ἀλλήλοις εἰς τὸ κακὸν εἶπεν, ἀντὶ τοῦ συμπράττειν καὶ λυσιτελεῖν. πῶς δὲ συμπράττει καὶ λυσιτελεῖ σαφῶς μὲν καὶ αὐτὸς ἐδήλωσεν, εἰρήσεται δὲ καὶ πρὸς ἡμῶν. τὸ πτύελον ἰσχυρῶς ἰσχόμενον ἐν τοῖς τοῦ πνεύμονος βρόγχοις στενοχωρίαν ἐργάζεται ταῖς διεξόδοις τοῦ πνεύματος καὶ διὰ ταύτην τὴν στενοχωρίαν ἦττον εἰσπνέουσιν οἱ κάμνοντες· ὅσῳ δ᾿ ἂν ἧττον εἰσπνέουσιν, τοσῷδε μᾶλλον ἀπλήρωτον ἐργάζονται τὴν χρείαν τῆς ἀναπνοῆς καὶ διὰ τοῦτο πρωιαίτερον ἐπὶ τὴν δευτέραν εἰσπνοὴν ἀπὸ τῆς προτέρας ἥκουσιν, ὅπερ ὀνομάζουσι πυκνὸν πνεῦμα.

Καταλαμβάνει δὲ ταῦτα οὐ μόνον ἢν πτισάνῃσιν ἀκαίρως χρέωνται, ἀλλὰ πολὺ μᾶλλον καὶ ἤν τι ἄλλο φάγωσιν ἢ πίωσιν πτισάνης ἀνεπιτηδειότερον.
495

Εἴρηται μικρὸν ἔμπροσθεν περὶ τούτου, ἡνίκα ἔλεγε· διὰ ταύτας οὖν τὰς προφάσεις καὶ ἑτέρας τοιαύτας. ἀλλ᾿ ἐκεῖ καὶ ἐμνημονεύσαμεν ἡμεῖς οἴνου τε καὶ μελικράτου καὶ ὀξυμέλιτος· ἐνταυθοῖ δὲ καὶ τῶν ἄλλων ἀκούειν προσήκει τῶν οὕτω διδομένων τοῖς οὕτω κάμνουσιν ὑπὸ τῶν πολλῶν ἰατρῶν, ἃ δὴ καὶ μᾶλλον ἔβλαπτε μελικράτου τε καὶ ὀξυμέλιτος καὶ οἴνου.

Μάλα μὲν οὖν τὰ πλεῖστα παραπλήσιαί εἰσιν αἱ τιμωρίαι, τοῖσί τε ὅλῃσι τῇσι πτισάνῃσι χρεομένοισι, τοῖσί τε τῷ χυλῷ αὐτέων· τοῖσι δὲ μηδετέρῳ τουτέων, ἀλλὰ ποτῷ μούνῳ ἔστιν ὅπῃ καὶ διαφερόντως τιμωρητέον.

Αἱ βοήθειαι, φησὶ, παραπλήσιαι γίνονται τοῖς πτισάνῃ τε καὶ τῷ χυλῷ χρωμένοις αὐτῆς· τοῖς δὲ ποτῷ μόνῳ ἔστιν ὅπῃ καὶ διαφερόντως χρὴ βοηθεῖν. ποία δέ τις ἡ διαφορὰ γίνεται διὰ τῶν ἑξῆς διδάσκει.