De compositione medicamentorum per genera

Galen

Galen, De compositione medicamentorum per genera

[Αἱ διὰ τῶν μεταλλικῶν φαρμάκων. συνθέσεις πρὸς νευροτρώτους.] Τῶν μεταλλικῶν φαρμάκων τὰ μὲν στύφοντα φευκτέον ἐστὶ καὶ μάλισθ’ ὅταν ἐπὶ νύγματος ἡ χρῆσις γίγνηται τοῦ συντεθέντος φαρμάκου, τὰ δὲ ῥυπτικὴν ἔχοντα δύναμιν ὥσπερ ἡ λεπὶς τοῦ χαλκοῦ χρήσιμα. παχυμερῆ δ’ ὄντα πάντα τὰ μεταλλικὰ, πολὺ γὰρ ἐν ἑαυτοῖς ἔχει τῆς γεώδους οὐσίας, χρῄζει τινὸς ἐπιτεχνήσεως ἐν τῷ σκευάζεσθαι πρὸς τὸ λεπτομερέστερα γενέσθαι. ταύτην οὖν ἐπενόησα δι’ ὄξους δριμυτάτου ποιεῖσθαι, καὶ μάλιστα ἐξ οἴνου μὴ αὐστηροῦ τὴν γένεσιν ἐσχηκότος, κᾂν ἐκ μὴ τοιούτου δὲ γεγονὸς ᾖ, χρόνου δὲ ὑπάρχῃ συχνοῦ, χρηστέον αὐτῷ. πρόσεχε δὲ ἀκριβῶς ἐν τῇ γεύσει μή τί σοι δόξῃ κᾂν ἐλάχιστον οἴνου ποιότητος ἐμφαίνειν. οὐ γὰρ ἔχει τὸ τοιοῦτον ὄξος ἰσχυρὰν τὴν διαβρωτικὴν καὶ τμητικὴν τῶν πλησιαζόντων δύναμιν. ἐν δὲ τῷ δριμυτάτῳ καὶ ὡς οἷόν τε παλαιοτάτῳ καὶ λεπτοτάτῳ κατὰ τὴν σύστασιν ὄξει λειοῦν χρὴ τὰ μεταλλικὰ τὸ παχὺ τῆς συστάσεως παραιτούμενον, ἄμεινον δὲ ἐν ἡλίῳ θερινῷ γίγνεσθαι

611
τὴν λείωσιν τῶν φαρμάκων. ἔνια μὲν οὐδὲ κοπῆναι δεῖται τῶν μεταλλικῶν οὔτε σεισθῆναι, λυόμενα ῥᾳδίως ὑπὸ τοῦ ὄξους, ὥσπερ ἡ χαλκῖτίς τε καὶ τὸ μίσυ, τινὰ δὲ χρῄζει καὶ κοπῆναι καὶ σεισθῆναι, καθάπερ ἡ τοῦ χαλκοῦ λεπίς. ὁπότε μὲν οὖν τὸ πρῶτον ἐσκεύασα τὸ φάρμακον, ἐνέβαλον αὐτῷ καὶ ἀῤῥενικοῦ, μετὰ ταῦτα δὲ ἔδοξέ μοι περιττὸν εἶναι. καὶ γὰρ διὰ τῆς λεπίδος τοῦ χαλκοῦ καὶ τοῦ μίσυος καὶ τῆς χαλκίτεως αὐτάρκως ἐφαίνετό μοι συντεθήσεσθαι τὸ φάρμακον. ἔμιξα δὲ κατὰ τὴν πρώτην σύνθεσιν καὶ τὸν κεκαυμένον ἰὸν, ὑπώπτευσα γὰρ τὸν ἄκαυστον ὡς περαιτέρω τοῦ προσήκοντος δάκνοντα. μετὰ ταῦτα μέντοι καὶ ἄκαυστον ἔβαλον ὀλίγον, ὡς πρὸς τὴν τῶν ἄλλων ἀναλογίαν οὕτως δὲ καὶ τὴν χαλκῖτιν εἰ μὲν ὠμὴν ἐνέβαλλον, ὀλιγίστην ἔμισγον, εἰ δὲ καὶ κεκαυμένην, ἴσην τῷ μίσυϊ καὶ λεπίδι τοῦ χαλκοῦ. κάλλιον δ’ ἁπάντων τῶν σκευασθέντων ἤλπισά τε καὶ διὰ τῆς πείρας εὗρον, ἐν ᾧ πλείστη μὲν ἡ τοῦ χαλκοῦ λεπὶς ἦν, δευτέρα δὲ ἡ κεκαυμένη χαλκῖτις, εἶτα μίσυ. λειούσθω δ’ οὖν, ὡς ἔφην, ἐν ἡλίῳ θέρους ὥρᾳ πολλαῖς 
612
ἐφεξῆς ἡμέραις ἅττ’ ἄν μίξεις φάρμακα δι’ ὄξους δριμυτάτου. ὅσῳ γὰρ ἐν πλείονι χρόνῳ λειωθῆ, τοσούτῳ γίγνεται λεπτομερέστερα καὶ διὰ τοῦτο χρησιμώτερα πρὸς τὰς στενὰς τρώσεις, ὡς ἐπί γε τῶν γεγυμνωμένων νεύρων φυλάττεσθαι χρὴ τὰ λίαν λεπτομερῆ τε καὶ διαβρωτικά. διὰ τοῦτο δὲ οἱ εἰρημένοι τροχίσκοι πᾶσι τοῖς τοιούτοις χρήσιμοι, προσειλήφασι γάρ τινα καὶ τῶν στυφόντων. ἔνδοξοι δ’ αὐτῶν εἰσὶν ὅ τε τοῦ Ἄνδρωνος καὶ ὁ τοῦ Πολυείδους καὶ ὁ τοῦ Πασίωνος. ἔστι δὲ καὶ ἄλλος τις τέταρτος καὶ πέμπτος, οἷς ἐγὼ συνήθως χρῶμαι, τούτων ἰσχυρότερος. ῥηθήσονται δ’ αὐτῶν αἱ ἀκριβεῖς συμμετρίαι προήκοντος τοῦ λόγου. νυνὶ μέντοι τοσοῦτον εἰρήσθω περὶ τῆς χρήσεως αὐτῶν, ὡς χρὴ λειωθέντας αὐτοὺς ξηροὺς μετὰ ταῦτα πάλιν ἐπιβαλόντα σίραιον οὕτως λειοῦν, ἄχρι τοῦ γλοιῶδές τε γενέσθαι τὸ φάρμακον καὶ λεῖον ὁμαλῶς. ὀνομάζουσι δὲ νῦν καὶ σίραιον τοῦτο παρ’ ἡμῖν ἅπαντες, ἕψημα τοῦ γλεύκους ἑψομένου γινόμενον. ἔστω δὲ καὶ τοῦτο μηδὲν οἰνῶδες ἔχον. γίγνεται δὲ καὶ τοιοῦτον μήτε ἐξ αὐστηρῶν σταφυλῶν ὄντος τοῦ γλεύκους,
613
ἀλλ’ ὡς ἔνι μάλιστα γλυκειῶν, μήτε ἐκ τοῦ πρώτου ῥέοντος, ἀλλ’ ἐκ τοῦ τελευταίου. εἰ μὲν οὖν εἴη τὸ γλεῦκος τοιοῦτον, ἕψειν αὐτὸ χρὴ μέχρις ἂν ἥμισυ λειφθῇ τοῦ κατὰ τὴν ἀρχὴν ἐμβληθέντος· εἰ δὲ μὴ τοιοῦτον, μέχρι τοῦ τὸ τρίτον ἀπολειφθῆναι καθεψητέον ἐστί. τοιούτῳ μὲν ἑψήματι διαλύειν χρὴ τοὺς τροχίσκους, ὥστε μελιτώδη σύστασιν ἔχοντας ἀναληφθέντας μοτοῖς, ἐπιτίθεσθαι τοῖς γεγυμνωμένοις νεύροις καὶ μάλιστα τοὺς μετριωτέρους αὐτῶν, ὁποῖός ἐστιν ὁ τοῦ Πολυείδους, καὶ πολὺ δὴ μᾶλλον, ἐὰν ἁπαλόσαρκον ᾖ τὸ σῶμα, καθ’ ὃ καὶ τελέως ἀποχωρεῖν ἀσφαλέστερόν ἐστι τῆς τῶν τροχίσκων χρήσεως, ἑτέροις χρώμενον φαρμάκοις, ὑπὲρ ὧν ἤδη τε προείρηται καὶ αὖθις εἰρήσεται. σκεπασθέντος δὲ τοῦ γεγυμνωμένου νεύρου τοῖς μοτοῖς ἔξωθεν ἐπιβλητέον ἕν τι τῶν πρὸς τὰς στενὰς τρώσεις ἁρμοττόντων, ὧν ἐστι τέτταρα γένη, τουτὶ μὲν ἓν τὸ διὰ τῶν μεταλλικῶν, ὑπὲρ οὗ πρόκειται λέγειν, ἕτερον δὲ τὸ διὰ τῶν ὀπῶν, ἐν οἶς ἐστι καὶ τὸ δι’ εὐφορβίου, καὶ τρίτον τὸ διὰ τῆς κόπρου τῶν περιστερῶν, καὶ τέταρτον, ὃ καλῶ τὸ πρᾷον, ᾧ καὶ πρὸς τὰ τελέως γεγυμνωμένα νεῦρα τῶν
614
ἁπαλοσάρκων σωμάτων χρῶμαι. τούτων τῶν τεττάρων ἕν τι περιβάλλειν χρὴ παντὶ τῷ πεπονθότι μορίῳ συνεπιλαμβάνοντα πολὺ καὶ τῶν ὑγιεινῶν μερῶν καὶ μάλιστα τῶν ὑπερκειμένων, οἷς καὶ τὴν κατάντλησιν ποιεῖσθαι χρὴ δὶς τῆς ἡμέρας ἢ τρὶς, ἐὰν ἐπείγῃ. καὶ μέντοι καὶ τῆς νυκτὸς ἐνίοτε τῶν μὲν μοτῶν ἐπικειμένων κατὰ τοῦ γεγυμνωμένου νεύρου, τοῦ δ’ ἐπιβεβλημένου κατ’ αὐτῶν ἔξωθεν αἰρομένου. παμπόλλης δ’ οὔσης διαφορᾶς τῶν ἀνθρωπίνων σωμάτων κατά τε τὰς ἐξ ἀρχῆς αὐτῶν κράσεις καὶ τὰς τῶν ἡλικιῶν μεταβολὰς, ἔτι τε πρὸς τούτοις τὰ ἐπιτηδεύματα τὸ συντιθέμενον φάρμακον ἀδύνατον ἅπασιν ἁρμόττειν. ἔστω τοίνυν διὰ τοῦτό σοι δύο παρεσκευασμένα, τὸ μὲν ἕτερον ἰσχυρότερον τῶν ὁμογενῶν, τὸ δὲ ἕτερον πρᾳότερον, ἃ μιγνὺς ἀλλήλοις ἐπὶ τῆς χρείας, ἐργάσῃ πάμπολλα τὰ μεταξὺ παρὰ τὸ ποσὸν τῆς μίξεως. ἐὰν γὰρ ἴσον ἑκατέρου μίξῃς, ἔσται σοι τὸ μιχθὲν ἀκριβῶς ἀμφοῖν μέσον. ἐὰν δὲ θατέρου πλέον, ἐπὶ τοσοῦτον ἀποκεχωρηκὸς τοῦ μέσου πρὸς ἐκεῖνο τῶν ἄκρων, ἐφ’ ὅσον ἡ μίξις ὑπερέσχεν. ἔστω τοίνυν τὸ μὲν ἰσχυρότατον
615
τῶν μεταλλικῶν ἐκ τούτων συγκείμενον· ἓν μὲν ἐχέτω μέρος τῆς ὠμῆς χαλκίτεως, δύο δὲ τοῦ μίσυος ὡσαύτως ὠμοῦ, τρία δὲ τῆς τοῦ χαλκοῦ λεπίδος· τὸ δ’ ἀσθενέστατον, ἓν μὲν ὡσαύτως μίσυός τε καὶ χαλκίτεως, ἀλλὰ κεκαυμένων ἀμφοτέρων, τῆς δὲ λεπίδος τέτταρα. καὶ μέντοι καὶ μέσον ἀμφοῖν, ᾧ κέχρημαι πολλάκις, ἔστω τοιόνδε. μίσυος καὶ χαλκίτεως καὶ ἰοῦ, κεκαυμένων ἁπάντων ἓν ἑκάστου μέρος, τῆς δὲ λεπίδος τοῦ χαλκοῦ μέρη τρία. τούτοις οὖν ὡς προείρηκα λειωθεῖσι μιγνύσθω κηροῦ κατὰ μὲν τὸ ἰσχυρότατον τὸ διπλάσιον, κατὰ δὲ τὸ ἀσθενέστατον δύο καὶ ἥμισυ μέρη, κατὰ δὲ τὸ μέσον ὃ μεταξὺ τούτων ἐστὶ μέρη δύο καὶ τέταρτον οἷον ἐπὶ τοῦ πρώτου γεγραμμένου τῶν τριῶν, ὅπερ ἰσχυρότατον ἔφην εἶναι, τὰ πάντα μέρη γίγνεται τὸν ἀριθμὸν ἐκ μίσυος καὶ χαλκίτεως καὶ λεπίδος ἀθροιζόμενα ἕξ. τούτοις οὖν ἐπιβαλεῖς κηροῦ μέρη ιβ΄. κατὰ δὲ τὸ ἀσθενέστατον, ἐὰν ἓξ ᾖ μέρη τῶν μεταλλικῶν, μέρη ιβ΄. βάλλῃς κηροῦ, τὸ μεταξὺ δὲ ἐπὶ τοῦ μέσου. μεταξὺ δ’ ἔτι τῶν ὀκτωκαίδεκα καὶ δώδεκα τὰ πέντε καὶ δέκα. ἐάν τε οὖν δραχ. α΄. ὑποθῇς τὸ ἓν εἶναι μέρος ἁπάντων δηλονότι, τοσαύτας
616
βάλλῃς δραχμὰς, ὅσα περ τὰ μέρη, ἐάν τε οὐγγίαν ἢ λίτραν, οὕτω γὰρ εἴθισται παρὰ τοῖς Ῥωμαίοις ὀνομάζεσθαι, τοσαύτας οὐγγίας ἢ λίτρας. ἔστι δὲ παρ’ αὐτοῖς μέτρον, ᾧ τὸ ἔλαιον μετροῦσιν ἐντετμημένον γραμμαῖς διαιρούσαις τὸ σύμπαν εἰς μέρη ιβ΄. καὶ καλεῖται μὲν τὸ ὅλον μέτρον ὑπ’ αὐτῶν λίτρα, τὸ δωδέκατον δ’ αὐτῆς οὐγγία. τὰ μὲν οὖν μεταλλικὰ καὶ ὁ κηρὸς ἐπὶ ζυγοῦ δι’ ἑτέρας οὐγγίας ἵσταται, τὸ δ’ ἔλαιον τῷ κέρατι μετρεῖται. βαλλέσθω τοίνυν εἰς τὰ προειρημένα φάρμακα πάντα κατὰ τὴν ἀναλογίαν τοῦ κηροῦ τὸ ἔλαιον, ἐν ἅπασιν αὐτοῖς τὸ ἥμισυ πλεονάζον, ὥστε ἐὰν ὁ κηρὸς ᾖ γο η΄. τὸ ἔλαιον βάλλεται γο ιβ΄. τουτέστιν ὅλην τὴν λίτραν. ἔστω δὲ τὸ ἔλαιον ὅμοιον τῷ Σαβίνῳ λεπτομερές τε καὶ στύψεως ἥκιστα μετέχον. ἄμεινον δ’ εἰ καὶ παλαιὸν εἴη. τὸ δ’ ὠμοτριβὲς ὀνομαζόμενον καὶ τὸ μετὰ θαλλῶν ἐλαίας ἐσκευασμένον οὐκ ἐπιτήδειον. ἅπασι δὲ τοῖς εἰρημένοις φαρμάκοις, ὅταν ἐν τῇ θυείᾳ τὰ μεταλλικὰ πλείοσιν ἡμέραις τριφθῇ μετ’ ὄξους, ἐπεμβαλλέσθω λιβανωτὸς ὁ λευκότατός τε καὶ λιπαρὸς, 
617
εἶτα πάλιν ἅμα τοῖς μεταλλικοῖς λειούσθω τινὰς ἡμέρας, πρὶν τὴν κηρωτὴν αὐτοῖς ἐπιμίγνυσθαι. ὅσον δ’ ἂν ἐξ ἁπάντων τῶν μεταλλικῶν ἀθροίζηται πλῆθος, τούτου τὸ ἥμισυ μέρος ὁ λιβανωτὸς ἐχέτω. εἰ δὲ μαλακώτερον ἐθέλοις ποιῆσαι τὸ φάρμακον, ἐμβάλλειν πλέον ἢ κατὰ τὸ ἥμισυ, καθάπερ εἰ καὶ δριμύτερον, ἔλαττον ἢ τὸ ἥμισυ. καὶ μέντοι καὶ τηκομένῳ τῷ κηρῷ μετὰ τοῦ ἐλαίου τῶν εἰρημένων ῥητινῶν τινος ἐπιβάλλειν ἔξεστιν, εἰδότος σου δριμύτερον μὲν αὐτὸ γενέσθαι τῆς στροβιλίνης ἐμβληθείσης, μαλακώτερον δὲ τῆς τερμινθίνης, μέσον δ’ ἀμφοῖν τῆς ἐλατίνης. ἐκ δὲ τοῦ γένους τῶν ῥητινῶν ἐστι καὶ ἡ λάριξ ὀνομαζομένη τοὐπίπαν μὲν ὑγροτέρα τῶν προειρημένων οὖσα, παραπλησία δὲ κατὰ τὴν σύστασιν τῇ ὑγρᾷ πευκίνῃ, ἣν ἀντὶ τῆς τερμινθίνης πιπράσκουσεν οἱ ῥωποπῶλαι τοῖς οὐκ εἰδόσι δίακρίνειν αὐτάς. ἔστι δ’ ἡ τοιαύτη ῥητίνη καὶ τῇ ὀσμῇ καὶ τῇ γεύσει καὶ τῇ δυνάμει δριμυτέρα τῆς τερμινθίνης. ταύτῃ τε οὖν τῇ ῥητίνῃ καὶ τῇ τερμινθίνῃ παραπλησίαν ἔχει δύναμιν ἡ λάριξ ὀνομαζομένη, λεπτομερεστέρα δ’ αὐτῶν ἐστι καὶ διαφορητικωτέρα. μίξεις οὖν τῷ κηρῷ τῶν εἰρημένων ῥητινῶν
618
βουλόμενος ἐμπλαστρῶδες γενέσθαι τὸ φάρμακον ἕκτον μέρος, ὡς ἐὰν τοῦ κηροῦ βάλῃς λίτραν α΄. τῆς ῥητίνης ἐμβαλεῖς γο β΄. εἰ δ’ εἴη λίαν ὑγρὰ, καὶ μίαν ἀρκέσει μόνην μῖξαι. μὴ φροντίζων μέντοι τοῦ γενέσθαι τό φάρμακον ἐμπλαστρῶδες, οὐ πάνυ τι δεήσει τὴν ῥητίνην μιγνύναι αὐτῷ. καὶ χαλβάνης δὲ μίγνυε πάντως, ἔνθα μέντοι πρόκειται πρᾳότατον ἐργάσασθαι τὸ φάρμακον, ἴσον τῷ κατὰ τὸν λιβανωτὸν σταθμῷ. ἔνθα δ’ ἰσχυρότερον, τὸ ἥμισυ. κατὰ δὲ τὸ μέσον ἀμφοῖν, τὸ μεταξὺ τοῦ τ’ ἴσου καὶ τοῦ ἡμίσεως, οἷον εἰ τέτταρες εἶεν αἱ τοῦ λιβανωτοῦ δραχμαὶ, δύο μὲν ἐμβαλεῖς τῆς χαλβάνης ἰσχυρὸν διαμεῖναι τὸ φάρμακον βουλόμενος, πρᾷον δὲ τέσσαρας, τρεῖς δὲ μέσον. ὥσπερ γὰρ ἔχει τι μαλακὸν καὶ ἀνώδυνον, οὕτω καὶ σηπτικόν. τοῦτο δὲ ὑπάρχει καὶ τοῖς πλείστοις τῶν μαλακτικῶν. διὸ καὶ γεγυμνωμένῳ τῷ νεύρῳ προσφέροντός σου τὸ φάρμακον οὐ πάνυ τι μεμίχθαι χρὴ τὴν χαλβάνην, ἄνευ δὲ γυμνώσεως οὐ σμικρῶς ἡ μίξις αὐτῆς, εἰς ἀνωδυνίαν συντελοῦσα. καὶ τοίνυν ἔνεστοί σοι καὶ τοιοῦτον φάρμακον ἔχειν ἕτοιμον ἐπὶ τῶν εὐαισθήτων τε καὶ ἁπαλοσάρκων καὶ κακοχύμων, ἐν ᾧ πλέον
619
ἐστὶ τῆς χαλβάνης. ἅπαντα γὰρ τὰ μεταλλικὰ τραχυντικά τ’ ἐστὶ καὶ ὀδυνηρά. καὶ τῶν ὑγρῶν ὄξος. εἰκότως οὖν τὰ δι’ αὐτῶν σκευαζόμενα φάρμακα τραχέα τε φαίνεται καὶ ὀδυνηρά. καὶ διὰ τοῦτο αὐτοῖς ἐπιτήδειός ἐστιν ἥ τε δι’ ἐλαίου κατάντλησις ἥ τε μίξις τῆς χαλβάνης ὁμοίως. ἔστι δ’ οὐδὲν ἧττον χαλβάνης ἀνώδυνον τὸ λεπτομερὲς στέαρ. ἔχειν οὖν ἀξιῶ σέ τι καὶ διὰ τούτων ἐσκευασμένον ἕτερον φάρμακον, ὃ μιγνύναι δυνήσῃ τῷ διὰ τῶν μεταλλικῶν, ἐπί τε τῶν εἰρημένων σωμάτων, ὅσα τε ἄλλα τραχέος τε καὶ ὀδυνηροῦ τοῦ φαρμάκου λάβῃ ποτὲ αἴσθησιν. ἐκλέγεσθαι δὲ καὶ τούτων ὅσα λεπτομερέστερα, τοιαῦτα δ’ ἐστὶ τά τε τῶν ἀγρίων ζώων καὶ μάλιστα λέοντός τε καὶ παρδάλεως καὶ ὑαίνης καὶ ἄρκτου, τά τε τῶν πτηνῶν καὶ μάλιστα τῶν χηνῶν. εἰ δὲ μὴ παρείη τοῦτο, τῶν ἀγροίκων ἀλεκτρυόνων τε καὶ ἀλεκτορίδων. οὕτω δὲ καὶ τὸ τῶν ἀγροίκων χηνῶν στέαρ προαιρεῖσθαι. τῶν γὰρ ἐν ταῖς πόλεσι τρεφομένων ζώων, ὡς ἂν ἀργῶν κατακεκλεισμένων, ὑγρότερόν τέ ἐστι καὶ παχυμερέστερον τὸ στέαρ. ὅταν δ’ ἡ σύστασις τοῦ φαρμάκου κηρωτοειδὴς
620
ᾖ, μιγνύσθω κηροῦ τὸ τρίτον ἢ τέταρτον ἢ, εἰ λίαν ὑγρὸν εἶναί σοι φαίνοιτο τὸ στέαρ, ἐγχωρεῖ καὶ τὸ ἥμισυ τοῦ κηροῦ μῖξαι, ὥσπερ γε εἰ καὶ ξηρὸν εἴη, τὸ τέταρτον. εἰ δὲ μέσος ἔχει, τὸ τρίτον. εἰς πολλὰ δὲ χρήσιμος ἡμῖν ἡ τοιαύτη κηρωτὴ μέλλουσα γενήσεσθαι διὰ στεάτων ὀνομαζέσθω.

[Περὶ τοῦ δι’ εὐφορβίου συντιθεμένου φαρμάκου.] Λέλεκταί μοι καὶ πρόσθεν ὡς ἀπολείπεται πάμπολυ τοῦ νέου τὸ παλαιὸν εὐφόρβιον. ἂν μὲν οὖν αὐτοετὲς ᾖ, καὶ τοῦ Κυρηναίου μᾶλλον ὀποῦ θερμαίνει καὶ μάλιστα τοῦ νῦν, ἐξ ὅτου δι’ ὕδατος ἀρδεύσεως αὐξάνουσί τε τὰ φυτὰ καὶ πρὸς πλῆθος ὀποῦ γενέσεως παρασκευάζουσι μετ’ ἐνιαυτὸν γὰρ ἕνα θερμὸν ἱκανῶς ἐστι, λείπεται δὲ ἤδη συχνῷ τοῦ προσφάτου. δυοῖν δὲ ἐτῶν γενόμενον, ἔτι δὴ καὶ πλέον ἀπολείπεται τοῦ νέου, καθάπερ γε τριῶν ἢ τεττάρων ἔτι μᾶλλον. εἰ δέ τι τούτων χρονιώτερον εἴη, παντάπασιν ἡ δύναμις αὐτοῦ καταλύεται. γνωριεῖς δ’, ὡς ἔφην, ὅπως ἔχει χρόνου καὶ δυνάμεως, εἴς τε τὴν χρόαν ἀφορῶν αὐτοῦ καὶ τὴν σύστασιν. τῇ μὲν γὰρ χρόᾳ ξανθότερον καὶ ὠχρότερον

621
φαίνεται τοῦ νέου τὸ παλαιὸν, τῇ συστάσει δὲ σκληρόν τε καὶ ξηρότερον. εἰ μέντοι γευόμενος ἐθέλοις διακρίνειν, οὐ στοχαστικὴν, ἀλλὰ βεβαίαν ἕξεις τὴν διάγνωσιν· αὐτοῦ. ὃ δὲ ἔφην αὐτοσχεδιάσαι δι’ αὐτοῦ χρίσμα θερμαντικὸν, ἀκριβέστατά σοι δηλώσει τὴν δύναμιν τοῦ φαρμάκου. σύγκειται δὲ κατὰ τήνδε τὴν συμμετρίαν. ἓν μέν ἐστι μέρος τοῦ εὐφορβίου, τρία δὲ τοῦ κηροῦ, τοῦ δὲ ἐλαίου ιβ΄. τριπλάσιον μὲν εἶναι χρὴ τοῦ εὐφορβίου τὸν κηρόν. αὐτοῦ δὲ πάλιν τοῦ κηροῦ τετραπλάσιον τὸ ἔλαιον. ὅταν οὖν οὕτω συνθῇς τὸ φάρμακον, ἀνατρίψας τι μέρος αὐτῷ δυνήσῃ γνῶναι σαφῶς ὁπόσην δύναμιν ἔχει. μάλιστα δὲ ἐν τῷ βαλανείῳ καταφανὲς γίγνεται. δάκνονται γὰρ καὶ ὑπὸ τοῦ ἀέρος μὲν, ἀλλ’ ἔτι καὶ μᾶλλον ὑπὸ τοῦ ὕδατος ἰσχυρῶς, ὅταν ᾖ θερμὸν καὶ νέον καὶ ἰσχυρὸν τὸ εὐφόρβιον. ἐὰν μὲν οὖν ἔχῃς τοιοῦτον καὶ αὐτὸ τοῦτο τὸ εἰρημένον χρῖσμα, θαῤῥῶν ἐπιτίθει τοῖς νύγμασιν, ἐφ’ ὧν εὐλαβῇ μύσαι τὸ στόμιον. ἐὰν δὲ ἀσθενέστερον ᾖ, προστίθει τῷ σταθμῷ τοῦ εὐφορβίου κατὰ τὴν ἀναλογίαν τῆς ἀσθενείας, ἐνίοτε μὲν ἓν ἥμισυ μέρος 
622
ἐμβάλλων, ἔστι δ’ ὅτε δύο, καὶ ποτὲ ἴσον τῷ κηρῷ καὶ πλεῖον, ἐὰν λίαν ᾖ παλαιόν. ἥ γε μὴν πρώτη χρῆσις ἐπὶ τοῦ νενυγμένου τὸ νεῦρον ἢ τὸν τένοντα ποδηγήσει σε πρὸς τὴν δευτέραν. ἐὰν μὲν γὰρ αὐτός τε ὁ τετρωμένος φησὶ δεδῆχθαι, σοί τ’ αὐτῷ φαίνηται τὰ περὶ τὸ νύγμα θερμὰ καὶ αὐτὸ τὸ νύγμα πλέον ἢ δεῖ ἐπῃρμένον, ὑποφλεγμαῖνόν τε τοῖς χείλεσιν, ἤτοι γε ἐκλύσεις τοῦ φαρμάκου τὴν δύναμιν ἐλαίου μίξει πλέονος ἢ συνθεὶς ἄλλο κατὰ προτέραν συμμετρίαν ἢ δι’ εὐφορβίου παλαιοτέρου σύμμετρον οὕτως ἐργάσῃ. ἐὰν δὲ τὰ ἐναντία τῶν εἰρημένων παρῇ, παραυξήσεις τοῦ φαρμάκου τὴν δύναμιν. ἐὰν δὲ συμμέτρως ἔχειν ἅπαντα φαίνηται, φυλάξεις. ἡ μὲν οὖν τριπλάσιον ἔχουσα τὸν κηρὸν τοῦ εὐφορβίου σύνθεσις ἰσχυροτάτη τῶν ἄλλων ἐστὶν, ὅταν γε, ὡς εἴρηται, νέον ᾖ τὸ εὐφόρβιον· ἡ δὲ πενταπλάσιον ἀσθενεστάτη, μέση δ’ ἀμφοῖν ἡ τετραπλάσιον ἔχουσα τὸν κηρὸν τοῦ εὐφορβίου. τὸ δὲ ἔλαιον εἰ μὲν οἷα τὰ καλούμενα πρὸς τῶν ἰατρῶν ἄκοπα χρίσματα βούλοιο ποιῆσαι, τετραπλάσιον ἐμβαλεῖς τοῦ κηροῦ· εἰ δ’ οἵαν ἐπὶ τῶν καταγμάτων
623
τὴν ὑγρὰν κηρωτὴν ἐργαζόμεθα διπλάσιον· εἰ δὲ καὶ ξηρὸς καὶ ἀλιπὴς ὁ κηρὸς εἴη, καὶ πλέον τοῦ διπλασίου. τοὐπίπαν δ’ ἀρκέσει προσθεῖναι μέρους ἑνὸς τὸ ἥμισυ τῷ διπλασίῳ, ὡς γενέσθαι τὸ πᾶν μέτρον τοῦ κηροῦ δυοῖν καὶ ἡμίσεων μερῶν. ἐμπλαστρῶδες δὲ ποιῆσαι βουληθεὶς τὸ φάρμακον τῷ κηρῷ μίξεις τὸ ἴσον ἔλαιον. ἐὰν δὲ τὸ περιέχον ᾖ σύμμετρον κατὰ θερμότητα, ὅ τε κηρὸς παλαιὸς καὶ αὐχμηρὸς τό τε περιέχον ψυχρὸν, ὀλίγῳ πλέον, ὥσπερ γε καὶ ἐὰν ὅ τε κηρὸς ᾖ λιπαρὸς τό τε περιέχον θερμὸν, ἔλαττον ὀλίγῳ. τὸ δ’ ὀλίγον τοῦτο δωδέκατόν ἐστι μέρος ἐφ’ ἑκάτερα τοῦ μέσου. καὶ γὰρ καὶ ἕνδεκα καὶ δεκατρεῖς ἐλαίου οὐγγίας ποτὲ ἔμιξα τῇ λίτρᾳ τοῦ κηροῦ κατὰ τὸ ποσὸν τῆς τε συστάσεως αὐτοῦ καὶ τῆς τοῦ περιέχοντος θερμότητός τε καὶ ψύξεως. σπανίως δὲ βραχεῖ πλέον ἢ ἔλαττον· ἵνα δ’ ἐπίδεσιν ἔχῃ καὶ λιπαρότητα καὶ γλισχρότητα καὶ μὴ ψαθυρὸν ᾖ, μηδ’ εὐδιάλυτον μηδ’ εὐαπόπτωτον τοῦ χρωτὸς τὸ σκευασθὲν, ἐπέμιξα ῥητίνης αὐτῷ, μάλιστα μὲν εἰ παρείη τερμινθίνης ἀληθοῦς, εἰ δὲ μὴ, τῆς γε εὐποριστοτάτης, ἣν ὀνομάζουσι
624
φρυκτήν τε καὶ κολοφωνίαν. ἔστω δ’ ἴσος αὐτῆς ὁ σταθμὸς τῷ κηρῷ. φυλάττει γὰρ οἷς ἄν ἐμβληθῇ φαρμάκοις τὴν προϋπάρχουσαν σύστασιν, ὅταν γε καὶ αὕτη συμμέτρως ἔχῃ. πρόδηλον γὰρ ὅτι καθάπερ ἐν ἅπασι τοῖς ἄλλοις, οὕτω κᾀν τῇ ῥητίνῃ τὸ μᾶλλον καὶ ἧττόν ἐστιν. ἐὰν οὖν ποτὲ φαίνηται λιπαρωτέρα τε καὶ ὑγροτέρα, γινώσκειν χρὴ τὴν ἐκ τοῦ κηροῦ τετηκότος ἐλαίῳ γενησομένην κηρωτὴν ἑαυτῆς ὑγροτέραν ἐσομένην. ὅλως δ’ ἐπὶ νευροτρώτων, ὅταν ἁμαρτάνηταί ποτε τῆς ἀκριβοῦς τε καὶ μέσης συστάσεως τῶν ἐμπλαστρωδῶν φαρμάκων, ἐπὶ τὸ μαλακώτερον ἄμεινον ῥέπειν, εἰ καὶ μολῦνον ἔσεσθαι μέλλοι τὸ σκευασθέν. ὡσαύτως δὲ καὶ ἡ σύμμετρος τῇ συστάσει. πίττα δὲ φυλάττει τὴν τῆς κηρωτῆς σύστασιν. ἀρίστη δ’, ὡς ἔφην, εἰς τὴν τοιαύτην μίξιν ἡ λιπαρὰ, καθάπερ γε καὶ ἡ ῥητίνη. ἐὰν δ’ ὑγρὰν ἐμβάλλῃς ῥητίνην, ὁποία κατὰ τὴν σύστασίν ἐστιν ἡ τερμινθίνη, τρίτον αὐτῆς μέρος εἶναι τοῦ κηροῦ προσήκει, καὶ αὐτῆς δὲ τῆς τερμινθίνης ἡ νέα πολὺ τῆς παλαιᾶς ἐστιν ὑγροτέρα. μέμνησθε τοίνυν ὅπερ ἐπὶ κηροῦ καὶ ῥητίνης ἠκούσατε,
625
τοῦτο ἐπὶ πάντων φυλάττειν. οὐ γὰρ τῶν ξηρῶν καὶ αὐχμηρῶν ἢ διὰ χρόνον ἢ διὰ τὴν ἐξ ἀρχῆς φύσιν, ἀλλὰ τῶν συμμέτρων τῇ συστάσει τοσοῦτον ἑκάστου μικτέον ἐστὶν ἐν τῇ συνθέσει τῶν φαρμάκων, ὅσον ἂν ὑπ’ ἐμοῦ γεγραμμένον εὑρίσκηται. ἔστω δὴ τὸ συμμέτρως ἔχον δυνάμεώς τε καὶ συστάσεως τοῦ προκειμένου φαρμάκου, κηροῦ μὲν καὶ ῥητίνης φρυκτῆς καὶ ἐλαίου τὸ ἴσον ἔχειν, αὐτοῦ δὲ τοῦ εὐφορβίου τὸ ἕκτον, ὡς εἶναι λίτραν μὲν ἐκείνων ἑκάστου, τοῦ δὲ εὐφορβίου δύο οὐγγίας. εἰ δὲ μαλακώτερον αὐτὸ ποιῆσαι βουληθείημεν, ἀρκεῖ τὸ ὄγδοον μέρος ἐμβάλλειν τοῦ εὐφορβίου, τουτέστιν γο α΄. καὶ ἡμίσειαν, ἐπὶ τοῦ νέου καὶ θερμοτάτου, καθότι προεῖπον εὐφορβίου τῆς συμμετρίας ταύτης ὡρισμένης, ὡς ἐάν γε παλαιότερον ᾖ, καὶ διὰ τοῦτο ἀσθενέστερον, εἴρηται πρόσθεν ὡς πλέον εἶναι προσήκει τοῦτο τῆς τῶν ἄλλων ἀναλογίας. εἰ δὲ μὴ μόνης ῥητίνης, ἀλλὰ καὶ πίττης ἐμβάλλειν ἐθελήσαιμεν, ἡμίλιτρον ἑκατέρας μίξομεν, ὡς εἶναι ἴσον τὸν σταθμὸν τῷ κηρῷ. πολὺ δὲ κάλλιόν ἐστι τὸ φάρμακον, ἐὰν ἀντὶ τῆς ῥητίνης τε καὶ πίττης πρόπολιν μίξῃ τις ἴσην τῷ κηρῷ. τὸ λιπαρὸν δ’ οὐκ ἐχούσης
626
αὐτῆς ὁμοίως ταῖς ῥητίναις, ἐὰν μὲν ἀνεπίδετον ἐθελήσωμεν εἷναι τὸ φάρμακον, ἐμβαλοῦμεν τῆς τερμινθίνης ἢ τῆς λάρικος ὀνομαζομένης ἢ καὶ τῆς συγκομιστῆς πευκίνης. ὀνομάζω δὲ συγκομιστὴν μὲν ἣν ἐν τοῖς γλωσσοκομείοις τε καὶ κεραμείοις κομίζουσι, ξύλα τε πολλὰ καὶ λιθώδη σώματα καθ’ ἑαυτὴν ἔχουσαν. ἐὰν δὲ τήξας αὐτὴν διηθήσῃς, καθαρὰ τότε γίνεται, ὁμοίως αὐτῇ τῇ κολοφωνίᾳ καὶ φρυκτῇ καλουμένῃ. καὶ τῶν αὐτοῤῥύτων δὲ καλουμένων ῥητινῶν ἐγχωρεῖ μιγνύναι. καλοῦσι δ’ αὐτὰς ἐν Λακεδαίμονι μὲν καί τισιν ἄλλοις χωρίοις πρωτοῤῥύτους, ἐν Κιλικίᾳ δὲ καπνέλαιον ὀνομάζουσι τὴν τοιαύτην ῥητίνην, ἁπασῶν τῶν ὑγρῶν ῥητινῶν ὑγροτέραν τε καὶ θερμοτέραν καὶ λεπτομερεστέραν οὖσαν, ὥσθ’ αὕτη μὲν συντελέσει τῇ τοῦ συντιθεμένου φαρμάκου δυνάμει, καὶ μάλιστ’ αὐτὴν ἐμβάλλειν προσήκει, ὅταν ἄτονον ᾖ τὸ εὐφόρβιον. ἔστι δὲ καὶ τῶν ἄλλων ῥητινῶν εὐωδεστέρα, καθάπερ ἡ τερμινθίνη καὶ ἡ ἐλατίνη. λέλεκται δ’ ἔμπροσθεν ὅτι θερμοτέρα ἐστὶ τῆς τερμινθίνης ἡ ἐλατίνη, ταύτης δὲ ἡ στροβιλίνη. διαφέρει δὲ τῶν εἰρημένων ῥητινῶν 
627
τό τε στροβίλινον ὀνομαζόμενον φύσημα καὶ τὸ πιτύϊνον, ξηρὸν καὶ ἀλιπὲς καὶ αὐχμηρὸν ἑκάτερον ἐν τάχει γιγνόμενον, ὡς ἐν ὅλμῳ τε κόπτεσθαι καὶ διαττᾶσθαι κοσκίνῳ. διὰ τοῦτ’ οὖν ἄχρηστα μέν ἐστι ταῦτα πρὸς τὴν τοῦ προκειμένου σύνθεσιν φαρμάκου, συνεχέστατα δ’ ἐχρησάμην, ὅταν ᾖ τὸ εὐφόρβιον αὐτοετές. τῇ δὲ συνθέσει τοῦ ἐλαίου καὶ τοῦ κηροῦ καὶ τῆς φρυκτῆς ῥητίνης ἑκάστου λίτραν μίαν, ἡμίλιτρον δὲ τῆς λιπαρᾶς πίσσης. καὶ τούτοις τακεῖσιν εὐφορβίου μίγνυμι δύο οὐγγίας· εἰ δ’ ἀσθενέστερον εἴη, τρεῖς· εἰ δὲ τερμινθίνην ἐθέλοις μίξαι τῷ κηρῷ, μόνην· εἰς σύμμετρον αὐξήσεις τοῦ φαρμάκου σύστασιν, ἐὰν τριπλάσιος ὁ κηρὸς ᾖ, τῆς τερμινθίνης ὑγρᾶς καὶ νέας οὔσης. ἐξηρασμένης δ’ ὑπὸ χρόνου μίξεις ἐλαίου τὸ ἥμισυ τοῦ σταθμοῦ τῆς τερμινθίνης. ὅλον δὲ τοῦτο τὸ ἐκ τῶν τριῶν μιχθὲν, τοῦ τ’ ἐλαίου λέγω καὶ τοῦ κηροῦ καὶ τῆς τερμινθίνης, ὅταν γένηται λίτρας μίας καὶ ἡμισείας τοῦ εὐφορβίου τοῦ αὐτοετοῦς προσλήψεται μίαν οὐγγίαν· εἰ δὲ μὴ τοιοῦτον εἴη, μίαν καὶ ἡμίσειαν. ἐξ ὧν γ’ ἔμπροσθεν εἷπον ἤδη πολλάκις, ἔνεστιν ἡμῖν τὸ εὐφόρβιον αὔξειν ἀνάλογον τῷ χρόνῳ. καὶ
628
μέντοι κᾂν ἐπιτεθὲν τῷ τετρωμένῳ τὸ φάρμακον ἐν τῇ πρώτῃ χρήσει φαίνηταί πως ἀσθενέστερον, ἔνεστιν ἐλαίῳ τὸ εὐφόρβιον λειώσαντα μιγνύειν αὐτὸ τῷ ἐμπλαστρώδει φαρμάκῳ προμεμαλαγμένῳ κατὰ τὰ χεῖρας, οὕτως γὰρ ποιούντων, ἑτοίμως ἑνοῦται. κατ’ αὐτὴν δὲ τὴν πρώτην σύνθεσιν τοῦ φαρμάκου κάλλιόν ἐστιν τὴν κηρωτὴν ἐξυσμένην, ἰδίᾳ προκατασκευάσαντα μιγνύειν οὕτω τῷ λελειωμένῳ μετὰ τοῦ ἐλαίου εὐφορβίῳ. καταχυθέντων γὰρ αὐτοῦ τῶν τετηκότων ἐν τῇ θυείᾳ, αἱ καλούμεναι πολλάκις ἐγκηρίδες γίγνονται καὶ μάλισθ’ ὅταν ᾖ τὸ περιέχον ψυχρόν. ὕδατος δὲ βάλλειν τηκομένῳ τῷ κηρῷ μετὰ τῆς ῥητίνης οὐκ ἀναγκαῖον, ὡς ἐγὼ κατ’ ἀρχὰς ἐποίουν ἐπιμιγνὺς αὐτῷ τοσοῦτον, ὅσον ἔμελλεν ἀναλίσκεσθαι κατ’ αὐτὴν τὴν ἕψησιν.