De compositione medicamentorum per genera

Galen

Galen, De compositione medicamentorum per genera

Καὶ ταῦθ’ ὑμῖν τοῖς ἑταίροις ὑπομνήματα γράφω δι’ αὐτῶν τῶν ἔργων τῆς τέχνης ἐγνωκόσιν ὁπόσην ἔχει δύναμιν ἡ ἡμετέρα τῶν νευροτρώτων θεραπεία καὶ ὡς ἐσώθησαν ἅπαντες, οὔτε κυλλωθέντες οὔτε χωλωθέντες, ἃ τοῖς ἑτέρως θεραπευομένοις ἐθεάσασθε συμβαίνοντα, καθάπερ γε καὶ σπασθέντας ἐνίους ἢ σὺν ὀδύναις ἢ σηπεδόσιν ἢ πυρετοῖς ἀποθανόντας. εἰκὸς δὲ ἐκπεσεῖν καὶ εἰς. ἄλλους

563
τὰ ὑπομνήματα ταῦτα μὴ δυναμένους καλῶς χρῆσθαι τοῖς ἐγγεγραμμένοις, ἢ διὰ τὸ μὴ μεμαθηκέναι παρὰ διδασκάλου τὴν θεωρίαν τῆς ἰατρικῆς τέχνης, ἀλλὰ ὅλως ἀνεισάκτους τε καὶ ἀγυμνάστους εἶναι τὸ παράπαν ἢ διὰ τὸ κακῶς μεμαθηκέναι παραμένοντας τοῖς ἄνευ λόγου διὰ μόνης πείρας εὑρῆσθαι λέγουσι τὰ σύνθετα φάρμακα. καὶ γὰρ οὗτοι προφανῶς ἁμαρτάνουσι φιλονεικοῦντες. ἕτερον δὲ τρόπον οὐδὲν ἧττον αὐτῶν οἱ νομίζοντες οὐδὲν φάρμακον ἐξ ἐναντίων χρῆναι ταῖς δυνάμεσι. συντίθεσθαι τῶν ἁπλῶν; ἀλλὰ τούτους μὲν ἤλεγξε τὰ κατὰ τὸ πρῶτον ὑπόμνημα γεγραμμένα φάρμακα μεγάλας ἐπιδειξάμενα τὰς ἑαυτῶν δυνάμεις, ἐξ αὐτῶν τῶν τὴν σύνθεσιν ἐξ ἐναντίων ἐσχηκότων ἁπλῶν. οὐχ ἥκιστα δὲ καὶ κατὰ τὰ μέλλοντα γραφήσεσθαι μετὰ τοῦτο τὸ βιβλίον, ἐπιδείξομεν ἄριστα φάρμακα τὴν σύνθεσιν ἐξ ἐναντίων ταῖς δυνάμεσιν ἔχοντα. νυνὶ δὲ περὶ τῆς ἡμετέρας ἀγωγῆς, ἣν ἐπενοήσαμεν ἐπὶ τοῖς νευροτρώτοις, ὁ καθ’ ὅλον τουτὶ τὸ βιβλίον ἔσται μοι λόγος, ἐπιδεικνύντι πόσον πλῆθος φαρμάκων τὰς αὐτὰς δυνάμεις
564
ἐχόντων εὗρον, ἐκ τοῦ τόν γε καθόλου τρόπον τῆς θεραπείας ἐπινοῆσαι καὶ τὰς τῶν ἁπλῶν φαρμάκων ἐπίστασθαι δυνάμεις.

[Τίς ὁ καθόλου τρόπος ἐστὶ τῆς θεραπείας τῶν νευροτρώτων καὶ τίνα τὰ κατ’ εἶδος φάρμακα.] Ἐθεασάμην μὲν ἅπαντας τοὺς διδασκάλους τῇ καλουμένῃ συνήθως ἤδη τοῖς νεωτέροις ἰατροῖς ἐναίμῳ καὶ κολλητικῇ θεραπεύοντας ἀγωγῇ. κατ’ ἀρχὰς γὰρ ἐπιτιθέντες τι φάρμακον τῶν ἐναίμων καλουμένων, ἐπειρῶντο κολλᾷν τὰ χείλη τοῦ τραύματος. εἰ δὲ φλεγμήνειεν, ὕδατί τε κατήντλουν θερμῷ δαψιλεῖ παραχέοντες ἔλαιον, ἐπίπασμά τε προσέφερον ἄλευρον πύρινον ἡψημένον ἐν ὑδρελαίῳ. καὶ μέντοι καὶ τοὺς μονομάχους, ὅσοι τε κατὰ τῆς μύλης ἐτρώθησαν ἀνωτέρω τε ταύτης κατὰ τὸν πλατὺν καὶ λεπτὸν τένοντα θεραπευομένους ὑπ’ αὐτῶν ἑώρων ὡσαύτως. ἴσως δὲ ἄμεινον ᾖ εἰπεῖν οὐ θεραπευομένους, ἀλλ’ ἀπολλυμένους, ὀλιγοστοὶ γὰρ ἐξ αὐτῶν καὶ οὗτοι χωλούμενοι διεσώζοντο. καὶ μέντοι καὶ τῶν ἐν ἄκρᾳ τῇ χειρὶ τενόντων, δι’ ὧν οἱ δάκτυλοι κάμπτονταί

565
τε καὶ ἐκτείνονται, παμπόλλους ἐθεασάμην ἤτοι θλασθέντας ἢ νυγέντας ἐλαχίστῳ νύγματι, σηπομένους οὕτως, ὡς ἐοικέναι τοῖς ἑψομένοις ἐν ὕδασι καὶ μάλιστα ἐπὶ πλέον. ὁμοίως γὰρ αὐτοῖς ἐκλύονταί τε καὶ μαλακύνονται κατὰ τὴν σύστασιν οἱ διὰ τῆς προειρημένης ἀγωγῆς θεραπευόμενοι. κατέγνων οὖν αὐτῆς, ὡς σηπούσης τὸ τετρωμένον μόριον. ἐπεὶ δὲ τὰ σηπόμενα πάντα προσεγίγνωσκον, ὑφ’ ὑγρότητός τε καὶ θερμότητος τοῦτο πάσχοντα, τὴν θεραπείαν ἔγνων χρῆναι διὰ τῶν ξηραινόντων καὶ ψυχόντων ποιεῖσθαι. πάλιν δ’ ἐννοήσας, ὡς τὸ ψυχρὸν ἀληθῶς ὑφ’ Ἱπποκράτους εἴρηται πολέμιον εἶναι τοῖς νεύροις, ἔγνων ἄριστον ἔσεσθαι φάρμακον ἐπὶ τῶν νευροτρώτων, ὅπερ ἂν ξηραίνῃ τε καὶ μέσως ἔχῃ τοῦ θερμαίνειν τε καὶ ψύχειν ἢ μὴ πολὺ τοῦ μέσου πρὸς τὸ θερμαίνειν ἀποκεχωρηκὸς εἴη. δύνασθαί γε μὴν καὶ θερμὸν ἱκανῶς εἶναι τὸ φάρμακον, ἐάν γε αὐτῷ τὸ ξηραίνειν ὑπάρχῃ. χωρὶς γὰρ ὑγρότητος οὐχ οἷόν τ’ ἐστὶ σήπειν τὸ θερμαῖνον. ἔτι δὲ πρὸς τούτοις κᾀκεῖνο προσεννοήσας, ὡς πολὺ διαφέροι γυμνῷ τῷ πεπονθότι μορίῳ προσφέρειν τὸ φάρμακον ἢ διὰ σωμάτων ἑτέρων
566
προκειμένων αὐτοῦ, προσήκειν ἔγνων ἑτέροις μὲν ἐπὶ γεγυμνωμένου τοῦ νεύρου χρῆσθαι φαρμάκοις, ἑτέροις δ’ ὅταν ᾖ νενυγμένον, ἀπαθῶν τῶν προκειμένων αὐτοῦ σωμάτων ὑπαρχόντων. ἔνθα μὲν γὰρ γυμνῷ τῷ νεύρῳ προσφέροι τις τὸ φάρμακον, ἐνταῦθα τὴν εἰρημένην ἔνδειξιν τῶν ὠφελησάντων φαρμάκων εἰλικρινῆ παραλαμβάνεσθαι προσῆκεν. τῶν δὲ προκειμένων μορίων ἀπαθῶν ὄντων, λεπτομερέστερον εὑρίσκειν χρὴ φάρμακον, ὅπως ἡ δύναμις αὐτοῦ μὴ προεκλύηται διὰ τῶν ἐν μέσῳ σωμάτων, ἀλλ’ εἰς τὸ βάθος ἀφίκηται. δύνασθαι δὲ τὸ τοιοῦτο φάρμακον, ἐὰν ἰσχυρῶς πεφύκῃ ξηραίνειν, ἔτι εἰ καὶ μὴ σύμμετρον εἴη, κατὰ θερμότητα καὶ ψυχρότητα μηδὲ ἀδικεῖν, ἀσθενεστέρας αὐτοῦ γιγνομένης τῆς κατὰ τὸ θερμαίνειν ἢ ψύχειν ἐνεργείας ἐν τῷ διεξιέναι τὰ προκείμενα μόρια τοῦ νευρώδους σώματος. εὑρημένου δὲ τοῦ σκοποῦ τῶν ὠφελησάντων φαρμάκων, ἐν τῷ λεπτομερεῖ τῆς οὐσίας αὐτῶν, ἐφεξῆς ἦν ἀναμιμνήσκεσθαι τῆς ὕλης. ἔγνωστο δ’ ἐν τῇ τῶν ἁπλῶν φαρμάκων ἐπισκέψει τὰ μὲν πλεῖστα τῶν θερμαινόντων λεπτομερῆ, τὰ 
567
δὲ πλεῖστα τῶν ψυχόντων παχυμερῆ. μόνως γὰρ ἐν αὐτοῖς μία ποιότης ἡ ὀξεῖα μετὰ λεπτομεροῦς οὐσίας γίνεταί ποτε, καὶ διὰ τοῦτο πάντων τῶν ψυχόντων λεπτομερέστερόν ἐστιν ὄξος τὸ δριμύτατον, ὃ καὶ θερμότητος βραχείας μετέχειν ἀποδέδεικται. τῶν δ’ αὖ θερμαινόντων ὀποὶ καλοὶ λεπτομερέστατοι τυγχάνουσιν ὄντες καὶ πᾶσιν ἀνθρώποις ἤδη γινώσκεται πρωτεύων αὐτῶν ὁ Κυρηναῖος, ἀλλὰ τούτου μὴ παρόντος καὶ τῷ Μηδικῷ χρώμεθα καὶ τοῖς μετ’ αὐτῶν ἀπὸ τῶν ἀνατολικῶν χωρίων κομιζομένοις, ὁποῖός ἐστι καὶ ὁ σαγαπηνὸς ὀνομαζόμενος. ἐκ ταὐτοῦ δὲ γένους ὑπάρχει τοῖσδε καὶ ὁ τοῦ εὐφορβίου κατὰ τὰ δυτικὰ μέρη τῆς οἰκουμένης γεννώμενος, εἴτ’ ὀπὸν αὐτὸν εἴτ’ ἄλλο τι καλεῖν ἐθέλοι τις. ἡμῖν δ’ ἀρκέσει καθ’ ὅλον τὸν λόγον εὐφόρβιον ὀνομάζειν τὸ φάρμακον τοῦτο, καθάπερ ἔθος ἤδη πᾶσίν ἐστιν. ἀλλὰ καὶ τῶν κατὰ τὴν ἡμετέραν χώραν γεννωμένων ὅ τε τοῦ πάνακος ὀπὸς καὶ οἱ τῶν τιθυμάλλων λεπτομεροῦς εἰσι δυνάμεως. καὶ μέντοι καὶ θερμαίνουσιν οἱ εἰρημένοι πάντες ὀποὶ γενναίως. ὁ δὲ τοῦ ὀποβαλσάμου λεπτομερὴς
568
ὤν καὶ αὐτὸς οὐ πάνυ θερμαίνει, λεπτομερῆ δ’ οὐσίαν ἔχει. καὶ τῶν γεωδῶν ὅ τ’ ἀφρὸς τοῦ νίτρου καὶ τὸ ῥᾳδίως ὕδατι λυόμενον ἀφρόνιτρον, ὡς ἐν γεώδεσι σώμασι δηλονότι ἀκουόντων ὑμῶν. ἐφεξῆς δ’ αὐτῶν ἐστι τὸ Βερενίκιον ὀνομαζόμενον νίτρον ἥ τ’ Ἀσία πέτρα. τὸ δ’ ἄνθος αὐτῆς ἁπάντων ἐστὶ τῶν γεωδῶν λεπτομερέστατον. ἐκ δὲ τῶν μεταλλευομένων ἀρσενικόν τε καὶ θεῖόν ἐστι λεπτομερῆ τε καὶ θερμά. τούτων δ’ ἐφεξῆς τὸ μίσυ καὶ ἡ τοῦ χαλκοῦ λεπὶς καὶ χαλκῖτις ἔχοντά τι καὶ στύψεως, διὸ καὶ καυθείσῃ τῇ χαλκίτιδι χρώμεθα τὰ πολλὰ πρὸς τὰς τῶν λεπτομερεστέρων φαρμάκων συνθέσεις. ἄνευ δὲ τοῦ θερμαίνειν ἐπιφανῶς λεπτομερῆ μεταλλικὰ φάρμακα, σπόδιόν τε καὶ πομφόλυξ ἐστὶ καὶ τὸ καλούμενον ψωρικόν. λεπτομερὴς δὲ ἱκανῶς ἐστι καὶ ἡ χρυσοκόλλη. ἐν δὲ τοῖς χυλοῖς ἐμάθομεν εἶναι λεπτομερῆ δάφνινον μὲν ἅμα τῷ θερμαίνειν ἰσχυρῶς, ὡς πρὸς τὴν αἴσθησιν. οὐδὲν γὰρ ἧττον αὐτοῦ θερμαῖνον τῇ δυνάμει τὸ κέδρινον ἀπολείπεται τῇ κατὰ τὴν αἴσθησιν θερμότητι διὰ τὴν λεπτομέρειαν. ἐκ τούτου δὲ γένους ἐστὶ τῷ
569
κεδρίνῳ καὶ ἡ στακτὴ καλουμένη κονία. καὶ ταύτης αὐτῆς, ἥτις ἂν ἐξ ὕλης λεπτομεροῦς γένηται, καυθείσης, ὑπερβάλλει τῇ δυνάμει τὸ κέδρινον ἔλαιον. ἐκ μηλέας τε οὖν καὶ συκῆς καὶ μᾶλλόν γε τῆς ἀγρίας, ἣν ἐρινεὸν ὀνομάζουσιν, ἔκ τε τῶν τιθυμάλλων καιομένων τὴν τοιαύτην ἐργαζόμεθα κονίαν. ἄριστος δὲ τῶν τιθυμάλλων ὁ χαρακίας προσαγορευόμενος. ἐκ δὲ τῶν σιτηρῶν ὀνομαζομένων σπερμάτων λεπτομερέστατος μὲν ὁ ὄροβος, ἄνευ τοῦ θερμαίνειν ἐπιφανῶς. ἡ δ’ αἶρα μετὰ τοῦ θερμαίνειν σαφῶς. ἡ κριθὴ δ’ οὐδ’ ὅλως θερμαίνει. μέσης δ’ ὕλης ἐν αὐτοῖς ἐστι τὰ πικρὰ ταῖς ποιότησι, τῶν μὲν πάνυ λεπτομερῶν ἀπολειπόμενα, παχυμερὲς δ’ οὐδὲν ἔχοντα. τινὰ δ’ αὐτῶν ἀποκεχώρηκε βραχὺ τῶν μέσων, τὰ μὲν ὡς ἐπὶ τὸ θερμαίνειν, τὰ δὲ ὡς ἐπὶ τὸ ψύχειν, ὧν ἁπάντων τὰς ὕλας ἐν τῇ περὶ τῶν ἁπλῶν φαρμάκων πραγματείᾳ διῆλθον, ὥσπερ γε καὶ τῶν ἀκροδρύων, ἐν οἷς ἐστι τὰ ἀμύγδαλα τὰ πικρὰ καὶ τὰ πιστάκια. τῆς δὲ ἀπὸ τῶν φυτῶν ὕλης οὐ μέμνημαι κατὰ τὸ παρὸν, ἀνελθεῖν γὰρ ἐπὶ τὴν ἀρχὴν βούλομαι καὶ διηγήσασθαι, πότε καὶ
570
πῶς ἐχρησάμην ἑκάστῳ τῶν ἐπινοηθέντων. ἐκ τούτου γὰρ οἶμαι τοὺς εὐφυεῖς τῶν νέων προτραπήσεσθαι, γνῶναι τὴν ὕλην τῶν φαρμάκων αὐτόπτας αὐτῆς γενομένους οὐχ ἅπαξ ἤ δὶς, ἀλλὰ πολλάκις. ἡ γὰρ τῶν αἰσθητῶν διάγνωσις ἐκ συνεχοῦς θέας ἀκριβοῦται, καὶ τούτου μέγιστόν ἐστι τεκμήριον ἡ τῶν ἀπαραλλάκτων μὲν ἡμῖν εἶναι δοκούντων διδύμων, οὐκ ἀπαραλλάκτων δὲ τοῖς συνήθεσι μὴ παραδραμεῖν. τὴν μὲν οὖν ἀπό τε βοτανῶν καὶ θάμνων καὶ δένδρων ὕλην ἄριστόν ἐστι πρὶν ἐξαιρεθῆναι τῆς γῆς σκοπεῖσθαι κατὰ τὰς ἐγκαρπώσεις, μελλούσας τε καὶ ἀρχομένας καὶ προϊούσας καὶ ἀκμαζούσας. αὕτη γὰρ ἡ συνεχὴς αὐτῶν θέα διδάξει σε πηνίκα μάλιστα καλῶς ἄν τις αὐτὰ λαμβάνων καὶ ἐν οἴκοις ξηροῖς τιθέμενος φυλάττοι, μήθ’ ὑπ’ ἀκτίνων ἡλιακῶν ἐξοπτώμενα μήτε ὑπὸ νοτίδος ἐκ τῆς ὀροφῆς ἢ τοίχων ὑγραινόμενα. γένοιτο δ’ ἂν τοῦτο τῶν οἴκων μήτε καταγείων ὄντων μήτε προσχόρων, μήθ’ ὑπὸ κεράμων πρὸς μεσημβρίαν μέντοι τὰς θυρίδας ἐστραμμένας ἐχόντων. ἀλλὰ τά γε φάρμακα μὴ πλησίον αὐτῶν ἀποκείσθω. τοὺς δ’ ἑταίρους προτρέπω
571
καὶ κατὰ τοῦτο μιμήσεσθαί με βουλομένους γε καλῶς ἐργάζεσθαι τὰ τῆς τέχνης ἔργα. γιγνώσκετε γὰρ, ὅπως ἐξ ἑκάστου τῶν ἐθνῶν τὰ κάλλιστά μοι διακομίζεται καθ’ ἕκαστον ἔτος φάρμακα διὰ τὸ τοὺς ἐπιτρίπτους ῥωποπώλας, παντοίως αὐτοῖς λυμαίνεσθαι. βέλτιον δ’ ἴσως οὐ τούτους μόνους, ἀλλὰ πολὺ μᾶλλον αὐτῶν τοὺς κομίζοντας ἐμπόρους μέμφεσθαι, κᾀκείνων ἔτι μᾶλλον αὐτοὺς τοὺς ῥιζοτόμους μὲν ὀνομαζομένους, οὐδὲν δ’ ἧττον τῶν ῥιζῶν ὀπούς τε καὶ χυλοὺς καὶ καρποὺς, ἄνθη τε καὶ βλάστας ἐκ τῶν ὀρῶν κατακομίζοντας εἰς τὰς πόλεις· οὗτοι γάρ εἰσιν οἱ πρῶτοι πάντων εἰς αὐτὰ πανουργοῦντες. ὅστις οὖν βούλεται πανταχόθεν βοηθημάτων εὐπορεῖν, ἔμπειρος γενέσθω πάσης μὲν τῆς ἀπὸ τῶν φυτῶν ὕλης, πάσης δὲ τῆς ἀπὸ τῶν ζώων τε καὶ μετάλλων, ὅσα τε γεώδη σώματα χωρὶς μεταλλείας εἰς ἰατρικὴν χρῆσιν ἄγομεν, ὡς διαγινώσκειν αὐτῶν τά τε ἀκριβῆ καὶ τὰ νόθα, καὶ μετὰ τοῦτο γυμνασάσθω κατὰ τὴν ἐμὴν πραγματείαν, ἐν ᾗ περὶ τῆς δυνάμεως ἔγραψα τῶν ἁπλῶν φαρμάκων. εἰ μὴ γὰρ οὕτως παρεσκευασμένος ἥκει πρὸς τὴν 
572
ἐκ τῶνδε τῶν ὑπομνημάτων ὠφέλειαν, ἄχρι λόγου μὲν εἴσεται τὴν μέθοδον, ἔργον δ’ οὐδὲν ἄξιον αὐτῆς ἐργάσεται. φέρε γὰρ αὐτὰ μὲν ἃ προείρηκα περὶ τῶν νευροτρώτων ἐπίστασθαί τινα, δεδολωμένα δὲ φάρμακα δι’ ἄγνοιαν ἐμβάλλειν τοῖς συντιθεμένοις, ἢ μηδὲ τὴν ἀρχὴν ἐπίστασθαι τὰς δυνάμεις ἀκριβῶς αὐτῶν, ἆρα οὐκ ἀναγκαῖον ἔσται πλεονάκις τοῦτον διαμαρτάνειν ἢ κατορθοῦν; ἐμοὶ μὲν καὶ πάνυ δοκεῖ. τὸ δὲ ἀκριβῶς ἐπίστασθαι τὰς δυνάμεις τοῦ μὲν ἐπίστασθαι διαφέρει πάμπολυ. τὸ μὲν γὰρ μόνον ἐπίστασθαι γινώσκειν ἐστὶν, εἰ ξηραίνειν τὸ φάρμακον ἢ ὑγραίνειν ἢ ψύχειν ἢ θερμαίνειν ἡμᾶς πέφυκε. τὸ δ’ ἀκριβῶς ἐπίστασθαι πρὸς τούτῳ καὶ τὸ ποσὸν τῆς δυνάμεώς ἐστιν ἐγνωκέναι. τινὰ μὲν γὰρ φάρμακα δύναμιν ἔχει χλιαρᾶς θερμασίας γεννητικὴν, ὅταν ὁμιλήσῃ τοῖς σώμασιν ἡμῶν, ἔνια δὲ συμμέτρου, καθάπερ ἄλλα βραχὺ ταύτης ἰσχυρότερα, ἕτερα δ’ ἤδη ζεούσης οὕτως ἰσχυρῶς, ὡς καίειν δύνασθαι. χρὴ τοίνυν τὸν ἰατρὸν ἐστοχάσθαι, μὴ μόνον τοῦ ποιοῦ τῆς διαθέσεως, ἀλλὰ καὶ τοῦ κατ’ αὐτὴν ὡς ἂν εἴποι τις ποσοῦ.
573
λέγεται μὲν γὰρ οὐ πάνυ τι κυρίως τὸ ποσὸν ἐν τῇ ποιότητι. λέγεται δ’ οὖν ὅμως, ὅπως καὶ πυρετὸς μέγας καὶ μικρός. καὶ τοσαύτη γε χρῆσίς ἐστι τῶν οὕτω λεγομένων, ὥστ’ ἤδη κυρίου δύναμιν ἔχειν αὐτὰ παραπλησίως πυξίδι καὶ χαλκεῖ καὶ ζωγράφῳ καὶ δρυοτόμῳ καὶ συνελόντι φάναι τοῖς ἀρξαμένοις μὲν ἐκ τῆς ὑπὸ τῶν γραμματικῶν ὀνομαζομένης καταχρήσεως, ὕστερον δὲ κυρίοις λέγεσθαι πεπιστευμένοις. ταῦτα μὲν εἴρηταί μοι διὰ τοὺς οὐκ ἐν καιρῷ διαλεκτικευομένους. ὃ δὲ λέγων ἀπέλιπεν ἔστι τοιόνδε, ὅτι τὸ ξηραίνεσθαι δεόμενον οὐχ ἁπλῶς δεῖται τοῦ ξηραίνοντος, ἀλλὰ σὺν τῷ προσήκοντι μέτρῳ· τὸ μὲν εἰς ὑγρότητα πολλὴν ἐπιδεδωκὸς τοῦ πάνυ ξηραίνοντος, τὸ δ’ εἰς ὀλίγην τοῦ βραχέως τοῦτο δρῶντος, ὥσπερ γε τὸ εἰς πολλὴν τοῦ μεγάλως μὲν ξηραίνοντος, οὐ μὴν ἐσχάτως οὐδ’ ἄκρως. ἀνάλογον γὰρ ἀεὶ τῷ ποσῷ τῆς ὑγρότητος εἶναι χρὴ τὸ ποσὸν τῆς ξηρότητος. ἔγωγ’ οὖν ὁπότε πρῶτον ἐτόλμησα τὴν κοινὴν ἀγωγὴν τῆς τῶν νευροτρώτων θεραπείας ὑπαλλάττειν, ἐστοχασάμην εἰς ὁπόσην ὑγρότητά τε καὶ θερμότητα τὸ
574
πεπονθὸς ἥκει σῶμα. καί μοι δειχθέντος τινὸς νεανίσκου, κατὰ τὸ πρῶτον ἄρθρον τοῦ μέσου δακτύλου τῆς δεξιᾶς χειρὸς, ἐκ περιθλάσεως ὑγρὸν οὕτως ἐσχηκότος ἅπαν τὸ κατ’ αὐτὴν περὶ τῷ νεύρῳ χωρίον, ὡς ἤδη σήπεσθαι, τὸ μὲν σηπόμενον αὐτὸ κατέπλασα διὰ κονίας στακτῆς καὶ ὠμῆς λύσεως, οὕτω δ’ ἴσθι με καλοῦντα τὸ κρίθινον ἄλευρον, ἐλαίῳ δὲ πολλῷ θερμῷ καταντλήσας τὸ μὴ σηπόμενον μὲν, τεταμένον δὲ καὶ ὀδυνώμενον, εἶτα ἐκμάξας ἐρίῳ ξηρῷ περιέχρισα κηρωτὴν οὕτως ὑγρὰν, ὡς ἐπὶ τῶν καταγμάτων χρώμεθα, μεμιγμένον ἔχουσαν εὐφόρβιον. ἐσκεύαστο δέ μοι καὶ ἥδε κατ’ ἐμὴν ἐπίνοιαν ἐπὶ καιροῦ τοιοῦδε. παραγενόμενός τις χειμῶνι σφοδρῷ καὶ δείξας τὸ γόνυ ῥᾳδίως ἔφη πάσχειν αὐτὸ ῥιγῶσαν, ὀνίνασθαι δ’ εὐθέως ὑπὸ τῶν θερμαινόντων ἠξίου δὲ λαβεῖν τι τοιοῦτον φάρμακον, ὁδοιπορήσαντα γὰρ ἐν κρύει κατεψύχθαι τε καὶ ὀδυνᾶσθαι σφοδρότερον ἢ ἄλλοτε. νῦν μὲν οὖν, ἔφη, λουσόμενος ἄπειμι, πέμψω δ’ ἐπὶ τὸ φάρμακον ἐκ τοῦ βαλανείου. ὁ μὲν ταῦτ’ εἰπὼν ᾤχετο·
575
μηδὲν δ’ ἔχων ἕτοιμον τοιοῦτο φάρμακον, εὐφόρβιον ἐλείωσα μετ’ ἐλαίου, καὶ τήξας κηρὸν ἔμιξα καὶ μικρὸν ὕστερον, ἡνίκα ἔπεμψεν ὁ φίλος αἰτῶν τὸ φάρμακον, ἔδωκα. τάχιστα δ’ ἀνωδύνου γενομένου προὐτράπην ἐντεῦθεν ἐπ’ ἄλλων μορίων ὁμοίως πεπονθότων χρήσασθαι, περὶ ὧν αὖθις εἰρήσεται. νυνὶ δ’ ἐπὶ τὸν τοῦ νευροτρώτου λόγον ἐπάνειμι διὰ τοὺς μηδὲν μὲν τούτων ὧν ἐγὼ νῦν ὑφηγοῦμαι γινώσκοντας, ἐγκαλοῦντας δὲ λεξειδίοις· οὓς εὑρεῖν μαντεύομαι κακῶς ὀνομάζειν νευροτρώτους, ὅσοι τῶν τενόντων ἐτρώθησαν. τένοντας γὰρ αὐτοὺς οἶμαι καλεῖν τοὺς ἔξωθεν τῆς χειρὸς ἐπιτεταμένους, ὅλῳ τε τῷ καρπῷ καὶ τοῖς δακτύλοις. ἐγὼ δ’ ὅτι μὲν σαφέστερον καὶ κυριώτερον ἦν αὐτοὺς ὀνομάζεσθαι τενοντοτρώτους οὐκ ἀγνοῶ· πάντων δ’ ἀνδρῶν συνήθως καλούντων νευροτρώτους, ὅπως μή τίς με νεωτεροποιεῖν ἐν ταῖς προσηγορίαις φῇ, τὴν συνήθη προειλόμην ἀντὶ τῆς ἀληθοῦς. εἶχε δὲ οὐδ’ αὐτὴ συνήθης γεγονέναι, δίχα λόγου φθασάντων τῶν πλείστων ἰατρῶν καὶ τοὺς τένοντας ὀνομάζειν νεῦρα. ἀλλ’ εἴτε νευροτρώτους ἐθέλοις
576
ὀνομάζειν αὐτοὺς, εἴτε τενοντοτρώτους, οὔτε σωθήσονται διὰ τὰς φωνὰς ταύτας οὔτε σπασθήσονται, καθάπερ οὐδὲ κυλλωθήσονται καὶ τεθνήξονται. προσηγορία γὰρ οὔτε ἔσωσέ ποτε ἄνθρωπον οὔτ’ ἀπέκτεινεν, ἀλλ’ ἡ τῶν φαρμάκων δύναμις ἑκάτερον τούτων ἐργάζεται. κᾀγὼ ταῦθ’ ὑπαλλάττων τοὺς σηπομένους καὶ σπωμένους καὶ κεκυλλωμένους, ἐνίους δὲ καὶ διαφθειρομένους, ὑγιεῖς καὶ ζῶντας ἐργάζομαι. καὶ γὰρ αὖ καὶ τοὺς τεθλασμένους τὰ νεῦρα, καθάπερ ἐκεῖνος ἐτέθλαστο, νευροτρώτους ἐφθάκασι καλεῖν, οὐ νευροθλάστους. ἡ δὲ θεραπεία κοινὴ καὶ ὁ κίνδυνος ἴσος ἀμφοῖν ἐστι τῶν τεθλασμένων τι καὶ τρωθέντων ἤτοι νεῦρα ἢ τένοντας. ὁ γοῦν ἄνθρωπος ἐκεῖνος ὁ σηπόμενος μὲν ἤδη τὰ περὶ τὸ πρῶτον ἄρθρον τοῦ μέσου δακτύλου, τεινόμενός τε καὶ ὀδυνώμενος τὰ ὑπερκείμενα, πολὺ βελτίων ἑαυτοῦ κατὰ τὴν ὑστεραίαν ἐγένετο, καθ’ ἣν ἀντὶ τῆς ὠμῆς λύσεως ἔμιξα τὸ τῶν ὀρόβων ἄλευρον τῇ στακτῇ κονίᾳ, καὶ τῇ γε τρίτῃ τῶν ἡμερῶν ὁμοίως ἔτι θεραπευόμενος ἦν μὲν ἤδη τελέως ἀνώδυνος τὰ ἄλλα, κατὰ δὲ τὸ θλάσμα, νευρῶδές τι σῶμα 
577
παραπλήσιον ὑμένι παχεῖ προὔκυψεν, ὃ μετρίως διακινήσαντός μου ῥᾳδίως ὅλον ἐξέπεσεν ἡμισαπὲς ὄν. ἐδόκει δὴ πᾶσι τοῖς θεασαμένοις τοῦτο τὸ σῶμα τὸ νεῦρον ὅλον εἶναι τὸ διασεσηπὸς, ὡς ἂν οὐκ εἰδόσιν ὅπως ἠμφιεσμένοι νευρώδεσιν ὑμέσιν οἱ τένοντες οὗτοι, διά τε τοῦ καρποῦ προέρχονται καὶ καθ’ ὅλην ἐπιτείνονται τῶν δακτύλων. ἐμοὶ δὲ καὶ διαστείλαντι τὸ σεσηπὸς τοῦ θλάσματος ὁ τένων ἐφάνη σωζόμενος. ἀνιεὶς οὖν ἕνα τῶν τροχίσκων ἢ κυκλίσκων ἢ ὅπως ἂν ὀνομάζειν ἐθέλοι τις, ὧν εἶς ἐστι καὶ ὁ τοῦ Πολυείδου, δι’ ἑψήματος ἢ σιραίου· καὶ γὰρ καὶ τοῦτο καλεῖν ὡς ἂν αὐτὸς βουληθῇς ἐξέστω σοι· καὶ προκαταχρίσας τὸ φαινόμενον τοῦ νεύρου, τῷ τε καταπλάσματι πάλιν ἐχρησάμην ὡσαύτως καὶ τῷ δι’ εὐφορβίου χρίσματι κατὰ τῶν αὐτῶν τόπων, ὡς ἔμπροσθεν ἑκατέρῳ. θεασάμενος δὲ τῇ τετάρτῃ τῶν ἡμερῶν προσεσταλμένα πάντα, τὰ περὶ τὸ τεθλασμένον μὲν ἔμπροσθεν, ἡλκωμένον δὲ τότε τοῦ δακτύλου πρῶτον ἄρθρον, ἐσκοπούμην ἐφ’ ὅ τι μεταβαίην ἀπὸ τοῦ καταπλάσματος. ἐνενόησα τοίνυν, εἰ μὲν ἀκριβῶς ἀφλέγμαντον εἴη
578
τὸ νεῦρον, ἐπὶ τὰ συνουλοῦντα μεταβαίνειν· εἰ δέ τι τῆς φλεγμονῆς αὐτοῦ σκιῤῥῶδες ὑπολείποιτο, τῶν ἱκανῶς τι ξηραινόντων προσφέρειν. ἐπεὶ τοίνυν ἐφαίνετο λείπεσθαί τι τῷ διὰ τῆς ῥίζης τοῦ δρακοντίου φαρμάκῳ πρότερον ἐχρησάμην, ὃ τὰ μὲν ἄλλα ταὐτὰ ἔχει τῷ Αἰγυπτίῳ φαρμάκῳ, τῇ ἴσιδι καλουμένῃ, προσείληφε δὲ τὴν τοῦ δρακοντίου ῥίζαν. ἐφεξῆς δὲ τούτου τῇ Ἀθηνᾷ καλουμένῃ χρησάμενος ἀπ’ ἐκείνης λοιπὸν ἐπὶ τὰ συνουλοῦντα παρεγενόμην. ἐφ’ ἑτέρου δὲ τῷ διὰ τοῦ σιραίου λελυμένῳ τροχίσκῳ καταχρίων τὰ γεγυμνωμένα μέρη τοῦ τραύματος, ἔξωθεν ἐπέβαλλον τὸ εὐφόρβιον, ἀναμίξας κηρῷ καὶ ῥητίνῃ τοσούτοις τὸ πλῆθος ὡς ἐμπλαστρῶδές τε ἅμα γενέσθαι καὶ διασώζειν τὴν δύναμιν τοῦ εὐφορβίου. πῶς δ’ ἄν τις ἀποβλέπων πρὸς τούτους τοὺς σκοποὺς συνθείη τὸ φάρμακον, ἐφεξῆς ἐρῶ. καὶ γάρ τοι καὶ διὰ τοῦ ὄξους ἄλλο φάρμακον ἐποίησα καὶ κατ’ ἐκεῖνο σκοπὸν ἔχων τήν τε σύστασιν αὐτοῦ καὶ τὴν τοῦ ὄξους λεπτομερῆ δύναμιν, ὅπως φυλάττοιτο μετὰ τοῦ τὴν ψυκτικὴν δύναμιν ἐκλύεσθαι. περὶ μέντοι τούτων ὅπως συνετέθη,
579
μετ’ ὀλίγον εἰρήσεται, νυνὶ δ’ ἐπειδὴ τὴν ἀγωγὴν τῆς τῶν νευροτρώτων θεραπείας ἐπενόησα διὰ λογικῆς ἐνδείξεως, ἄνευ τῆς ληρώδους περιπτώσεως τῶν ἐμπειρικῶν ὅλην εἰπεῖν αὐτὴν βούλομαι, μηδένα παραλείπων διορισμὸν, ἀπ’ ἀρχῆς αὖθις ἀναλαβὼν τὸν λόγον. ὅταν γάρ τινα τετρωμένον εὐθέως παραλάβω, ποτὲ μὲν διὰ τῶν ὑγρῶν φαρμάκων ποιοῦμαι τὴν θεραπείαν, ἔστι δ’ ὅτε διὰ τῶν ἐμπλάστρων, ἐπιβαλὼν ἔξωθεν ἔριον ὡς μαλακώτατον, ἐλαίῳ θερμῷ βεβρεγμένον. εἰ δὲ τῷ δι’ ὄξους χρώμενος εἴην φαρμάκῳ, μιγνὺς ὄξος ὀλίγον τῷ ἐλαίῳ. καὶ λύω γε δὶς ἢ τρὶς ἡμέρας καὶ καταντλῶ δι’ ἐλαίου θερμοῦ. μεγάλων δ’ οὐσῶν τῶν νυκτῶν καὶ κατὰ ταύτας εἴωθα λύειν. καὶ μᾶλλόν γε ποιῶ τοῦτο δακνομένου τοῦ ἕλκους ὑπὸ τῶν φαρμάκων, ὡς ὅταν γε ἀπ’ ἀρχῆς χρωμένῳ μοι τοιούτῳ φαρμάκῳ, μήτε δάκνεσθαι λέγῃ μήτε ὀδυνᾶσθαι μήτε τάσεως ὁ κάμνων αἴσθηται, δὶς τῆς ἡμέρας ἐπιλύω τε καὶ καταντλῶ, περὶ μὲν τὴν ἕω τὸ πρῶτον, εἰς ἑσπέραν δὲ τὸ δεύτερον. ἔστω δὲ καταντλώμενον ἔλαιον ἱκανῶς μὲν θερμὸν, ἀλλ’ ἄχρι τοῦ μὴ λυπεῖν τὸ τετρωμένον. ὥσπερ γὰρ τὸ ψυχρὸν ἐναντιώτατόν
580
ἐστι ταῖς τοιαύταις διαθέσεσιν, οὕτω τὸ χλιαρὸν οὐ τελέως ὠφέλιμον. ἐμάθομεν γὰρ ἐν τῷ πρώτῳ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως, ὥσπερ τὸ ὕδωρ ἐναντιώτατα πέφυκε ποιεῖν ἐν τῷ θερμὸν ἢ ψυχρὸν ὑπάρχειν, οὕτω καὶ τὸ ἔλαιον. ἐμπλάττει μὲν γάρ πως, μᾶλλον δὲ ἐπέχει τὰς διαπνοὰς τοῦ σώματος, ὅταν ψυχρὸν προσφέρηται, διαφορεῖ δὲ καὶ λεπτύνει τὸ θερμόν. ἔνεστι δέ σοι τοῦτο κᾀπὶ τῶν ἑψημένων κρεῶν ἐν αὐτῷ μαθεῖν. ὁμοίως γὰρ αὐτὰ τοῖς προεωλισθεῖσιν ἐργάζεται ψαθυρὰ, κᾂν εὐθέως ἅμα τῷ τυθῆναι τὸ ζῶον ἕψῃς ἢ ταγηνίσῃς ἐν αὐτῷ. διὰ τοῦτο οὖν κᾀγὼ τὴν διὰ τοῦ ἐλαίου κατάντλησιν εἱλόμην ἱκανῶς θερμοῦ φεύγων ἀεὶ τὸ χλιαρὸν, ἔτι δὲ μᾶλλον τὸ ψυχρόν. ὕδατος δὲ χρῆσιν ἐν ὅλῃ τῇ θεραπείᾳ φυλάττομαι μέχρι τοῦ μηδ’ ἅψασθαι τοῦ ἕλκους, ὥσθ’ ὅταν μὲν εὐθέως ἐν ἀρχῇ δέῃ τὸ αἷμα τοῦ τετρωμένου μέρους ἀποπλῦναι, δι’ ἐλαίου τοῦτο πράττειν· ὅταν δ’ ἤδη μετρίως ἔχοντες οἱ κάμνοντες λούωνται, μηδὲ τότε ἐμβάλλειν ἐπιτρέπειν αὐτοῖς εἰς τὸ ὕδωρ τὸν πεπονθότα τόπον, ὡς τὸ πολὺ γὰρ ἐν αὐταῖς ταῖς χερσὶν
581
οἱ νευρότρωτοι γίνονται, μέμνημαι δέ τινα τῶν οὕτω τετρωμένων, ἐπειδὴ τετάρτην ἡμέραν ἄγων ἀνώδυνος τελέως ἦν ἀφλέγμαντόν τε τὸ πεπονθὸς ἑώρα μόριον, ἐν κρύει πολλῷ προελθόντα τῆς οἰκίας ἐπί τινα πρᾶξιν ἀναγκαίαν, ἐν ᾗ διατρίψας ἐπὶ πλέον ἦλθεν οἴκαδε τεινόμενος τὸ κῶλον ὅλον ἄχρι τοῦ τραχήλου καὶ μεγάλης ὀδύνης αἰσθόμενος. ὡς δ’ ἀφικομένου τινὸς ἐπ’ ἐμὲ παραγενόμενος ὡς αὐτὸν ἐθεασάμην ἐν οἷς ἦν, ἀποῤῥῖψαι μὲν ἐκέλευσα τὸ κατὰ τὸ μόριον ἔλαιον ψυχρὸν ἐκ τῆς προόδου γεγονὸς, ἐλαίῳ δὲ θερμῷ καταντλήσας ὅλον τὸ κῶλον, εἶτα καὶ τοῦ τραχήλου τὸ κατ’ εὐθὺ μέρος, ἐλαιοβρεχέσιν ἐρίοις πυριάσας ἐπιθείς τε τὸ διὰ τοῦ εὐφορβίου φάρμακον ὑγρὸν ἅμα καστορίῳ, παρηγόρησα τὸν ἄνθρωπον αὐτίκα καὶ ὕπνου ἐπιγενομένου μέχρι τῆς ἑσπέρας ἐπέπαυτο πάντα τὰ συμπτώματα. περὶ παντὸς οὖν ποιεῖσθαι χρὴ θερμὸν διαμένειν τὸ ἔριον, εἴτ’ οὖν ἐλαίῳ μόνῳ βεβρεγμένον εἴτε καὶ ὀξελαίῳ τύχοι. γένοιτο δ’ ἂν τοῦτο περιβαλλομένων ἔξωθεν ἐρίων ἄλλων ξηρῶν, ἔνδον τε μένοντος, ὅταν ᾖ χειμὼν ἄχρι τῆς ε΄ ἢ τῆς ζ΄. 
582
ἡμέρας τοῦ κάμνοντος. ἐὰν γὰρ ἄχρι ταύτης μήτε φλεγμονὴ φανεῖταί τις, ἀνώδυνός τε παντάπασιν ᾖ καὶ μηδεμιᾶς αἰσθάνηται τάσεως, ἐν ἀκινδύνῳ λοιπὸν ἔσται. φροντὶς δ’ ἔστω σοι τοῦ μηδὲν οἰνῶδες ἐμφαίνεσθαι τῷ ὄξει, καθάπερ γε καὶ κατὰ τοὔλαιον, ὡς ἀπηλλάχθαι στύψεως ἁπάσης. μήτε οὖν τὸ καλούμενον ὠμοτριβὲς ἢ ὀμφάκινον ἔστω, διττῶς γὰρ ὀνομάζεται μήτε τὸ ἀπὸ τῆς Ἰβηρίας, ὃ καλοῦσι Σπανὸν, ἀλλὰ μηδ’ ἄλλο τι τῶν θαλλοὺς ἐλαίας ἐχόντων. ἄριστον οὖν ἔλαιόν ἐστι τὸ λεπτομερὲς, ὁποῖον ἐν Ἰταλίᾳ μὲν τὸ Σαβῖνόν ἐστιν, ἄλλοθι δὲ τῶν ὑπὸ Ῥωμαίοις ἐθνῶν, ὅσα μηδεμίαν ἐμφαίνει στύψιν. ὁποῖον δέ τι πρᾶγμά ἐστιν ἔνδειξις λογικὴ καὶ ὅσον πλουσιώτερον ἐμπειρίας ψιλῆς ἄνευ μεθόδου, κᾀκ τῶνδε μαθήσῃ νευροτρώτων τε πολλοῖς πολλάκις ἐν ὁδοῖς τε καὶ κατὰ πλοῦν καὶ κατ’ ἀγρὸν, ἢ ἐν πόλει μὲν, ἀλλὰ πόῤῥω τῆς ἐμῆς οἰκίας παραγενόμενος, οὔτε τοῦ δι’ εὐφορβίου φαρμάκου παρόντος οὔτε τοῦ δι’ ὄξους, ἀλλ’ οὔτε ἄλλου τῶν ἐν ἐκείνῳ τῷ χωρίῳ κατὰ τύχην εὐπορηθέντων φαρμάκων ἐπιθεὶς τῷ τραύματι, διὰ παντὸς
583
ἔτυχον τοῦ σκοποῦ. κατ’ ἀγρὸν μὲν γὰρ ἐμαυτὸν οἶδα καὶ πρόπολιν πρόσφατον, ὑγρὰν καὶ λιπαρὰν, ἣν ὁ γεωργὸς εἶχεν, ἐπιθέντα κατὰ τοῦ τραύματος, καὶ ποτὲ ζύμην μόνην καὶ ποτὲ ἄμφω μίξαντα. χρὴ δὲ τὴν μὲν ζύμην ὅτι παλαιοτάτην εἶναι, τὴν πρόπολιν δὲ ἐναντίως ἔχειν αὐτῇ κατὰ χρόνον. εἰ δὲ εἴη παλαιοτέρα, μαλαττέσθω παρὰ τὸ πῦρ δι’ ἐλαίου ἢ ἐν ἡλίῳ. ἐπ’ ἄλλου δέ τινος ἀγροίκου τῇ ζύμῃ τὸν ὀπὸν τοῦ τιθυμάλλου μίξας ἐπέθηκα, πλησίον τῆς αὐλῆς αὐτοῦ θεασάμενος αὐτὸν πεφυκότα. κατέγνων γὰρ τῆς ζύμης ὡς προσφάτου. καὶ ποτὲ πρόπολιν μετ’ ἐλαίου τήξας ἀνέδευσα τῇ ζύμῃ, προφυράσας αὐτὴν ὄξει δριμυτάτῳ. κάλλιον δ’ ἐπὶ τῶν τοιούτων μίξεων τὸ ἔλαιον παλαιὸν εἶναι, δι’ ὀξυμέλιτός τε καὶ ἀλεύρου κυάμων ἢ ὀρόβων ἢ αἰρῶν ἢ ἐρεβίνθων ἢ θέρμων πικρῶν ἢ πάλης ἀλφίτων ἢ κριθῶν ἀλεύρου, οἷς κατὰ τὰς πόλεις κέχρημαι καταπλάσμασιν οὐ μόνον ἐπὶ τῶν ἤδη φλεγμαινόντων, ἀλλὰ καὶ κατ’ ἀρχὰς εὐθέως. ἐν ἀγρῷ δὲ καὶ πίτταν εὑρὼν ὑγρὰν παρὰ τέκτονι,
584
τῇ ζύμῃ μίξας ἐπέθηκα, καὶ παρ’ ἄλλῳ τὸ τῶν ὀρόβων ἄλευρον ἀναδεύσας αὐτῇ. μὴ παρόντος δὲ τούτου καὶ τῶν προειρημένων ὁτιοῦν ἔνεστι μιγνύειν. καὶ ὀξέλαιον δὲ μόνον ἀναλαβὼν ἐρίῳ θερμὸν ἐπέβαλον εὐθέως, ἄλλου μὴ παρόντος. ἐθάρσησα γὰρ τῷ ὄξει δριμεῖ τε ἱκανῶς ὄντι καὶ παλαιῷ. ἐφ’ ἑτέρου δὲ προκατεψυγμένου, διὰ τὸ πρὸ μιᾶς ὥρας ἢ καὶ πλείονος ἔτι χρόνου τεθλᾶσθαι τὸ νεῦρον, ἄχρι τῶν ἐπιτηδείων τί μοι κομισθησόμενον ἀνέμενον, ἐλαίῳ καταντλεῖσθαι τὸ μόριον κελεύσας. καὶ τότε προμίξας ὄξος, ἐπειδὴ τὸ περιέχον θερμότατον ἦν ὥρᾳ θέρους τὸ μικτὸν ἐξ ἀμφοῖν ἄχρι πλείστου κατήντλουν, ἕως τῶν ἄλλων ἐκομίσθη τι φαρμάκων. ἕκαστον δὲ τῶν εἰρημένων ἀλεύρων καὶ τῆς στακτῆς διαμίξας πολλάκις, ἐπέπλασα καὶ κατ’ ἀρχὰς εὐθέως καὶ μετὰ ταῦτα φθάσαντος ἀνθρώπου τῶν ἐναίμων τινὶ φαρμάκων οὐ καλῶς κεχρῆσθαι. πάντα δ’ οὖν ταῦτα τὰ ὁπωσοῦν ἐπιτιθέμενα φάρμακα θερμὰ ταῖς ποιότησι προσφερέσθω. καὶ μέντοι κᾀπὸ τῆς ἐμαυτοῦ ποτ’ οἰκίας, οὐδενὸς τῶν συνθέτων φαρμάκων ἑτοίμου εὑρισκομένου, σπεύδων προελθεῖν,
585
ἔδωκά τινι τῶν ἐμῶν παλαιὸν εὐφόρβιον, ἐκέλευσά τε λειώσαντα μετ’ ἐλαίου παλαιοῦ, μέχρι πάχους ὑγρᾶς κηρωτῆς, ἐπιθεῖναι τῷ νύγματι τοῦ κατὰ τὴν χεῖρα τένοντος. ὡς δ’ ἐπανελθὼν ἐπυνθανόμην τοῦ τρωθέντος, εἰ θερμασίας πολλῆς αἴσθησις αὐτῷ γίγνοιτο κατὰ τὸν τόπον, ὁ δὲ συμμέτρου τινὸς ἔφησεν αἰσθάνεσθαι. πάλιν οὖν ἐπυθόμην εἰ δάκνοιτο κατὰ τὸ τραῦμα πρὸς τοῦ φαρμάκου. τοῦ δὲ εἰπόντος μὴ δάκνεσθαι μὲν, οἱονεὶ δὲ κνήσεώς τινος αἴσθησιν ἔχειν, συνεχώρησα μέχρι τῆς νυκτὸς ἐπικεῖσθαι τὸ φάρμακον. ἐπεὶ δὲ ἀφαιρεθέντων τῶν ἐπικειμένων θερμασία τέ μοι σύμμετρος ἐφαίνετο κατὰ τὸ πεπονθὸς χωρίον καὶ μὴ μεμυκὸς τὸ νύγμα, κάλλιον ἔδοξέ μοι εἶναι τῷ αὐτῷ χρῆσθαι φαρμάκῳ. καὶ μέντοι κατὰ τὴν ὑστεραίαν ἀμέμπτως ἔχοντος τοῦ νευροτρώτου καὶ κατὰ τὴν τρίτην τε καὶ τετάρτην ἄχρι τέλους ἐχρησάμην τῷ αὐτῷ φαρμάκῳ, καί τις τοῦτο θεασάμενος ἐφ’ ἑτέρου τρωθέντος ὁμοίως ἐχρήσατο τῷ προσφάτῳ εὐφορβίῳ κατὰ τὸν αὐτὸν τόπον. ἐξ ἀνάγκης οὖν ἠκολούθησε τῷ τετρωμένῳ θερμασία τε πολλὴ καὶ δῆξις καὶ ὀδύνη κατὰ τὸ ἕλκος, ὥστε ἀχθῆναι πρὸς ἐμὲ
586
τὸν ἄνθρωπον, ὡς ἐπὶ παραδόξῳ τῷ συμβεβηκότι. κᾀγὼ συνεὶς αὐτίκα τοῦ γεγονότος ἀπέῤῥιψα μὲν τὰ ἐπικείμενα, καταντλήσας δ’ αὐτὸν ἐλαίῳ τὸ διὰ τοῦ ὄξους ἐπέθηκα φάρμακον. εἰ δ’ οὐκ ἦν τοῦθ’ ἕτοιμον, ἐπετεθείκειν ἂν τὸ διὰ εὐφορβίου, πλέονα κηρὸν ἔχον. οὐκοῦν ἐχρῆν, καθάπερ ὀλίγον ἔμπροσθεν ἐλέγομεν μὴ ἀγνοεῖν τάς τε δυνάμεις καὶ τὰς ἰδέας τῶν δοκίμων φαρμάκων, οὐδὲ τίνα μὲν ἐν τάχει μεταβάλλει τὴν δύναμιν, τίνα δὲ ἕως παμπόλλου διαφυλάττει. τῶν γὰρ ταχέως ἐξίτηλον ἐχόντων τὴν θερμότητα τὸ εὐφόρβιόν ἐστι· γνωριεῖς δὲ αὐτὸ καὶ χωρὶς τοῦ διαμασήσασθαι τὸ χρῶμα θεασάμενος. οὐ γὰρ ὡς ἐν ἀρχῇ τεφρῶδες, ἀλλ’ ὕπωχρόν τε καὶ ὑπόξανθον γίνεται παλαιούμενον. εὐθὺς δὲ καὶ ξηρὸν ἱκανῶς φαίνεται τηνικαῦτα καὶ διαλύεται μόγις ἐν τῷ λειοῦσθαι δι’ ἐλαίου τοῦ νέου ταχέως χυλουμένου. χρὴ δ’ οὐκ εὐθέως αὐτὸ μιγνύναι τῷ ἐλαίῳ, ἀλλὰ πρότερον ἐν τῇ θυείᾳ λειοῦν ἀτρέμα, ὅπως μὴ πλατυνθῇ. καὶ τί δεῖ λέγειν ὅτι καὶ γευσαμένῳ σοι τὸ μὲν πρόσφατον 
587
φαίνεται πυρωδέστατον, ὡς κατακαίειν τὴν γλῶσσαν, τὸ δὲ παλαιὸν ὀλίγην ἐργάζεται θερμασίαν; συμβαίνει μὲν οὖν καὶ ἄλλοις πολλοῖς τῶν φαρμάκων ὀλίγοις ἔτεσιν ἐξίτηλον ἴσχειν τὴν δύναμιν, οὐδενὸς δ’ ἧττον τὸ εὐφόρβιον μετά γε θαψίαν. αὕτη γὰρ μετ’ ἐνιαυτὸν μὲν ἀσθενὴς ἱκανῶς γίνεται, τελέως δ’ ἐκπνεῖ διετὴς γενομένη. τό γε μὴν εὐφόρβιον ὅταν ἐξ ἀρχῆς τε καλὸν ᾖ καὶ καλῶς ἀποκέηται, καὶ κατὰ τὸ τρίτον ἔτος διασώζει ἔτι τινὰ δύναμιν, ἔσθ’ ὅτε δὲ καὶ κατὰ τὸ τέταρτον, ἐκλύεται δ’ ἤδη καὶ κατὰ τὸ ε΄ καὶ ἕκτον, εἶτ’ ἐπὶ προήκοντι τῷ χρόνῳ τελέως ἀμαυροῦται. ᾧ δ’ ἔφην ἐγὼ σὺν ἐλαίῳ χρήσασθαί ποτε παλαιωθέντι χωρὶς κηροῦ ε΄ σχεδὸν ἐτῶν ἢ ἓξ ἦν. ὅθεν οὐδὲ περιλαβεῖν ἐν μέτρῳ δυνατόν ἐστι τὴν χρῆσιν αὐτοῦ. νέον μὲν γὰρ ὄν ἐλαίῳ δεκαπλασίῳ καὶ δωδεκαπλασίῳ μίγνυται μετὰ κηροῦ τριπλασίου, παλαιούμενον δὲ πλέον ἐμβάλλειν αὐτῷ χρή· τριετὲς δὲ καὶ τετραετὲς γενόμενον ἤτοι διπλάσιον τοῦ κατ’ ἀρχὰς ἢ ἴσον τῷ κηρῷ. ὅταν μὲν οὖν τοῖς ἀκόποις ὀνομαζομένοις χρίσμασιν ὁμοίαν ἔχειν βουληθῇς, τὸ
588
φάρμακον τὴν σύστασιν, ἥπερ δὴ καὶ τῆς ὑγρᾶς κηρωτῆς ἐστι, τετραπλάσιον εἶναι χρὴ τοῦ κηροῦ τὸ ἔλαιον. ὅταν δ’ ἐμπλαστρώδης γένηται, τὸν κηρὸν ἴσον τοὐπίπαν τῷ ἐλαίῳ χρὴ μιγνύναι, μάλιστα ἐὰν ξηρὸς ᾖ καὶ παλαιὸς, ὡς ὁ πρόσφατός γε καὶ λιπαρὸς ὢν ἐλάττονος δεῖται τοῦ ἐλαίου πρὸς τὸ ποιῆσαι κηρωτὴν ἐμπλαστρώδη, καὶ μᾶλλον ἔτι θέρους ὥρᾳ. βουληθεὶς οὖν τις τὴν κηρωτὴν ἐμπλαστρώδη ποιῆσαι τὸν κηρὸν τήξας ἐν ἐλαίῳ, καθ’ ἣν εἴρηκα συμμετρίαν, προσμίξει τὸ ἕκτον μέρος αὐτῷ τοῦ προσφάτου εὐφορβίου, ὡς εἶναι μὲν δραχ. α΄. ἐκείνου, τοῦ δὲ κηροῦ ἓξ, ἐλαίου δὲ ἓξ ἢ πέντε. ἀλλ’ ἐπεὶ τὸ κολλῶδες τε καὶ γλίσχρον οὐχ ὑπάρχει τῷ κηρῷ, καθάπερ τῇ ῥητίνῃ τε καὶ τῇ πίττῃ, διὰ τοῦτο μιγνύω τῇ κηρωτῇ ῥητίνην ἢ πίτταν ἢ ἑκατέρου μέρος. εὔδηλον οὖν ὅτι τούτων μιγνυμένων οὐκέτι τὸ ἔλαιον ἴσον αὐτοῖς ἐμβλητέον. ὁ μὲν γὰρ κηρὸς εἰς ὑγρότητα πολλοῦ δεῖται τοῦ λίπους, αἱ ῥητίναι δὲ αἱ μὲν ξηραὶ παντάπασιν ὀλίγου χρῄζουσιν, αἱ δὲ ὑγραὶ καὶ προσλαβεῖν τινα ξηρὰν οὐσίαν ἐθέλουσιν εἰς ἐμπλαστρώδη σύστασιν. ἐν μὲν
589
οὖν τοῖς κηροῖς οὐ πολλή τίς ἐστιν ἡ διαφορὰ καθ’ ὑγρότητα καὶ ξηρότητα, ταῖς ῥητίναις δ’ ἔμπαλιν, ὥσπερ καὶ τῇ πίττῃ, παμπόλλη ἡ διαφορὰ ταῖς ξηραῖς ἐστι πρὸς τὰς ὑγράς. ξηροτάτη μὲν οὖν τῶν ῥητινῶν ἐστιν ἣν ὀνομάζουσί τινες φρυκτὴν, τινὲς δὲ κολοφωνίαν· δευτέρα δ’ ἡ ἐκ τῶν κεραμείων, ἀκάθαρτός τε καὶ ἄφρυκτος, ἐὰν δ’ αὐτὴν καθάρῃ τις, εἰς τὴν φρυκτὴν μεταπίπτει. τούτων δ’ ἀμφοτέρων ξηρότερόν ἐστι τὸ καλούμενον πιτύϊνον φύσημα. τοῦτο μὲν, ὡς ἂν αὐχμηρὸν, οὐκ ἐπιτήδειον νομίσας εἶναι εἰς τὴν τῆς προκειμένης ἐμπλάστρου σύνθεσιν ἀπωσάμην, ἐχρησάμην δὲ τῇ τε φρυκτῇ καὶ ταῖς ὑγραῖς. εἰσὶ δὲ καὶ τούτων ἔνιαι μὲν ἐπὶ πλέονα χρόνον ὑγραὶ διαμένουσαι, καθάπερ ἡ τερμινθίνη, τινὲς δὲ ταχέως ξηραινόμεναι, καθάπερ ἡ στροβιλίνη. μέση δ’ ἀμφοῖν ἐστιν ἡ ἐλατίνη. καὶ μέντοι καὶ κατὰ τὰς δυνάμεις θερμοτέρα μὲν ἡ στροβιλίνη, δευτέρα δὲ ἡ ἐλατίνη, τρίτη δ’ ἀμφοῖν ἡ τερμινθίνη. τὴν κυπαρισσίνην δὲ ὑπώπτευσα μὴ μιγνύειν, ὡς στύψεως ἔχουσάν τι. δόξει δέ τις ἡμῖν διαφέρεσθαι κατὰ τὸν περὶ ῥητινῶν λόγον Διοσκορίδην τὸν Ἀναζαρβέα γράψαντα τήνδε τὴν ῥῆσιν ἐν τῷ
590
πρώτῳ περὶ ὕλης. προάγει δὲ πασῶν τῶν ῥητινῶν ἡ τερμινθίνη καὶ μετὰ ταύτην ἡ σχινίνη, εἶτα πιτυΐνη καὶ ἐλατίνη, μεθ’ ἃς ἀριθμοῦνται ἥ τε πευκίνη καὶ ἡ στροβιλίνη. φαίνεται γὰρ ἐν τούτοις ὁ Διοσκορίδης, ὡς περὶ φαυλοτάτης μὲν φρονῶν τῆς στροβιλίνης, ἀρίστης δὲ τῆς τερμινθίνης. ἐγὼ δὲ τῶν τριῶν ῥητινῶν τῶνδε, στροβιλίνης, ἐλατίνης, τερμινθίνης, πρώτην μὲν εἶπον ἀρίστην τὴν στροβιλίνην εἶναι κατὰ θερμότητα, δευτέραν δὲ τὴν ἐλατίνην, ὑστάτην δὲ τὴν τερμινθίνην. ὥσπερ οὖν ὁ λέγων τῶν κατὰ τὴν Ἰταλίαν οἴνων αὐστηρῶν ἄριστον εἶναι τὸν Ἰταλικὸν οἶνον, ὁ μὲν γὰρ πρὸς μίαν ποιότητα τὴν ἀναφορὰν τοῦ λόγου ποιούμενος, ὁ δὲ ἁπλῶς ὑπὲρ ὅλης ἀποφαινόμενος αὐτῶν τῆς οὐσίας, ἀληθεύει, κατὰ τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν ῥητινῶν ἀρίστην μὲν ὡς πολυχρηστότατον φάρμακον εἰκότως ἄν τις εἴποι τὴν τερμινθίνην ὑπάρχειν, οὐ μὴν ἔν γε τῇ θερμότητι πρωτεύειν. ὥσπερ οὖν ἔλεγον, ἔνεστί σοι τῷ κηρῷ μιγνύντι τῶν ῥητινῶν ἣν ἂν ἐθέλῃς, εἰς σύστασιν ἐχεκολλοτέραν ἀνάγειν τὴν ἁπλῆν κηρωτὴν, ἣ δι’ ἐλαίου τε καὶ κηροῦ
591
μόνον συντίθεμεν. ἐν τούτῳ δὲ καὶ τῆς πείρας ἐστι χρεία κρινούσης τὸν στοχασμὸν ἡμῶν. ἔξεστι γάρ σοι τριπλάσιον τοῦ κηροῦ τῇ τερμινθίνῃ μίξαντι γνῶναι πότερον ἤδη σύστασιν ἐμπλαστρώδη τὸ φάρμακον εἴληφεν ἢ αὐχμηρότερόν ἐστιν ἔτι καὶ δεῖται πλείονος ἔτι ῥητίνης, ὥσθ’ ὅταν ποτέ σοι τὸν τρόπον τοῦτον πειρωμένῳ φανῇ συμμέτρως ἔχειν μιγνύναι τηνικαῦτα τῷ γιγνομένῳ φαρμάκῳ, τὸ δωδέκατον τοῦ εὐφορβίου. ἐὰν δὲ ἀγνοῇς πότερον ἀκριβῶς ἐστι θερμὸν τὸ εὐφόρβιον, ἢ ἀπολείπεται κατά τι τοῦ τοιούτου μετὰ τὴν σκευασίαν, ἐμπλάσας ὀθονίῳ βραχὺ τοῦ κατασκευασθέντος, ἐπίβαλλε κατὰ τῆς ἑαυτοῦ κνήμης ἢ πήχεως ὥραις τισὶν, εἶτα ἐὰν μέν σοι δόξῃ μετρίως θερμαίνειν, εὐκράτως ἔχειν ὑπόλαβε τὸ σκευασθέν. εἰ δ’ ἤτοι μηδεμίαν αἰσθητὴν ποιοῖτο θερμασίαν ἢ πυρωδέστερον εἴη τοῦ προσήκοντος, ἔξεστιν ἤτοι γ’ ἐκλῦσαι τὸ φάρμακον ἢ ἐπιτεῖναι· ἐκλῦσαι μὲν μίξει κηρωτῆς, ἐπιτεῖναι δ’ εὐφορβίου προσθέσει. ἐάν γε μὴν λιπαρὰν ἔχῃς πρόπολιν, ἐπιτηδειοτέραν ἴσθι σοι πασῶν τῶν ῥητινῶν ἐσομένην αὐτὴν, ὡς ἂν ἐπισπᾶσθαί τε 
592
καὶ τοῦ βάθους ἕλκειν ἔξω πεφυκυῖαν ἀτμώδη τε πάχη πνεύματος, ὑγρότητάς τε περιττάς. αἱ μὲν γὰρ ῥητίναι μετὰ τοῦ κηροῦ τῆς ἐμπλαστρώδους συστάσεως ἕνεκεν, οὐχ ὡς ὑπὸ τὸν σκοπὸν τῆς θεραπείας πεπτωκυῖαι παραλαμβάνονται. τοῦ σκοποῦ δ’ αὐτοῦ τῆς ἰάσεως ἡ πρόπολις ἔχεται. καί ποτε αὐτῇ μόνῃ προσφάτῳ καθ’ ὑγρὸν ἐχρησάμην, ὡς ἔφην, ἐπί τινος γεωργοῦ σκληρὸν ἔχοντος σῶμα, καὶ θαυμαστὸν ὅπως ὤνητο μόνῃ χρησάμενος ἄχρι τέλους, ὡς μηδενὸς δεηθῆναι φαρμάκου, βαθύτερον ἔχοντος ἑτέρου τὸ νύγμα βραχύ τι προσέμιξα τῶν τιθυμάλλων τινὸς ὀποῦ. τοῖς μέντοι μαλακοῖς σώμασι σκληρότερον φαίνεται τὸ φάρμακον ἐν τῇ ψαύσει, πλὴν εἰ πάνυ τις αὐτὸ μαλακύνει ἐλαίου μίξει. καὶ μέντοι καὶ τἄλλα φάρμακα πάνθ’ ὅσα προσφέρεται τοῖς νευροτρώτοις, ὑγρὰ καὶ μαλακὰ προσῆκεν εἶναι. τὴν μὲν οὖν μαλακότητα, πᾶν ἔλαιον δύναται παρασχεῖν, τὴν δ’ ἰσχὺν τοῦ φαρμάκου φυλάξαι τὸ παλαιὸν ἔλαιον. ὥσπερ δὲ τὴν πρόπολιν ἐν ἀγρῷ ποτε ἐπέθηκα τῶν τότε παρόντων ὡς βέλτιον φάρμακον ἐκλεξάμενος, οὕτως καὶ τὴν ζύμην αὖθις
593
ἐφ’ ἑτέρου, φαρμάκου μὴ παρόντος, ἐπειδὴ καὶ ταύτην τὰ ἐκ τοῦ βάθους ἠπιστάμην ἕλκουσάν τε καὶ διαφοροῦσαν. ὅσῳ δ’ ἂν ᾖ πλέονος χρόνου ἡ ζύμη, τοσούτῳ βελτίων ἐστίν. οὐ μόνον δὲ τὰ τοιαῦτα κατὰ τὰς ἀγροικίας εὑρίσκεται ῥᾳδίως, ἀλλὰ καὶ θεῖον ἄπυρον, ᾧ ποτε καὶ αὐτῷ ἐχρησάμην μίξας τῇ τετραφαρμάκῳ. ταύτῃ μὲν οὖν καὶ ἀφρόνιτρον καὶ Βερενίκιον λίτρον καὶ ἀφρόλιτρον τὸ μὴ λιθῶδες, ἀλλ’ ὄντως ἀφρόλιτρον, ὅπερ ἀφρώδη τὴν σύστασιν ἔχει, μίξας ἐχρησάμην πολλάκις, οὐ μόνον ἐπ’ ἀγροικίας ἀπορίᾳ τῶν ἄλλων, ἀλλὰ καὶ παρόντων τῶν εἰρημένων φαρμάκων, ἕνεκα τοῦ τῇ πείρᾳ βασανίσαι μου τὴν ἐπίνοιαν καὶ διὰ μόνης τῆς τοιαύτης χρήσεως ὁ τετρωμένος ἐθεραπεύθη, καταντλώμενος δηλονότι τῷ ἐλαίῳ. τοῦτο γὰρ κοινὸν ἐπὶ πάντων ἔστω σοι τῶν ἐνταῦθα λεγομένων φαρμάκων ἁρμόττειν τοῖς νευροτρώτοις. καὶ τὸ καλούμενον δὲ ὑπὸ μὲν τῶν ἰατρῶν ἀρσενικὸν, ὑπὸ δὲ τῶν ἀττικίζειν τὰ πάντα βουλομένων ἀῤῥενικὸν, ἔμιξα τῇ τετραφαρμάκῳ δυνάμει, πειραθῆναί μου τῆς ἐπινοίας βουλόμενος. αὖθις δὲ μὴ παρόντος
594
τούτου τὴν ὀνομαζομένην σανδαράχην, ὥσπερ γε καὶ τὴν τίτανον ἐσβεσμένην τε καὶ ἄσβεστον, ἄπλυτόν τε καὶ πεπλυμένην, ὀλίγον μὲν ἐμβαλὼν τῆς ἀσβέστου, τὸ πλέον δὲ τῆς ἐσβεσμένης καὶ πλέον ἔτι τῆς πεπλυμένης. εἰρήσεται δ’ ὀλίγον ὕστερον ὑπὲρ τῆς καθ’ ἑκάστην σύνθεσιν ἀκριβοῦς ποσότητος, ἐὰν πρότερον ἐπέλθω ταῦθ’ ἁπλᾶ πάντα καὶ τοὺς διορισμοὺς τῆς χρήσεως αὐτῶν. ἐν γὰρ τούτῳ τῷ λόγῳ διὰ τοὺς ἐμπειρικοὺς ἐκ περιπτώσεως τὰ πλεῖστα τῶν συνθέτων φαρμάκων ἡγουμένους εὑρῆσθαι τὴν τῶν νευροτρώτων ἀγωγὴν ἔδοξέ μοι διελθεῖν, εὑρημένην ὑπ’ ἐμοῦ χωρὶς περιπτώσεως, ἐκ τοῦ τόν τε σκοπὸν τῆς θεραπείας αὐτῶν γνῶναι καὶ τῶν ἁπλῶν φαρμάκων ἐπίστασθαι τὰς δυνάμεις. ἐκ μὲν γὰρ περιπτώσεως ἕν τι τῶν ἁπλῶν εὑρίσκεται φαρμάκων, ἡ λογικὴ δὲ μέθοδος ἀθρόα τε καὶ πολλὰ τῶν ἁπλῶν εὑρίσκει καὶ συνθέσεις παμπόλλας ἐπ’ αὐτοῖς. ὅσα γοῦν ἐκ βάθους ἕλκειν ἔξω πέφυκε καὶ διαφορεῖν τὰς ὑγρότητας, ἐπιτήδεια τοῖς νευροτρώτοις ἐστίν. ἐπεὶ δέ τινα τούτων ἐζευγμένας ἔχει θερμότητας ἀμετροτέρας ἢ δακνώδεις ἰσχυρῶς δριμύτητας ἢ ὀξύτητας, εὔλογόν ἐστι μιγνύειν αὐτοῖς
595
ἕτερα φάρμακα δυνάμενα τὰς εἰρημένας ὑπεροχὰς μετριωτέρας ἐργάζεσθαι χωρὶς τοῦ μὴ βλάπτειν τὴν δύναμιν. οὐκ ἐνδέχεται δὲ τοῦτο πράττειν ὀρθῶς ἄνευ τοῦ γινώσκειν ἑκάστου τῶν φαρμάκων οὐ μόνον τὸ γένος τῆς ποιότητος, ἀλλὰ καὶ τὸ ποσὸν ἐν αὐτῇ. τινὰ μὲν γὰρ, ὡς ἐδείκνυμεν ἐν τῇ περὶ τῶν ἁπλῶν φαρμάκων πραγματείᾳ, τῆς πρώτης τάξεώς ἐστι τῶν θερμαινόντων, ἀποκεχωρηκότα βραχύ τι τῶν εὐκράτων, ἕτερα δ’ ἐπ’ αὐτῆς τῆς δευτέρας ἐπὶ πλέον ἀφεστηκότα, καὶ τινὰ τῆς τρίτης καὶ τετάρτης, ἄλλ’ ἄττα καίειν ἤδη δυνάμενα. κατὰ τὴν ἀναλογίαν οὖν τῆς κατὰ τὴν δύναμιν ἑκάστου φαρμάκου σφοδρότητος ἡ τῶν μιγνυμένων εὑρίσκεται δύναμις, ἐάν τις ἐπίστηται τῶν ἁπλῶν φαρμάκων ἁπάντων τὰς κράσεις. ἡ δὲ τῶν ἐμπειρικῶν, μόνα μιγνῦσα τὰ ὁμογενῆ, διά τε τὴν ἄγνοιαν ἑκάστου τῆς φύσεως φαρμάκου γίγνεται καὶ τοῖς ταύτην ἐπισταμένοις διὰ τὸ μὴ γινώσκεσθαι βεβαίως τὸ ποσὸν τῆς ὑπεροχῆς. ἔγωγ’ οὖν αὐτὸς ὃ πρῶτον ἐσκεύασα φάρμακον ἐκ πολλῶν ὁμογενῶν συνέθηκα διὰ τὸ μηδέπω γινώσκειν ἑκάστου τὸ ποσὸν
596
τῆς δυνάμεως ἀκριβῶς. ἐνέβαλον μὲν γάρ τι καὶ ἀρσενικοῦ καὶ θείου καὶ μίσυος καὶ τιτάνου τῆς ἀπλύτου τε καὶ πεπλυμένης καὶ πομφόλυγος, ὡσαύτως καὶ σποδίου. πρὸς τούτοις δὲ καὶ λεπίδος χαλκοῦ καὶ χαλκίτεως κεκαυμένης, ἀπλύτου τε καὶ πεπλυμένης καὶ προσέτι τῆς ἀκαύστου. ταῦτα μὲν οὖν ἐν ὄξει δριμυτάτῳ πολλαῖς ἡμέραις ἐν ἡλίῳ θερινῷ προελείωσα. τὰ δὲ μέλλοντα καταχεῖσθαι τούτων ὅ τε κηρὸς ἦν ἐξ ἀνάγκης καὶ μέλιτός τι βραχὺ προαπηφρισμένου καὶ αἱ ῥητίναι σχεδὸν ἅπασαι καὶ πρόπολις καὶ πίττα καὶ λάδανον. ὑγρὰ δὲ κύπρινόν τε καὶ σούσινον, ὀποβάλσαμόν τε καὶ ἀμαράκινον καὶ γλεύκινον καὶ κέδρινον, ἔλαιόν τε κίκινον καὶ παλαιόν. ἐξ ἑκάστου δέ τι σμικρὸν ὧν ὀλίγον ἔμπροσθεν εἶπον ὀπῶν. ὕστερον δὲ ἀφαιρῶν ἄλλοτε ἄλλο πείρας ἕνεκεν, οὐδὲν ἀπολειπόμενον εὕρισκον ἕκαστον τῶν ἁπλουστέρων, οἷς ἄχρι τοῦ δεῦρο χρῶμαι. λεχθήσονται δ’ αὐτῶν ὀλίγον ὕστερον αἱ συμμετρίαι. δι’ ὄξους μὲν οὖν ἐσκεύαζον τὰ τοιαῦτα διά τε τῶν ὀπῶν μιγνὺς αὐτοῖς τι κηροῦ καὶ τῶν εἰρημένων ῥητινῶν καὶ προπόλεως καὶ πίττης, ὡσαύτως δὲ καὶ διὰ κόπρου περιστερῶν καὶ τῶν λεπτομερῶν βοτανῶν. 
597
ἀλυπότερα μὲν οὖν ἐστι τὰ ὑγρὰ φάρμακα, καὶ τοῖς ἄλλοις μὲν ἕλκεσιν, ἐξαιρέτως δὲ τοῖς κατὰ τὰ νεῦρα. χρώμεθα δὲ καὶ τοῖς ἐμπλαστρώδεσι διὰ τοὺς λούεσθαι βουλομένους. ἀφαιρεθέντων γὰρ τῶν ἐρίων, αὐτὸ μόνον ἐπικείμενον ἔχοντες τὸ τοιοῦτον φάρμακον ἀοχλητότερον λούονται. προείρηται γὰρ ὅτι μηδὲ τότε προσήκει βρέχειν ὕδασι τὸ τετρωμένον, ἐάν γε ἐν χειρὶ ᾖ. κατὰ μέντοι τὸν πόδα τῆς τρώσεως ἐπιγενομένης ἀδύνατον μέν ἐστι μὴ βρέχειν τὸ μόριον, ἀπέχεσθαι δὲ χρὴ τηνικαῦτα βαλανείου τὰς πρώτας τέτταρας ἡμέρας. ἐπεὶ δὲ ἀπόλωλεν ἐν τῷ νῦν βίῳ ἡ καρτερία πάντων ἀνθρώπων, ἤδη μέχρι καὶ τῶν ἐν τοῖς ἀγροῖς καθ’ ἡμέραν εἰωθότων λούεσθαι, τοὺς μὲν μὴ πάνυ τρυφῶντας, εἶεν δ’ ἂν οἱ πένητες οὗτοι, πειθομένους ἔχομεν ὡς τὸ πολὺ, τοὺς πλουσίους δὲ καὶ μάλιστα αὐτῶν ὅσοι πολὺ δύνανται ἢ δυσπειθοῦντας ἢ τελείως ἀπειθοῦντας. ἄριστον μὲν οὖν ἦν μηδὲ θεραπεύειν αὐτούς. ἐπεὶ δ’ οὐκ οἶδ’ ὅπως κατ’ ἄλλην ἄλλος αἰτίαν οἱ μὲν ἄκοντες ἡμῶν, οἱ δὲ ἑκόντες ἀναγκάζονται τῆς μαλακίας αὐτῶν ἀνέχεσθαι,
598
τοιοῦτόν τι ποιεῖν εἴωθα. κατὰ τοῦ τετρωμένου μέρους ἐπιτιθεὶς τῶν ἐμπλαστρωδῶν τι φαρμάκων, ἔξωθεν αὐτοῦ πάλιν ἐπιβάλλω πολυπτύχους ὀθόνας πλέονας ἐλαίῳ διαβρόχους, αἷς αὖθις ἔξωθεν ἐπίδεσμον ἐξ ὀθόνης ἐπιβάλλω, καὶ μετὰ ταῦτα πάλιν ἐν αὐτῷ τῷ βαλανείῳ προκαταχέω τὸ ἔλαιον τοῦ ἐπιδέσμου, μέλλοντος εἰς τὴν πτύελον ἐμβαίνειν τοῦ νευροτρώτου καὶ δηλονότι λουσαμένου, τὰ μὲν ἐπικείμενα πάντα ἀποβάλλω, χρῶμαι δὲ τῇ προειρημένη τῆς ὅλης θεραπείας ἀγωγῇ. εὔδηλον δ’ ὅτι καὶ τῆς τῶν μορίων φύσεως ἔμπειρον εἶναι χρὴ τὸν μέλλοντα καλῶς προνοήσασθαι τῶν νευροτρώτων. εἴρηται γὰρ ἔμπροσθεν ὅτι καὶ οἱ τένοντες, εἰς οὓς οἱ πλεῖστοι τῶν μυῶν τελευτῶσι, συμπαθείας οὐ μικρὰς ἐπιφέρουσι, πρῶτον μὲν τοὺς σπασμοὺς γεννῶντες, ὕστερον δὲ σηπόμενοί τε αὐτοὶ καὶ τὰ πλησιάζοντα πάντα συνδιαφθείροντες. ἔνιοι δ’ αὐτῶν ὡς ὑμένες εἰσὶ λεπτοὶ καὶ πλατεῖς, ὁποῖοι κατά τε τὰ πρὸς τοῖς γόνασι τέλη τῶν μηρῶν ἔνδον τε τῶν χειρῶν καὶ κάτω τῶν ποδῶν ὑποτέτανται. πάντες γὰρ οὗτοι τοῦ δέρματος ψαύουσι,
599
συμφυεῖς μὲν ἱκανῶς οἱ κατὰ τὰς χεῖρας καὶ τοὺς πόδας ὄντες αὐτῶν, κατὰ δάρσιν δὲ ἀπολυόμενοι τοῦ περικειμένου δέρματος οἱ καθήκοντες εἰς τὴν μύλην. ἐμοὶ δὲ καὶ τοῦτο συνέβη κατὰ τύχην, ἐπενόησα μὲν γὰρ τὴν ἀγωγὴν τῶν νευροτρώτων ἔτι νέος ὢν, ἡνίκα πρῶτον ἐκ τῆς Ἀλεξανδρείας ἐπανῆλθον εἰς τὴν πατρίδα γεγονὼς ἔτος ὄγδοον ἐπὶ τοῖς εἴκοσι. ἐπεὶ δ’ ἕκαστον ὧν ἐπενόησα φαρμάκων ἔδωκα τοῖς φίλοις ἰατροῖς, οὐ μόνον τοῖς πολίταις, ἀλλὰ καὶ τοῖς ἀστυγείτοσιν ἕνεκεν τοῦ βεβαιωθῆναι πάντα τῇ πείρᾳ· δόξαν δ’ οὐκ οἶδ’ ὅπως τῷ κατὰ τὴν πόλιν ἡμῶν ἀρχιερεῖ, τὴν θεραπείαν ἐγχειρῆσαί μοι μόνῳ τῶν μονομάχων καίτοι νέῳ τὴν ἡλικίαν ὄντι. τοῦ γὰρ ἐνάτου καὶ εἰκοστοῦ ἔτους ἠρχόμην, τηνικαῦτα τοὺς τρωθέντας κατὰ τὸ πρόσω τε καὶ κάτω μέρος τοῦ μηροῦ διὰ τῆς ἐπινενοημένης ἀγωγῆς ἐθεράπευσα, τῶν μὲν ἐγκαρσίαν ἐχόντων τὴν πληγὴν τὸ τοῦ τένοντος ὑπόλοιπον ἐντέμνων αὐτὸς, ὡς ἀκίνδυνον εἶναί μοι τὴν θεραπείαν, τῶν δὲ τὸ μικρὸν ἢ ὄρθιον ἐχόντων τὸ τραῦμα, σὺν ἀσφαλείᾳ τε ἅμα καὶ δέει τὴν ὅλην ἀγωγὴν ποιούμενος. τῶν γὰρ πρὸ ἐμοῦ πάντων
600
ἰατρῶν, ἐπὶ πλεῖστόν τε καταντλούντων αὐτοὺς ὕδατι θερμῷ καὶ καταπλαττόντων ἀλεύρῳ πυρίνῳ, δι’ ὑδρελαίου συμμέτρως ἑψημένῳ, τὸ μὲν ὕδωρ οὐδ’ ὅλως προσήνεγκα, τῷ δὲ ἐλαίῳ πολλάκις καταιονῶν ἅμα τοῖς εἰρημένοις φαρμάκοις, ὑγιεῖς πάντας ἐν τάχει εἰργασάμην. κατὰ τύχην δὲ πολλῶν τεθνεώτων ἐν τοῖς ἔμπροσθεν ἔτεσιν, ἐμοῦ δὲ οὔτε τῶν ὡς εἴρηται τετρωμένων ἀποθανόντος τινὸς οὔτ’ ἐξ ἄλλου τραύματος, ὁ μετὰ τὸν ἐγχειρίσαντά μοι τότε τὴν θεραπείαν δεύτερος ἀρχιερεὺς, ὁμοίως καὶ αὐτὸς ἐπίστευσε τὴν ἐπιμέλειαν τῶν μονομάχων μετὰ μῆνας ἑπτὰ μέσους. ὁ μὲν γὰρ πρῶτος περὶ τὴν φθινοπωρινὴν ἰσημερίαν, ὁ δὲ δεύτερος ἀκμάζοντος τοῦ ἦρος ἠρχιερεύσατο. πάλιν δ’ ἐπὶ τούτῳ σωθέντων ἁπάντων ὁ τρίτος καὶ ὁ τέταρτος καὶ πέμπτος ὡσαύτως ἐνεχείρισάν μοι τὴν θεραπείαν τῶν μονομάχων, ὥστε πολλὴν βάσανον ἔχειν τῆς ἀγωγῆς. ἐν δὲ δὴ χρόνῳ τούτῳ καὶ τοιοῦτον ἐπενοήθη μοί τι, καὶ μάλιστα αὐτῷ προσέχειν χρὴ τὸν νοῦν ἐκείνους τῶν ἰατρῶν, ὅσοι τραυμάτων θεραπείαν ὀρθῶς βούλονται μεταχειρίζεσθαι. θεασάμενος
601
γάρ τινα μονομάχων τῶν καλουμένων ἱππέων ἐγκαρσίαν ἔχοντα διαίρεσιν, ἄχρι βάθους πολλοῦ κατὰ τὰ πρόσω τε καὶ κάτω τοῦ μηροῦ καὶ τὸ χεῖλος ἰδὼν τοῦ τραύματος, ἄνωθεν μὲν τὸ ἕτερον ἀνεσπασμένον, κάτω δὲ θάτερον, ὡς ἐπὶ τὴν μύλην κατεσπασμένον, ἐτόλμησα τῆς κατὰ πλάτος ὀνομαζομένης ἀγωγῆς ἀποστὰς, συναγαγεῖν ῥαφαῖς πρὸς ἄλληλα τὰ διεστῶτα μέρη τῶν μυῶν. εὐλαβηθεὶς οὖν συνδιαῤῥάπτειν αὐτοῖς τοὺς τένοντας, ἀποδείρας πρότερον ἐκείνους, οὕτως ἐχρησάμην διὰ πολλοῦ βάθους ταῖς ῥαφαῖς, εἰδὼς ἀκίνδυνον μὲν εἰς αὐτὸ τὸ σαρκῶδες μυῶν, τὸν κίνδυνον δὲ ἐκ τῶν τενόντων γινόμενον, οὐδὲ τοῦτό τινα τῶν διδασκάλων ἑωρακὼς ποιοῦντα. τινὲς μὲν γὰρ αὐτῶν ἐν ταῖς τοιαύταις τρώσεσι τὰ τοῦ δέρματος χείλη μόνα συνέῤῥαπτον, ἔνιοι δὲ κατὰ τὰ σαρκώδη τοὺς μῦς αὐτοὺς τολμῶντες ῥάπτειν, ἐπιπολῆς αὐτῶν ἐποιοῦντο τὴν συναγωγὴν, ὥστε εἴ ποτε μέχρι βάθους συχνοῦ τὸ τραῦμα διῆκον ἐγεγόνει μὴ κατὰ τὸ μῆκος τοῦ κώλου, τὸ μὲν ἐπιπολῆς τοῦ μυὸς κολλᾶσθαι, τὸ δ’ ἄλλο πᾶν ἀκόλλητον μένειν. ἐπὶ μὲν γὰρ 
602
τῶν κατὰ τὸ μῆκος τοῦ κώλου τραυμάτων ἡ ἐπίδεσις ἱκανὴ συναγαγεῖν ἀλλήλοις τὰ μέρη τοῦ τετρωμένου μυός· ἐφ’ ὧν δὲ ἐγκάρσιον γίγνεται τὸ τραῦμα, τῆς ἐπιδέσεως οὐδὲν ὠφελῆσαι δυναμένης, ἐκ μόνης τῆς ῥαφῆς τὸ σύμπαν περαίνεται. ταῦτ’ οὖν ἐὰν μὴ διὰ βάθους ποιῆταί τις, ἀκόλλητα διαμένει τὰ κατὰ τόδε μέρη τοῦ μυός. ἐπιτευχθέντος δέ μοι τοῦ ἔργου, μιγνύμενοί τινες ταὐτὸ τῶν ἀπείρων ἀνατομῆς ἁπάντων μυῶν ὑποδέρουσι τοὺς ὑποκειμένους ὑμένας, οὐκ εἰδότες ἀκινδύνως μὲν τούτους ἅμα τοῖς μυσὶ συῤῥάπτεσθαι, κινδυνωδέστατα δὲ τοὺς ὁμοίως αὐτοῖς πεπλατυσμένους τένοντας. ἀλλ’ ὅπως ἂν αὐτοὶ πλατυνθῶσιν, ὅμως ἔτι παχύτεροί τε τῶν ὑμένων εἰσὶ καὶ σκληρότεροι. λεπτοὺς δ’ ἱκανῶς τένοντας ὄψει κᾀν τοῖς κατ’ ἐπιγάστριον μυσὶν ἅπασι πλὴν δυοῖν τῶν ὀρθίων, οἷς αἱ τῶν λοξῶν ὑμενώδεις ἀπονευρώσεις ἐπιβέβληνται. ἄλλος δὲ τένων οὐδεὶς παρὰ τοὺς εἰρημένους ὑμενωδῶς πλατύνεται. διασώζουσι γὰρ ἅπαντες οἱ πλατυνόμενοι πάχος ἱκανὸν, ὡς μηδένα λαθεῖν. ἥ γε μὴν συμπάθεια τῶν ὑπερκειμένων μερῶν ἄχρι τῆς ἀρχῆς τῶν
603
νεύρων αὐτῆς οὐδὲν ἧττον τοῖς κατὰ τὸ πέρας τοῦ μηροῦ τοῖς τε εἰς τὸν ἀγκῶνα τοῦ πήχεως ἐνδυομένοις μυσὶ καὶ τοῖς εἰς τὴν πτέρναν γίγνεται. πλατύνονται μὲν οὖν ἑκατέροις οἱ τένοντες, ἀλλὰ μετὰ τοῦ φυλάττειν πάχος ἀξιόλογον, ἐπὶ δὲ τῆς πτέρνης ἔτι μᾶλλον, ὁ καθήκων ἐκ τῆς γαστροκνημίας τένων εὔρωστός τε φαίνεται καὶ παχὺς, ὡς ἂν ἐκ τριῶν ἀπονευρώσεων συγκείμενος. ἐλελήθει δὲ καὶ τοῦτο τοὺς ἐμοῦ πρεσβυτέρους ἀνατομικοὺς, ὥσπερ καὶ ἄλλα πολλὰ κατά τε τοὺς μῦς ὅλους καὶ πολὺ μᾶλλον ἔτι κατὰ φλέβας τε καὶ ἀρτηρίας καὶ νεῦρα. πολλοὶ δὲ καὶ ἤδη τῶν ἐμῶν ἑταίρων ἴσασιν ἅπαντα ταῦτα καὶ δεικνύουσι τοῖς μαθηταῖς, ἀναγινωσκομένων τῶν ἐμῶν ἀνατομικῶν βιβλίων. ἐμνημόνευσα δὲ τῶν ἐξ ἀνατομῆς φαινομένων οὐδὲν, ὡς ἄν τις ὑπολάβοι, κοινὸν ἐχόντων τῇ περὶ συνθέσεως φαρμάκων πραγματείᾳ, δεδιὼς δ’ ἐκ τῆς τοιαύτης ἀγνοίας ἁμαρτάνοντας ἤτοι γε ὑποπτεῦσαι τὴν ἀγωγὴν ὅλην ἢ μάτην ἀποδέρειν τοὺς ὑμένας εὐλαβουμένους τὴν ἐξ αὐτῶν ὧν ὑπονοοῦσι ψευδῶς ἐσομένην βλάβην· ὥσπερ ἕτεροί τινες οὐκ
604
εἰδότες γνωρίζειν τοὺς συνδέσμους, ὁμοίως ὑποπτεύουσι τοῖς νεύροις τε καὶ τένουσι τιτρωσκομένοις, ἀκινδύνους ὄντας αὐτοὺς, ὅτι ἂν πάσχωσιν, ὡς ἀναισθήτους τε ὄντας, ἐξ ὀστῶν τε τὴν γένεσιν ἔχοντας, οὐκ ἐκ μυῶν, ὥσπερ οἱ τένοντες, ἢ ἐξ ἐγκεφάλου καὶ νωτιαίου, καθάπερ τὰ νεῦρα. κάλλιστα τοίνυν ὥσπερ ἄλλα πολλὰ καὶ ἐπὶ τούτων εἰρήκασιν ἰατροὶ πολλοὶ τῶν δοκιμωτάτων, ὡς ἀλλήλων δεῖται τὰ μέρη τῆς ἰατρικῆς, τό τε χειρουργικὸν λέγω καὶ φαρμακευτικὸν καὶ διαιτητικὸν, καὶ μάλιστά γε τὸ κατὰ χειρουργίαν ἀμφοτέρων τῶν ἄλλων. ἐὰν οὖν ἐπὶ τῶν πιθήκων ἴδῃς πολλάκις ἑκάστου τένοντος καὶ νεύρου θέσιν τε καὶ μέγεθος, ἀκριβῶς μνήσῃ, κᾂν ἀνθρώπου ποτὲ σώματος ἀνατομῆς εὐπορήσῃς, ἕκαστον ὡς ἐτεθέασο ταχέως εὑρεῖν. ἀγύμναστος δὲ παντάπασιν ὢν οὐδὲν ἂν ἐκ τῆς τοιαύτης εὐπορίας ὠφεληθείης, ὥσπερ οὐδ’ οἱ κατὰ τὸν Γερμανικὸν πόλεμον ἰατροὶ ἔχοντες ἐξουσίαν ἀνατομῆς σωμάτων βαρβαρικῶν ἔμαθόν τι πλέον ὧν οἱ μάγειροι γινώσκουσιν. ἡ μὲν γὰρ τῶν ἐμπειρικῶν κατὰ περίπτωσιν ἀνατομὴ λῆρός ἐστι μακρὸς, ὅμοιος
605
ταῖς παρακεντουμέναις αἰξὶν ὁλοσχοίνοις ὀξείαις. ἔτι δὲ ληρωδεστέρα ταύτης ἡ διὰ τῶν ἀνατομικῶν συγγραμμάτων μάθησις ἐοικυῖα τοῖς κατὰ τὴν παροιμίαν λεγομένοις ἐκ βιβλίου κυβερνήταις. ὅπου γὰρ οἱ θεασάμενοι σαφῶς ὑπὸ διδασκάλου δεικνύμενα τὰ κατὰ τὸ σῶμα νεῦρα καὶ τοὺς τένοντας αὐτῶν, εἰ μὴ καὶ δεύτερον ἴδοιεν αὐτὰ καὶ τρίτον καὶ πολλάκις ἐφεξῆς, οὐ μνημονεύουσιν ἀκριβῶς τὸν τόπον ἐν ᾧ κεῖνται, σχολῇ δ’ ἄν τις ἀναγνοὺς δυνηθείη μαθεῖν. ὁ γοῦν τῶν καθ’ ἡμᾶς ἐμπειρικῶν ἄριστος ἀνεγνωκὼς τὰ πάντα τῶν ἀνατομικῶν βιβλία, νύξαντός ποτε γραφείῳ παιδίου ἐν διδασκαλείῳ κατὰ τὴν ἐντὸς τοῦ βραχίονος χώραν, ὑπεράνω τῶν μέσων αὐτοῦ μερῶν, ἐπιθεὶς τῶν ἐμπλάστρων φαρμάκων οὗ πεῖραν ἔναγχος ἐσχήκει τεθεραπευκότος νευρότρωτον ἀφλέγμαντόν τε καὶ ἀνώδυνον ὁρῶν ἐπ’ αὐτῷ τὸ παιδίον, ᾤετο τεθεραπεῦσθαι τελέως, ἀλλ’ ἐξαίφνης γε κατὰ τὴν ἑβδόμην ἡμέραν ἀπέθανε σπασθέν. ὡς οὖν ὡς δυσαιτιολόγητόν τε καὶ ἄπορον διηγεῖτό μοι τὸ γεγονὸς, ἀξιώσαντός μου τὴν γραφὴν ἀναγνῶναι τῆς τοῦ φαρμάκου
606
συνθέσεως, ὁ μὲν ἑτοίμως τοῦτ’ ἔπραξεν, ἐγὼ δ’ εὐθέως ἔφην αὐτῷ ταῦτα. μήτι μοι διηγούμενος ἄρτι τὰ συμβάντα τῷ νεοτρώτῳ παιδίῳ, πλέον ἄλλο τι τῇ διηγήσει προσέθηκας ἢ ὅτι πεῖραν ἐσχήκεις ἔναγχος τοῦ φαρμάκου θαυμαστῶς ἐκθεραπεύσαντος παῖδα νεότρωτον; ὡς δ’ ὡμολόγει μηδὲν ἄλλο προστεθεικέναι τῷ λόγῳ, πάλιν οὖν, ἔφην, ἄκουσον παρ’ ἐμοῦ λέγοντός σοι τὸ γεγενημένον. ἀξιόλογον ἦν τὸ τραῦμα τοῦ τὸ νεῦρον βαλόντος, ὃ φῂς ὑπὸ τοῦ φαρμάκου θεραπευθῆναι τούτου, καὶ θαῤῥῶν γε καὶ αὖθις αὐτῷ χρῶ κατὰ τῶν τοιούτων τραυμάτων. νύγματα δὲ νεύρων στενὴν ἔχοντα τὴν τοῦ δέρματος διαίρεσιν οὐχ οἷόν τε θεραπεύειν ἐστὶ φάρμακον τοιοῦτο, ὥσπερ οὐδὲ τὸ τὰ νύγματα θεραπεῦον αὐτῷ τῷ νεύρῳ γυμνῷ προσαγόμενον. ἔστι γὰρ πολὺ θερμότερόν τε καὶ δακνωδέστερον ἢ ὡς γυμνὸν νεῦρον ἀνασχέσθαι τῆς ὑπ’ αὐτοῦ δήξεώς τε καὶ φλογώσεως. ἔνθα μέντοι καὶ δέρμα καὶ ὑμὴν ἐπ’ αὐτῷ καί που καὶ σὰρξ πρόκειται τὸ δακκῶδες φάρμακον, ἐὰν καὶ λεπτομερὲς ᾖ, τὴν αὐτὴν θεραπείαν ἐργάζεται πρὸς τὸ νεῦρον, ἣν τὸ σὸν φάρμακον, 
607
ὅταν αὐτοῦ μόνου ψαύῃ γυμνοῦ τοῦ πεπονθότος νεύρου. χρὴ δὲ περὶ παντὸς ποιεῖσθαι τὸ στόμιον ἀνεῷχθαι τῶν στενῶν νυγμάτων, ἵνα ἐξατμίζῃ δι’ αὐτοῦ τὸ ἔξωθεν ἐπικείμενον θερμὸν φάρμακον, ἑλκτικὸν ὑπάρχον τῶν ἐν τῷ βάθει, τὴν περὶ τὸ πεπονθὸς νεῦρον ὑγρότητα, ὥστε καὶ προσεπιτέμνειν ἐπὶ τῶν τοιούτων προσήκει τὸ στόμα τοῦ νύγματος, δύο τομαῖς κατὰ τὸ δέρμα τεμνούσαις ἀλλήλας κατ’ ὀρθὰς γωνίας. ταῦτά τε οὖν εἶπον καὶ ἄλλα πολλὰ τῶν ἔμπροσθεν ἡμῖν εἰρημένων, τῷ κατὰ τὴν θεραπείαν τοῦ νευροτρώτου παιδίου σφαλέντι τοσοῦτον, ὡς διὰ τὴν μοχθηρὰν ἀγωγὴν σπασθῆναί τε καὶ ἀποθανεῖν αὐτό. πρόδηλον οὖν ὅτι καὶ ἡ τοῦ νενυγμένου μορίου φύσις ἐνδείξεται ποτὲ μὲν ἀκίνδυνον εἶναι τὸ νύγμα, ποτὲ δ’ ὕποπτον, ὅταν ἴδωμεν ὑποκείμενον νεῦρον, ὡς ἐπὶ τοῦ κατὰ τὸν βραχίονα νυγέντος παιδός. οὐ γὰρ οἷόν τε λόγῳ τὸν τόπον ἑρμηνεῦσαι, καθ’ ὃν ἐπιβαίνει τῷ βραχίονι τὰ διὰ τῆς μασχάλης εἰς ὅλην ἀφικνούμενα τὴν χεῖρα, καὶ θαυμάσαι γ’ ἐστὶ κᾀν τούτῳ τὴν τῶν ἐμπειρικῶν φιλονεικίαν, ἐπὶ μὲν τῶν ἄλλων ἁπάντων
608
τὸν πολλάκις ἑωρακότα τῶν κατὰ τὴν ἰατρικὴν ἔργων ὁτιοῦν ἄμεινον αὐτὸ μιμεῖσθαι φασκόντων ἢ εἴπερ ὀλιγάκις ἑωρακὼς ἔτυχεν. ὡσαύτως δὲ καὶ τὸν ὁτιοῦν ποιοῦντα βέλτιον ἐνεργεῖν εἰ πολλάκις εἴη πεπραχὼς αὐτὸ, μόνα δὲ τὰ διὰ τῆς ἀνατομῆς εἰς γνῶσιν ἥκοντα, δύνασθαί τινα τὴν τῶν ἀνατομικῶν ἀνδρῶν ἱστορίαν ἀναγνόντα βεβαίως ἐπίστασθαι, ὅπου γε καὶ τῶν ἑωρακότων ὑπὸ διδασκάλου δεικνύμενα τὰ μόρια τοῦ σώματος οὐδείς ἐστιν ἱκανὸς ἅπαξ ἢ δὶς ἰδὼν ἀκριβῶς διαμνημονεύειν, ἀλλὰ χρὴ πολλάκις ἰδεῖν. οὐ μόνον δὲ μεγάλα νεῦρα διὰ τοῦ βάθους ὁδοιποροῦντα κατὰ πολλὰ μόρια τοῦ σώματός ἐστιν, ἀλλὰ καὶ τῶν εἰς μόνον τὸ δέρμα διανεμομένων οἷον ῥίζαι τινές εἰσιν, ἃς οἱ νυγέντες, ἐὰν μὴ καλῶς θεραπευθῶσι, συμπάθειαν ἴσχουσι τῶν ὑποκειμένων νεύρων μεγάλων, ἀφ’ ὧν ἀποφύεται ταῦτα, περὶ ὧν ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσιν ἀκριβῶς ἔγραψα, παραλελειμμένων ἅπασι τοῖς πρὸ ἐμοῦ. καὶ ταύτας τὰς ῥίζας ἐὰν μὴ πολλάκις ἐπὶ τῶν πιθήκων ἴδῃ τις, ἀδύνατον αὐτῷ, κᾂν εὐπορήσῃ ποτὲ ἀνθρωπείου σώματος εἰς ἀνατομὴν, ἀκριβῶς
609
ἐξευρεῖν, ὥσπερ γε πολὺ μᾶλλον ἐπὶ τῆς κατὰ περίπτωσιν ἀνατομῆς, ἣν καὶ τραυματικὴν θέαν ὀνομάζουσιν, οὐχ οἷόν τε τόπον εὑρεῖν ἐκ μόνης ἀναγνώσεως. οὐ μὴν οὐδ’ αὐτόπτην γενέσθαι τραυμάτων παμπόλλων οἷον τέ τινα, χωρὶς τῶν ἐν πολέμοις γινομένων, ἐφ’ ὧν οὐδ’ αὐτῶν οὐδεὶς ὑπεριδὼν τοῦ τάχιστα θεραπεύειν τὸν τετρωμένον ἐπισκέπτεται, ποῦ μὲν ὑπόκειται τοῖς τετρωμένοις μέρεσι νεῦρα, ποῦ δ’ ἀρτηρίαι καὶ φλέβες. ὁρῶνται τοιγαροῦν ἐν ταῖς τῶν τοιούτων παθῶν θεραπείαις οἱ ἄπειροι τῶν ἐξ ἀνατομῆς φαινομένων, ἐοικότες τοῖς μετὰ σκίμποδος ὁδοιποροῦσι τυφλοῖς, καὶ διὰ τοῦτο σφάλλοντες μέγιστα. συνθεὶς δέ τις ἐξ αὐτῶν εἰς ταὐτὸν τήν τε τῶν μορίων ἐμπειρίαν ἐξ ἀνατομῆς ἐγνωσμένην καὶ τὴν ἐπὶ τῇ συνθέσει τε καὶ χρήσει τῶν φαρμάκων μέθοδον, ἀεὶ θεραπεύσει τοὺς νευροτρώτους, ὥσπερ ἡμεῖς ἄνευ κινδύνου παντὸς, ὡς μήτε συμπαθῆσαί τι τῶν κυριωτέρων μήτε φλεγμῆναι τὸ τετρωμένον ἢ τεθλασμένον νεῦρον. ὅπου δὲ ταῦτα, πολὺ μᾶλλον οὔτε σῆψιν οὔτε κύλλωσιν οὔτε σπασμὸν οὔτε θάνατον ἐπακολουθῆσαι.