De compositione medicamentorum per genera

Galen

Galen, De compositione medicamentorum per genera

[Περὶ χρήσεως ὠμῆς λιθαργύρου.] Χωρὶς δὲ ἑψήσεως καθ’ ἑαυτὴν μὲν, ὡς ἔφην, ἐπὶ παρατριμμάτων ἐστὶ χρήσιμος. εἰ δὲ προπαρασκευασθείη δι’ ὄξους ἢ οἴνου τριβεῖσα καὶ ξηρανθεῖσα, τῶν δι’ ὑγρότητα δυσεπουλώτων

406
ἑλκῶν ἴαμα γίνεται. καὶ εἴ γε βουληθείης ἄδηκτον αὐτὴν εἶναι, πλυτῇ χρήσῃ.

[Ὅπως δεῖ πλύνειν λιθάργυρον καὶ μεταλλικὰ λοιπά.] Ῥᾳδίως δὲ πλύνεται διὰ τὸ σύμφυτον βάρος ὑφισταμένη ταχέως τοῖς ὑγροῖς, ἐν οἷς λειοῦται. τελεώτατα μὲν οὖν ἄδηκτος γίγνεται δι’ ὕδατος πλυθεῖσα. τοῖς δὲ εὐαισθήτοις σώμασι βραχεῖαν αἴσθησιν φέρει δήξεως, ὅταν δι’ ὄξους ἢ οἴνου πλυθῇ, χρὴ δὲ ἱκανῶς αὐτὴν προσλειώσαντα δι’ ὅλης ἡμέρας μετὰ τοῦ ὑγροῦ ἐᾶσαι καταστῆναι τῆς νυκτὸς, εἶτα κατὰ τὴν ὑστεραίαν ἕωθεν ἀποχέοντα τὸ ὑγρὸν αὖθις ἐπιχεῖν ἕτερον, εἶτ’ αὖθις ὁμοίως τρίβειν, ἀποχεῖν τε πάλιν ἐπὶ τῆς ὑστεραίας, καὶ τοῦτο ποιεῖν, ἄχρις ἂν ἅμα τῷ ὑγρῷ φαίνηταί τις οἷον ἄχνη τῆς λιθαργύρου. μηκέτι δ’ ἐφισταμένου μηδενὸς, οὐδ’ ἀποχεῖν ἔτι προσήκει, τρίβειν μέντοι πλείοσιν ἡμέραις, κᾂν μηδὲν ἐφίστηται, βέλτιόν ἐστι. καὶ τοῦτο πρᾶττε ἐν ἡλίῳ θερμῷ· ξηραντικώτερον γὰρ οὕτως τὸ φάρμακον γίγνεται. εὔδηλον δὲ ὅτι θέρους ὥρᾳ τοῦτο πράττειν ἄμεινον οὐκ ἐπὶ λιθαργύρου μόνον, ἀλλὰ καὶ τῶν 

407
ἄλλων, ὅσα τὸν τρόπον τοῦτον παρασκευάζεται. καὶ γὰρ ἡ καδμεία καὶ ἡ τοῦ χαλκοῦ λεπὶς, ὅ τε κεκαυμένος χαλκὸς, ἔτι τε πρὸς τούτοις τὸ διφρυγὲς ὀνομαζόμενον καὶ τὸ ψιμύθιον καὶ τὸ μίσυ καὶ τὸ σῶρυ καὶ τὸ στίμμι καὶ πάντες οἱ λίθοι καὶ πρὸς αὐτοῖς ὁ τίτανος ὁμοίως τῷ λιθαργύρῳ καὶ πλύνεται καὶ λειοῦται μετά τινος τῶν εἰρημένων. ἐνίοτε δὲ καὶ διὰ θαλάττης αὐτῶν ποιοῦμαι τὴν παρασκευὴν περὶ ὧν αὖθις εἰρήσεται προϊόντος τοῦ λόγου. νυνὶ γὰρ πρόκειταί μοι τὰς ἐμπλάστρους διελθεῖν, ἃς οἱ νεώτεροι τῶν ἰατρῶν μετὰ τοῦ ρω. γράφουσί τε καὶ λέγουσιν ἐπὶ τῆς ὑστάτης συλλαβῆς. ὥσπερ ἐπὶ τοῦ κεντρίου καὶ τῆς μηλωτρίδος εἰώθασι ποιεῖν ἅπαντες. καὶ γὰρ ἐπὶ τούτων ἡ μὲν πρώτη θέσις τῶν ὀνομάτων ἔοικεν ἄνευ τοῦ ρω γεγονέναι, παρὰ μὲν τὸ κεντεῖν ὠνομασμένου τοῦ κεντρίου τῆς ἐσχάτης συλλαβῆς οὐκ ἐχούσης τὸ ρω, τῆς μηλωτρίδος δὲ συγκειμένης ἐκ μήλης τε καὶ ὠτός. νυνὶ μέντοι σχεδὸν ἁπάντων αὐτὰ μετὰ τοῦ ρω λεγόντων οὐκ ἂν ἁμάρτοι τις ὁμοίως αὐτοῖς φθεγγόμενος καὶ μάλιστα τὸ κέντριον. ἐπιδέδεικται
408
γάρ μοι κατὰ τὰ πρὸς τοὺς ἐπιτιμῶντας τοῖς σολοικίζουσι καὶ αὐτοὺς Ἀττικοὺς ἄνδρας ἠκολουθηκέναι τῇ κρατούσῃ συνηθείᾳ. δέδεικται γὰρ καὶ ἄλλοις πρὸ ἐμοῦ τῆς Ἀτθίδος αὐτῆς διαλέκτου μετάπτωσις γεγονέναι πολυειδὴς, ἕπεσθαί τε τῷ καθ’ ἑαυτοὺς ἔθει πάντας, ὧν δόξα μεγίστη παρὰ τοῖς Ἕλλησίν ἐστιν ἐπὶ λόγων δεινότητι. καὶ ἡμεῖς οὖν, ἐπειδὴ πάσας εὑρίσκομεν ἤδη τὰς φαρμακίτιδας βίβλους μετὰ τοῦ ρω γεγραμμένον ἐχούσας τοὔνομα τὸ τῆς ἐμπλάστρου, καὶ αὐτοὶ τῇ κρατούσῃ συνηθείᾳ χρησόμεθα.

[Περὶ τῶν διὰ μολυβδαίνης σκευαζομένων φαρμάκων.] Εἴρηταί μοι καὶ πρόσθεν ὡς ἡ τῆς μολυβδαίνης χρεία παραπλησία ἐστὶ τῇ τῆς λιθαργύρου. πάντα γὰρ ὅσα διὰ λιθαργύρου συντίθενται καὶ διὰ μολυβδαίνης δύναται σκευάζεσθαι. τῇ δυνάμει δὲ ἀλλήλων διαφέρουσι τοσοῦτον, ὡς παχυμερεστέραν μὲν εἶναι καὶ ψυχροτέραν τὴν οὐσίαν τῆς μολυβδαίνης, λεπτομερεστέραν δὲ καὶ μέσην θερμοῦ τε καὶ ψυχροῦ τὴν τῆς λιθαργύρου. πρὸς δὲ τὰς χρόας τῶν φαρμάκων, ὅσα δι’ αὐτῶν σκευάζεται, διαφορά τις

409
αὐτῆς ἐστὶ, καθόσον ἐπὶ τὸ φαιότερον ἄγει τὰς χρόας ἡ μολύβδαινα. διὸ καὶ τῶν λευκῶν ἐμπλάστρων οὐ μόνον ψιμύθιον, ἀλλὰ καὶ λιθάργυρον ἐχουσῶν, οὐδεμία διὰ μολυβδαίνης σκευάζεται. μιχθείσης γὰρ αὐτῆς τὸ μὲν λευκὸν χρῶμα τεφρῶδες γίγνεται. τὰ δὲ τῆς δυνάμεως οὐ μόνον οὐκ ἀπόλλυται κατά γε τὴν δι’ ὑδρελαίου σκευαζομένην ἔμπλαστρον λευκὴν, ἀλλὰ καὶ βελτίω γίνεται καὶ μάλιστα ἐπὶ τῶν μαλακοσάρκων. ἡνίκα δὲ διαφορῆσαί τι βουλόμεθα, βελτίων ἐστὶ μολυβδαίνης λιθάργυρος. οὕτω δὲ καὶ τῶν ἄλλων φαρμάκων ἁπάντων, ὅσα διὰ λιθαργύρου γέγραπται συντιθέμενα, βαλλόντων τὴν μολύβδαιναν, ἥ τε χρόα τοῦ φαρμάκου καὶ ἡ δύναμις εἰς τοσοῦτον ἔχει τὴν ἀλλοίωσιν, εἰς ὅσον ἄρτι μοι δεδήλωται.

[Περὶ τῶν διὰ λιθαργύρου καὶ ψιμυθίου σκευαζομένων λευκῶν ἐμπλάστρων.] Ἤτοι τῆς χροιᾶς ἕνεκεν οἱ ἰατροὶ μίξαντες ψιμύθιον τῇ λιθαργύρῳ σκευάζουσι τὰς λευκὰς ἐμπλάστρους, ἢ χάριν τοῦ στύψιν καὶ ψύξιν τινὰ προσθεῖναι τῷ φαρμάκῳ, θεώμενοι δὲ καὶ μελαινόμενον,

410
ὅταν ἐπὶ πλέον ἕψηται τὸ τοιοῦτο, καὶ μάλισθ’ ὅταν ἐπὶ ξύλων οὐδὲ τούτων ἴσως ἀκάπνων οὐδὲ ἐν ἀέρι καθαρῷ, ταχέως μὲν αἴρειν ἀπὸ τοῦ πυρὸς ἀναγκάζονται, δι’ αὐτὸ δὲ τοῦτο μήθ’ ὕδωρ δαψιλὲς μήτ’ ἔλαιον μιγνύειν. ἐπενόησαν οὖν εἰκότως ἐπεμβάλλειν αὐτῷ ῥητίνης, ὅπως ὅλκιμόν τε καὶ συνεχὲς εἴη, προσλαμβάνον τινὰ γλισχρότητα, καὶ μάλισθ’ ὅταν ἡ ὑγρὰ ῥητίνη μιχθῇ. χεῖρον δὲ γίνεται τὸ φάρμακον ἐπὶ τῇ τοιαύτῃ μίξει, δακνῶδες μέν τι καὶ ῥητίνης ἐχούσης, τὸ ξηραντικὸν δὲ οὐ πάνυ τι γενναῖον, οὗ μάλιστα χρείαν εἶναι τοῖς ἕλκεσιν ἐμάθετε. τίνες μὲν οὖν ῥητίναι καὶ πάνυ δακνώδεις εἰσὶ καὶ ῥηθήσεται περὶ πασῶν αὐτῶν αὖθις. αἱ πρᾳόταται δὲ ἐν αὐταῖς δύο εἰσί. πρώτη μὲν ἡ τερμινθίνη, δευτέρα δὲ ἡ λάριξ ὀνομαζομένη. τούτων οὖν ἄμεινον μιγνύειν, ὅταν τις βουληθῇ τοιαύτην ἔμπλαστρον σκευάσαι. πολὺ δ’ εὐαφέστερα γίγνεται πάντα, τά τε διὰ ῥητίνης σκευαζόμενα προσλαμβάνοντα κηροῦ τι, τά τε διὰ κηροῦ μιχθείσης αὐτοῖς ῥητίνης. ἐπεμβάλλειν οὖν χρὴ τῇ ῥητίνῃ καὶ κηρόν. ὅπως δὲ τὸ χρῶμα τῆς ἐμπλάστρου
411
λευκὸν φυλάττοιτο, λευκὸν εἶναι προσήκει τὸν κηρόν. ἔστι δὲ λευκὸς αὐτοφυὴς μὲν ὁ Ποντικὸς, ὀνομάζεται γὰρ οὕτως συνήθως ἤδη κᾂν ἐξ ἑτέρου τινὸς ᾖ χωρίου, διὰ τὸ πλεῖστον μὲν ἐν τῷ Πόντῳ γίγνεσθαι τὸν λευκὸν, ἐλάχιστον δὲ ἐν ἑτέροις χωρίοις. οὐκ αὐτοφυὴς δὲ λευκὸς ὁ Τυῤῥηνικὸς ὠνομασμένος ἐστίν. οὗτος μὲν οὖν οὐδεμίαν ἔχει σαφῆ δριμύτητα. τῶν αὐτοφυῶν δὲ ἔνιοι δριμεῖς εἰσιν, οὓς χρὴ πλύνειν πρότερον. ἡ πλύσις δ’ αὐτῶν γίγνεται τακέντων ἐπὶ πυρὸς, εἶτ’ εἰς ὕδωρ πηγαῖον καθαρὸν ἐμβληθέντων, ἀνακινουμένων τε ἐνταῦθα καὶ διαῤῥυπτομένων. οὕτω καὶ πίτταν καὶ ῥητίνην καὶ τὸ καλούμενον φύσημα πλυτέον ἐστὶ, περὶ ὧν αὖθις ἀκριβέστερον εἰρήσεται. νυνὶ δὲ ἐπειδὴ τῆς λευκῆς ἐμπλάστρου τὴν σύνθεσιν γράφω, τὸ κατάλοιπον ὧν εἶπον ἐφεξῆς διηγήσομαι. κηροῦ γὰρ ἐπεμβληθέντος ἅμα τῆ ῥητίνῃ προεψημένοις τῷ τε ψιμυθίῳ καὶ τῇ λιθαργύρῳ, μέχρις ἂν ἀκριβῶς ἀμόλυντον γένηται τὸ φάρμακον, ἔχοιτ’ ἂν ἤδη λευκὴν ἔμπλαστρον, εἰ βούλεσθε, ποτὲ μὲν ὕδατος ἐμβάλλοντες αὐτῇ, ποτὲ δὲ ἐλαίου μόνου, καὶ τούτου ποτὲ 
412
μὲν νέου, ποτὲ δὲ παλαιοῦ. προακηκόατε γὰρ ἤδη τίνα δύναμιν ὕδωρ καὶ παλαιὸν ἔλαιον ἔχει. γιγνώσκετε δὲ καὶ ὡς στύψεώς τι προσδίδωσι τῷ φαρμάκῳ, τό τ’ ὀμφάκινον ἔλαιον καὶ τὸ κατὰ τὴν Ἰβηρίαν γεωργούμενον, ἣν νῦν ὀνομάζουσιν Ἱσπανίαν. τὸ δὲ Ἰστρικὸν οὐ μόνον τὴν στύψιν ἔχει βραχεῖαν, ἀλλὰ καὶ πικρότητα. διαφορὰν οὖν ἕξουσιν αἱ διὰ τῶν στυφόντων σκευασίαι τῶν διὰ τοῦ γλυκέος ἐλαίου, καθόσον ἐν ἀρχῇ μὲν καὶ τελευτῇ τῶν ἑλκῶν ἀμείνω πάντα ἐστὶ τὰ στύψεως ἔχοντά τι, κατὰ δὲ τὰ μέσα τὰ γλυκέα. δεῖται γὰρ ἐν μὲν ταῖς ἀρχαῖς τὰ ἕλκη τῶν ἀποκρουομένων φαρμάκων, ὅπως μηδὲ ἄρξηται φλεγμαίνειν. ἐφεξῆς δὲ τῶν χαλαστικωτέρων, ἐὰν μὲν μὴ γένηται φλεγμονὴ, χάριν τοῦ διαπνεῦσαι, φθασάσης δὲ γενέσθαι καὶ δι’ ἐκείνης ὅπως θᾶττον λυθείη. εὔδηλον δ’ ὅτι περὶ σμικρᾶς φλεγμονῆς ὁ λόγος ἐστίν. οὐδὲ γὰρ δύναται βραχέσιν, ἐφ’ ὧν χρώμεθα ταῖς λευκαῖς ταύταις ἐμπλάστροις, ἐπιγίνεσθαι μεγάλη φλεγμονὴ μηδενὸς ἁμαρτήματος προσελθόντος. ὅτι δὲ καὶ συνουλουμένων ἤδη τῶν ἑλκῶν ἡ στύφουσα ποιότης ὠφέλιμός ἐστιν
413
οὐδεὶς ἀγνοεῖ. καιρὸς οὖν ἤδη τὴν συμμετρίαν εἰπεῖν τῶν συντεθέντων φαρμάκων τὴν χρησιμωτάτην ἔμπλαστρον λευκήν.

[Ἡ σταθμεία τῆς ἐμπλάστρου.] Ἴσον ἔστω μέρος ἑκατέρου τῶν μεταλλικῶν, τοῦ τε ψιμυθίου καὶ τοῦ λιθαργύρου, καὶ τοῦτ’ εἰ βούλεσθε, σταθμὸς ἔστω μιᾶς λίτρας ἑκατέρου. συναμφοτέρων δὲ ἴσον ἐλαίου μέτρον ἢ ὡς ὀνομάζουσι Ῥωμαῖοι, λίτραι δύο, τοῦ κηροῦ δὲ ἡμίλιτρον ἔστω καὶ τῆς τερμινθίνης ἥμισυ, τουτέστιν οὐγγίας τρεῖς ὁ σταθμός. εἰ δὲ καὶ λιβανωτοῦ μίξαις, ἀνωδυνώτερόν τε καὶ πεπτικώτερον τῶν φλεγμαινόντων ἑλκυδρίων ἐργάσῃ τὸ φάρμακον, ἀλλὰ πρός γε τὴν ἐπούλωσιν ἀτονώτερον. ὑπερσαρκώσεις γὰρ, ἐπειδὴ σαρκωτικῶν ἐστιν ὁ λιβανωτὸς, ὡς κᾀν τῷ τρίτῳ τῆς θεραπευτικῆς μεθόδου μεμαθήκατε. βέλτιον οὖν ἐστιν, ἐμβαλεῖν τι καὶ στυπτηρίας ὀλίγον ἕνεκά τε τῆς ἐπουλώσεως καὶ ἄλλως, ἐπειδὴ τὰ χαλαστικὰ φάρμακα πληθωρικοῖς τε καὶ κακοχύμοις σώμασι προσφερόμενα προτρέπει ῥευματίζεσθαι τὰ πεπονθότα μόρια. τὸ δ’ ἐκ τούτων ἁπάντων συντεθὲν φάρμακον δυνήσεται διαφορεῖν ὄγκους

414
παρὰ φύσιν ἐπὶ τῶν ἁπαλοσάρκων, ὅσοι μήτε μεγάλοι λίαν εἰσὶ μήτ’ ὀδυνώδεις καὶ μάλισθ’ ὅταν λάβῃ δαψιλῆ τὸν λιβανωτόν. εἴη δ’ ἂν ἐπὶ τοῖς προειρημένοις δαψιλὴς ὁ λιβανωτὸς, ἐὰν ἴσος ᾖ κατὰ τὸν σταθμὸν τῇ τερμινθίνῃ. εἰ δὲ ἥμισυς ὁ λιβανωτὸς εἴη τῆς ῥητίνης, ἧττον μὲν ἔσται διαφορητικὸν τὸ φάρμακον, ἐπουλωτικώτερον δὲ τοῦ διπλάσιον ἔχοντος τὸν λιβανωτόν. εἰ δέ τι μᾶλλον ἐργάσασθαι διαφορητικὸν αὐτὸ βουληθείητε καὶ πεπέρεως ἐμβάλλετε τοῦ λευκοῦ βραχύ τι, μηδὲν εἰς τὴν ἐπούλωσιν τῶν ἑλκῶν βλάψαι δυναμένου. καὶ τοίνυν ἔστω τῆς μὲν στυπτηρίας γο. σταθμὸς, ἥμισυ δὲ τοῦ πεπέρεως. εὔλογον οὖν τούτου μὲν ἐμβληθῆναι τρεῖς δραχμὰς, ἓξ δὲ τῆς στυπτηρίας. ἐπεὶ δὲ καὶ ἄλλων ἐστὶ βελτίων τῶν στυπτηριῶν ἡ σχιστὴ καλουμένη καὶ τῇ χρόᾳ λευκὴ, ταύτης ἐμβάλλειν προσήκει.

[Λευκὴ ἡ διὰ τοῦ λευκοῦ πεπέρεως, ὡς Ἄτταλος καὶ Ἥρας.] Ὠφελεῖ γερόντων ἕλκη καὶ ἁπαλοχρώτων καὶ πᾶν ἕλκος ἰᾶται, ὅσα ὑγρότερα καὶ δυσεπούλωτα καὶ ἀποσύρματα, ὡς ἀποκρέμασθαι τὸ δέρμα, ἐνίοτε

415
μελαινόμενον ἐπ’ ὠλεκράνου καὶ ἀντικνημίου καὶ γόνατος, ἐφ’ ὧν οὐδὲ σὰρξ, ἀλλ’ ὁ περιόστιος ὑμὴν ὑπόκειται μόνος. γέγονε τοίνυν πάντα ἐφεξῆς καταλέγοντι τὸ φάρμακον ἐκ τῶνδε συγκείμενον. λιθαργύρου μὲν καὶ ψιμυθίου, λίτρας ἑκατέρου σταθμῷ, δυοῖν δὲ λιτρῶν ἐλαίου μέτρῳ. καλεῖται γὰρ ὑπὸ Ῥωμαίων ὁμωνύμως ὁ λιτραῖος σταθμὸς τῶν στεῤῥῶν σωμάτων τῷ λιτραίῳ μέτρῳ τῶν ὑγρῶν, ὃ πάμπολυ καθ’ ὅλην τὴν πόλιν ἐστὶν, ἐξ ὕλης κερατίνης γιγνόμενον. ἐπὶ τούτοις δὲ τοῦ κηροῦ μὲν ἡμίλιτρον τῷ σταθμῷ, τριῶν δὲ οὐγγιῶν τῆς τερμινθίνης ῥητίνης, λιβανωτοῦ δὲ ἤτοι τοῦ ἡμίσεος ἢ τοῦ ἴσου ταύτῃ, καὶ στυπτηρίας μὲν ἓξ δραχμῶν, τριῶν δὲ τοῦ πεπέρεως. ἡ δὲ ἕψησις εὔδηλος ἀπ’ ἀρχῆς μὲν ἑψομένων τῶν μεταλλικῶν ἐν ἡλίῳ, μέχρι τοῦ γενέσθαι τελέως ἀμόλυντον ἢ καὶ βραχὺ σκληρότερον. ἐμβαλλομένων δὲ τηνικαῦτα κηροῦ καὶ ῥητίνης, εἶθ’ ὅταν ἑνωθῇ πάντα, τοῦ λιβανωτοῦ μὲν πρῶτον, ἐπ’ αὐτῷ δὲ τῆς στυπτηρίας τε καὶ τοῦ πεπέρεως. ἐμβάλλειν δὲ χρὴ τὸ ῥοδιακὸν καλούμενον ψιμύθιον, εἰ βούλοιτό τις πάνυ λευκὴν τὴν
416
ἔμπλαστρον γενέσθαι. ἀλλὰ καὶ κατὰ τὴν πάλαι μὲν Δικαιαρχίαν ὀνομαζομένην, νυνὶ δὲ Ποτιόλους, ἔνιοι τῶν σκευαζόντων τὸ ψιμύθιον ὁμοίως τῷ ῥοδιακῷ λευκὸν εἰώθασι ποιεῖν. ὅτι δὲ ἐν ἡλίῳ τε χρὴ σκευάζειν τὴν ἔμπλαστρον, ὕδατός τε μιγνύειν, ὡς λευκοτέραν τε ἅμα καὶ ψυκτικωτέραν γενέσθαι, λέλεκται πρόσθεν. εἰ δ’ ἐπουλωτικωτέραν ἐθέλοι τις αὐτὴν ἐργάσασθαι, τοῦ μὲν ὕδατος οὐδ’ ὅλως μικτέον ἐστὶ, δι’ ἐλαίου δὲ παλαιοῦ μόνον σκεναστέον γο β΄. ἥμισυ, ἀλλὰ καὶ τρεῖς ἐμβάλλοντα. τοῦτο τὸ φάρμακον οὐ τῶν ὑπ’ ἐμοῦ πρώτου συντεθέντων ἐστὶν, ἀλλ’ ἤδη πρὸ πολλῶν ἐτῶν ὑπὸ τοῦ βασιλεύσαντος ἡμῶν τῶν Περγαμηνῶν Ἀττάλου σπουδάσαντος ἀνδρὸς περὶ φάρμακα παντοῖα, καὶ σύγκειται λόγῳ τῷ προειρημένῳ καὶ κρεῖττον αὐτοῦ θαυμάζοιμεν ἂν, εἴ τι δύναται τῶν ὁμοειδῶν συντεθῆναι. μέμνηται δὲ αὐτοῦ καὶ ὁ Ἥρας ἐν τῷ βιβλίῳ τῶν φαρμάκων, ὃ τινὲς μὲν ἐπιγράφουσι νάρθηκα, τινὲς δὲ τόνον δυνάμεων, ἀξιῶν τὸ μὲν ἔλαιον εἶναι παλαιὸν, ὕδατος δ’ αὐτῷ μίγνυσθαι τὸ ἴσον ἢ τὸ ἥμισυ. τὰ δ’ ἄλλα τῆς συμμετρίας, 
417
ὡς ὑπ’ ἐμοῦ γέγραπται, πλὴν ὅτι κοτύλας ἐκεῖνος, οὐ λίτρας ἔγραψε, τοῦ τε ὕδατος καὶ τοῦ ἐλαίου μὴ δηλώσας ὁπόσων οὐγγιῶν βούλεται εἶναι τὴν κοτύλην, ἤτοι σταθμικῶν ἢ μετρικῶν. αἱ μὲν γὰρ σταθμικαὶ τὸ βάρος κρίνουσι τῶν σωμάτων, αἱ δὲ μετρικαὶ τὸν ὄγκον. θεραπεύειν μὲν οὖν λέγων τὸ φάρμακον τοῦτο γερόντων ἕλκη καὶ ἁπαλοχρώτων ἀληθεύει· πλέον δὲ ἢ δεῖ χαρίζεται, πᾶν ἕλκος ἰᾶσθαι φάσκων. ὅσα μὲν γὰρ ὑγρότερα καὶ διὰ τοῦτο δυσεπούλωτα θεραπεύει ταῦτα, τῶν κακοήθων δ’ οὐδὲν, ὥσπερ οὐδὲ τῶν ἐναίμων τι τραυμάτων· ὁ δέ γε καὶ ταῦτα πάντα φησίν. ἀποσύρματα μέντοι λέγων αὐτὸ θεραπεύειν ἀληθεύει, πολλάκις γὰρ οὕτως ἀποσεσυρμένου, ὡς ἀποκρέμασθαι τὸ δέρμα μετὰ τῆς ὑποκειμένης ἐπί τινος σαρκὸς, ἐπιθεὶς τὸ φάρμακον ἐθεασάμην ἑνωθὲν αὐτῇ τὸ ἀποσεσυρμένον, καὶ τό γε τούτου μεῖζον, ἐνίοτε μελαινόμενον ἤδη. καὶ πάλιν γε ἕτερον ἔτι τοῦδε μεῖζον, ἐπ’ ὠλεκράνου τε καὶ ἀντικνημίου καὶ γόνατος, ἐφ’ ὧν οὐδὲ σὰρξ, ἀλλ’ ὁ περιόστιος ὑμὴν ἢ τένων πλατὺς ὑπόκειται μόνος, ὥστε πρὸς ἀποσύρματα μὲν
418
ἄριστον ἂν ἔχοιτε τὸ φάρμακον τοῦτο, κόλπων δὲ καὶ ἀποστημάτων οὔτ’ ἄριστον ἁπάντων οὔτ’ ἀρετῇ τῶν ἀρίστων δεύτερον, ἀλλ’ ἐπὶ μετρίων τῷ μεγέθει τούτων τῶν παθῶν, ἐν ἁπαλοχρῶσι καὶ γυναιξὶ καὶ παισὶ καὶ γέρουσιν ἀγαθὸν φάρμακον, ὥστε κᾀνταῦθα πλέον ἢ δεῖ μεμαρτύρηκεν ὁ Ἥρας τῷ φαρμάκῳ. πολὺ δὲ μᾶλλον ἡνίκα ἐπῄνεσεν αὐτὸ πρὸς δήγματα πάντα φάσκων ἁρμόττειν. τί γὰρ βούλεται τὸ πάντα προσκείμενον τῷ λόγῳ; πότερον εἰ καὶ θηρίον εἴη τὸ δακὸν ἢ μόνα τὰ τῶν ἁπάντων ἀνθρώπων λέγει; καὶ μὴν ψεῦδός ἐστιν ἑκάτερον. ἐπὶ μὲν τῶν θηρίων ἄντικρυς· ἃ γὰρ ὑπὸ δραστηρίων φαρμάκων θεραπεύεται μόγις, οὐκ ἄν τις ταῦτα φαίη διὰ τοῦδε κατορθοῦσθαι δύνασθαι· περὶ δὲ τῶν ἀνθρώπων εἰ λέγει, καὶ οὕτως ἀδιόριστος ὁ λόγος, ὡς βλάπτειν μᾶλλον ἢ ὠφελεῖν τοὺς ἀκούσαντας. ἀνέπεισε γοῦν τίς τινα τῶν ἰατρῶν, ἐπιτιθέναι τὴν ἔμπλαστρον ταύτην ἐν παγκρατίῳ δηχθέντι νεανίσκῳ τὸν λιχανὸν δάκτυλον, ὃς οὕτως ἔσχε κακῶς, ὡς κινδυνεῦσαι μὲν ἀποσαπῆναι τὸ δηχθὲν μόριον ὅλον, ἐπιγενομένης σηπεδόνος αὐτῷ. μόλις
419
δ’ ἐν χρόνῳ πλέονι θεραπευθεὶς ἐκολλήθη. γενομένου τοῦδε τοῦ δήγματος οὐκ εἰς νεῦρον, ἀλλ’ εἰς σάρκα, θαυμαστὸν οὐδὲν ὑπὸ τοῦ τοιούτου φαρμάκου θεραπευθῆναι. τὰ γὰρ τῶν ἀνθρώπων δήγματα παραπλήσια τοῖς ἄλλοις ἐστὶν ἕλκεσιν, εἰ μὴ πάνυ κακόχυμος ὁ δακὼν εἴη ἢ νενηστευκώς γε μέχρι καὶ πλέονος ἢ τεθυμωμένος, ὡς ἐκκεχολῶσθαι τό τε σύμπαν σῶμα καὶ τὰ περὶ τοὺς ὀδόντας. οὐ μὴν οὐδ’ ἐπὶ τούτων τὶ τοιοῦτον ἀξιόλογον φανεῖται ποιοῦν τὸ φάρμακον, ἀλλ’ ἀρκέσει τῷ παραχρῆμα χρησαμένῳ μηδὲν ἀδικηθῆναι, πρίν τι τῶν ἰδίως ἐπιτηδείων εἰς τὰ τοιαῦτα φαρμάκων ἐπιβληθῆναι κατὰ τοῦ δηχθέντος μορίου, περὶ ὧν αὖθις εἰρήσεται. νυνὶ δ’ ἀποχρήσει τοσοῦτον εἰπεῖν, ὡς ἐφ’ ὧν ἤτοι γε ἄνθρωπος ὁποῖον εἴπομεν εἴτε πίθηκος εἴτε κύων εἴτ’ ἄλλο τι τοιοῦτον ζῶον εἴη δακόν.

[Περὶ τῆς Ἀτταλικῆς Ἀνδρομάχου λευκῆς ἐξήγησις καὶ σύνθεσις, ὅτι ἧσσον βλάπτει τοὺς λυσσοδήκτους καὶ τοὺς νευροτρώτους.] Αἱ δι’ ἐλαίου νέου καὶ ὕδατος σκευαζόμεναι λευκαὶ, χωρὶς τοῦ τὸ πέπερι καὶ τὸν

420
λιβανωτὸν λαβεῖν, ἀδικοῦσι μεγάλως τὰ δηχθέντα μόρια, κᾂν βραχύτατον ἰώδους ἔχῃ τὸ τοῦ δακόντος ζώου σίαλον. ἧττον δ’ ἐκείνων ἁπασῶν ἡ Ἀτταλικὴ βλάπτειν πέφυκε τῷ τὴν τερμινθίνην ἐμβάλλεσθαι καὶ τὸ ἔλαιον τὸ παλαιὸν καὶ τὸν λιβανωτὸν καὶ τὸ πέπερι. κατὰ ταῦτα δὲ κᾀπὶ τῶν νευροτρώτων αἱ μὲν ἄλλαι λευκαὶ βλαβερώτεραι, πολὺ δὲ ἐλάττων ἡ ἐκ τῆσδε βλάβη, παλαιὸν μὲν ἔλαιον ἐχούσης, ὕδωρ δ’ οὐκ ἐχούσης. ἔτι δὲ μᾶλλον εἰ τὰς τρεῖς ὅλας οὐγγίας ἔχει τοῦ λιβανωτοῦ καὶ μὴ τὸ ἥμισυ. λέλεκται γάρ μοι καὶ πρόσθεν, ὡς εἰ καὶ οὕτω σκευάζοιμεν, ἐπὶ τῶν τοιούτων λευκῶν ἡ στυπτηρία πρὸς κακοῦ γίνεται τῷ φαρμάκῳ. δεῖται γὰρ οὐ τῶν στυφόντων, ἀλλὰ τῶν ἱκανῶς ἑλκόντων ἔξω τὰ διὰ βάθους ἐνοχλοῦντα, τά τε νενυγμένα νεῦρα καὶ τὸ τῶν ζώων ἰῶδες σίαλον. καὶ πυρίκαυτα δὲ τὴν ἔμπλαστρον ταύτην ἰᾶσθαί φησιν ὁ Ἥρας, ἀνιεμένην ῥοδίνῳ ἢ μυρσίνῳ ἢ μυῤῥίνῳ. πολὺ δὲ κᾀνταῦθα λείπεται τῶν θεραπευόντων καλῶς φαρμάκων τὰ πυρίκαυτα, περὶ ὧν καὶ αὐτῶν αὖθις εἰρήσεται. βελτίους γὰρ ἐπὶ τούτων αἱ ἄλλαι
421
λευκαὶ μήτε λιβανωτὸν ἔχουσαι μήτε ῥητίνην. ἀπολείπονται δὲ καὶ αὗται πάμπολυ τῶν ἰδίως ἰωμένων τὰ πυρίκαυτα, καθάπερ ἔφην τὴν ὑπ’ ἐμοῦ συντεθεῖσαν ἐκθεραπεύειν αὐτὰ προσλαβοῦσαν ὄξος. ἐκείνη μὲν γὰρ ἐν ἅπαντι καιρῷ χρήσιμος, ἡ δὲ διὰ τοῦ πεπέρεως λευκὴ τοῖς ἀποδαρεῖσι κατακαύμασιν. ὅταν μὲν οὖν εἰς οὐλὴν ἄγηται, χρήσιμος, ἔμπροσθεν δὲ καθ’ ἑαυτὴν μὲν ἄχρηστος, ἀνεθεῖσα δ’ ἐν ἐλαίῳ μυρσίνῳ χρήσιμος, οὐ μὴν ἰσοσθενῶς γε τοῖς ἰδίως ἁρμόττουσι πρὸς τὰ πυρίκαυτα φαρμάκοις. καὶ δηχθεῖσιν αὐτὴν ὁ Ἥρας ἁρμόττειν φησίν. ἀλλὰ κᾀνταῦθα διορισμοῦ χρεία. ἐπὶ μὲν γὰρ τῶν σκληρῶν καὶ δυσπέπτων ἀσθενέστερόν ἐστι τὸ φάρμακον, ἐπὶ δὲ τῶν μετριωτέρων ἱκανὸν καὶ μάλιστα ἐπὶ γερόντων καὶ παίδων καὶ γυναικῶν καὶ συλλήβδην φάναι τῶν ἁπαλοσάρκων. ἔστι δὲ καὶ τοῖς ἰόνθοις τὸ φάρμακον χρήσιμον, ὡς καὶ τοῦτο ἔγραψεν ὁ Ἥρας ἀληθεύων, ἀδιορίστως δὲ περὶ τῶν ἐξανθημάτων ἀπεφήνατο. καὶ γὰρ καὶ τούτων ὅσα μετρίως ὑπόσκληρα θεραπεύει, τὰ δὲ ἐπὶ πλέον ἥκοντα θέρμης ἤ τι φλεγμονῶδες ἔχοντα, παροξύνει 
422
καὶ μάλιστα ἐν ἀρχῇ. ἐφεξῆς δὲ τῶν εἰρημένων ὁ Ἥρας ἔγραψε κατὰ λέξιν οὕτως. ἐποίησε καὶ ἐπὶ σκληρίας τριμηνιαίου, ἥτις συνέστη ἐκ τόκου, καὶ διεφόρησεν, οὐκ ἀδύνατα λέγων. ἐχρῆν δ’ αὐτὸν προσγεγραφέναι τίνος ἦν ἡ σκληρία, πότερον αὐτῆς ὅλης τῆς μήτρας ἢ κατὰ τὸν αὐχένα μόνον ἢ τὸ στόμιον, ἢ κατὰ τὰς κεραίας ἢ κατά τι τῶν ἔξωθεν ἐπικειμένων σωμάτων αὐτῇ. καὶ πρὸς σύριγγας δὲ ἐπαινεῖ τὴν ἔμπλαστρον αὐτὴν ὁ Ἥρας μειζόνως ἢ πέφυκεν, ἁπάσας τε τὰς ἄλλας καὶ μάλιστα τὰς ἐν δακτυλίῳ γινομένας. αὐτὸς γὰρ οὕτως ὠνόμασε, θεραπεύειν αὐτὴν ἀποφηνάμενος. ὁμοίως δὲ καὶ πρὸς ποδάγραν καὶ ἄνθρακας, ἐπινυκτίδας τε καὶ κονδυλώματα, λέπρας τε καὶ λειχῆνας καὶ ὑπώπια τὴν προκειμένην ἔμπλαστρον ἐπαινῶν ἐστιν ὁ Ἥρας. εἰ μὲν οὖν ὡς τῶν βελτιόνων αὐτῷ μὴ παρόντων χρησάμενός τις αὐτῇ μετρίως ἂν ὠφελήσειεν, ἀληθῶς ὑπείληφεν· εἰ δ’ ὡς ἀρίστῳ φαρμάκῳ πρὸς ταῦτα, ψεύδεται φανερῶς, ἑτέρων πολλῶν ἀμεινόνων ὄντων. ἐπὶ δ’ οὖν τῷ τέλει τῶν ἐπαίνων αὐτῆς οὕτως ἔγραψεν αὐτοῖς ὀνόμασι.
423
χρῶ δὲ αὐτῇ μάλιστα, ὅταν ἕλκος ὑπὸ δριμέων φαρμάκων καὶ ἐναίμων ἀναλύηται καὶ ἀναφλεγμαίνῃ καὶ ἐπὶ τῶν περὶ τὸ γόνυ ἀποστημάτων. ἐχρῆν δὲ κᾀνταῦθα προσγεγράφθαι, κατὰ μὲν τὸν τῶν ἀποστημάτων λόγον τοὺς ἁπαλοσάρκους καὶ παῖδας καὶ γυναῖκας καὶ γέροντας, ἐπὶ δὲ τῶν ἑλκῶν τὰς ἰδέας αὐτῶν, ὡς ἡμᾶς ποιήσομεν ἐν τῷ περὶ τῶν κακοήθων ἑλκῶν λόγῳ. τῶν γὰρ οὕτως κακοήθων οὐδενός ἐστιν ἡ προκειμένη κατὰ τὸν ἐνεστῶτα λόγον ἔμπλαστρος ἐπουλωτική. διορισμοῦ δὲ δεῖ τοῖς δυσεπουλώτοις ἀπὸ τῶν κακοήθων. οὐδὲ γὰρ πάντ’ ἐστὶ τὰ κακοήθη δυσεπούλωτα. καὶ λεχθήσεται δηλονότι προϊόντος τοῦ λόγου περί τε τῆς διαφορᾶς αὐτῶν καὶ τῶν φαρμάκων, ὅσα πέφυκεν ὠφελεῖν ἑκάτερα. καὶ διὰ μόνων δὲ τῶν μεταλλικῶν ἐγχωρεῖ σκευασθῆναι λευκὴν ἔμπλαστρον, ὡς ὀλίγον ἔμπροσθεν ἐπὶ τῆς λιθαργύρου μόνης ἑψηθείσης ἔλεγον. ἐὰν γὰρ τῇ λιθαργύρῳ προσβληθῇ τὸ ψιμύθιον, εἶτα ἐλαίου τε καὶ ὕδατος ἑκατέρου διπλάσιον μιχθῇ καὶ τὴν ἕψησιν, ὡς ἀρτίως εἶπον, ἐπ’ ἀνθράκων προδιακεκαυμένων ἐν ἀέρι λαμπρῷ ποιήσηταί τις,
424
ἐχέκολλόν τε τὸ φάρμακον ἔσται καὶ λευκὸν τῇ χρόᾳ, τοῦ δὲ διὰ μόνης λιθαργύρου κατασκευασθέντος ἐμψυκτικώτερον. ὥσπερ γὰρ ἡ μολύβδαινα ψυκτικωτέρας τε καὶ παχυμερεστέρας ἐστὶ φύσεως καὶ ἐὰν λιθαργύρῳ περιβάλλῃ τις αὐτὴν, οὕτω καὶ τὸ ψιμύθιον ἢ καὶ μᾶλλον ἔτι τῆς μολυβδαίνης. εἰ δὲ καὶ παλαιὸν ἐμβληθείη τὸ ἔλαιον, ἕξει καὶ τοῦτο τὸ φάρμακον οὐκ ὀλίγην γλισχρότητα πρὸς τὸ μὴ ῥᾳδίως ἀποπίπτειν τοῦ σώματος, ᾧπερ ἂν ἐπιτεθὲν τύχῃ. λευκὴν δὲ γενέσθαι τὴν ἔμπλαστρον εἰ βούλοισθε, καθαρώτατον ὡς οἷόν τε καὶ λαμπρότατον ἔλαιον ἐμβάλλετε, πολλὰ γάρ ἐστιν οὐ τοιαῦτα. παρηγορικὸν δὲ καὶ ἀνώδυνον ἔσται τὸ φάρμακον, ἐὰν καὶ στέατος αὐτῷ τις ἐπεμβάλῃ, καθάπερ εἴωθα ποιεῖν ἐγώ. χήνειον δ’ ἔστω τὸ στέαρ ἢ τούτου μὴ παρόντος ὀρνίθειον· εἰ δὲ μηδὲ τοῦτ’ ἔχοιμεν, ὕειον ἐμβάλλωμεν, εἰδότες μὲν οὐ σμικρὰν ὑπεροχὴν εἶναι τοῦ χηνείου παρὰ τὰ ἄλλα, χρώμενοι δὲ καὶ τοῖς χείροσιν, ὅταν ἀπορῶμεν τοῦ καλλίστου, καὶ γὰρ ὅταν μὴ παρῇ κιννάμωμον, ἐπὶ τὴν ἀρίστην ἐρχόμεθα κασσίαν. ἀρκεῖ δὲ ἐπὶ τῇ προειρημένῃ συμμετρίᾳ
425
μιγνύναι τοῦ στέατος ἥμισυ μέρος τοῦ σταθμοῦ τῶν μεταλλικῶν ἑκατέρου, ὡς εἶναι λιθαργύρου μὲν καὶ ψιμυθίου μέρος ἓν ἑκατέρου, διπλάσιον δὲ ἐλαίου καὶ διπλάσιον ὕδατος ἢ καὶ πλεῖστον ὀλίγῳ, τοῦ δὲ στέατος ἥμισυ μέρος. ὅπως δὲ λέγω τοῖς ἱσταμένοις ἐπὶ ζυγοῦ τὰ μετρούμενα, διπλάσιά τε ἡμίσεα καὶ ἴσα, μικρὸν ἔμπροσθεν ἐδήλωσα, τὴν ὁμωνυμίαν ἐξηγησάμενος τῆς παρὰ Ῥωμαίοις σταθμικῆς λίτρας τῇ μετρικῇ. τοῦτο τὸ φάρμακον ἐσκεύασα πολυειδῶς· καὶ γὰρ ἴσα τὰ τέτταρα μίξας, ἥμισυ τοῦ στέατος ἐνέβαλον εἰς αὐτὰ, καί ποτε καὶ τῶν ὑγρῶν ἑκατέρου μέρους ἓν καὶ ἥμισυ. γενήσεται δὲ ὡς ἐπὶ παραδείγματος ἡ συμμετρία τοιάδε. λιθαργύρου λίτρ. α΄. ψιμυθίου λίτρ. α΄. τοῦ δὲ ἐλαίου καὶ τοῦ ὕδατος ἑκατέρου λίτρας ἥμισυ καὶ λοιποῦ στέατος ἡμίλιτρον, ἔσθ’ ὅτε δὲ καὶ τὸ τρίτον τῆς λίτρας ἔβαλλον, ὥσπερ καὶ τοῦ ὕδατος μίαν λίτραν. ὃ δ’ εἰώθασι λέγειν πολλάκις οἱ ἰδιῶται καὶ τῶν ἰατρῶν οἱ τοιούτοις ὅμοιοι, φυλάξασθέ ποτε εἰπεῖν, ὡς αὐτοὶ λέγουσιν, ἄμεινον γίγνεσθαι τόδε τι τὸ φάρμακον, εἰ προσλάβοι τοῦδέ τινος,
426
ὅπερ ἂν ὀνομάσωσιν, ἔνιοι δ’ αὐτῶν μὲν ἀγνοεῖν ὁμολογοῦσιν, ἐρωτῶσι δ’ ἡμᾶς ὁποία τῶν συνθέσεων καὶ σκευασιῶν ἐστι καλλίστη, μὴ γινώσκοντες ἄλλην ἐπὶ ἄλλης διαθέσεως εἶναι χρησιμωτέραν, ἁπλῶς δὲ καὶ ἀδιορίστως οὐδεμίαν ἀρίστην. διὰ τοῦτ’ οὖν ἐγὼ τῶν ἁπλῶν φαρμάκων ὑμᾶς ἀξιῶ τὰς δυνάμεις ἀκριβῶς ἐπίστασθαι· χρῆσθαι γὰρ οὐχ οἷόν τε καλῶς τῷ συνθέτῳ τούτων ἀγνοουμένων. αὐτίκα γοῦν ἐπὶ τῆς προκειμένης κατὰ τὸν λόγον τόνδε λευκῆς ἐμπλάστρου τὸ πρόσφατον στέαρ μιγνύμενον ἀνωδυνώτερον μὲν ἐργάσεται τὸ φάρμακον, ὡς κᾂν ὑποφλεγμαίνῃ τὸ ἕλκος, ὠφελεῖν αὐτὸ, χεῖρον δ’ εἰς τὴν ἐπούλωσιν ποιήσει. τὸ δὲ χωρὶς τοῦ στέατος ἐπουλωτικώτερον μὲν, οὐχ ὁμοίως δὲ ἀνώδυνον. εἴρηται δὲ καὶ πρόσθεν ὡς ὕδατος μὲν προσλαβὸν ἐμψυκτικώτερον γίγνεται, παλαιοῦ δὲ ἐλαίου διαφορητικώτερον. ὁ δυνάμενος οὖν γνῶναι τίνος μᾶλλον χρῄζοι τὸ ἕλκος, οὗτος ἄριστα καὶ αὐτὸς συνθήσει τὰ φάρμακα καὶ τοῖς ἤδη συγκειμένοις χρήσεται. κᾀμὲ πολλάκις ἐθεάσασθε τοῖς τῶν παρακαλεσάντων ἰατρῶν εἰς συμβουλὴν 
427
φαρμάκοις θεραπεύσαντα πολλὰ τῶν ἐκείνοις ἀπορουμένων. ἄριστον οὖν εἴρηται φάρμακον οὐχ ἁπλῶς, ἀλλὰ τῶν ἐπαγγελλομένων τόδε τι ποιεῖν, ὥσπερ ἐγὼ τὴν φοινικίνην ἀρίστην ἔφην εἶναι πρὸς τὰ ῥευματικὰ χρωμένων αὐτῇ κατὰ τοὺς προειρημένους διορισμούς.

[Περὶ τῶν ἄλλων λευκῶν ἐμπλάστρων.] Αἱ μὲν οὖν προειρημέναι λευκαὶ καθ’ ὃν εἴρηκα λόγον ἐσκευάσθησαν ἐκ παλαιοῦ. πολυειδεῖς δ’ ἄλλαι μετὰ ταῦτα συνετέθησαν, ἀφαιρούντων γέ τινα καὶ προστιθέντων καὶ ὑπαλλαττόντων τῶν ἐπιγινομένων ἰατρῶν, περὶ ὧν καὶ αὐτῶν ἄμεινον εἰπεῖν ἕνεκα τοῦ γυμνάσασθαι ποικίλως ὑμᾶς ἐν τῇ τῶν φαρμάκων συνθέσει. γέγραπται τοίνυν ὑπ’ Ἀνδρομάχου κατὰ τὸ βιβλίον, ὃ ἐπιγράφιι δυνάμεις πρὸς τὰ ἐκτὸς, ὡδί πως αὐτοῖς ὀνόμασι· λευκὴ ᾗ χρῶμαι. λιθαργύρου μνᾶ α΄. ψιμυθίου μνᾶ α΄. κηροῦ τέταρτον, ῥητίνης τέταρτον, ἐλαίου κοτύλαι γ΄. ὕδατος κοτύλαι β΄. ταῦτα μὲν ἔγραψεν ὁ Ἀνδρόμαχος, οὔτ’ ἐπὶ τίνων ἁρμόττει προσγράψας οὔτε περὶ τῆς ἑψήσεως αὐτοῦ διελθών. τινὲς μὲν οὖν

428
εἴκοσιν οὐγγίας ἔχειν φασὶ τὴν μνᾶν, ἔνιοι δὲ ἑκκαίδεκα. καὶ δύναιτ’ ἂν ἑκατέρως σκευάζεσθαι τὸ φάρμακον, οὐ·μὴν ὀρθῶς μοι δοκεῖ τὸ ἴσον ἐμβάλλειν ῥητίνης τε καὶ κηροῦ. βελτίων γὰρ ἡ Ἀτταλικὴ σύγκειται, τὸν κηρὸν τῆς ῥητίνης λαμβάνουσα διπλάσιον. πρόδηλον δὲ ὅτι τῆς ῥητίνης ἴσης ἐμβληθείσης τῷ κηρῷ γένοιτ’ ἂν ἐχεκολλοτέρα μὲν ἔμπλαστρος, οὐχ ἡδεῖα δ’ ὁμοίως τοῖς ἕλκεσιν, ἀλλ’ ἔχουσα δριμύ. καὶ μέντοι καὶ τῷ μὴ δηλῶσαι ποίαν βούλεται βάλλεσθαι ῥητίνην οὐκ ὀρθῶς ἔπραξεν. ἀλλ’ ἡμεῖς γε γινώσκοντες ἀμείνω κατὰ πάντα τὴν τερμινθίνην εἶναι τῆς κολοφωνίας τε καὶ φρυκτῆς ὀνομαζομένης, ἐκείνην ἐμβαλοῦμεν. εἰ δὲ καὶ τῆς λάρικος εὐποροίημεν, οὐδὲν κωλύει χρήσασθαι, παραπλήσιαι γάρ πώς εἰσιν. ἐλαίου δὲ κοτύλας τρεῖς ἡγοῦμαι γράφειν αὐτὸν τὰς Ἀττικὰς ἢ πάντως ἂν ἐγεγράφει λίτρας. καίτοι θαυμάσειεν ἄν τις ὅπως ἐν Ῥώμῃ διατρίβων ἀντὶ λιτρῶν ὠνόμαζε κοτύλας. ἐπιχώρια γὰρ ταῦτα ὀνόματα, τό τε τῆς λίτρας καὶ τὸ τοῦ ξέστου καὶ τὸ τῆς οὐγγίας. ἐκ πολλῶν φαρμάκων πάλαι συγγεγραμμένων, πρὶν εἰς τοσοῦτο
429
δυνάμεως ηὐξῆσθαι τὰ τῶν Ῥωμαίων, ἐστοχασάμην ἣν ὀνομάζουσιν ἐκεῖνοι κοτύλην ἴσην εἶναι ταῖς κατὰ τὴν νῦν ἐν Ῥώμῃ λίτραν οὐγγίαις ἐννέα. μή τι οὖν καὶ ὁ Ἀνδρόμαχος τὰς τρεῖς κοτύλας ἀξιοῖ βάλλειν, ὡς ἑκάστης αὐτῶν οὔσης οὐγγιῶν θ΄. καὶ κατὰ τὸν αὐτὸν λόγον καὶ τὰς τοῦ ὕδατος δύο; προειδότες οὖν ἡμεῖς τὴν ἑκάστου τῶν ἁπλῶν δύναμιν, ὅπως ἂν σκευάσητε χρῆσθαι δυνήσεσθε πρὸς ἅπερ ὁ τῆς συνθέσεως ἐπαγγέλλεται τρόπος, ἐπιτρέψαντες ἑτέροις ζητεῖν ὁποία τῶν συνθέσεών ἐστιν ἀρίστη. πᾶσαι γὰρ ἄρισταί τέ εἰσι καὶ οὐκ ἄρισται, καθότι προεπιδέδεικταί μοι. καὶ γὰρ αὖ καὶ ταύτης ἐφεξῆς ἑτέραν ὁ Ἀνδρόμαχος γράφει τήνδε.

[Λευκὴ ἄλλη.] ♃ Λιθαργύρου δραχ. ρξ΄. ψιμυθίου δραχ. σ΄. κηροῦ δραχ. ν΄. τιρμινθίνης δραχ. κδ΄. ἐλαίου κοτύλης ἥμισυ, ὕδατος κυ. στ΄. αὕτη τοίνυν ἡ ἔμπλαστρος τῆς προτέρας πλέον ἔχουσα τὸ ψιμύθιον τῆς λιθαργύρου λευκοτέρα μὲν ἂν γένοιτο καὶ ψυκτικωτέρα κατά γε τοῦτο. ῥᾳδίως δ’ ἀποπίπτουσα, κᾂν ἑκκαίδεκα καὶ δίμοιρον οὐγγίας τὴν κοτύλην

430
ἔχειν ὑποθώμεθα, καθάπερ ἔνιοί φασι. βοηθεῖ γε μὴν αὐτῇ πρὸς τοῦτο τῆς τερμινθίνης ἡ μίξις, ὡς μὴ κραῦρον γίνεσθαι τὸ φάρμακον, ἐπεὶ τελέως ἂν ἀλιπὲς ἦν καὶ ξηρὸν, ὀλίγον ἔχον ἐλαίου τε καὶ ὕδατος. οὐ προσέγραψε δὲ οὐδὲ ἐπὶ ταύτης ὁ Ἀνδρόμαχος οὔθ’ ἕψησιν οὔτ’ ἐπαγγελίαν.

[Λευκὴ ἄλλη.] Ἑτέραν δ’ ἐφεξῆς τῇδε γράφει τρίτην, τὰ μὲν ἄλλα τὰ αὐτὰ πάντα ἔχουσαν τῇ διὰ τοῦ λευκοῦ πεπέρεως Ἀτταλικῇ. πρόσκειται δὲ αὐτῇ ταῦτα τὰ δύο, ὄρχεως βοτάνης δραχ. η΄. στρουθίου οὐγγίαι δύο, ὕδωρ δὲ οὐδ’. ὅλως ἐμβάλλει τῷ φαρμάκῳ τούτῳ καὶ τοῦ λιβανωτοῦ τὰς ε΄. καὶ εἴκοσι δραχμὰς ἀξιοῖ βάλλειν οὐ προσγράψας, ὡς ὁ Ἥρας εἴωθεν. ἔνιοι δὲ δέκα δύο καὶ εἴκοσι βάλλουσιν, ἐλαίου μέντοι κᾀνταῦθα δύο κοτύλας μίγνυσι, τὴν αὐτὴν ἀσάφειαν ἡμῖν καταλιπὼν ἧς ἔμπροσθεν ἐμνημόνευσα. μέμψαιτο δ’ ἄν τις αὐτῷ μεγάλως μὴ προσγράψαντι τὰς ἐπαγγελίας τῶν φαρμάκων. οὐ γὰρ δήπου τὴν αὐτὴν δύναμιν ἔχει τὸ δεύτερον γεγραμμένον τῷ πρώτῳ τε καὶ τῷ τρίτῳ. τὸν Ἥραν δὲ ἐπαινεῖν προσήκει τάς τε ἐπαγγελίας τῶν φαρμάκων γράψαντα

431
καὶ τοὺς τρόπους τῶν χρήσεων, οὓς ὅλως ὁ Ἀνδρόμαχος ἐπὶ τῶν λευκῶν ἐμπλάστων κατέλιπε, σπανίως που μόνην τὴν ἐπαγγελίαν προσθεὶς, οὐ μὴν οὐδ’ ὅπως χρὴ τὸ φάρμακον ἕψειν ἔγραψεν. ἀλλ’ οὐκ ἄν τις αὐτὸν ἴσως ἐν τούτῳ μέμψαιτο τοῖς ἤδη γεγυμνασμένοις κατὰ τὴν ἰατρικὴν τέχνην, οὐκ ἰδιώταις γράφοντα. τὸ δὲ μὴ προστιθέναι τὰς ἐπαγγελίας ἢ τὰς καθόλου δυνάμεις οὐ σμικρὸν ἁμάρτημα. τί γὰρ καὶ φήσει τις ἀπολογούμενος ὑπὲρ αὐτοῦ; τάχ’ ἴσως ὅτι τοῖς ἐπισταμένοις τὰς τῶν ἁπλῶν φαρμάκων δυνάμεις γέγραπται ταῦτα. καὶ μὴν οὐδεὶς ἐκείνων Ἀνδρομάχου δεῖται, δυνάμενός γε καὶ αὐτὸς ὁμοίως συντιθέναι.

[Λευκὴ Ἥρα πρὸς τοὺς ὑδροφόβους.] Πάλιν οὖν ἐπὶ τὸν Ἥραν ἀφικόμεθα, γράφοντα μετὰ τὴν Ἀτταλικὴν ἔμπλαστρον ἑτέραν λευκὴν, αὐτοῖς ὀνόμασι τοῖσδε· λευκὴ πρὸς τοὺς λυσσοδήκτους. ποιεῖ δ’ ἀκριβῶς καὶ πρὸς τοὺς ὑδροφόβους. ῥύεται γὰρ εὐθὺς τοῦ κινδύνου ἐπιτεθεῖσα τῷ τραύματι. τοῖς μέντοι κεκρατημένοις ἄγαν καὶ καταπότιον ὅσον καρύου Ποντικοῦ ἐξ αὐτῆς ποιήσαντα διδόναι καὶ 

432
τοῦτο ποιεῖν ἐφ’ ἡμέρας μ΄. μεταβάλλει μέντοι τὴν χρόαν ἐπὶ τῶν σπληνῶν καὶ γίνεται μέλαινα. ποιεῖ δὲ καὶ πρὸς ἀνθρωπόδηκτα, κυνόδηκτα, ἀποσύρματα, δυσκατούλωτα, αἴρει καὶ ὑπώπια κεράτιον α΄ καὶ τραύματα κολλᾷ. ποιεῖ καὶ πρὸς φύματα καὶ ῥαγάδας. ἔστι δὲ καὶ πεσσὸς μαλακτικός. δεῖ μέντοι παρὰ μίαν ἡμέραν λύειν καὶ ἀποσπογγίζειν τὴν ἐπιγινομένην τοῖς ἕλκεσι μελανίαν. καὶ τοῦτο ποιεῖν, ἕως ἂν μηκέτι φαίνηται ἡ μελανία. ἡ αὐτὴ καὶ κατουλωτική ἐστι καὶ πρὸς πάντα ἀγαθή. ταῦτα προειπὼν Ἥρας ἐφεξῆς ἔγραψε τὴν συμμετρίαν τῆς ἐμπλάστρου κατὰ τήνδε τὴν λέξιν. λευκή. ♃ κηροῦ λευκοῦ Ποντικοῦ λίτρας β΄. λιθαργύρου χρυσίτιδος λίτραν α΄. ψιμυθίου λίτραν α΄. σμύρνης οὐγγίας β΄. μυελοῦ ἐλαφείου οὐγγίας β΄. λιβάνου ἀτόμου οὐγγίαν α΄. ἐλαίου παλαιοῦ ξε. α΄. συμμετρία μὲν ἥδε τῶν συντιθέντων τὴν ἔμπλαστρον. ἐφεξῆς δὲ τὴν ἕψησιν οὕτως ἔγραψε. λιθάργυρον ἐλαίῳ ἕψε, ὅταν δὲ δοκῇ γλοιοῦσθαι κατὰ τὴν σύστασιν κηρὸν, εἶτα τὸ ψιμύθιον ἔμπασσε καὶ κίνει. ὅταν δ’ ἑνωθῇ καὶ ἀμόλυντος γένηται, ἀφελὼν τὴν
433
ἀνθρακιὰν, τὸν μυελὸν ἀποδίδου. ψύξας δὲ ἀποδίδου τὴν σμύρναν καὶ τὸν λιβανωτὸν καὶ μαλάξας χρῶ. καὶ κατὰ τοῦτο οὖν ἐπαινεῖν χρὴ τὸν Ἥραν, οὐκ ἐφ’ ἡμῖν ἀπολιπόντα τὴν ἔμπλαστρον ἕψειν ὅπως ἂν βουληθῶμεν, ἀλλ’ αὐτὸν προσγράψαντα. πρόχειρον γὰρ ἦν ἅμα τῇ λιθαργύρῳ τὸ ψιμύθιον εὐθέως ἀπ’ ἀρχῆς ἕψειν, ὡς ἐπὶ τῶν ἄλλων λευκῶν, ἡμεῖς τε τοῦτο ὡς ἐπίπαν εἰώθαμεν ποιεῖν, ἀλλ’ αὐτός τε ἐκεῖνος ἐπ’ ἄλλων ἔγραψεν. ἀλλ’ ἐπί γε ταύτης ὕστερον ἐμβάλλειν αὐτὸ κελεύει μὴ προσγράψας μὲν τὴν αἰτίαν δι’ ἣν τοῦτο ποιεῖν ἄμεινον, ἐνδεικνύμενός γε μὴν ὡς οὐχ εἷς τρόπος ἑψήσεως ἐπὶ πάντων ἐστὶν ὁμοίως χρήσιμος, ἀλλ’ ἐπ’ ἐνίων καὶ δύο καὶ τρεῖς ποιήσασθαι δυνατόν ἐστιν, οὐ μόνον ὑπαλλάττοντας τὴν χροιὰν, ἀλλὰ καὶ τὴν δύναμιν τῶν φαρμάκων. ὥσπερ ἐπὶ τῆσδε τῆς νῦν προκειμένης οὐκ ἐβουλήθη τὸ ψιμύθιον ἑψηθῆναι μετὰ τῆς λιθαργύρου, γινώσκων αὐτὸ καὶ τὴν ἀκριβῆ λευκότητα μὴ φυλάττον ἐν τῷ καθέψεσθαι καὶ τὴν στύψιν ἣν ἔχει μετὰ τῆς ψύξεως ἀποτιθέμενον. ἴσως οὖν τις ζητήσει καὶ τί διαφορητικὸν εἶναι
434
βουλόμενος τὸ φάρμακον ὁ συνθεὶς πρῶτον, ὅστις ποτ’ ἦν, ὅμως ἐπειράθη διαφυλάξαι τὸ ψιμύθιον ὠμὸν ἐν αὐτῷ; δοκεῖ δέ μοι τούτου χάριν ἐπὶ τὴν τοιαύτην ἐλθεῖν σκευασίαν, ἵν’ ἔχῃ τι καὶ τῆς ἀποκρουστικῆς δυνάμεως τὸ φάρμακον. τὰ γὰρ οὐδεμίαν ἔχοντα τοιαύτην οὐκ ἀσφαλῆ τοῖς πληθωρικοῖς σώμασιν. ὅπως οὖν ἁρμόττῃ καὶ τούτοις, εἰκὸς μεμίχθαι τὸ ψιμύθιον ὠμόν. εὔδηλον δ’ ὅτι μεγάλας ἐπαγγελίας τὸ προκείμενον ἐπαγγέλλεται φάρμακον, ἐκ τοῦ προσειληφέναι τήν τε σμύρναν καὶ τὸν ἐλάφειον μυελὸν, ὡς τά τε ἄλλα ταῖς κοιναῖς ταύταις ἐμπλάστροις ἔχει τὰ αὐτά. μεμαθήκαμεν δὲ τὴν μὲν σμύρναν ἰσχυρῶς ξηραῖνον εἶναι φάρμακον, ἱκανῶς τε λεπτομερὲς, τὸν δὲ μυελὸν οὐδενὸς ἥττονα τῶν μαλακτικῶν ὀνομαζομένων. εἴρηται δὲ περὶ τῆς δυνάμεως ταύτης, ὥσπερ καὶ τῶν ἄλλων ἁπασῶν τῶν δευτέρων, ἐν τῷ ε΄. τῆς περὶ τῶν ἁπλῶν φαρμάκων πραγματείας. ἔοικέ γε μὴν οὐ τούτοις μόνοις ὁ συνθεὶς τὸ φάρμακον, ἀλλὰ καὶ τῷ λευκῷ κηρῷ τῷ Ποντικῷ θαῤῥῆσαι, φαρμακώδη δύναμιν ἔχοντι καὶ διὰ τοῦτο πλεῖστον αὐτὸν
435
ἐμβάλλειν. ξέστου δὲ νομίζω μεμνῆσθαι τὸν Ἥραν τοῦ Ῥωμαϊκοῦ. παρὰ μὲν γὰρ τοῖς Ἀθηναίοις οὔτε τὸ μέτρον ἦν οὔτε τοὔνομα τοῦτο. νυνὶ δὲ ἀφ’ οὗ Ῥωμαῖοι κρατοῦσι, τὸ μὲν ὄνομα τοῦ ξέστου παρὰ πᾶσίν ἐστι τοῖς Ἑλληνικῇ διαλέκτῳ χρωμένοις ἔθνεσιν, αὐτὸ δὲ τὸ μέτρον οὐκ ἴσον τῷ Ῥωμαϊκῷ. χρῶνται γὰρ ἄλλος ἄλλῳ ξεστιαίῳ μέτρῳ. παρὰ γοῦν τοῖς Ῥωμαϊκοῖς ὁ ξέστης ἔχει μίαν λίτραν καὶ ἡμίσειαν καὶ ἕκτον, ὡς εἶναι τὰς πάσας οὐγγίας κ΄. ἃς ὡς τὸ πολὺ τοῖς κέρασι μετροῦσιν, ἐπιτετμημένοις ἔξωθεν γραμμαῖς τισι κυκλοτερέσιν. ἔνιοι δὲ ψευδῶς ὑπειλήφασι τὸν Ῥωμαϊκὸν ξέστην ὀκτωκαίδεκα μετρικὰς ἔχειν οὐγγίας. ἔοικεν οὖν καὶ ὁ Ἥρας ὅταν κοτύλην γράφῃ, τὸ μὲν ἥμισυ τοῦ ξέστου σημαίνειν. ἤτοι δὲ τὰς θ΄. δηλοῦσιν οὐγγίας ἐκ τοῦ λιτραίου κέρατος ἢ τὰς δέκα, τοῦτο γὰρ ἄδηλον. εἰ δὲ καὶ πρὸς λυσσοδήκτους ἐπιτήδειόν ἐστι φάρμακον, εἴτ’ οὖν καταπινόμενον εἴτ’ ἔξωθεν ἐπιτιθέμενον, ἐκ λόγου μὲν οὐχ οἷόν τε γνῶναι. δέδεικται γὰρ ἡμῖν ὅλῃ τῇ τῆς οὐσίας ἰδιότητι τὰ τοιαῦτα φάρμακα τὴν ἐνέργειαν ἔχοντα καὶ διὰ
436
τοῦτο τῇ πείρᾳ κρινόμενα. πειραθῆναι δὲ οὐδέποτε ἐτόλμησα τοῦ φαρμάκου τοῦδε, τίνα δύναμιν ἐν τοῖς λυσσοδήκτοις ἐπιδείκνυται, διὰ τὸ βεβαίως θεραπεῦον ἔχειν φάρμακον τὸ διὰ τῶν καρκίνων, ὅταν δὲ τοῦτο μὴ παρῇ, καὶ ἄλλα τινὰ μηδέποτε ἀποτυχόντα. τὸ τοίνυν ἐν οὕτως ἐπικινδύνῳ πάθει καταλιπόντα τὰ βέβαια, πολυπράγμονος ἕνεκα πείρας προδοῦναι τὴν σωτηρίαν τοῦ δεδηγμένου, δεινὸν καὶ ἄδικον ἐφαίνετό μοι. περὶ μὲν δὴ τῶν λυσσοδήκτων ἀρκεῖ καὶ ταῦτα εἰρῆσθαι. τὰ δ’ ἄλλα τὰ περὶ τῆσδε τῆς ἐμπλάστρου γεγραμμένα τῷ Ἥρᾳ, καθάπερ ἐπὶ τῆς Ἀτταλικῆς, ἔνια μὲν ἀληθεύεσθαί φημι, τινὰ δὲ ἐπὶ τὸ μεῖζον ἐξαίρεσθαι. κάλλιστον μὲν γάρ ἐστι φάρμακον, ὡς ἐν ἐμπλάστροις, τῶν ὀνομαζομένων ὑπωπίων, ἐναίμων δὲ τραυμάτων κολλητικὸν, οὐκ ἐν τοῖς πρώτοις καὶ ἀρίστοις. ὅλως δὲ περὶ τοῦ γένους τούτου τῶν ἐμπλάστρων εὑρίσκω παμπόλλους τῶν ἰατρῶν οὐ μόνον τῶν νῦν, ἀλλὰ καὶ τῶν γεγραφότων συγγράμματα, μείζονας τῶν ἀληθῶν ἐπαίνους πεποιημένους, ὑπὲρ ὧν ἐν τῷ μετὰ ταῦτα λόγῳ ῥηθήσεται. νῦν δὲ ἐπὶ τὴν προκειμένην 
437
ἐλθόντες, αὖθις ἐπισκεψόμεθα περὶ τῶν εἰρημένων τῷ Ἥρᾳ. φησὶ γὰρ αὐτὴν ἰᾶσθαι φύματα, μηδένα προσθεὶς διορισμὸν ὧν ἐγὼ περὶ τῆς φοινικίνης ἔγραψα. τινὰ μὲν γὰρ πάνυ θερμὰ τῶν φυμάτων ἐστὶ καὶ σφοδρῶς ἐξορμῶντα, τινὰ δὲ καὶ ψυχρὰ καὶ ξηρά. πάμπολλα δ’ ἄλλα μεταξὺ τούτων, ἔνια μὲν ἀκριβῶς μέσα τῶν εἰρημένων, ἔνια δὲ ὀλίγον ἀφιστάμενα τῆς μεσότητος ἑκατέρωσε καί τινα πλέον ὡσαύτως ἐφ’ ἑκάτερα, καί τινα τῶν ἄκρων ἐγγὺς ἢ μεταξύ πως ἐξ ἴσου τῶν τε μέσων καὶ τῶν ἄκρων, ἐφ’ ὧν ἁπάντων ἀδύνατόν ἐστι τὴν ἔμπλαστρον ταύτην ἐφαρμόττειν, εἰ μὴ ἄρα βούλοιτο τήκειν αὐτὴν ὑγροῖς τισιν, ὡς γίγνεσθαι τρόπους πολλοὺς τῆς χρήσεως, οὓς ἐχρῆν αὐτὸν εἰρηκέναι, καθάπερ ἐπ’ ἄλλων ἐποίησε. διὸ καὶ δίκαιον εἶναί φημι τοῦτον μὲν ἐπαινεῖν ἐφ’ οἷς οὕτως ἔγραψε, μέμφεσθαι δὲ Ἀνδρομάχῳ. περὶ δὲ τοῦ τὴν ἔμπλαστρον ταύτην ἐπ’ ἀνθρωποδήκτων καὶ κυνοδήκτων ἁρμόττειν, τοὺς αὐτοὺς νόμιζε παρ’ ἐμοῦ λόγους ἀκούειν, οὓς καὶ περὶ τῆς Ἀτταλικης εἶπον, ὁμοίως δὲ καὶ περὶ τῶν ἄλλων, ὅσα μαρτυρεῖ τῷ
438
φαρμάκῳ, καθάπερ ἐπ’ ἐκείνης οὕτω κᾀπὶ ταύτης λέγων καλὸν εἶναι τὸ φάρμακον, ἀλλὰ πολὺ λείπεσθαι τῶν εἰς ἕκαστον ἐκείνων ἄριστα ποιούντων, ὡς χρήσασθαί τινα αὐτῷ θαῤῥούντως μηδενὸς τῶν ἀρίστων παρόντος. οὐ σμικρὸν δὲ οὐδὲ τοῦτ’ ἔστιν ἐν τοῖς φαρμάκοις, ὥσπερ κᾀν τοῖς διαιτήμασι καὶ πᾶσι τοῖς κατὰ τὴν τέχνην, οὗ κατεφρόνουν μὲν ἐγὼ τὸ πρῶτον, ὡς μηδ’ ἄξιον Ἱπποκράτει εἶναι νομίζειν παραινοῦντι ἡμῖν οὕτω πάντα τὰ κατὰ τέχνην πράττειν, ὡς ὠφελεῖν ἢ μὴ βλάπτειν. ὕστερον δ’ ἔγνων αὐτὸ μεγίστην δύναμιν ἔχον, ὡς ἑώρων ἐνίους τῶν ἰατρῶν, οἷς κατώρθωσαν ἔμπροσθεν φαρμάκοις, ὡς θαυμασθῆναι, τούτοις ὕστερον ἐπ’ ἄλλων ἀποτυχόντας, ὡς καταγελασθῆναι. καὶ διὰ τοῦτ’ ἐπειράθην ἀεὶ τοιούτοις χρῆσθαι βοηθήμασιν, ἐφ’ οἷς ἡ μὲν τῆς ὠφελείας ἐλπὶς ἐνίοτε ἀμφιβολίαν ἔχει, τὸ δὲ μηδεμίαν ἀπαντῆσαι βλάβην ἀκριβῆ γνῶσιν. ἅπερ οὖν ἐπῄνεσε τῆς Ἀτταλικῆς ἐμπλάστρου καὶ ταύτης ὁ Ἥρας, ἔστι μὲν, ὡς ἔφην, οὐ μεγάλα. οὐ παρόντων δὲ τῶν μεγάλως αὐτὰ
439
δρώντων, οὐκ ἄν τις τούτοις χρώμενος ἐργάσεται βλάβην σαφῆ, κᾂν μηδὲν ὠφελήσῃ. χρῆσθαι μέντοι τις τῷ φαρμάκῳ τούτῳ βουλόμενος ἐπὶ φυμάτων, ἐξ ὧν εἶπον ἐπὶ τῆς φοινικίνης, αὐτὸς ἐξευρήσει τήκων ἄλλοτε ἄλλως αὐτήν. εἰρήσεται δὲ ἐπὶ πλέον ἐν τοῖς ἑξῆς καὶ τῶν φυμάτων ἐπιμέλεια πᾶσα, δι’ ἧς ἐλπίζω τὴν μέθοδον ὑμᾶς ἕξειν ἀκριβῆ τε καὶ τελείαν τῶν δυναμένων φαρμάκων ὠφελεῖν φύματα. καλείσθω δὲ ὑμῖν ἡ ἔμπλαστρος αὕτη λευκὴ πρὸς λυσσοδήκτους, ὥσπερ ἡ διὰ τοῦ λευκοῦ πεπέρεως Ἀτταλική. γράφει δ’ ἐφεξῆς τῇδε καὶ ἄλλην ἔμπλαστρον ὁ Ἥρας κατὰ τήνδε τὴν λέξιν. λευκὴ ἡ Ἀριοβαρζάνειος, ᾗ Ξενοκράτης τὸ περὶ τὸν ταρσὸν ἀπόστημα διεφόρησεν ἤδη μεταβεβληκός. εἶτα τήν τε συμμετρίαν τῶν ἐμβαλλομένων εἰς αὐτὴν εἰπὼν καὶ μετὰ ταῦτα τὴν ἕψησιν, ἐπὶ τέλει προσέγραψε κατὰ λέξιν οὕτως. ποιεῖ μάλιστα πρὸς τὰ κακοήθη καὶ νεμόμενα καὶ δυσαλθῆ, καθόλου τε πρὸς. πᾶν ἕλκος. αὐτὴν δὲ τὴν συμμετρίαν τῶν συντιθέντων τὸ φάρμακον οὐκ οἶδ’ ὅπως ἐκ τρίτου μέρους ἔγραψε, τῆς ὁλοκλήρως ὑπ’ ἄλλων γεγραμμένης
440
κατὰ τόνδε τὸν τρόπον. (X) λιθαργύρου δραχ. σ΄. κηροῦ δραχ. ν΄. παλαιοῦ ἐλαίου κο. γ΄. ψιμυθίου δραχ. π΄. τερμινθίνης δραχ. λβ΄. κηρύκων κεκαυμένων δραχ. ι΄. λιβανωτοῦ δραχ. ιθ΄. ὕδατος κυ. ιβ΄. ταῦτα πάντα τὰ νῦν ὑπ’ ἐμοῦ λελεγμένα φάρμακα κατὰ τὸ τρίτον μέρος ἔγραψεν ὁ Ἥρας. ♃ λιθαργύρου δραχ. ξστ΄. ὀβολοὺς δ΄. κηροῦ δραχ. ιστ΄. ὀβολοὺς δ΄. ἐλαίου δὲ παλαιοῦ κοτύλην α΄. καὶ ψιμυθίου μὲν δραχ. κστ΄. καὶ τετρώβολον· τῆς δὲ τερμινθίνης ῥητίνης δραχ. ι΄. καὶ τετρώβολον, κηρύκων κεκαυμένων δραχ. γ΄. καὶ διώβολον καὶ λιβανωτοῦ δραχ. στ΄. καὶ διώβολον, ὕδατος κυάθους δ΄. εἶτ’ ἐφεξῆς τὴν ἕψησιν οὑτωσὶ γράφει. τὴν λιθάργυρον καὶ τὸ ψιμύθιον σὺν τῷ ὕδατι καὶ τῷ ἐλαίῳ τρῖβε, εἶτα ἕψε ἐν καινῇ χύτρᾳ ἐπὶ μαλακοῦ πυρὸς, κινῶν σιδηρᾷ σπάθῃ ἐπιμελῶς, ἵνα μὴ καυθήσῃ. ὅταν δὲ ἡμίεφθος ᾖ, ἐπέμβαλλε κηρὸν, τακέντος δὲ ῥητίνην καὶ λιβανωτὸν, καὶ ἕψε ἕως ἀμόλυντον γένηται ποσῶς, εἶθ’ ὅταν δοκῇ ἐγγὺς εἶναι τοῦ καλῶς ἔχειν, ἐπεμβαλὼν τοὺς κήρυκας, συνέψησον τὸν λοιπὸν χρόνον. ὅταν δὲ τελέως συστραφῇ, κατέρασον εἶς θυείαν, ὕδατος ὀλίγου
441
προϋποκειμένου καὶ μαλάξας χρῶ. τοῦτο τὸ φάρμακον εἰς τὸ διαφορεῖν ἀδήκτως παρεσκεύασται, τό τε ψιμύθιον ὀλίγον ἔχον, ὡς πρὸς τὴν ἀναλογίαν τῆς λιθαργύρου καὶ μετὰ ταύτης ἀπ’ ἀρχῆς ἑψόμενον ἰσχυρῶς τε ξηραῖνον φάρμακον διὰ τοὺς κεκαυμένους κήρυκας. ἡ δ’ αὕτη πώς ἐστι δύναμις καὶ ταῖς πορφύραις καὶ τοῖς ὀστρέοις κεκαυμένοις. εὔδηλον δ’ ὅτι χωρὶς τῶν σαρκῶν καίεται τὰ τῶν ζώων τούτων ὄστρακα. καὶ Ἥρας μὲν ἓν ἔγραψε βιβλίον τῶν δυνάμεων. Ἀσκληπιάδης δὲ ὁ ἐπικληθεὶς φαρμακίων δέκα χωρὶς τῶν θηριακῶν καὶ γυναικείων προσθεὶς καὶ αὐτὸς ἑκάστου φαρμάκου τὴν ἐπαγγελίαν, ἐπὶ πολλῶν δὲ καὶ τὴν ἕψησιν, ἐπ’ ἐνίων δὲ καὶ τὸν τρόπον τῆς χρήσεως. ὁ δὲ Ἀνδρόμαχος πολλὰς ἤθροισε δυνάμεις καὶ σχεδὸν οὐκ ἐλάττους τῶν ἐν τοῖς δέκα τοῦ φαρμακίωνος Ἀσκληπιάδου. τρισὶ δ’ αὐτὰς περιέλαβε βίβλοις· ἑνὶ μὲν ἐν ᾧ τὰ ἔξωθεν ἐπιτιθέμενα φάρμακα γράφει, δευτέρῳ δὲ ἐν ᾧ τὰ εἴσω τοῦ σώματος λαμβανόμενα, καὶ τρίτῳ τῷ κατὰ τοὺς ὀφθαλμούς. μέμψαιτο δ’ ἄν τις, ὡς ἔφην, αὐτῷ μήτε τὰς σκευασίας προσγράφοντι 
442
μήτε τοὺς τρόπους τῶν χρήσεων μήτε τὰς δυνάμεις μήτε τὰς ἐπαγγελίας.

[Αἱ ὑπ’ Ἀσκληπιάδου γεγραμμέναι λευκαί.] Ἐπὶ τὸν Ἀσκληπιάδην οὖν ἤδη μεταβὰς παραθήσομαι τὰς ὑπ’ αὐτοῦ γραφείσας ἐμπλάστρους λευκὰς ἐπὶ τῷ τέλει τοῦ τρίτου βιβλίου τῶν ἐκτός. ἐπιγράφει δ’ αὐτὸς αὐτὰ πρώτην Μαρκέλλαν καὶ δευτέραν καὶ τρίτην καὶ τετάρτην καὶ πέμπτην, ὥσπερ τὰ ἄλλα τῶν ἐντὸς πέντε, πρῶτον Μάσωνα καὶ δεύτερον καὶ τρίτον καὶ τέταρτον καὶ πέμπτον. ἐν δὲ τῇ τρίτῃ Μαρκέλλῃ κατὰ τὸ τέλος ἔγραψε λευκὰς ἐμπλάστρους, μίαν μὲν ἧς τὴν ἐπαγγελίαν φησὶν εἶναι πρὸ τὰ πυρίκαυτα καὶ ἀποσύρματα καὶ χρῶτας ἁπαλοὺς, ἣν ἄκεσιν ὀνομάζεσθαί φησιν. ἕψειν δὲ ὁμοῦ τὰ τέτταρά φησι, λιθάργυρον, ψιμύθιον, ἔλαιον, ὕδωρ, ἴσα πάντα καὶ δῆλον ὅτι ψαθυρὸν καὶ ἀλιπὲς γίνεται τὸ φάρμακον τοῦτο, ὡς μηδὲ προσμεῖναι τῷ χρωτὶ δύνασθαι χωρὶς ἐπιδέσεως. εἰ μὴ γὰρ, ὡς προέφην ἔμπροσθεν, ἐπὶ πλέον ἑψηθείη τὰ μεταλλικὰ, τοιαύτην ἀναγκαῖόν ἐστι γίγνεσθαι τὴν ἔμπλαστρον.

443
ἐπὶ πλέον δ’ ἕψεται, πλέονα μοῖραν ἐν τῇ μίξει τῶν ὑγρῶν ἔχοντα. ἑτέραν δ’ ἐφεξῆς τῇδε λευκὴν ἔμπλαστρον ἔγραψεν ὁ Ἀσκληπιάδης, τὴν αὐτὴν μὲν ἐπαγγελίαν ἔχουσαν, οὐ τὴν αὐτὴν δὲ σύνθεσιν. οὔτε γὰρ ἴσον ἐμβάλλει σταθμὸν τῶν μεταλλικῶν, ἀλλὰ τὸ ψιμύθιον ἡμιώλιον τοῦ λιθαργύρου καὶ προσεμβάλλει στέατος μοσχείου, τὴν ὅλην συμμετρίαν ποιήσας τήνδε. ♃ ψιμυθίου δραχ. ρκ΄. λιθαργύρου δραχ. π΄. στέατος μοσχείου δραχ. λ΄. κηροῦ δραχ. κε΄. ἐλαίου κοτύλας β΄. τοῦτο τὸ φάρμακον ὀλίγον ἔχει ἔλαιον, ὡς πρὸς τὴν τῶν μεταλλικῶν ἀναλογίαν, ἐάν τις ὑπόθηται τὴν κοτύλην ἔχειν οὐγγίας θ΄. Ῥωμαϊκὰς τὰς καταγεγραμμένας ἐν τοῖς συνήθεσι κέρασι λιτραίοις. ἐπεὶ δὲ πεπλεόνασται τὸ ψιμύθιον ἐν αὐτῷ καὶ διὰ τοῦτο στυπτικώτερον ἐγίνετο τοῦ προγεγραμμένου, τὸ στέαρ ἔμιξεν ὁ συνθεὶς αὐτό. γινώσκων δὲ τὸ τῶν βοῶν στέαρ θερμότερόν τε καὶ διαφορητικώτερον ὑπάρχειν τοῦ τῶν ὑῶν, ἐφυλάξατο τελείου βοὸς ἐμβάλλειν στέαρ. ἐν ἅπαντι γάρ τοι γένει ζώου τὰ νέα τῶν τελείων ὑγρότερόν τε καὶ ἧττον θερμὸν ἔχει τὸ στέαρ. εἴη ἂν οὖν καὶ ἥδε ἡ σύνθεσις περιεργοτέρα
444
μὲν τῆς ἁπλῆς λευκῆς ἐμπλάστρου τῆς προγεγραμμένης ὑπ’ αὐτοῦ, πλέον οὐδὲν εἰς ὠφέλειαν ἔχουσα. τρίτην δὲ ἄλλην λευκὴν ἔγραψεν ἐπουλωτικὴν, ἐκ ψιμυθίου μὲν ἴσου τῇ λιθαργύρῳ, κηροῦ δὲ τετάρτου μέρους, ἢ κατὰ ταῦτα καὶ τῆς τερμινθίνης αὖ πάλιν ἐξ ἡμίσεος μέρους τοῦ κηροῦ. τὸ δ’ ἔλαιον ὀλίγου δεῖν ἴσον ἐμβέβληται τοῖς μεταλλικοῖς ἀμφοτέροις ὁμοῦ καὶ τούτῳ πάλιν αὐτῷ τὸ ὕδωρ ἴσον. ἐβουλήθη γὰρ ὁ συνθεὶς τὸ φάρμακον τοῦ μὲν ψιμυθίου καὶ τῆς λιθαργύρου βάλλεσθαι δραχ. ρ΄. ἑκατέρου, τοῦ κηροῦ δὲ δραχ. κε΄. καὶ τῆς τερμινθίνης ιβ΄. τοῦ δὲ ἐλαίου καὶ τοῦ ὕδατος ἀνὰ δύο κοτύλας. τῆς οὖν Ἀτταλικῆς ἀναμνησθέντες ἐμπλάστρου, τὰ μεταλλικὰ μὲν ὡσαύτως ἐχούσης τῇδε, καθάπερ καὶ τὸ ἔλαιον ἅμα τῷ ὕδατι. τὸν δὲ κηρὸν διπλάσιον τοῦ κατὰ τήνδε καὶ τὴν τερμινθίνην ὡσαύτως· εἴσεσθε σαφῶς ἥντινα διαφορὰν ἔχει πρὸς ἄλληλα τὰ φάρμακα. προσέκειτο γὰρ ἐκείνοις καὶ λιβανωτὸς καὶ στυπτηρία καὶ πέπερι. καὶ μέντοι καὶ μέμνηται τῆς Ἀτταλικῆς ἐκείνης ἐμπλάστρου καὶ ὁ Ἀσκληπιάδης, οὐκ ὀνομάζων αὐτὴν Ἀτταλικὴν, ἀλλ’ οὐδὲ τὸ πέπερι βάλλων. τὰ δ’ ἄλλα πάνθ’
445
ὡσαύτως ἔγραψε κατὰ λέξιν οὕτως. λευκὴ Μνασαίου λεγομένη, ποιεῖ καὶ πρὸς τὰ χρόνια καὶ δυσαλθῆ. ♃ λιθαργύρου, ψιμυθίου ἀνὰ δραχ. ρ΄. κηροῦ δραχ. η΄. τερμινθίνης, λιβάνου ἀνὰ δραχ. κε΄. στυπτηρίας σχιστῆς δραχ. ιβ΄. ἐλαίου κοτύλας β΄. μὴ νομίσητε δὲ διαφέρειν, ἐὰν εὕρητέ που δραχ. ρ΄. ἀντὶ μιᾶς λίτρας γεγραμμένας, ἀλλ’ ἐκεῖνο σκοπεῖτε, πότερον ὁ γράψας τὰς δραχ. ρ΄. τὸ ἥμισυ τοῦ κηροῦ μίγνυσιν αὐταῖς, εἴτ’ ἐκείνου τὸ ἥμισυ τῆς τερμινθίνης, ὡς εἶναι τοῦ μὲν κηροῦ ν΄. τῆς δὲ θερμινθίνης δραχ. κε΄. ἤ τινα ἑτέραν ποιεῖται συμμετρίαν. εἰ μὲν γὰρ τὴν εἰρημένην, οὐδὲν διοίσει τοῦ λέγοντος λίτραν καὶ ἡμίλιτρον καὶ τρεῖς οὐγγίας. ἡ μὲν γὰρ λίτρα δραχ. στ΄. ἔχει πρὸς ταῖς ἐνενήκοντα, τὸ δὲ ἡμίλιτρον ὀκτὼ καὶ μ΄. δηλονότι, καθάπερ καὶ τούτου πάλιν τὸ ἥμισυ, τέτταρας καὶ κ΄. ὥσθ’ ἡ αὐτὴ ἀναλογία σώζεται, μηδὲν μέγα διαφέροντος εἴτε ταῖς δραχ. ρ΄. τῶν μεταλλικῶν εἴτε ταῖς ἐνενήκοντα ἓξ αἱ δύο κοτύλαι τοῦ ἐλαίου μιγνύοιντο. κατὰ τοῦτο μὲν οὖν οὐ διοίσει τὰ φάρμακα λίτρας ὀνομαζομένης ἢ δραχ. ρ΄. ἐκείνῃ δὲ διενήνοχε τὸ ὑπὸ τοῦ Ἀσκληπιάδου
446
γεγραμμένον φάρμακον τῆς Ἀτταλικῆς ἐμπλάστρου, τῷ τὴν Ἀτταλικὴν ἓξ μὲν δραχμὰς τῆς σχιστῆς στυπτηρίας, τρεῖς δὲ τοῦ λευκοῦ πεπέρεως, τὴν δ’ ὑπὸ τοῦ Ἀσκληπιάδου γεγραμμένην τὸ μὲν λευκὸν οὐκ ἔχειν πέπερι, διπλάσιον δὲ τὸν σταθμὸν τῆς σχιστῆς στυπτηρίας. εὔδηλον δ’ ὅτι στυπτικώτερον μέν πως καὶ διὰ τοῦτο ἐπουλωτικώτερον ἔσται τὸ τοῦ Ἀσκληπιάδου φάρμακον, διαφορητικώτερον τὸ Ἀτταλικὸν, ὥσθ’ ὅπερ ἔφην καὶ πρόσθεν· οἱ ζητοῦντες, ὁπότερον αὐτῶν ἐστι βέλτιον, οὐκ ἴσασι χρῆσθαι φαρμάκοις. εἰς μὲν γὰρ τὴν ἐπούλωσιν, τὸ τοῦ Ἀσκληπιάδου βέλτιόν ἐστιν, εἰς δὲ τὴν διαφόρησιν τὸ Ἀτταλικόν. ἑνὶ δὲ λόγῳ μεμνῆσθαι χρὴ τοῦ ὑφ’ Ἱπποκράτους γεγραμμένου κατὰ τὸ περὶ τροφῆς, ὡς ἐν τῷ πρὸς τὶ τό τε φαῦλον καὶ τὸ οὐ φαῦλον λέγεται καὶ δηλονότι τὸ βλαβερόν τε καὶ ὠφέλιμον. ἑτέρῳ γὰρ λόγῳ φαίης ἂν εἶναι τῆσδε τῆς ἐμπλάστρου τὴν Ἀτταλικὴν βελτίονα, τῷ πολυχρηστοτέραν ἐκείνην ὑπάρχειν, ἀμέλει καὶ αὐτὸς Ἀσκληπιάδης, ἐφεξῆς τῇδε τῇ νῦν εἰρημένῃ γράφων αὐτὴν ἐκείνην τὴν διὰ τοῦ λευκοῦ πεπέρεως, οὐκ ὀνομάζει Ἀτταλικὴν, ἀλλὰ Παμφίλειον, ἀγνοῶν, ὡς 
447
οἶμαι, τὸν πρῶτον αὐτὴν εὑρόντα, προσθεὶς δὲ τοὔνομα τοῦ χρωμένου τε καὶ δόντος αὐτῷ. τὴν δ’ οὖν ἐπαγγελίαν αὐτῆς κατὰ λέξιν οὕτως ἔγραψεν. ἄλλη, Παμφίλειον λεγομένη, φάρμακον ἐπιτετευγμένον. ποιεῖ πρὸς τὰ παλαιὰ καὶ δυσαλθῆ, ἄνθρακας, ἐπινυκτίδας, ἀχῶρας, ψωρώδεις διαθέσεις, κόλπους παρακολλᾷ, ποιεῖ πρὸς ἀποστήματα, κονδυλώματα καὶ σχεδὸν πολυχρηστότερόν ἐστι τὸ φάρμακον. συγκεῖσθαι δ’ αὐτό φησιν ἐκ ψιμυθίου μὲν καὶ λιθαργύρου καὶ κηροῦ καὶ τερμινθίνης καὶ τῶν δύο κοτυλῶν τοῦ ἐλαίου κατὰ τὰ αὐτὰ τῷ Ἥρᾳ, καὶ πρὸς τούτοις ἔτι τῆς σχιστῆς στυπτηρίας καὶ τοῦ λευκοῦ πεπέρεως, ὕδατος δὲ οὐ μέμνηται κατὰ τὴν σκευασίαν, ἀλλ’ οὐδέ τι τοῦ λιβανωτοῦ. τινὲς δ’ οὐ πέντε καὶ εἴκοσι βάλλουσιν, ἀλλὰ τὸ ἥμισυ, καὶ μέντοι γε καὶ περὶ τοῦ ὕδατος· γράψας γὰρ ἐλαίου παλαιοῦ κοτύλας δύο βάλλεσθαι μετὰ ταῦτα προσέγραψεν ὕδατος κοτύλας δύο ἢ κοτύλην μίαν. ἐγὼ δὲ καὶ χωρὶς ὕδατος ἐσκεύασα τὸ φάρμακον πάνυ πολλάκις καὶ βέλτιον εἰς πάντα τἄλλα γιγνόμενον φαίνεται, πλὴν ἐπὶ τῶν ἁπαλοχρώτων· ἄμεινον γὰρ ἐπὶ τούτων ἐστὶ τὸ προσειληφὸς ὕδωρ καὶ μάλισθ’, ὅταν
448
ὑποφλεγμαίνῃ τὰ ἕλκη. διαγράφει δὲ σὺν ταῖς εἰρημέναις λευκαῖς ἐμπλάστροις καὶ ἄλλην ὁ Ἀσκληπιάδης, ἐπαγγελλομένην θεραπεύειν λυσσοδήκτους, ὥσπερ καὶ ἡ παρὰ τῷ Ἥρᾳ γεγραμμένη τὴν ἐπαγγελίαν εἶχε. προσλαμβάνει δὲ καὶ αὕτη παρὰ τὴν ἁπλῆν λευκὴν, τὴν ἐκ λιθαργύρου καὶ ψιμυθίου καὶ λιβανωτοῦ καὶ κηροῦ συγκειμένην, ἔτι ἔξωθεν μυελὸν ἐλάφειον καὶ σμύρναν. ἐμβάλλει δ’ εἰς αὐτὴν λιθαργύρου μὲν δραχ. μ΄, ψιμυθίου δὲ δραχ. λ΄. λιβανωτοῦ δραχ. ι΄. καὶ τὰς ἴσας τῆς σμύρνης, ἐλαφείου δὲ μυελοῦ δυοῖν δεούσας τῶν δέκα καὶ κηροῦ λευκοῦ δραχ. ν΄. καὶ τοῦ παλαιοῦ ἐλαίου ξε. α΄. πρώτην δὲ τούτων ἁπασῶν ὧν εἶπεν ἔγραψεν ὁ Ἀσκληπιάδης ἣν ὀνομάζει Ῥοδιακὴν, ὡς διαφορητικὴν καὶ τὰς ἐπὶ τῶν μαστῶν σκληρίας θεραπεύουσαν ἐκ τῶνδε συγκειμένην, λιθαργύρου καὶ κηροῦ Ποντικοῦ κελεύει βάλλειν ἀνὰ λίτραν α΄. ψιμυθίου δὲ καὶ στέατος ὑείου κατειργασμένου τὸ τῆς λίτρας ἥμισυ, τουτέστιν οὐγγίας ἓξ ἑκατέρου καὶ σμύρνης μὲν οὐγγίας δ΄. ὀπτῶν δὲ ὠῶν λεκίθους β΄. καὶ κοτύλην α΄. καὶ ἡμίσειαν ἐλαίου. ταύτην φησὶ καὶ ἑδρικὴν ἀγαθὴν εἶναι,
449
μὴ προγράψας διὰ τίνος βούλεται τήκεσθαι τό φάρμακον, ἀλλ’ ἡμῖν ἐπιτρέψας ἴσως στοχάζεσθαι ποτὲ μὲν διὰ ῥοδίνου, ποτὲ δὲ διὰ μυρσίνης, ποτὲ δὲ διά τινος τῶν ἐλαίων χρὴ τήκειν αὐτό.

[Πῶς χρὴ συντιθέναι λευκὰς ἐμπλάστρους πρὸς τὰ δυσεπούλωτα καὶ κακοήθη.] Τίνα τῶν ἑλκῶν ὀνομάζω δυσεπούλωτα καὶ τίνα κακοήθη διελέσθαι καιρὸς οὐκ εἰς τὰ παρόντα μόνον, ἀλλὰ καὶ τὰ μέλλοντα λέγεσθαι, χρησίμου τοῦ διορισμοῦ γενησομένου. τὰ μὲν οὖν ἐξ ἐπιῤῥοῆς ὑγρῶν ἤτοι πολλῶν ἢ δριμέων, ἄνευ τοῦ διάθεσιν ἤδη τοιαύτην ἐσχηκέναι τὸν πεπονθότα τόπον, ὡς κᾂν ᾖ χρηστὸν τὸ ἐπιῤῥέον, ὅμως διαφθείρειν αὐτὸ, δυσεπούλωτα καλῶ· τὰ δ’ ἤδη τὴν εἰρημένην ἔχοντα διάθεσιν ἐξαιρέτως ὀνομάζω κακοήθη. νῦν οὖν ἐπειδή τινας τῶν λευκῶν ἐμπλάστρων, ὡς καλῶς ἐπουλώσας τὰ δυσεπούλωτα, γεγράφασιν οἱ πρὸ ἐμοῦ, διὰ τοῦτο κᾀγὼ γράφω λευκὰς ἐμπλάστρους, ἃς συνέθηκα πρός τε τὰ δυσεπούλωτα πάντα καί τινα τῶν κακοήθων,

450
ὅσα μὴ πονηρὰν πάνυ ἔχει τὴν κατασκευὴν, ἐπ’ ἐκείνων γὰρ αὖθις εἰρήσεται τὰ πρόσφορα φάρμακα. πρῶτον κᾀνταῦθα τὴν μέθοδον ἐρῶ, καθ’ ἣν μαθήσετε πολλὰς τοιαύτας ἐμπλάστρους συντιθέναι. διττὸς δ’ αὐτῆς ὁ σκοπὸς, ὁ μέν τις κοινὸς ἁπάντων τῶν κατὰ μέθοδον συντιθεμένων φαρμάκων, ὁ δέ τις ἴδιος, ὁ πρὸς τὴν χρόαν τούτων διαφέρων. ὅσα τοίνυν ἐγνώκατε κατὰ τὴν περὶ τῶν ἁπλῶν φαρμάκων πραγματείαν, ἀδήκτως μὲν ἰσχυρῶς δὲ πάνυ ξηραίνοντα, ταῦτα ἀναμνήσθητε. πάντως δ’ εἶναι προσῆκεν αὐτὰ πρὸς τῷ μὴ δάκνειν ἢ στύφειν σαφῶς, ἔτι καὶ ῥύπτειν δύνασθαι. καὶ γὰρ καὶ κοῖλα φαίνεται τὰ πλεῖστα τῶν τοιούτων ἑλκῶν, ὡς ἐξ ἀναβρώσεως ὑγρῶν κακοήθων γενόμενα καὶ διὰ τοῦτο σαρκωθῆναι δεόμενα. δέδεικται δ’ ἐν τῷ τρίτῳ τῆς θεραπευτικῆς μεθόδου τὰ σαρκοῦντα φάρμακα πάντα ῥυπτικὴν ἔχοντα δύναμιν. πολλὰ μὲν οὖν καὶ ἄλλα φάρμακα ξηρὰν δύναμιν ἔχει τοιούτων ἑλκῶν θεραπευτικήν. ἀλλὰ νῦν ἡμεῖς ἀναμνησθῶμεν τῶν ἤτοι φυλάξαι τὴν λευκότητα τῆς συντεθειμένης
451
ἐμπλάστρου δυναμένων ἢ μὴ πολύ γε βλάψαι. τοιαῦτα δ’ ἐστὶ καδμεία καὶ πομφόλυξ καὶ τίτανος, ὄστρεά τε κεκαυμένα καὶ πορφύραι καὶ κήρυκες καὶ τὸ τῆς σηπίας ὀστῶδες. οὐ πολὺ δ’ ἂν λυμαίνοιτο τῇ χρόᾳ καὶ ἡ τοῦ χαλκοῦ λεπὶς καὶ τῆς κεκαυμένης χαλκίτεως τὸ μὴ πυῤῥὸν, ἀλλὰ τεφρῶδες ἢ ὑπόλευκον. ὅπως δὲ χρὴ τὸ τοιοῦτο παρασκευάζειν, αὖθις εἰρήσεται κατὰ τὸν τῆς θηριακῆς ἀντιδότου λόγον. ἕκαστον δὲ τῶν εἰρημένων εἰ πλυθείη, παντάπασιν ἄδηκτον γίνεται, καθάπερ καὶ ὁ κηρὸς, ὃν χρὴ μῖξαι σκευαζομένῳ τῷ φαρμάκῳ, καὶ ἡ ῥητίνη. λέλεκται δ’ ὅτι κηρὸς μὲν ὁ Τυῤῥηνικὸς ἢ ὁ Ποντικὸς ὀνομαζόμενος ἐπιτήδειός ἐστιν εἰς τὴν τῆς λευκῆς ἐμπλάστρου κατασκευήν. αἱ ῥητίναι δὲ, ἥ τε λάριξ ὀνομαζομένη καὶ ἡ τερμινθίνη, πρὸς τὰ κακοηθέστερα τῶν ἑλκῶν λυσιτελεστέρα. καὶ λιβανωτοῦ δὲ ἐμβάλλειν τι προσήκει μέρος ἕνεκα τοῦ πέττεσθαι καὶ διαπυΐσκεσθαι τὴν διάθεσιν τῶν κακοήθων ἑλκῶν. οὐ μόνον δὲ πλύνειν χρὴ τῶν εἰρημένων φαρμάκων ἕκαστον, ἀλλὰ τά γε μεταλλικὰ καὶ λειοῦν ἐπὶ πλεῖστον ἐν ἡλιουμένῳ χωρίῳ μεθ’ ὕδατος 
452
ἢ ὄξους ἢ θαλάττης ἢ οἴνου. καθαρὸν δὲ καὶ λευκὸν καὶ διαφανὲς ἀκριβῶς ἕκαστον τούτων ἔστω, χάριν τοῦ συντελέσαι τι τῇ λευκότητι τοῦ φαρμάκου. καὶ περὶ τοῦ ψιμυθίου δὲ πρόσθεν εἴρηται καὶ τοῦ ἐλαίου καὶ τοῦ τρόπου τῆς ἑψήσεως καὶ τοῦ περιέχοντος ἀέρος καὶ τοῦ πυρὸς, ὅπως ἂν ἕκαστον αὐτῶν συντελοῖ τι τῇ λευκότητι. καθάπερ δὲ ἐπὶ τῶν ἄλλων, οὕτως κᾀπὶ τούτων εἰδότα χρὴ τὰς δυνάμεις ὕδατός τε καὶ ὄξους καὶ θαλάττης οἴνου τε τοῦ λευκοτάτου μιγνύειν ἐν τῇ συνθέσει τὸ χρησιμώτατον εἰς τὴν θεραπευομένην διάθεσιν. ἐπὶ μὲν γὰρ τῶν ὀχθωδῶν ἑλκῶν καὶ τὰ χείλη παχέα καὶ σκληρὰ καὶ πολλῆς δεόμενα λεπτύνσεως ἐχόντων τὰ δι’ ὄξους καὶ θαλάττης λελειωμένα χρησιμώτερα τῶν δι’ ὕδατος· ἐφ’ ὧν δὲ δριμὺ καὶ δακνῶδές ἐστι τὸ φερόμενον ἐν τοῖς ἕλκεσιν ὑγρὸν, ἐν ὕδατι χρὴ λελειῶσθαι μᾶλλον ἕκαστον τῶν μεταλλικῶν, ὥσπερ γε πάλιν ἐν οἴνῳ μᾶλλον ἐφ’ ὧν πολὺ φαίνεται τὸ ἐπιῤῥέον ὑγρὸν τοῖς ἕλκεσι. τούτων οὖν ἕκαστον ὧν εἶπον ἐν ἑκάστῳ τῶν εἰρημένων ὑγρῶν λελειωμένων ἡμέραις πλείοσιν, ἐμβαλὼν
453
ἑκάστοτε τῶν διὰ ψιμυθίου τε καὶ λιθαργύρου φαρμάκων, πάντων αὐτῶν ἐπειράθην ἐπουλώντων κάλλιστα. τινὰς δὲ γραφὰς καὶ φίλοις ἔδωκα, δεομένοις τοιούτων φαρμάκων, ὑφ’ ὧν καὶ αὐτῶν εἰς πεῖραν ἀχθέντα τὴν ἐπαγγελίαν ἐφαίνετο διασώζοντα. προεψημένης οὖν, ὡς εἵρηται, τῆς λιθαργύρου μετὰ τοῦ ψιμυθίου καὶ πλησίον ἀμολύντου συστάσεως ἥκοντος τοῦ φαρμάκου, προσβάλλειν χρὴ τῆς λάρικος ἢ τῆς τερμινθίνης ῥητίνης μετὰ τοῦ λευκοῦ κηροῦ καὶ τούτων καλῶς ἑνωθέντων ἐπεμβάλλειν τὰ μεταλλικὰ, τοιάνδε συμμετρίαν ἔχοντα. τῆς μὲν λιθαργύρου καὶ τοῦ ψιμυθίου κατὰ τὸ σύνηθες ἑκατέρου λίτρα μετὰ δυοῖν ἐλαίου λιτρῶν ἑψέσθω, πολλάκις δὲ καὶ ὕδατος ἡμίλιτρον ἐπεμβάλλων. τήκεται γὰρ οὕτως ἡ λιθάργυρος θᾶττον, ἥ θ’ ἕψησις ἀναλίσκει τὸ ὕδωρ, ὡς μηδὲν σαφῶς εἰς ὑγρότητα συντελεῖν τῷ φαρμάκῳ. ῥητίνης δὲ τρεῖς οὐγγίαι καὶ κηροῦ διπλάσιαι τούτων αὐτάρκεις εἰσίν. οὐ μὴν ἀλλὰ κᾂν δύο μὲν τῆς ῥητίνης ἐμβάλλητέ ποτε, τέτταρας δὲ τοῦ κηροῦ, καὶ οὕτως οὐδὲν μέγα διαφερούσας εὑρήσετε τὰς συνθέσεις. ἱκανὴ δὲ καὶ λιβανωτοῦ
454
μία καὶ ἡμίσεια οὐγγία μετὰ τὸν κηρὸν καὶ τὴν ῥητίνην ἐμβαλλόμεναι. καὶ μετὰ ταῦτα οὐγγίαι τρεῖς τῶν ἄλλων, ἅπερ εἰσὶ δραχ. δ΄. πρὸς ταῖς εἴκοσιν. ἐμβαλεῖς δὲ δυοῖν καὶ τριῶν καὶ πλεόνων καὶ πάντων ὧν εἶπον, ὧν ἂν ἑκάστου τύχῃς εὐπορῶν. οἷον εἰ πάντ’ ἔχεις, ἴσον ἐμβαλεῖς ἑκάστου, τῆς καδμείας λέγω καὶ πομφόλυγος, καὶ τῶν κεκαυμένων κηρύκων ἢ ὀστρέων καὶ τῆς τοῦ χαλκοῦ λεπίδος. ἔσονται δ’ ἑκάστου ἀνὰ δραχ. στ΄. ἡ συμπλήρωσις τῶν τριῶν οὐγγιῶν. εἰ δὲ καὶ τιτάνου πεπλυμένης μιγνύεις, ἑκάστου δραχ. ε΄. βληθήσονται. εἰ δὲ καὶ τῆς κεκαυμένης χαλκίτεως, ἑκάστου δραχ. δ΄., ὡς ἁπάντων τῶν ἓξ συνελθόντων συμπληροῦσθαι τὰς τρεῖς οὐγγίας. ἔστω δὲ ἡ κεκαυμένη χαλκῖτις πεπλυμένη καὶ δηλονότι τεφρώδης τὴν χροιὰν, οὐχ οἵαν οἱ πολλοὶ τῶν καιόντων ποιοῦσιν αὐτὴν, ὠχρόξανθον, ὡς ἂν εἴποι τις. καὶ εἰ δύο δέ τινα τούτων ἔχοι τις μόνα, τρεῖς οὐγγίας ἐξ ἀμφοῖν ἐμβαλλέτω, τουτέστιν ἑκατέρου μίαν καὶ ἡμίσειαν. ταῦτα ἀρκεῖ κατὰ τὸ παρὸν ὑμῖν εἰς ἐμπλάστρων λευκῶν σύστασιν ἐπίστασθαι πρὸς ἕλκη δυσεπούλωτα. καὶ κηρωταὶ δὲ λευκαὶ
455
καὶ πάρυγροι διὰ τῶν αὐτῶν σκευάζονται, διαφέρουσαι τῶν ἐμπλάστρων τῷ μήθ’ ἑψῆσθαι τὴν λιθάργυρον καὶ τὸ ψιμύθιον, ἐμβεβλῆσθαι δὲ στέαρ ἤτοι χηνὸς ἢ ἀλεκτορίδος ἢ ὑὸς ἢ μόσχειον. εἰ δ’ οἴνου πότ’ εὐποροίης ἢ ὄξους, λευκοτάτων τε καὶ διαυγεστάτων ἐμβαλεῖς αὐτῶν ἀντὶ ὕδατος.

[Δαμοκράτους περὶ λευκῆς ἐμπλάστρου.] Ἐπεὶ δὲ αἱ διὰ μέτρων ἐγγεγραμμέναι δυνάμεις φαρμάκων εὐμνημόνευτοί εἰσι καὶ διαφυλάττουσαι ἀκριβῆ τὴν συμμετρίαν αὐτῶν, ἔδοξέ μοι κάλλιον καὶ τούτων μνημονεύειν. γεγραφότος οὖν Δαμοκράτους λευκὰς ἄλλας ἐμπλάστρους καὶ μέντοι καὶ λευκὴν, ἣν ἐπαινεῖ, παραθήσομαι τὴν γραφὴν αὐτοῖς τοῖς ὑπ’ ἐκείνου γεγραμμένοις στίχοις, τῷ τριμέτρῳ καλουμένῳ μέτρῳ.

  • Δεῖ δὲ μετὰ τούτων τοὺς φιλιάτρους ἔχειν
  • Λευκὴν καλὴν ἔμπλαστρον εἰς ἀποσύρματα,
  • Καὶ τὰ πυρίκαυτα καὶ τὰ χωρὶς αἰτίας
  • Ἔξ ἐπιπολῆς γινόμενα φανερᾶς ἕλκεα.
  • Σκευάζεται δ’ οὕτως. ψιμυθίου λίτραν
  • 456
  • Λιθαργύρου τε τῆς τρυφερᾶς μάλιστα νῦν
  • Λίτραν μίαν τε καὶ μέρος λίτρας τρίτον,
  • Κηροῦ τε καθαροῦ Ποντικοῦ πέντ’ οὐγγίας,
  • Τερμινθίνης τ’ οὐγγίαν τῆς καθαρωτάτης,
  • Λιβάνου δὲ μάννης ἢ λιβάνου πέντ’ οὐγγίας.
  • Λευκοῦ δ’ ἐλαίου τοῦ καλοῦ καὶ προσφάτου
  • Δύ’ ἥμισυ λίτρας καὶ ὕδατος ξέστην α΄.
  • Ἕψε δὲ ἔλαιον, ψιμύθιον, λιθάργυρον,
  • Ὕδωρ πυρὶ κούφω, τῇ σπάθῃ κινῶν ἀεί.
  • Ὅταν δὲ πᾶν μὲν ἐκφρυγῇ, καλῶς θ’ ὕδωρ,
  • Τὸ δὲ φάρμακον λεῖόν τε καὶ λευκὸν βλέποις,
  • Μαλακὸν, ἀμόλυντον, τότε βάλλεις τερμινθίνην,
  • Ἔπειτα κηρὸν, εἶτα λίβανον ὕστερον.
  • Ἄρας τε κίνει τὴν χύτραν ἀπὸ τοῦ πυρὸς,
  • Ὑποψυχέν τε συμμέτρως τὸ φάρμακον
  • Εἰς τὴν θυείαν καταχέας ἀναλάμβανε.
  • Ἐπί τε γυναικῶν ἢ τρυφερῶν τῶν παιδίων
  • Ἐπί τε γερόντων ἢ τῶν καχεκτούντων νέων.
  • 457
  • Ταύτῃ κατάμισγε τῆς στυπτηρίας τρίτον
  • Ἣν προαποδεδώκαμεν ἔμπλαστρον ἔμπροσθεν βραχὺ,
  • Καὶ χρῶ πρὸς ἅπαντα καὶ νεότρωτα τραύματα.
  • Κατάμισγε δ’ αὐτῇ ῥόδινον τετηγμένῃ
  • Καὶ κηρὸν ὀλίγον, καὶ λιπαρὰν ἕξεις καλὴν
  • Οἶνον παραχέας λευκὸν αὐστηρὸν βραχύ.
  • Τῆς στυπτηρίας, ἧς ἐμνημόνευσεν, ἡ σύνθεσις ἐν τῷ πέμπτῳ τῆσδε τῆς πραγματείας.

    458

    Τῆς προκειμένης πραγματείας σκοπὸν ἐχούσης σὺν τοῖς ἄλλοις καὶ τοῦτον, ὡς ἐὰν ἀπολέσωμέν ποτε τὸ βιβλίον, ἐν ᾧ τῶν φαρμάκων οἷς χρώμεθα τὰς συνθέσεις γεγραμμένας ἔχομεν, αὐτοὺς ἡμᾶς δύνασθαι συντιθέναι παραπλήσια τοῖς ἀπολλυμένοις ἀναγκαῖόν ἐστι, πρῶτον μὲν ἡμᾶς καθόλου τινὰ τύπον ὁδοῦ μεμαθηκέναι, δι’ ἧς εὑρήσομεν ὃ προεθέμεθα. δεύτερον δὲ γεγυμνάσθαι κατὰ τὴν

    459
    ὁδὸν ταύτην ἐπὶ πολλοῖς τῶν κατὰ μέρος, εἰδότας ὅτι χωρὶς τοῦ γυμνάσασθαι τὸ τοιοῦτο γυμνάσιον οὐδὲν τῶν ἔργων ὀρθῶς περαίνεται. δεινὸν δὲ καὶ τὸ συμβὰν ἤδη τισὶν ὧν ἐγὼ γινώσκω δυσὶν ἰατροῖν. ὁ μὲν γὰρ ὑπὸ λύπης ἐπὶ τῇ τῶν τοιούτων γραφῶν ἀπωλείᾳ συντακεὶς ἀπέθανεν, ὁ δὲ ἀπέστη τῶν ἰατρικῶν ἔργων. ὑπάρχει δὲ τοῖς γυμνασθεῖσιν, ὡς ἐγὼ λέγω, πρὸς τῷ δύνασθαι συντιθέναι φάρμακα χρήσιμα καὶ τὸ κριτικοῖς εἶναι τῶν γεγραμμένων τοῖς πρὸ ἡμῶν ἰατροῖς, ἐπιτηδείως τε χρῆσθαι πᾶσι τοῖς ὑπ’ ἐκείνων γεγραμμένοις, οἷς τ’ ἂν αὐτὸς εὕρῃ κατὰ τὴν διδαχθησομένην μέθοδον. βέλτιον μὲν οὖν ἐστι τοῖς διὰ τῆς πείρας ἤδη βεβασανισμένοις χρῆσθαι, μαθόντα τῆς χρήσεως αὐτῶν τὴν μέθοδον, ἀλλ’ ὅπερ ἔφην, ἀνάγκη καταλαμβάνει πολλάκις ἡμᾶς, ὡς καὶ τοῖς ἀπειράστοις αὐτοσχεδιάζοντας χρῆσθαι. κατὰ μὲν οὖν τὸ πρὸ τούτου βιβλίον, ὅπως ἄν τις ἐκ λιθαργύρου μόνης ἐμπλάστρους σκευάζοι, λέλεκται ποτὲ μὲν ἔλαιον μόνον μιγνὺς, ποτὲ δ’ ὄξος ἢ οἶνον ἤ τινα ταύτων, ἐξ ὁποίας τε συμμετρίας αὐτῶν ἔμπλαστρος δύναται γίγνεσθαι λευκὴ προσηκόντως ἑψηθεῖσα. γίγνεσθαι δ’
    460
    ἔφαμεν ἐκ τούτων τῶν ἐμπλάστρων ἐνίας μὲν ἐπουλωτικὰς, ἐνίας δὲ καὶ κολλητικὰς ἐναίμων τραυμάτων, ἐνίας δὲ φλεγμονῶν τῶν μικρῶν θεραπευτικὰς, ἐνίας δὲ αὐτῶν καὶ τὰ δυσεπούλωτα θεραπεύειν, ὁπόσα μὴ κακοήθη καί τινας ἐξ αὐτῶν ὄγκους παρὰ φύσιν, ὅσοι μὴ μεγάλοι μηδὲ σκιῤῥώδεις εἰσὶ διαφορεῖν. ἐγράφη δ’ οὐ μετὰ πολὺ τῆς ἀρχῆς ἐν αὐτῷ καὶ ἡ ὑπ’ ἐμοῦ συντεθεῖσα ἔμπλαστρος, ἣν ὀνομάζω φοινικίνην. ἐν τούτῳ δὲ τῷ βιβλίῳ τῷ νῦν ἡμῖν προκειμένῳ περί τε τῶν χλωρῶν ἐμπλάστρων εἰρήσεται καὶ μηλίνων καὶ κιῤῥῶν καὶ φαιῶν καὶ πυῤῥῶν, ἐν αἷς εἰσι καὶ αἱ δίχρωμοι καλούμεναι, μεταξύ τε τούτων ἕτεραι τινὲς μὲν ὠνομασμέναι, καθάπερ λευκομήλιναί τε καὶ μελάγχλωροι καὶ ῥυπώδεις ἀερίζουσαί τε καὶ κυανίζουσαι, τινὲς δὲ καὶ παντάπασιν ἀνώνυμοι. τὸ μὲν οὖν ἐφεξῆς ἀλλήλαις γράφειν τὰς κατὰ δύναμιν ὁμοίας χρήσιμόν ἐστιν εἰς τὸ πλείοσιν ἐντυγχάνοντα ἢ ἀναγινώσκοντα τὸ βιβλίον ἑλέσθαι τὴν ἐπιτηδειοτάτην τῷ θεραπευομένῳ σώματί τε καὶ πάθει. τὸ δὲ τὰς κατὰ χρόαν ὁμοίας ἀναγράφειν, οὐ κατὰ τεχνικὴν ὁμοιότητα
    461
    σκοπούντων ἐστὶν, ἀλλ’ ἐπεί τινες ἐνίοτε τῶν πολὺ δυναμένων ἀνδρῶν κελεύουσιν ἡμᾶς ἔμπλαστρον αὐτοῖς μηλίνην ποιῆσαι κολλητικὴν ἑλκῶν ἢ ἐπουλωτικὴν ἢ μαλακτικὴν τῶν σκληρυνομένων ἤ τι τοιοῦτον ἐργάσασθαι δυναμένην, ἠναγκάσθησαν ἔνιοι τῶν νεωτέρων ἰατρῶν ἐφεξῆς ἀλλήλων γράφοντες ὁμοίας κατὰ χρῶμα προσγράφειν ἑκάστῃ τὰς οἰκείας ἐπαγγελίας. ἐγὼ τοίνυν πειράσομαι μικτήν τινα ποιήσασθαι τὴν διδασκαλίαν ἀπὸ τῆς τεχνικωτέρας ἀρξάμενος. γράφω γὰρ πρῶτον μὲν τὰς σαρκωτικὰς τῶν κοίλων ἑλκῶν, ὧν αἱ πλεῖσται χλωραὶ κατὰ χρόαν εἰσὶν, ἐπισημαινόμενος ὅσαι τε κολλητικαὶ τούτων ὑπάρχουσι καὶ ὅσαι τῶν κακοηθευομένων ἰατρικαὶ καί τι τῶν τοιούτων ἄλλο δυνάμεναι διαπράττεσθαι. δευτέρας δὲ τὰς κολλητικὰς, οὐ μόνον τῶν προσφάτων ἑλκῶν, ἀλλὰ καὶ τῶν κόλπων, ἐν αἷς εἰσι καὶ μέχρι συνουλώσεως ἄγουσαι πολλαί. καὶ τούτων ἁπασῶν ἕνα μὲν στίχον ποιήσομαι τῶν μηλίνων, ἕτερον δὲ τῶν βαρβάρων ὀνομαζομένων, ἕτερον δὲ φαιῶν, ἐπί τε τῶν ἄλλων χρωμάτων ὁμοίως. ἐρῶ δὲ καὶ καθ’ ἓν ἄλλο βιβλίον
    462
    ἄνευ χρωμάτων ὁμοιότητας, ὅσαι τὰ δυσεπούλωτα τῶν ἑλκῶν θεραπεύουσιν, ἃ καὶ χειρώνεια καλοῦσι. καὶ μετὰ τοῦτο καθ’ ἕτερον βιβλίον, ὅσαι καὶ ταῦτα καὶ ἄλλ’ ἄττα πολύχρηστοι λεγόμεναί τε καὶ οὖσαι. καὶ μετὰ ταύτας ἁπάσας ὅσον ὑπόλοιπόν ἐστι τῶν κατὰ τὰς δυνάμεις ἐμπλάστρων ἐγνῶσθαι μεθόδῳ διελθεῖν πειράσομαι. ταῦτα μὲν οὖν προείρηται κοινόν τι προοίμιον ἁπασῶν τῶν προσγραφησομένων ἐμπλάστρων, ἐπὶ δὲ τὰς ἐν τούτῳ τῷ βιβλίῳ γεγραμμένας μεταβήσομαι, προτάξας αὐτῶν τινα λόγον κοινὸν, ὡς εἰ καὶ μηδὲν ἤδη μοι προείρητο. φαρμάκων συνθέσεις παμπόλλων ἀξίων ἐπαίνου πρῶτος ὧν οἶδα Μαντείας ὁ Ἡροφίλειος ἔγραψεν, οὗ μαθητὴς γενόμενος Ἡρακλείδης ὁ Ταραντῖνος οὐ μόνον ἐν τῇ τῶν φαρμάκων χρήσει φαίνεται μιμούμενος ἐκεῖνον, ἀλλὰ καὶ κατὰ τὸ διαιτητικὸν μέρος τῆς τέχνης. μεθ’ οὓς ἄλλοι μέν τινες ἐν πλείοσι βιβλίοις, ὥσπερ ὅ τε Μαντείας καὶ Ἡρακλείδης. εἰσὶ δὲ καὶ οἱ καθ’ ἓν ἢ δύο μόνα τὴν γραφὴν αὐτῶν ἐποιήσαντο, καθάπερ ὁ Καππαδόκης Ἥρας, οὔτ’ ἀδόκιμον γράψας τι φάρμακον, οὔτε 
    463
    τὰς σκευασίας αὐτῶν καταλιπὼν τάς τε κατὰ μέρος χρήσεις ἁπάσας διελθών. πολλὰ δὲ φάρμακα γεγράφασιν ἐπιμελῶς ἐν πλείοσι βιβλίοις ὅ τε Μούσας καὶ ὁ Ἀσκληπιάδης καὶ ὁ Κρίτων. ὁ δ’ Ἀνδρόμαχος ἐν ἑνὶ μὲν βιβλίῳ τὰ τῶν ἐκτὸς τοῦ σώματος ἰατρικὰ φάρμακα, καθ’ ἕτερον δὲ ἓν ἔγραψε τὰ τῶν ἐντὸς, ὄντος καὶ τρίτου μικροτέρου τούτων ὀφθαλμικοῦ. οὐ πρόσκειται δὲ ὀλιγίστων αὐτῶν ἥ τε σκευασία καὶ ἡ χρῆσις. οὔτε δὲ τούτων τις οὔτε ἄλλος ἔγραψε τὸν λογισμὸν τῆς συνθέσεως ἑκάστου τῶν φαρμάκων, καὶ διὰ τοῦτο θαῤῥαλεώτερον οἱ ἀπὸ τῆς ἐμπειρίας ἀποφαίνονται, καίτοι γε ἀδιανόητα λέγοντες, εἰς περίπτωσιν γὰρ ἀναφέρουσι τὴν εὕρεσιν τῶν συνθέτων φαρμάκων. ἐθάῤῥησαν δὲ τῷ μηδένα τῶν δογματικῶν ἰατρῶν διηρθρωμένως γεγραφέναι τὴν μέθοδον τῆς συνθέσεως αὐτῶν. ὅταν γὰρ οἱ δογματίζοντες ἐρωτώμενοι τὸν λόγον, ᾧ σύγκειται τῶν φαρμάκων ἕκαστον οἷς χρῶνται, μηδὲν ἔχωσι λέγειν, ἀπολέσαντές τε τὰς γραφὰς αὐτῶν ἀδυνατῶσιν αὐτοσχεδιάζειν ἑτέρας συνθέσεις, αὐτοί τε εἰκότως καταφρονοῦνται, τούς τε ἐμπειρικοὺς ἐργάζονται
    464
    τολμηροτέρους εἰς ἀντιλογίαν. εἰ δ’ ἠπίσταντο τὴν ἑκάστου πάθους ὧν θεραπεύουσι φύσιν ἐγίγνωσκόν τε μέθοδον, ὡς ἐξ αὐτῆς ἐξευρίσκειν τόν τε σκοπὸν τῆς θεραπείας, ἑκάστου τε τῶν ἁπλῶν φαρμάκων τὴν δύναμιν, οὐκ ἂν ἠγνόουν τὸν λόγον τῆς συνθέσεως· οἷον αὐτίκα κοῖλον ἕλκος ἀπερίστατον, οὐδὲν γὰρ χεῖρον, ὡς ἔνιοι καλοῦσι, συντόμου διδασκαλίας ἕνεκεν οὕτως καὶ ἡμᾶς ὀνομάσαι, πῶς ἄν τις ἰάσαιτο προκείσθω σκοπεῖν, ὡς εἰ καὶ μήπω μηδὲν εὕροιτο φάρμακον ἐπιτήδειον εἰς αὐτό. διδαχθέντες γὰρ ὑπὸ τοῦ λόγου τὴν τῶν κοίλων ἑλκῶν ἴασιν γίγνεσθαι γιγνομένης σαρκὸς ἀντὶ τῆς ἀπολωλυίας ἑτέρας, ἐξ αὐτῆς δηλονότι βλαστανούσης τῆς ὑποκειμένης σαρκὸς, ἐνενοήσαμεν ἀδύνατον εἶναι γενέσθαι τοῦτο, ῥύπου κατὰ τὸ ἕλκος ἢ πολλῆς ὑγρότητος ὑποκειμένης. ἀλλὰ τὸν μὲν ῥύπον ἀφαιρεῖ τὰ ῥυπτικὰ τῶν φαρμάκων, τὴν δ’ ὑγρότητα διαφορεῖ τὰ ξηραντικά. χρὴ τοίνυν ἐπίστασθαι τὰς ὕλας τῶν τοιούτων φαρμάκων, οὐχ ἁπλῶς κατὰ γένος, ὡς Διοσκουρίδης ἄλλως ἔγραψεν, ἀλλ’ ὡς ἡμεῖς ἐποιήσαμεν ἐν ταῖς περὶ τῶν ἁπλῶν φαρμάκων,
    465
    οὐ μόνον γράψαντες ἤτοι θερμαίνειν ἢ ψύχειν ἤ τι τοιοῦτον ἕτερον ἐργάζεσθαι τόδε τι τὸ φάρμακον, ἀλλὰ καὶ ὅτι κατὰ τὴν πρώτην ἀπόστασιν ἢ δευτέραν ἢ τρίτην ἢ τετάρτην τοῦ μέσου φάρμακον τοιοῦτον εἴη. καὶ πολλάκις γε ὅτι κατὰ μεσοῦσαν ἑκάστην τούτων ἢ ἀρχομένην ἢ τελευτῶσαν, ὡς εἶναι δώδεκα τάξεις τῶν κατ’ ἐπικράτειαν ἡντιναοῦν λεγομένων φαρμάκων. ἐνίοτε μὲν γὰρ ἤτοι μετρίως θερμαίνοντος ἢ ξηραίνοντος, ἐνίοτε δὲ σφοδρότατα ποιεῖν ὁτιοῦν τούτων δυναμένου χρῄζομεν. ὁ δ’ ἁπλῶς ὅτι θερμανθῆναι δεῖται τὸ μόριον ἐπιστάμενος οὐδὲν μᾶλλον αἱρήσεται λιβανωτοῦ πέπερι καὶ νᾶπυ. ταῦτ’ οὖν εἴρηται μὲν ἡμῖν καὶ πρόσθεν, εἴρηται δὲ κᾀν τῷ τρίτῳ τῆς θεραπευτικῆς μεθόδου. ὡς προεπισταμένους δ’ αὐτὰ μετ’ ἀποδείξεως τῆς προσηκούσης, ἐπὶ τὰ λοιπὰ προάξω τὸν ἐνεστῶτα λόγον ἐντεῦθεν ἀρξάμενος. ἐπειδὴ ξηραίνοντός τε καὶ ῥύπτοντος μετρίως ἄνευ δήξεως ἐδείχθη δεόμενα τὰ σαρκωθησόμενα τῶν ἑλκῶν, ἀναμνησθῆναι χρὴ τὴν ὕλην τῶν τοιούτων φαρμάκων
    466
    ἥτις ἐστί. δέδεικται δὲ ἐν τῇ περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως πραγματείᾳ, μετὰ τοῦ καὶ τὴν προσήκουσαν ἑκάστου τάξιν εἰρῆσθαι. τοῦτο γὰρ, ὡς ἔφην, ἔστι τὸ μάλιστα χρήσιμον, ὥστε ἐάν ποτε δέηταί τις ἰσχυροτέρου φαρμάκου, γινώσκειν ἐφ’ ὃ μεταβήσεται, μὴ παρόντος δὲ τῶν ἁπλῶν μηδενὸς, ἐπὶ τὸ σύνθετον ἐρχόμεθα. καὶ πρῶτόν γε ὑποκείσθω κηρὸν ἔχειν ἡμᾶς καὶ ἰὸν, ἄλλο δὲ μηδὲν τῶν ἁρμοττόντων ἄντικρυς ἕλκει κοίλῳ, λιβανωτὸν λέγω καὶ ἴριν καὶ ἀριστολοχίαν, ἄλευρόν τε τὸ τῶν ὀρόβων καὶ πάνακος ῥίζαν, ὅσα τ’ ἄλλα τοιαῦτα. γιγνώσκοντες οὖν ὅτι κηροῦ μὲν ἐπιτεθέντος μόνου ῥυπαρὸν εὑρεθήσεται τὸ ἕλκος, ὡς ἂν μήτε ῥύπτειν μήτε ξηραίνειν δυναμένου, δηχθήσεται δὲ καὶ διαβρωθήσεται καὶ φλεγμανεῖ προσαχθέντος ἰοῦ. τούτων μὲν ἑκάτερον παραιτησόμεθα, μέσον δ’ ἐξ ἀμφοῖν ἄλλο ποιήσομεν, ἀσθενέστερον μὲν ἢ κατὰ τὸν ἰὸν, ἰσχυρότερον δὲ κηροῦ. ἀλλ’ ἐπεὶ βραχὺ μὲν ἀπολείπεται τοῦ χρησίμως ἂν προσαχθέντος ὁ κηρὸς, ὁ δ’ ἰὸς ὑπερβάλλει πολὺ, πολλῷ τῷ κηρῷ μίξομεν ὀλίγον ἰοῦ. πόσον οὖν πόσῳ;
    467
    τοῦτο γὰρ ἐφεξῆς εἰπεῖν ἐστιν, ἀκριβῶς μὲν οὐχ οἷόν τε τὸ πόσον εὑρεῖν ἑκατέρου πρὸ τῆς πείρας, στοχάσασθαι δὲ οἷόν τε καὶ κρῖναι καὶ συνθεῖναι τὴν πρώτην, μηδεμίαν ἀποτυχίαν ἀξιόλογον ἕξον φάρμακον, ὥσπερ ἐγώ ποτ’ ἐποίησα κατά τινα κώμην, ἐν ᾗ μήτ’ αὐτὸς εἶχόν τι φάρμακον ἑπόμενον, ἄλλος τε οὐδ’ ηὐπόρει τῶν κατ’ αὐτὴν, εὗρόν τε μόνα τῶν ἐπιτηδείων εἰς σύνθεσιν ἰὸν καὶ κηρόν. ἀναλαβὼν δ’ ἀμφότερα καὶ τήξας ἐπὶ πυρὸς τὸν κηρὸν σὺν ἐλαίῳ ῥοδίνῳ, ὡς γενέσθαι κηρωτὴν ὑγρὰν, ἔμιξα τῇ λίτρᾳ τῆς κηρωτῆς οὐγγίαν μίαν ἰοῦ, τουτέστιν τὸ δωδέκατον μέρος. ἐνενόησα γὰρ ἢ τὸ δέκατον ἢ τὸ ιβ΄. μῖξαι τὸ πλέον μὲν ὑποπτεύσας, ὡς δριμύτερον ἐσόμενον τοῦ κηροῦ, τὸ δ’ ἔλαττον, ὡς ἀσθενέστερον. ἐλθόντες δὲ εἰς πεῖραν τοῦ συντεθέντος ἐφάνη καὶ τὸ δέκατον καὶ τὸ δωδέκατον ὀρθῶς μιγνύμενα κατὰ τὰς διαφορὰς τῶν σωμάτων. ὑπεδείχθη γὰρ ἡμῖν, ὅπερ καὶ διὰ τῆς πείρας μαρτυρεῖται, τὰ μὲν ἰσχυρὰ σώματα φαρμάκων ἰσχυροτέρων ἀνεχόμενα, τὰ δ’ ἀσθενέστερα μὴ φέροντα τὴν τῶν τοιούτων προσφοράν. ἰσχυρότερα δὲ λέγω σώματα 
    468
    τὰ ξηρότερα ταῖς κράσεσιν, ὁποῖα τά τε τῶν γεωργῶν ἐστὶ καὶ ναυτῶν καὶ κυνηγετῶν. ἀσθενέστερα δὲ τὰ μαλακώτερα κατὰ φύσιν ἢ ἔθος, ὁποῖα τὰ τῶν γυναικῶν, εὐνούχων τε καὶ παίδων, ὅσοι τ’ εἰσὶν ὑγροὶ φύσει ταῖς κράσεσι λευκὸν καὶ μαλακὸν ἔχοντες τὸ σῶμα. τὰ μὲν οὖν σκληρὰ σώματα πλέονος ἰοῦ τῇ κηρωτῇ μιγνυμένου σαρκοῦται, τὰ μαλακὰ δὲ ἐλάττονος. ὅθεν, ὡς εἴρηται πολλάκις, ἓν φάρμακον ἀδύνατόν ἐστι πᾶσιν ἁρμόττειν σώμασιν, ἀλλὰ χρὴ μέσον μὲν εἶναι τὸ φάρμακον, ὡς πρὸς τὴν μέσην κρᾶσιν ἡρμοσμένον, ἄγεσθαι δ’ ἐφ’ ἑκάτερα τῇ καθ’ ἑκάστην ἡμέραν χρήσει κρινόμενον. ἐὰν μὲν γὰρ φαίνηται τὸ δέον εἰργασμένον, ἐπιμένειν αὐτῷ προσήκει. ἐὰν δ’ ἐλλιπέστερον, αὐξάνειν αὐτοῦ τὴν δύναμιν, ὥσπερ γε καὶ καθαιρεῖν, ἡνίκα περαιτέρω τοῦ προσήκοντος ἐνήργησεν. οἷον ἐπ’ αὐτοῦ τοῦ προκειμένου διὰ τῆς κηρωτῆς καὶ ἰοῦ φαρμάκου, σκοπεῖσθαι πότερον ἐσαρκώθη τὸ ἕλκος ἢ σὰρξ μὲν οὐκ ἐγεννήθη, ῥυπαρὸν δὲ εὑρέθη καὶ μεστὸν ὑγρότητος, ἢ πρὸς τῷ μὴ σεσαρκῶσθαι
    469
    δήξεώς τις αἴσθησις ἐγένετο τῷ κάμνοντι, καὶ θερμότερον ἢ ἐρυθρότερόν γε τὸ ἡλκωμένον ἐφάνη. ἐὰν μὲν οὖν ἀσθενέστερον φανεῖται, μίξει μέλιτος ἢ ἰοῦ τὴν δύναμιν αὐτοῦ παραυξήσεις, ἐὰν δ’ ἰσχυρότερον, ἔλαιον ἢ ῥόδινον μίξεις μαλάττων τὸ μέλλον ἀναλαμβάνεσθαι τοῖς μοτοῖς φάρμακον. ἐπὶ καιροῦ μὲν ἥ τε κηρωτὴ καὶ ὁ ἰὸς οὕτω μίγνυται, καθάπερ ἔφην ὑπ’ ἐμοῦ μιχθῆναί ποτε. παρασκευὴ δ’ ἔστω τοῖς ἰατρεύουσιν ἐμπλάστρου γεγονυίας ἣν ἀπὸ τῆς χρόας ὀνομάζουσι χλωρὰν, ἱκανῆς μὲν καὶ τὰ πρόσφατα τραύματα θεραπεύειν, ὅσα μὴ μεγάλα, δυναμένης δὲ καὶ διὰ ῥοδίνου τήκεσθαι πρὸς σύστασιν ἐμμέσου φαρμάκου. δεήσει δ’ αὐτὴν ἔχειν τι καὶ ῥητίνης, ἤτοι τῆς κολοφωνίας τε καὶ φρυκτῆς ὀνομαζομένης ἢ τῆς τερμινθίνης. εἴρηται δὲ ὅτι τῇ τερμινθίνῃ παραπλησία πώς ἐστιν ἡ λάριξ ὀνομαζομένη. στοχαστικὴ δὲ κᾀνταῦθα τῆς μίξεως αὐτῶν ἐστιν ἡ ποσότης. ἐὰν μὲν γὰρ πλέον ἢ προσήκει μίξωμεν τῆς ῥητίνης, ἐν τῷ μαλάττεσθαι διὰ τῶν χειρῶν φαίνεται μαλακὸν, εἰς ὀθόνην δὲ ἐμπλασθὲν ὀλίγον ὕστερον ὡς δέρμα σκληρὸν ἔσται,
    470
    ῥᾳδίως ἀποπῖπτον τοῦ σώματος. ἐὰν δὲ ἔλαττον τοῦ συμμέτρου μιχθῇ τῷ κηρῷ τῆς ῥητίνης, οὐχ ἕξει τοῦτο δὴ τὸ καλούμενον ἐχέκολλον, ὡς ἑλκόμενον ἐπὶ πλέον ἐκτείνεσθαι, πρόδηλον δ’ ὅτι κᾂν ἐπιτεθῇ κατά τινος μορίου, δυσκόλλητον ἔσται καὶ τάχος ἀποπῖπτον αὐτοῦ. τίς οὖν ἡ σύμμετρος μίξις, ὡς πρὸς ἐμπλαστρώδη σύστασιν; εἰ μὲν ἐμοὶ πείθοις τὸ ἴσον ἑκατέρου. μήτε δὲ ὁ κηρὸς ἔστω ξηρὸς καὶ παλαιὸς μήτε ἡ ῥητίνη. κάλλιστα γὰρ οὕτως ἡ σύστασις γίγνεται τοῦ μιχθέντος ἐξ αὐτῶν, ἐὰν ἀμφότερα λιπαρὰ καὶ μαλακὰ παραλαμβάνηται. εἰ δ’ ὑπερβάλλοι θάτερον, ἄμεινον ἀεὶ τὴν ῥητίνην ἐπικρατεῖν, ὥστε ἔνιοι καὶ διπλασίαν στακτῷ τῷ κηρῷ μιγνύουσιν.

    [Σκευασία τῆς ἁπλῆς χλωρᾶς Ἀνδρομάχου καὶ περὶ τῆς δυνάμεως αὐτῆς ἐξάπλωσις.] Καὶ τήν γε χλωρὰν, οὕτω γὰρ αὐτοὶ καλοῦσιν, ἐκ διπλασίας τῆς ῥητίνης ἔνιοι πεποιήκασι, δύο μὲν λίτρας ἐμβάλλοντες αὐτῆς, μίαν δὲ κηροῦ καὶ κυάθους δύο ἐλαίου. τοῦ δὲ ἰοῦ τινὲς μὲν δύο, τινὲς δὲ τρεῖς οὐγγίας ἐπεμβάλλουσι τῇ τοιαύτῃ μίξει

    471
    τοῦ κηροῦ καὶ τῆς ῥητίνης. ἀλλὰ καὶ κατὰ τὴν σκευασίαν τὸν ἰὸν ἔνιοι μὲν ἐμπλάττουσι τακεῖσι τοῖς τηκτοῖς, ἔνιοι δὲ ψύξαντες, εἶτα ξύσαντες ἐν τῇ θυείᾳ τὴν μίξιν ποιοῦνται. ὅσοι δὲ κολλητικώτερον ἐναίμων ἑλκῶν βούλονται ποιῆσαι τὸ φάρμακον, ἐν θυείᾳ προλειώσαντες σὺν ὄξει τὸν ἰὸν ἐπεμβάλλουσι ξύοντες τὴν κηρωτήν. ἐάν τις οὖν πυνθάνηται ὑμῶν ποία τούτων τῶν χλωρῶν ἐμπλάστρων ἐστὶν ἀρίστη, μέμνησθε τὸ πολλάκις ὑπ’ ἐμοῦ λεγόμενον, ἀποκρίνασθαι πάσας ἀρίστους εἶναι τῷ γινώσκοντι τὰς διαθέσεις αἷς ἑκάστη πρόσφορος ὑπάρχει, καθάπερ γε καὶ πάσας μοχθηρὰς τῷ μὴ γινώσκοντι. ἐμὸν μὲν γὰρ εἰπεῖν ὅτι γενναιότερον ξηραίνει τὸ προσλαμβάνον ὄξους. εὔδηλον δ’ ὅτι τὸ πλέονα τὸν ἰὸν ἔχον ἰσχυρόν τέ ἐστι καὶ ξηραντικώτερον ἑλκῶν τε ῥυπαρῶν καθαρτικώτερον. ὅρος δὲ αὐτοῦ τὸ χωρὶς δήξεως ἐργάζεσθαι ταῦτα. τὸ γὰρ οὕτως ἰσχυρὸν, ὡς ἤδη καὶ δάκνειν ἐπιτιθέμενον ἕλκεσι καθαροῖς, οὔτε σαρκώσει ποτ’ αὐτὰ καὶ καθ’ ἕτερον τρόπον ὑγρὰ καὶ ῥυπαρὰ ποιήσει, παραπλησίως τοῖς ἐνδεῶς ξηραίνουσί τε καὶ ῥύπτουσιν, ἀλλ’ ἐπὶ τῶν δριμυτέρων κοιλότερόν γε γίνεται τὸ ἕλκος, ἐρυθρότερόν
    472
    τε καὶ θερμότερον. ἔστι δ’ ὅτε καὶ αὐτὸς ὁ κάμνων αἰσθάνεται τῆς δήξεως αὐτοῦ, μὴ τοίνυν ἁπλῶς ἐπαινεῖτε φάρμακόν τι χωρὶς τοῦ προσθεῖναι τὴν διάθεσιν, ἐφ’ ἧς ἐπαινεῖται, μήτ’ ἐπ’ ἄλλου τινὸς φαρμάκου μήτε ἐπὶ τῶν νῦν προκειμένων. ὅσοι μὲν οὖν ἀλλήλων ἐφεξῆς τὰς χλωρὰς γράψαντες οὐκ ὤκνησαν διορίσαι τὰς διαθέσεις, ἐφ’ ὧν ἁρμόττουσιν, ἧττον ἁμαρτάνουσι τῶν μηδὲ τοῦτο ποιησάντων. ὅσοι δ’ ἄνευ διορισμῶν γεγράφασι κατὰ τὰς μεταβάσεις αὐτῶν προστάττοντες, ἄλλη χλωρὰ, μοχθηροτάτην ποιοῦνται διδασκαλίαν, εἴ γε δὴ χρὴ διδασκαλίαν ὀνομάζειν ὅλως τὴν τοιαύτην γραφήν. ὁ γοῦν Ἀνδρόμαχος ἐν τῇ βίβλῳ, ἣν τῶν ἐκτὸς ἐπιγράφει, μετ’ ὀλίγα τῆς ἀρχῆς πρώτας μὲν φαιὰς ἔγραψεν, εἶτα πυῤῥὰς, καὶ μετὰ ταῦτα μελαίνας, εἶτα ἐπὶ τὰς χλωρὰς τραπόμενος ἀρχὴν τῆς διδασκαλίας ἐποιήσατο τοιάνδε, προγράψας, χλωραὶ, πρώτην ἁπασῶν ἔγραψε κατὰ λέξεν τήνδε. χλωρὰ Γάλλου. ♃ ῥητίνης στροβιλίνης δραχ. τ΄. κηροῦ δραχ. ρ΄. ἰοῦ ξυστοῦ δραχ. ν΄. λιβάνου 
    473
    δραχ.κε΄. ὄξους τὸ ἱκανόν. ἔδει μὲν οὖν ἴσως αὐτὸν εἰρηκέναι τι καὶ περὶ τῆς σκευασίας, εἴτε καὶ τὸν λιβανωτὸν ἅμα τῷ ἰῷ λειοῦσθαι βούλεται παραχεομένου τοῦ ὄξους, εἴτε μόνον τὸν ἰόν. ἑκατέρως γὰρ ἐγχωρεῖ· καὶ κατὰ πολλὰς συνθέσεις οἱ μὲν οὕτως, οἱ δ’ ἐκείνως ἔγραψαν. ἀλλ’ ἐπὶ τούτου μὲν ἀπομαντεύσασθαι τῆς διανοίας αὐτοῦ δυνατὸν, ὡς ἄμφω τρίβεσθαι σὺν ὄξει βούλεται, τὸν λιβανωτὸν καὶ τὸν ἰόν. ἐπὶ τίνων μέντοι παθῶν ἐστι χρηστέον τῷ φαρμάκῳ, πάντως ἐχρῆν δεδηλῶσθαι. μή τι οὖν ἐπειδὴ πρὸ ταύτης ἐγεγράφει δύο τινὰς ἐμπλάστρους, ὧν ἐπὶ μὲν τῆς προτέρας προὔγραψε, πρὸς γαγγραίνας καὶ σηπεδόνας καὶ νομὰς παλαιὰς καὶ κακοήθεις, ἐπὶ δὲ τῆς δευτέρας, πρὸς νομὰς, ᾗ χρῶμαι, καὶ ἄλλα πολλὰ, διὰ τοῦτ’ ἐφεξῆς ἔγραψεν, ἄνευ προσθήκης τὴν χλωρὰν ταύτην, ἐνδεικνύμενος ἐπὶ τῶν αὐτῶν διαθέσεων ἁρμόττειν αὐτήν. ἀλλὰ πάλιν ἐφεξῆς γράφων ἑτέραν ἁπλῶς εἶπε, χλωρὰ Ποτάμωνος, εἶτ’ ἄλλην τρίτην χλωρὰν καὶ τετάρτην χλωρὰν, ᾗ χρῶμαι, καὶ πέμπτην ἄλλην, ἕκτην τε ἐπ’ αὐταῖς ἑβδόμην τε καὶ ὀγδόην ἐνάτην τε καὶ δεκάτην ια΄.
    474
    τε καὶ δωδεκάτην καὶ ιγ΄. τε καὶ ιδ΄. τε ιε΄. καὶ ιστ΄. ἔγραψεν, ἓν μόνον τοῦτο προγράψας αὐτῶν ἑκάστης τὸ ἄλλη, διαφερούσας μὲν ἀλλήλων ἁπάσας κατὰ δύναμιν γράψας, οὐ μὴν πρός γε σηπεδόνας καὶ νομὰς καὶ γαγγραίνας ἐπιτηδείους ἁπάσας, ὡς ἐκ τῆς ὕλης αὐτῶν ἔνεστι γνῶναι. ᾧ καὶ δῆλον ὅτι κατὰ τὴν τῆς χρόας ὁμοιότητα μετ’ ἀλλήλων ἔγραψεν αὐτὰς, οὐ κατὰ τὴν τῆς δυνάμεως. ἡμεῖς οὖν ἐροῦμεν ἑκάστης αὐτῶν τὴν δύναμιν, ἐκ τῆς τῶν ἁπλῶν φαρμάκων φύσεως ὁρμηθέντες. ἔσται γὰρ τοῦτο χρησιμώτατον τοῖς βουλομένοις οὐ μόνον ἐν τῷ καθόλου τὴν μέθοδον ἐπίστασθαι τῆς τε συνθέσεως καὶ χρήσεως τῶν τοιούτων φαρμάκων, ἀλλὰ καὶ διὰ τὸ αὐτοσχεδιάζειν δύνασθαι καὶ διαγινώσκειν τὰ χωρὶς διορισμοῦ γεγραμμένα τοῖς πρεσβυτέροις, ὁποίας ἐστὶ δυνάμεως. ἣν οὖν πρώτην ἔγραψεν ὁ Ἀνδρόμαχος ἐπισκεψόμεθα προχειριζόμενοι καὶ σκοπούμενοι τῶν ἁπλῶν ἕκαστον ἐξ ὧν σύγκειται. πρώτης οὖν ἐν αὐτῇ μνημονεύει ῥητίνης στροβιλίνης. ἔστι δ’, ὡς ἐν τοῖς περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως ἐλέγετο, θερμαντικωτάτη
    475
    τε τῶν ῥητινῶν ἡ τοιαύτη, καθάπερ ἡ τερμινθίνη μετριωτάτη πασῶν εἰς ἄμφω. πᾶσαι μὲν γὰρ αἱ ῥητίναι θερμαίνουσί τε καὶ ξηραίνουσιν, ἀλλ’ αἱ μὲν μᾶλλον, αἱ δ’ ἧττον αὐτῶν ταῦτα δρῶσιν. ἰσχυροτάτη μὲν οὖν ἐστιν ἡ στροβιλίνη, μετριωτάτη δ’, ὡς ἔφην, ἡ τερμινθίνη. καὶ μέντοι καὶ ξηραίνει τάχιστα μὲν ἡ στροβιλίνη καὶ τὸ καλούμενον ἰδίᾳ προσηγορίᾳ πιτύϊνον φύσημα, ῥητίνη μὲν ὑπάρχον τῷ γένει καὶ αὐτὸ, ξηραῖνον δὲ καὶ θερμαῖνον, ἀλλὰ τῷ μὲν ξηραίνειν οὐκ ἀπολείπεται τῆς στροβιλίνης, τῷ θερμαίνειν δὲ οὐκ ὀλίγον λείπεται. αὗται μὲν οὖν ἀλιπεῖς εἰσι ξηρανθεῖσαι, διὸ καὶ τὰς εὐαφεῖς ἐμπλάστρους οὐ δύνανται κατασκευάζειν, ὥσπερ αἱ γλίσχραι τε καὶ ὑγραί. μεταξὺ δὲ τοῦ τε πιτυΐνου φυσήματος καὶ τῆς στροβιλίνης ῥητίνης ἔστιν ἡ ἐλατίνη, κατά γε τὸ θερμαίνειν ὑγρὰ μὴν, ἕως πλείονος αὐτὴ διαμένει, καθάπερ καὶ τῆς κολοφωνίας ἡ λιβανίζουσα, καὶ ταύτην γε μόνην ἔνιοι καλοῦσι κολοφωνίαν, ἡδύ τι κατὰ τὴν ὀσμὴν ἔχουσα, ὥσπερ ἡ ἐλατίνη καὶ θερμαίνουσα συμμέτρως, ὡς ἐκείνη. γεννᾶται δ’ ὀλίγη πάνυ καὶ διὰ τοῦτο τίμιος ὑπάρχει. ὑγροτάτη γε μὴν ἁπασῶν ἐστι τῆς
    476
    λάρικος ὀνομαζομένης ῥητίνης, ἡ ἑτέρα διαφορά. διττὴ γάρ πώς ἐστι καὶ αὕτη, παραπλησία μὲν ἡ ἑτέρα τῇ τερμινθίνῃ κατὰ πάντα, δριμυτέρα δὲ αὐτῆς ἡ ἑτέρα καὶ τερμοτέρα καὶ ὑγροτέρα καὶ κατὰ τὴν ὀσμὴν ἀηδεστέρα καὶ κατὰ τὴν γεῦσιν πικροτέρα καὶ θερμοτέρα. ἡ δ’ ὑφισταμένη τοῖς τὴν πευκίνην ῥητίνην περιέχουσι κεραμείοις ὑγρὰ ῥητίνη κατὰ μὲν τὴν σύστασιν καὶ τὴν χρόαν ἀκριβῶς ἔοικε τῇ τερμινθίνῃ, τῇ δ’ ὀσμῇ καὶ τῇ γεύσει διενήνοχεν, ἀηδεστέρα μὲν οὖσα κατὰ τὴν ὀσμὴν, ὥσπερ καὶ δριμυτέρα, καὶ κατὰ τὴν γεῦσιν δακνωδεστέρα· διὸ καὶ κάλλιόν ἐστι τὴν τερμινθίνην μιγνύειν ἅπασι τοῖς μέλλουσι ἕλκη καλῶς ἰάσασθαι φαρμάκοις, ἐπειδὴ πρῶτός τε καὶ ἄριστος ἐν αὐτοῖς ἐστι σκοπὸς ἄδηκτον εἶναι τὸ προσφερόμενον. ἐπὶ τὴν προκειμένην οὖν ἀνέλθωμεν ἔμπλαστρον, εἰς ἣν ὁ Ἀνδρόμαχος ἐμβαλεῖν κελεύει τῆς στροβιλίνης ῥητίνης τὰς δραχ.τ΄. ταῖς ἑκατὸν δραχμαῖς τοῦ κηροῦ μεμιγμέναις, οὔτε τῆς συστάσεως οὔτε τῆς δυνάμεως ἀκριβῶς ἐστοχασμένος ἢ αὐτὸς ἢ ὅ γε συνθεὶς αὐτήν. οὔτε γὰρ ἐχέκολλος ἔσται καὶ δριμεῖα γενήσεται, βοήθημα δ’ αὐτῇ πρὸς ἄμφω καλῶς ἐποίησε τὸν λιβανωτὸν μίξας, ἀλλ’ ὡς
    477
    πρὸς τὸ πλῆθος ἐκείνων ὀλίγον ἔμιξε καὶ μάλισθ’ ὅτι τοῦ ἰοῦ δραχ.ν΄. ἐμβάλλει, μέρος δ’ εἰσὶν ὄγδοον αὗται τῶν ἐκ τοῦ κηροῦ τε καὶ τῆς ῥητίνης ἀθροιζομένων τετρακοσίων. ἀλλὰ τοῦτο μὲν οὐκ ἄν τις μέμψαιτο τῷ σκοπὸν ἔχοντι ξηραντικὸν ἱκανῶς ἐργάζεσθαι φάρμακον, ἐπείτοι τῷ τε σαρκωτικὸν αὐτὸ καὶ τῶν μετρίων τραυμάτων κολλητικὸν ἀποτελέσαι βουληθέντι, αἱ δραχ. ν΄. καλῶς ἂν μιγνύοιντο. καὶ γένοιτ’ ἂν οὕτω πρᾳότερόν τε καὶ σαρκωτικώτερον ἐχεκολλότερόν τε καὶ πολυχρηστότερον. ἐπαινεῖν δὲ χρὴ τὴν τοῦ λιβάνου μίξιν, εἰς σύστασιν ἐμπλαστρώδη βοηθοῦντος· ἀνώδυνός τε γάρ ἐστι καὶ πεπτικός. εἰ μὲν οὖν ἴσον αὐτοῦ σταθμὸν ἐμίξατο τῷ ἰῷ, τουτέστι τὰς δραχ. ν΄. ἐχεκολλότερόν τ’ ἂν, ὡς ἔφην, εἰργάσατο καὶ πρᾳότερον τὸ φάρμακον. ἐπεὶ δ’ εἴκοσι καὶ ε΄. ἔμιξε, τὴν ξηραντικὴν ἰσχὺν τοῦ ἰοῦ φυλάξαι βουληθεὶς ἐπιτήδειον εἴργασται τὴν ἔμπλαστρον, εἴς τε μειζόνων τραυμάτων κόλλησιν, ἑλκῶν τε δυσθεραπεύτων ἴασιν. ὅτι τε τοιοῦτον αὐτὸ γενέσθαι προὔθετο δηλοῖ καὶ ἡ τοῦ ὄξους μίξις. ἐν ἡμῖν οὖν ἐστι καὶ σφοδρότερον ἐργάζεσθαι καὶ πρᾳότερον 
    478
    αὐτὸ, μιγνύουσι ἤτοι πλέον ἢ ἔλαττον ὄξους, ὡσαύτως δὲ δριμύτερον ἢ ἀδηκτότερον. ἐκ μὲν γὰρ τῆς τοῦ δριμυτέρου μίξεως, ὥσπερ καὶ τῆς τοῦ πλέονος, ξηραντικώτερον ἔσται τὸ φάρμακον, κολλητικώτερόν τε τῶν ἐναίμων, οἰνώδους ὄξους μιχθέντος. ἄμεινον δ’ ἐν τῇ συνθέσει τὸν ἰὸν σὺν ὄξει δριμεῖ λεαίνειν ἡμέραις πλείοσιν ἐν ἡλίῳ θερμῷ. τὸ μὲν γὰρ δηκτικὸν αὐτοῦ πραϋνθήσεται, τῆς δυνάμεως δ’ οὐδὲν ἐλαττωθήσεται. τὸν λιβανωτὸν δ’ οὐκ ἀναγκαῖον ἐξ ἀρχῆς μιγνύειν, ἀλλ’ ἀρκεῖ μία πρὸς ταῦτα ἡμέρα. μεμνῆσθαι γὰρ ὑμᾶς νομίζω καὶ τούτου πολλάκις εἰρημένου τῶν μὲν ἰσχυρῶν φαρμάκων, ὁποῖός ἐστιν ὅ τε ἰὸς καὶ τὸ μίσυ καὶ ἡ χαλκῖτις καὶ τὸ σῶρυ καὶ ἡ λεπὶς ἥ τε χάλκανθος ἐν ὄξει λειουμένων ἡμέραις πλείοσι, τὴν μὲν δῆξιν ἀμβλύνεσθαι, τὴν δ’ ἀρετὴν αὐξάνεσθαι. παχυμερέστερα γὰρ φύσει ὄντα τὰ μεταλλικὰ πάντα, μέχρι βάθους τῶν θεραπευομένων σωμάτων οὐκ ἐκτείνει τὰς δυνάμεις. ὅπως οὖν γένηται λεπτομερέστερα τὴν διὰ τῆς τρίψεως καὶ τοῦ ὄξους αὐτοῖς κατεργασίαν χρὴ προστίθεσθαι· διὰ ταύτης γὰρ ἀκριβῶς λεπτουργηθέντα
    479
    μέχρι τοῦ βάθους καταδύεται. προσέρχεται δέ τι καὶ ἄλλο χρηστὸν ἐν ταῖς τοιαύταις παρασκευαῖς τῶν φαρμάκων, ἀκριβῶς γὰρ κατεργασθέντα διεξέρχεται τοὺς κατὰ τὸ σῶμα πόρους, μηδαμόθεν κατὰ τὴν ὁδοιπορίαν ἰσχόμενα καὶ διὰ τοῦτο, κᾂν ᾖ θερμότερα φύσει, χωρὶς τοῦ δάκνειν ἐνεργεῖ. καὶ τῶν χυμῶν οὖν αὐτῶν κατὰ τὸ σῶμα γεννωμένων οἱ μὲν λεπτοὶ διαπνέονται ῥᾳδίως ἄνευ δήξεως, οἱ παχύτεροι δὲ κατεχόμενοί τε καὶ σφηνούμενοι λυποῦσιν, ὅταν ὦσι δακνώδεις. ὁ δ’ αὐτὸς λόγος ἐστὶ καὶ ἐπὶ τῶν καυθέντων μεταλλικῶν φαρμάκων, ἀλλ’ ἐκεῖνα μὲν ἐκ τῆς τοῦ πυρὸς ὁμιλίας διασώζει τι δακνῶδες, ὃ κατὰ τὰς πλύσεις ἀποθέμενα παντάπασι ἄδηκτα γίνεται. τὰ δ’ ἀντὶ τοῦ πυρὸς ὅμοιόν τι καύσει παθοῦντα κατὰ τὴν δι’ ὄξους ἐν ἡλίῳ τρίψιν οὐδὲ τὴν ἐκ τοῦ πυρὸς ἐπικτᾶται θερμότητα. λειούμενά γε μὴν ἐν ὄξει καὶ τὰ καυθέντα πολὺ βελτίω γίνεται. ταῦτά τε οὖν κοινὰ πολλῶν φαρμάκων ἐστὶν ἀναγκαῖα γιγνώσκεσθαι, τό τε τῆς χρήσεως αὐτῶν ὁμοίως, ἄλλο μὲν ἐπ’ ἄλλων παθῶν. ἐπὶ δὲ τῶν κοίλων, ὅταν ἀναληφθέντα
    480
    μοτοῖς ἐπεμβάλλεται. τὴν γοῦν προκειμένην ἔμπλαστρον, εἰ τήξας μετὰ ῥοδίνου χρῷο, χρησίμη μὲν ἐπὶ ῥυπαρῶν τε καὶ ὑγρῶν ἔσται ἑλκῶν, δακνώδης δ’ ἐπὶ τῶν ἀπεριστάτων, καὶ διὰ τοῦτο δεήσει μιγνύειν αὐτῇ κηρωτὴν ὑγρὰν ἐκ κηροῦ καὶ ῥητίνης γεγονυῖαν ἤτοι διὰ ῥοδίνου τετηγμένην ἢ δι’ ἐλαίου. γένοιτο δ’ ἄν ποτε καὶ μυρσίνου χρεία καὶ χρὴ καὶ τῆς τούτων μίξεως ἐπίστασθαί τινα μέθοδον. ἐλαίου γοῦν ἓν μὲν ὄνομα, ποιότης δὲ καὶ δύναμις οὔ. τὸ μὲν γὰρ ὀμφάκιον ψυχρότερον, τὸ δ’ ἐκ πεπείρων τῶν ἐλαιῶν θερμότερον. εἰ δὲ χρονίσειεν, αὐξήσει τὴν τοῦ θερμαίνειν δύναμιν. οὕτως δὲ καὶ τὸ μὲν ἁλῶν ἔχον, εἰς ὅσον ἂν ἐκείνων μεταλάβῃ, θερμαντικώτερόν τε καὶ ξηραντικώτερον τοῦ μὴ προσλαβόντος. τὸ δ’ ἁπαλοὺς κλῶνας ἐλαίας, οὓς θαλλοὺς ὀνομάζουσι στυπτικώτερον. ὑπαγορεύει δέ σοι τὸ χρησιμώτερον ἥ τε τοῦ ἕλκους ἰδέα καὶ ἡ τοῦ θεραπευομένου σώματος φύσις, τοῦ μὲν ἕλκους ὑπὸ τῶν ἐναντίων θεραπευομένου, τοῦ δ’ ἑλκομένου σώματος ὑπὸ τῶν ὁμοίων, ὥστε καὶ μυρσίνῳ τήξεις τὸ μέλλον ἔμμοτον ἔσεσθαι φάρμακον, ὅταν σοι φαίνηται πλαδαρωτέρα τοῦ προσήκοντος
    481
    ἡ γεννωμένη σὰρξ εἶναι καὶ μᾶλλον ὅταν ἐγγὺς ᾖ τοῦ συνουλοῦσθαι τὸ ἕλκος, ὡς ὅταν βραχύ τι φλεγμονῆς ἐν τοῖς πέριξ ὑπολείπηται, κάλλιστόν ἐστι σὺν ῥοδίνῳ τήκειν τὸ φάρμακον. ἄριστον δὲ ῥόδινον ἔμαθες εἶναι τὸ διὰ ῥόδων μόνον πολλῶν ἐμβραχέντων ἐπὶ πλέον ἐλαίῳ, χωρὶς ἁλῶν ἐσκευασμένῳ γεγονός. ἐὰν οὖν ταῦτά τις ἐν μνήμῃ προχείρῳ διὰ παντὸς ἔχῃ μεμνημένος τε ᾖ, καθάπερ ἔφην, πάντων τῶν ἁπλῶν φαρμάκων τῆς δυνάμεως, αὐτός τε συνθήσει πολυειδεῖς ἐμπλάστρους χλωρὰς, ἑκάστῃ τε τῶν ἤδη συγκειμένων ἄριστα χρήσεται. τὴν γοῦν προτεθεῖσαν ἄχρι δεῦρο κατὰ τὸν λόγον ἔμπλαστρον, ἣν πρώτην τῶν χλωρῶν ἔγραψεν ὁ Ἀνδρόμαχος, ἔνεστι μεταῤῥυθμίζειν πολυειδῶς, τοῦτο μὲν ἀντὶ τῆς στροβιλίνης ῥητίνης ἄλλην τινὰ βάλλοντα, τοῦτο δ’ αὐξάνοντα τὸν λιβανωτὸν ἢ σὺν αὐτῷ βάλλοντά τι τῶν ξηρῶν σαρκωτικῶν, οἶον ἴριν, ἀριστολοχίαν, ὀρόβινον ἄλευρον, ὅσα τ’ ἄλλα τοιαῦτα. καὶ μέντοι καὶ μαλακτικὸν τῶν ἐσκληρυσμένων χειλῶν τοῦ ἕλκους ἔνεστι μιγνύντα ποικίλλειν τὴν σύνθεσιν. ἐξ ἧς ἐννοίας ἔνιοι μὲν ἀμμωνιακὸν θυμίαμα
    482
    καὶ χαλβάνην, ἔνιοι δὲ μυελὸν ἐλάφειον ἢ μόσχειον ἢ στέαρ ἔμιξαν, ὥσπερ γε πάλιν ἄλλοι τῶν ἀποκρουστικῶν τι τὰς ἐπιῤῥοὰς ἀναστεῖλαι βουλόμενοι. κατὰ τοῦτο γοῦν οἱ μὲν τὴν σχιστὴν στυπτηρίαν, οἱ δὲ τὴν στρογγύλην, οἱ δὲ τὴν ὀμφακίνην ἐνέβαλον κηκίδα. τὸ λάδανον δὲ ἕτεροι τὰς δυνάμεις ἀμφοτέρας ἔχον ἔμιξαν μαλακτικήν τε καὶ ἀποκρουστικὴν, ὅπως τὰ χείλη μαλάττοιτο καὶ μηδὲν ἐκ τῶν ὑπερκειμένων ἐπιῤῥέοι. καὶ μὴν καὶ ὅσοι τὰ δυσαλθῆ θεραπεῦσαι ἠβουλήθησαν, ὡς πολύχρηστον εἶναι τὸ φάρμακον, ἔμιξαν τοῖς προειρημένοις χρυσόκολλαν ἢ διφρυγὲς ἢ χαλκὸν κεκαυμένον ἢ λεπίδα, τινὲς μὲν χαλκοῦ, τινὲς δὲ στομώματος ἢ σιδήρου. καὶ σχεδὸν ἅπαντα τὰ νῦν εἰρημένα φυλάττει τὴν χρόαν τῶν χλωρῶν ἐμπλάστρων, ἕτερα δὲ τῶν αὐτῶν ὄντα δυνάμεων, εἰ μιχθείη, διαφθείρει. διόπερ οὐδὲ ἐγὼ πάντων ἐμνημόνευσα τῶν καθ’ ἑκάστην δύναμιν, ἀλλὰ μόνων ἐκείνων, ὅσα τὴν χρόαν φυλάξει τῆς συντιθεμένης ἐμπλάστρου. προετέθη γὰρ οὐχ ἁπλῶς εἰπεῖν ὑπὲρ ἐμπλάστρων κολλητικῶν ἢ σαρκωτικῶν, ἀλλὰ μετὰ τοῦ χλωρὰς ὑπάρχειν αὐτὰς, ὥστε καὶ ταῦτα τὰ νῦν εἰρημένα καὶ χάλκανθος 
    483
    καὶ ὠμὴ χαλκῖτις βραχεῖ μέτρῳ μιγνύμενα φυλάττει τὴν χρόαν τῶν προκειμένων ἐν τῷ λόγῳ φαρμάκων. περὶ μὲν οὖν τῆς συνθέσεως τῶν τοιούτων αὐτάρκως εἴρηται, περὶ δὲ τῆς χρήσεως αὐτῶν προσγεγράφθαι μὲν ἐχρῆν ὑπ’ Ἀνδρομάχου καὶ ταύτην. ἐπεὶ δὲ ἐκείνῳ παραλέλειπται, προσθήσομεν ἡμεῖς αὐτὴν, εἰπόντες γε πρότερον ἕνα λόγον κοινὸν ἐπὶ τῇ χρήσει τῶν τοιούτων φαρμάκων. ἀναγκαῖος δὲ ὁ λόγος οὗτός ἐστιν· εἶτα τὴν καθόλου μέθοδον εἰπόντας τὰς κατὰ μέρος ἐπὶ τοῖς ἐκείνην μαθοῦσι ποιεῖσθαι προσῆκεν. διαλεκτικῶν δὲ ἀνδρῶν ἐστιν ἔργον τὸ τοιοῦτον, τὰς κατὰ μέρος ἐπὶ πασῶν γράφειν αὐτοῖς, ὡς ὁ Ἥρας καὶ Κρίτων καὶ ὁ Ἀσκληπιάδης καὶ ἕτεροι δὲ πολλοί. καὶ μὴν καὶ τρίτον εἶδός ἐστι διδασκαλίας, ὅπερ ἡμεῖς ποιοῦμεν μήτε ἐπὶ πάντων τῶν κατὰ μέρος φαρμάκων τὴν χρῆσιν γράφοντες, ἀλλὰ μηδὲ τῇ καθόλου κοινῇ τῆς μεθόδου διδασκαλίᾳ μόνῃ τὸ πᾶν ἐπιτρέποντες, ἀλλὰ διδάσκοντες μὲν ταύτην πρώτην, ἐπ’ αὐτῇ δὲ ἓν ἢ δεύτερον ἢ καὶ τρίτον παράδειγμα γράφοντες ἕνεκα σαφηνείας τε καὶ γυμνασίας τῶν μανθανόντων.
    484
    ὥσπερ ἀμέλει καὶ νῦν ἔργῳ δείκνυμεν αὐτὰ, ὡς ἤδη καὶ διὰ τῶν ἔμπροσθεν αὐτὰ πράξαντες. εἰς ὅσον γὰρ ἥκει τοῦ ξηραίνειν τε καὶ ῥύπτειν τὸ φάρμακον εὑρόντες ἐκ τῆς τῶν συνθέντων αὐτὸ δυνάμεως, ἐκ ταύτης εὑρήσομεν καὶ τὴν διάθεσιν, ἐφ’ ἧς ἔσται χρήσιμον. ἔνθα μὲν γὰρ ὑγρότης τε πολλὴ καὶ ῥύπος δαψιλὴς, ἐνταῦθα χρὴ προσφέρειν ἀξιολόγως ξηραῖνόν τε καὶ ῥύπτον φάρμακον· ἔνθα δὲ τὸ καλούμενον ἀπερίστατον ἕλκος ἐστὶ σαρκώσεως δεόμενον, ἐνταῦθα τὸ μετριώτατον τῶν ξηραινόντων τε καὶ ῥυπτόντων. τὸ δ’ ἧττόν τε καὶ μᾶλλον ἐν αὐτῷ παρὰ τῆς τοῦ θεραπευομένου φύσεως εὑρίσκειν προσήκει. τοῖς μὲν γὰρ σκληροτέροις σώμασιν ἢ διὰ φυσικὴν κρᾶσιν ἢ διὰ ἡλικίαν ἢ διὰ χώραν ἢ ἐπιτηδεύματα μᾶλλον ξηραίνοντα προσφέρειν χρὴ, τοῖς δ’ ὑγροτέροις τὰ ἧττον. ἡ μὲν οὖν πρώτη χρῆσις ἑκάστου τῶν ἐμμότων ὀνομαζομένων φαρμάκων, ἐκ τῶν εἰρημένων ἄρτι σκοπῶν λαμβάνεται στοχαστικῶς. ἡ δευτέρα δὲ, ὡς καὶ πρόσθεν ἔφην, ἐκ τῶν κατὰ τὸ θεραπευόμενον σῶμα φαινομένων σημείων. εἰ μὲν γὰρ ἀφλέγμαντόν τε καὶ
    485
    καθαρὸν εὑρίσκοιτο τὸ κοῖλον ἕλκος, οὐδὲν χρὴ νεωτερίζειν· εἰ δ’ ὑγρότερον ἢ ῥυπαρώτερον, ἐπιτείνειν χρὴ τὸ ξηραντικὸν καὶ ῥυπτικὸν φάρμακον. εἰ δὲ κοιλότερον ἢ πρόσθεν, ἐκλύειν. ἐπιτείνεται μὲν οὖν μέλιτος μίξει, πραΰνεται δέ ἐλαίου καὶ κηρωτῆς ἤ τινος τῶν ἐλαιωδῶν, ὁποῖόν ἐστι τό τε ῥόδινον καὶ τὸ μύρσινον καὶ τὸ κύπρινον ἁπλῶς ἐσκευασμένα, χωρὶς τῶν στυμμάτων, ἅπερ προστιθέασιν, ἤτοι γε εὐωδίας ἕνεκεν ἢ τοῦ μέχρι πλείονος χρόνου διαμένειν ἀπαθῆ τὰ σκευασθέντα. εἰ δέ τις ἡμῖν τῶν φιλεγκλημόνων ἐγκαλέσειεν, ὡς παρὰ τὸ προκείμενον ἐξ ἀρχῆς ἐπὶ τὰς χρήσεις τῶν φαρμάκων ἄγουσι τὸν λόγον, ὑποσχομένοις περὶ συνθέσεως αὐτῶν ἐρεῖν, ἐννοήσας ὅτι καὶ κατὰ τὴν χρῆσιν γίγνεταί τις σύνθεσις ἡσυχασάτω. πρώτη μὲν γὰρ ἐν αὐτῇ σύνθεσίς ἐστιν ἡ τῶν μιγνυμένων τῇ κηρωτῇ φαρμάκων, δευτέρα δ’ ἐν τῷ ῥόδινον ἢ μύρσινον ἢ κύπρινον ἢ σχοίνινον ἔλαιον ἢ μέλι προστιθέναι. καὶ περὶ μὲν τούτων ἅλις- ἐπὶ δὲ τὴν γραφὴν τῶν ἤδη πεῖραν ἱκανὴν δεδωκότων ἐμπλάστρων ἀφίξομεν. ταῦτα μὲν οὖν ἔγραψεν ὁ Ἀνδρόμαχος
    486
    ἀξιόλογα φάρμακα τοῖς ἐπισταμένοις χρῆσθαι. τοιούτων δ’ ὄντων αὐτῶν ἐκλέγεσθαι χρὴ τά τ’ ἐξ ἐλαττόνων ἢ εὐποριστοτέρων τῶν ἁπλῶν συγκείμενα καὶ τὰ πολυχρηστότερα καὶ τὰ τοῦ προκειμένου σκοποῦ μάλιστ’ ἐχόμενα. γένοιτο δ’ ἂν ὃ λέγω σαφέστερον ἐπὶ παραδείγματος. ἔστω δὴ τὸ παράδειγμα κοῖλον ἕλκος ἀπερίστατον ἐν ὑγιεινῷ σώματι. τὸ δὲ τοιοῦτον ἕλκος ὑπὸ τῆς καλουμένης λιτῆς χλωρᾶς ἐμπλάστρου θεραπευθήσεται, τακείσης ἅμα ῥοδίνῳ. λιτὴν δὲ καλοῦσι τὴν ἐξ ἰοῦ καὶ κηροῦ καὶ ῥητίνης. ἐγὼ δὲ, ὡς ἔφην, ἑκατέρου μίγνυμι τὸ ἴσον, ἰοῦ δὲ τὸ δέκατον ἢ ιβ΄ ἢ ὄγδοον. ἔστι δὲ δηλονότι δωδέκατον μὲν, εἰ λίτραν κηροῦ καὶ λίτραν ῥητίνης, ἰοῦ δὲ μίξαιμεν οὐγγίας δύο. τὸ δέκατον δὲ, εἰ ταῖς δύο οὐγγίαις τοῦ ἰοῦ μίξαιμεν εἴκοσι συναμφοτέρου, τῆς τε ῥητίνης καὶ τοῦ κηροῦ, τουτέστιν εἰ ἑκατέρου δέκα. καὶ μέντοι κᾂν εἰ τὸ ὄγδοον μέρος ἰοῦ μίξωμεν τῇ διὰ τοῦ κηροῦ καὶ τῆς ῥητίνης κηρωτῇ, καὶ οὕτως εὖ ἕξει. δριμύτερον μὲν γὰρ ἔσται καὶ ῥυπτικώτερον τὸ τοιοῦτο φάρμακον, οὐ μὴν ἄχρηστόν γε. τοῖς γὰρ σκληροῖς σώμασιν ἐπιτηδείως προσαχθήσεται.
    487
    καλλίων δὲ σύνθεσις ἔσται τὸ μὲν ὄγδοον μέρος ἰοῦ μιξάντων τῇ διὰ τοῦ κηροῦ καὶ τῆς ῥητίνης συνθέσει, προλειωσάντων δὲ πλείοσιν ἡμέραις τὸν ἰὸν μετὰ ὄξους δριμυτάτου. κάλλιον δ’ ἂν εἴη, εἰ καὶ λιβανωτοῦ μίξαιμεν ἥμισυ μέρος ἢ κατὰ τὸν ἰόν. ἐλαίου δὲ μίξεις, ὅταν μὲν χωρὶς ὄξους τε καὶ λιβανωτοῦ σκευάζῃς τὸ φάρμακον, ἰσαρίθμους κυάθους ταῖς οὐγγίαις τοῦ ἰοῦ. ὅταν δὲ λιβανωτὸν καὶ ὄξος μιγνύῃς, ἐὰν μὲν ἡ φρυκτὴ λιπαρωτέρα πως ᾖ καὶ μαλακωτέρα καὶ θέρους σκευάζῃς, οὐδὲν μίξεις· ὅταν δὲ σκληρὰ καὶ χειμῶνος, ἕνα κύαθον. ἔνεστι δέ σοι καὶ τῷ κηρῷ τῶν ὑγρῶν τινα μιγνύοντι ῥητινῶν μηδ’ ὅλως ἐλαίου δεηθῆναι. μίξεις δὲ τῆς μὲν ὑγροτάτης τὸ τρίτον τοῦ κατὰ τὸν κηρὸν σταθμοῦ, τῆς δ’ ἧσσον ὑγρᾶς τὸ ἥμισυ. γενήσεται δὲ δηλονότι τοιαύτη τις σύνθεσις. τὸν κηρὸν καὶ τὴν ῥητίνην τήξας καὶ ψύξας μῖξον ἰοῦ μέρει ποτὲ μὲν ὀγδόῳ, ποτὲ δὲ δεκάτῳ, ποτὲ δὲ δωδεκάτῳ, γιγνώσκων ἐπὶ μὲν τῶν σκληρῶν σωμάτων τήν τε πρώτην συμμετρίαν ἁρμόττειν, ἐπὶ δὲ τῶν μαλακῶν τὴν τρίτην, ἐπὶ δὲ τῶν μέσων τὴν μέσην. 
    488
    λειώσεις δὲ σὺν ὄξει τὸν ἰόν. εἰ δὲ πρᾳότερον βουληθείης ἐργάσασθαι τὸ φάρμακον, ἐμβάλλῃς τοῦ λιβανωτοῦ σταθμὸν ἥμισυν οὗ κατὰ τὸν ἰὸν ἐποιήσω. εἰ δέ τις τοῦδε πρᾳότερον, ἴσον τοῦ λιβανωτοῦ μίξεις τὸν ἰόν. καὶ χωρὶς δὲ τοῦ ξῦσαι ψύξαντες τὴν ῥητίνην μετὰ τοῦ κηροῦ καταχέομεν αὐτὰ τήξαντες ἐπὶ τὸν ἰόν τε καὶ τὸν λιβανωτὸν ἐν θυείᾳ μετ’ ὄξους λελειωμένα. αὗται μὲν οὖν αἱ πρῶται συνθέσεις ἐμπλάστρου χλωρᾶς, κολλητικῆς μὲν ἐναίμων τραυμάτων, ὅσα μὴ μεγάλα καὶ μέχρι συνουλώσεως δὲ τἄλλα δυναμένης ἰᾶσθαι καὶ σαρκούσης, εἰ τακείη μετά τινος ἐλαιώδους ὑγροῦ, λέγω δὲ ἐλαιώδη τό τε ῥόδινον, ᾧ μάλιστα χρῆσθαι προσήκει καθ’ ὃν εἴρηκα τρόπον ἐσκευασμένῳ, καὶ μετὰ τοῦτο τῷ μυρσίνῳ καὶ τῷ κυπρίνῳ καὶ τῷ σχινίνῳ, αὐτὸ δὲ τὸ ἔλαιον, ἐφ’ ὧν μὲν βούλει θερμότητός τι προσθεῖναι τῷ τηκομένῳ φαρμάκῳ τὸ κοινὸν τοῦτο μίξεις. ἐφ’ ὧν δὲ ψύξεως, τὸ καλούμενον ὠμοτριβὲς, ἐφ’ ὧν δὲ στύψεως μύρσινον. ἐφ’ ὧν δὲ μικτοῦ δυνάμεως ἐχούσης μέν τι καὶ πεπτικὸν, ἐχούσης δὲ καὶ ἀποκρουστικὸν τὸ ῥόδινον, ἐφ’ ὧν δὲ βραχείας στύψεως μετὰ πλείονος θερμότητος κύπρινόν τε
    489
    καὶ σχίνινον. πολλαὶ δὲ καὶ ἄλλαι συνθέσεις, ὡς ἔφην ,ἔσονται τοῖς εἰρημένοις ἄρτι φαρμάκοις ἁπλοῖς, μιγνυμένων ἤτοι τῶν σαρκωτικῶν ἢ μαλακτικῶν ἢ τῶν στυπτικῶν ἢ τῶν τὰ δυσίατα τῶν ἑλκῶν ἰωμένων. ἔνιοι δὲ καὶ τῶν διαφορητικῶν ἔμιξαν ὥσπερ γε καὶ τῶν ἐπουλωτικῶν. ἕτεροι δέ τινες πάντα μίξαντες ἤτοι καρύκην ἄχρηστον ἐποίησαν ἢ πολύχρηστον εὐτύχησαν ἐργάσασθαι φάρμακον, ὧν τὰς ὕλας ἐπιστάμενοι κεχρῆσθαι ταῖς εὑρημέναις ἤδη καὶ συντιθέναι παραπλησίως αὐτοὶ δυνήσεσθε. παραγράψω δὲ κᾀγὼ τῶν ἐνδόξων ἐνίας, ἀρξάμενος αὖθις ἀφ’ ὧν ὁ Ἀνδρόμαχος ἔγραψεν. εἰσὶ μὲν οὖν ἐφεξῆς τῇ προσγεγραμμένῃ τριάκοντά που. τὰς δ’ ἐπαινουμένας ὑπ’ αὐτοῦ μόνας παραθήσομαι. τετάρτη μὲν ἀπὸ τῆς πρώτης οὑτωσὶ γέγραπται. χλωρὰ ᾗ χρῶμαι. ♃ ἰοῦ ξυστοῦ δραχ. θ΄. χρυσοκόλλης δραχ. θ΄. τερμινθίνης οὐγγιῶν ιστ΄. μνᾶν μίαν, κηροῦ μνᾶς ἥμισυ, ὄξους ὀλίγον. ὥσπερ δὲ καὶ πρόσθεν εἶπον, οὐ προσέγραψεν ἑκάστῃ τῶν ἐμπλάστρων ὁ Ἀνδρόμαχος τὴν ἐπαγγελίαν, ἀλλ’ ἐκ τῆς ὕλης τῶν ἁπλῶν φαρμάκων, ἐξ ὧν συντίθησι τὴν προκειμένην,
    490
    οὐκ ἄδηλόν ἐστι καὶ αὐτὴν καθ’ ἑαυτὴν πρὶν τακῆναι δύνασθαι θεραπεύειν ἕλκη καὶ τακεῖσαν ἔμμοτον γίγνεσθαι. τὴν μνᾶν δὲ οὐγγιῶν δεκαὲξ ἐμβάλλειν. ἡ γὰρ τῶν εἴκοσι, ὡς πρὸς τὴν τῆς χρυσοκόλλης καὶ τοῦ ἰοῦ ἰσομετρίαν μεγάλη. μετὰ δὲ ταύτην ἄλλας ἐφεξῆς γράψας τρεῖς, αὖθις ἑτέραν γράφει κατὰ λέξιν οὕτως. ἄλλη ᾗ χρῶμαι. ♃ ἰοῦ ξυστοῦ λίτραν μίαν. μάννης οὐγγίας ι΄. ἐγὼ λίτραν α΄. κηροῦ λίτρας ε΄. ῥητίνης φρυκτῆς λίτρας ε΄. ῥητίνης ὑγρᾶς λίτρας ε΄. ἐλαίου κύαθον α΄. ὄξους τὸ ἱκανόν. ἐγὼ δὲ καὶ ἀμμωνιακοῦ θυμιάματος οὐγγίας ι΄. ἐπὶ τούτοις μὲν ὁ Ἀνδρόμαχος ἐπαύσατο. πρόδηλον δέ ἐστιν, εἴ τι μεμνήμεθα τῶν προειρημένων, καὶ ταύτην αὐτὴν τὴν ἔμπλαστρον παραπλησίαν ἔχειν δύναμιν τῇ προγεγραμμένῃ. ἐφεξῆς τῇ προγεγραμμένῃ γράφων ὁ Ἀνδρόμαχος ἑτέραν οὕτως ἤρξατο. ἄλλη μολοχίνη. καὶ μετὰ τοῦτο τὴν συμμετρίαν τῶν ἁπλῶν φαρμάκων, ἐξ ὧν αὐτὴν συντίθησιν, ὑπέγραψεν οὕτως. ♃ ἰοῦ ξυστοῦ λίτραν α΄. πίσσης λίτρας β΄. μάννης λίτραν α΄. κηροῦ λίτρας β΄. ῥητίνης λίτρας β΄. ἐλαίου λίτραν α΄. ὄξους τὸ ἱκανόν. ἔστι
    491
    μὲν οὖν αὕτη παραπλησία ταῖς ἔμπροσθεν. εὔδηλον δ’ ὅτι τὸν μὲν ἰὸν καὶ τὴν μάνναν ἀνὰ λίτραν α΄. ἑκάτερα μετὰ τοῦ ὄξους λειοῦσθαι χρὴ, διπλάσιον δὲ τούτων ἑκατέρου τοῦ κηροῦ καὶ τῆς πίσσης καὶ τῆς ῥητίνης, τουτέστιν ἑκάστου λίτρας β΄. μετὰ τῆς τοῦ ἐλαίου λίτρας τήκεσθαι καὶ οὕτως μίγνυσθαι τοῖς λελειωμένοις μετὰ τοῦ ὄξους, ὡς πολλάκις ἡμῖν εἴρηται, ψύξαντας μᾶλλον καὶ ξύοντας ἤπερ ἐπικατερῶντας, ἵνα μήπου τοῦ περιέχοντος ὄντος ψυχροῦ συμβῇ τὰς καλουμένας ἐγκηρίδας συστῆναι. ἄλλην ἐφεξῆς τῇδε δόκιμον ἔμπλαστρον ἔγραψεν οὕτως. χλωρὰ ἑκατοντάδραχμος. ♃ ἀμμωνιακοῦ θυμιάματος δραχ. η΄. λεπίδος δραχ. ιβ΄. μάννης δραχ. η΄. ῥητίνης ξηρᾶς δραχ. ιβ΄. ἰοῦ δραχ. η΄. στέατος μοσχείου δραχ. ιδ΄. ῥητίνης τερμινθίνης δραχ. η΄. κηροῦ δραχ. λ΄. ἐλαίου κυάθου τέταρτον, ὄξους τὸ ἱκανόν. αὕτη καὶ κολλᾷν τραύματα δύναται μεγάλα καὶ τὰ ῥυπαρὰ τῶν ἑλκῶν καθαίρειν, προσλαβοῦσα δὲ κηρωτὴν ἐν τῷ τήκεσθαι σαρκοῦν. πρὶν δὲ τακῆναι καὶ τὰ παχύχειλα τῶν ἑλκῶν ἰᾶσθαι καὶ προστέλλειν κόλπους καὶ ὅλως διαφορεῖν καὶ ἀποκρούεσθαι δύναται.
    492
    μικτὴ γὰρ ἐκ τῶν ἐναντίων δυνάμεών ἐστι. καὶ ἡ ἐφεξῆς δὲ αὐτῇ γεγραμμένῃ χλωρὰ παραπλησίας ἐστὶ δυνάμεως καὶ χρήσεως, ἔχουσα συμμετρίαν τήνδε. ♃ τερμινθίνης μνᾶν α΄. σεραπιάδος βοτάνης δραχ. κέ. ἰοῦ ξυστοῦ δραχ. ι΄. στέατος μοσχείου δραχ. κε΄. κηροῦ δραχ. κε΄. λιβανωτοῦ δραχ. ιβ΄. κύπρινον εἰς τὰ ξηρά. καὶ τὴν ὑπὸ τῶν ἄλλων λεγομένην ἴσιν, αὐτὸς ἄνευ ταύτης τῆς προσηγορίας ἔγραψεν οὕτως. χλωρὰ Ἐπιγόνου. πάντων δ’ αὐτῆς μνημονευόντων, οὐδὲν ἧττον καὶ νῦν γράψω τὴν κατὰ τοῦτο συμμετρίαν τῶν ἁπλῶν φαρμάκων, ἐπειδή τινες ἐν αὐτοῖς διαφέρονται. κελεύει γὰρ βάλλειν χαλκοῦ μὲν κεκαυμένου καὶ ἁλὸς ἀμμωνιακοῦ καὶ λεπίδος χαλκοῦ καὶ ἰοῦ καὶ ἀμμωνιακοῦ θυμιάματος καὶ ἀριστολοχίας καὶ λιβανωτοῦ τὸ ἴσον ἑκάστου δραχ. η΄. τουτέστιν γο α΄. ἀλόης δὲ καὶ σμύρνης καὶ χαλβάνης, ἡμιόλιον τούτων ἑκάστου, τουτέστιν γο α΄ S". ὅπερ ταὐτόν ἐστι τῷ φάναι γο ιβ΄. καὶ ἡμίσειαν, στυπτηρίας τῆς στρογγύλης δραχ. στ΄. μίγνυσι καὶ τῆς κολοφωνίας ῥητίνης δραχ. σ΄. καὶ κηροῦ τὸ ἥμισυ, τουτέστιν ρ΄. 
    493
    ἐλαίου δὲ κοτύλης τὸ ἥμισυ. τινὰς δέ φησι τέταρτον μιγνύειν καὶ ὄξους τὸ ἱκανὸν καὶ δρακοντίου ῥίζης· τὸ ἥμισυ τῆς οὐγγίας, ὅπερ ἐστὶ δραχ. δ΄. ἐπὶ τέλει δὲ τοῦτο προσέγραψεν, οὐ φερόμενον ἐπὶ τῆς ἴσιδος γραφῆς. ὁ γὰρ Ἐπίγονος αὐτὸ προσέθηκε καὶ ταύτῃ διήνεγκεν ἡ ἴσις τοῦ Ἐπιγόνου. ἐφεξῆς δὲ ταῖς προγεγραμμέναις ὁ Ἀνδρόμαχος ἔγραψε χλωρὰν Πασίωνος ἐν τῇδε τῇ συμμετρίᾳ. ♃ ῥητίνης κολοφωνίας δραχ. τ΄. κηροῦ δραχ. ρν΄. ἰοῦ δραχ. η΄. στυπτηρίας στρογγύλης δραχ. η΄. λεπίδος χαλκοῦ δραχ. ιβ΄. λιβανωτοῦ δραχ. ιστ΄. χαλκοῦ κεκαυμένου δραχ. η΄. ἁλὸς ἀμμωνιακοῦ δραχ. η΄. ἐλαίου κυάθου τὸ ἥμισυ, ὄξους τὸ ἱκανόν. τοῦτο τὸ φάρμακον διὰ τὸ προειληφέναι τοὺς ἀμμωνιακοὺς ἅλας, ἑλκτικώτερον καὶ διαφορητικώτερον καὶ ῥυπτικώτερον τῶν ἔμπροσθεν ἐγένετο. τὰ δ’ ἄλλα πάντα παραπλήσιον. ἰσχυροτέραν τῆς προγεγραμμένης καὶ πολυχρηστοτέραν ἔγραψε μετὰ μέσην μίαν ὁ Ἀνδρόμαχος, ἣν ὀνομάζει χλωρὰν Ἀλκιμίωνος, ἐν τῇδε τῇ συμμετρίᾳ. ♃ τερμινθίνης δραχ. σ΄. κηροῦ δραχ. ρν΄. λεπίδος χαλκοῦ δραχ. ιη΄. ἰοῦ ξυστοῦ δραχ. ιστ΄. στυπτηρίας στρογγύλης δραχ. ιστ΄. χαλβάνης ιστ΄.
    494
    λιβάνου ι΄. ἁλὸς ἀμμωνιακοῦ δραχ.ιβ΄. χαλκοῦ κεκαυμένου δραχ. ιστ΄. ἀριστολοχίας δραχ. ι΄. ἀλόης Ἰνδικῆς δραχ. ιβ΄. σμύρνης δραχ. ιστ΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. ιη΄. χαλβάνης δραχ. ιβ΄. οἱ δὲ η΄. ἐλαίου κοτύλης ἥμισυ, ὄξους κοτύλης ἥμισυ. ἄλλην ἐφεξῆς τῇδε γράφει καλουμένην Ἀθηνᾶν, ὡς αὐτὸς ἐπὶ τῇ τελευτῇ προσέγραψεν. ἔχει δ’ αὐτῆς ἡ συμμετρία τῶν ἁπλῶν φαρμάκων, ἐξ ὧν σύγκειται, κατὰ τόδε. ♃ κηροῦ δραχ. σν΄. τερμινθίνης δραχ. σ΄. φρυκτῆς δραχ. ρ΄. στέατος μοσχείου δραχ. ν΄. χαλβάνης δραχ. κδ΄. μάννης δραχ. κδ΄. ἁλὸς ἀμμωνιακοῦ δραχ. ιβ΄. χαλκοῦ κεκαυμένου δραχ. ιβ΄. ἀλόης δραχ. ιβ΄. λεπίδος χαλκοῦ δραχ. κδ΄. στυπτηρίας στρογγύλης δραχ. ιβ΄. καὶ σχιστῆς δραχ. η΄. χαλκάνθης δραχ. η΄. μίσεως δραχ. η΄. ὀποπάνακος δραχ. η΄. ἰοῦ ξυστοῦ δραχ. στ΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. στ΄. μίλτου Σινωπίδος δραχ. γ΄. ὄξους κοτύλας γ΄. ἐλαίου κοτύλας β΄. τὴν μίλτον ἐν ἀρχῇ βάλλε. Ἀθηνᾶ καλεῖται πολύχρηστον, ὡς ἔφην, καὶ τοῦτο τὸ φάρμακον, ὅπως δὲ δεῖ χρῆσθαι τοῖς πολυχρήστοις ἐν τῷ περὶ αὐτῶν λόγῳ δηλωθήσεται. ταύτῃ δ’ ἐφεξῆς ἔγραψεν ἑτέραν χλωρὰν κατὰ λέξιν οὕτως. χλωρὰ διὰ Κυπρίνου Ἀφροδᾶ.
    495
    ♃ κηροῦ δραχ. κδ΄. ῥητίνης ξηρᾶς δραχ. ιβ΄. ἰοῦ ξυστοῦ δραχ. η΄. Ἀφροδᾶς δραχ. ιβ΄. μάννης δραχ. η΄. κυπρίνου κοτύλης ὄγδοον. συγκόπτεται δὲ αὐτῇ καὶ πρὸς τὰ δυσθεράπευτα τῶν ἑλκῶν ἁρμόττειν δύναται, καὶ διὰ τοῦτο ταύτην ἔγραψε, δι’ ὀλίγων τε συντιθεμένην καὶ χρήσιμον εἶναι δυναμένην ἱκανῶς. ἐφεξῆς δὲ πολλὰς ἄλλας χλωρὰς γράφοντος τοῦ Ἀνδρομάχου, πολυμιγμάτους τε καὶ πολυχρήστους ἔδοξέ μοι καταλιπεῖν αὐτὰς, μόνων τῶν λιτῶν, ὡς αὐτοὶ καλοῦσι, μνημονεύσαντι. γράφει τοίνυν αὐτὸς κατὰ λέξιν οὕτως. ἑτέρα χλωρὰ λιτὴ ᾗ χρῶμαι. ♃ ῥητίνης λίτρας δώδεκα, κηροῦ λίτρας η΄. ἰοῦ ξυστοῦ λίτρας δύο, στέατος μοσχείου λίτρας δύο, ὄξους λίτραν μίαν· ἐγὼ δὲ μάννης λίτραν μίαν ἐμβάλλω. εὔδηλον οὖν ὅτι τὸ ὄξος μετὰ τῶν δύο λιτρῶν τοῦ ἰοῦ καὶ τῆς λίτρας τοῦ λιβανωτοῦ λειοῦσθαι βούλεται, καθάπερ ἔμπροσθεν εἶπον, εἶτα μίγνυσθαι τὰ τηκτὰ τούτοις. λέγω δὲ τὰς τοῦ στέατος λίτρας ὀκτὼ, μετὰ τῶν ὀκτὼ τοῦ κηροῦ καὶ τῶν ιβ΄. τῆς ῥητίνης. ἡ ἔμπλαστρος αὕτη λιτὴ μὲν ἀκριβῶς ἂν ἦν, εἰ μήτε τοῦ στέατος εἰλήφει μήτε τῆς
    496
    μάννης. οὕτως γὰρ ἂν ἦν ὁ ἰὸς δέκατον μέρος συναμφοτέρου, τῆς τε ῥητίνης καὶ τοῦ κηροῦ. καὶ εἴπερ ἦν ἡ ῥητίνη σκληρὰ, πάντως ἄν τι καὶ ἐλαίου ἐμίχθη, καθάπερ εἴρηται πρόσθεν. ἐπεὶ δὲ τὸ μόσχειον ἔλαβε στέαρ, οὐκέτ’ ἀκριβῶς ἐστι λιτὴ, μαλακτικόν τε καὶ πεπτικὸν φάρμακον προσλαβοῦσα. πολὺ δὲ δὴ μᾶλλον εἰ καὶ τὴν μάννην λάβοι, πεπτικὴ γάρ ἐστι καὶ διαπυητικὴ καί τι σαρκωτικὸν ἔχουσα.

    [Κοινὸς λόγος ἐπὶ ταῖς ὁμοχρόαις ἐμπλάστροις.] Ὅτι μὲν οὐ χρὴ κατὰ τὴν τῆς χροιᾶς ὁμοιότητα τὴν ἐν τῇ γραφῇ τῶν φαρμάκων γίνεσθαι κοινωνίαν, ἀλλὰ κατὰ τὴν τῆς δυνάμεως, εὔδηλον δήπου γε. γράφουσι γοῦν, ὥσπερ καὶ ὁ Ἀνδρόμαχος, οὕτως καὶ ἄλλοι τινὲς ἐφεξῆς ἀλλήλων, οὐ μόνον τὰς χλωρὰς ἐμπλάστρους, ἀλλὰ καὶ τὰς μηλίνας καὶ τὰς φαιὰς καὶ τὰς λευκάς. ὅπως οὖν αἱ λευκαὶ γίγνονται, διὰ τοῦ πρώτου τῶνδε τῶν ὑπομνημάτων εἶπον. ὅπως δὲ χλωραὶ καὶ πρόσθεν εἴρηται καὶ νῦν ἀναμνήσω.