De compositione medicamentorum per genera

Galen

Galen, De compositione medicamentorum per genera

Ἤδη μοι καὶ πρόσθεν ἐγέγραπτο πραγματεία, δυοῖν μὲν ἐξ αὐτῆς τῶν πρώτων βιβλίων ἐκδοθέντων, ἐγκαταλειφθέντων δὲ ἐν τῇ κατὰ τὴν ἱερὰν ὁδὸν ἀποθήκῃ μετὰ τῶν ἄλλων, ἡνίκα τὸ τῆς Εἰρήνης τέμενος ὅλον ἐκαύθη, καὶ κατὰ τὸ παλάτιον αἱ μεγάλαι βιβλιοθῆκαι. τηνικαῦτα γὰρ ἑτέρων τε πολλῶν ἀπώλοντο βιβλία καὶ τῶν ἐμῶν ὅσα κατὰ τὴν ἀποθήκην ἐκείνην ἔκειτο, μηδενὸς τῶν ἐν Ῥώμῃ

363
φίλων ἔχειν ὁμολογοῦντος ἀντίγραφα τῶν πρώτων δυοῖν. ἐγκειμένων οὖν τῶν ἑταίρων αὖθίς με γράψαι τὴν αὐτὴν πραγματείαν, ἀναγκαῖον ἔδοξέ μοι δηλῶσαι περὶ τῶν προεκδοθέντων, ὅπως μή τις προεντυχὼν αὐτοῖς ποτε ζητοίη τὴν αἰτίαν τοῦ δίς με περὶ τῶν αὐτῶν πραγματεύσασθαι. κατ’ ἐκεῖνα μὲν οὖν ἐποιησάμην τὸν λόγον ἀπὸ τῆς ἀρχῆς τοῦ πρώτου βιβλίου πρὸς τοὺς σοφιστικῶς ἀναιροῦντας, ὡς οἷόν τε τὴν ἐπαγγελίαν τῶν συνθέτων φαρμάκων, ἐνίοις δὲ καὶ τῶν ἁπλῶν ἐπηρεάζοντας, ἅμα τοῦ σκώπτειν τοὺς γεγραφότας ὑπὲρ αὐτῶν, ὡς τὰ μὲν ἧπαρ ὠφελεῖ, τὰ δὲ σπλῆνα, τὰ δὲ νεφροὺς ἢ κύστιν ἢ κεφαλὴν ἢ πνεύμονα. πότερα γὰρ, φασὶν, ἐφεστηκώς τις αὐτοῖς προστάττει, καθάπερ ἐν τῇ τραγῳδίᾳ,

  • Σὺ μὲν βάδιζε τὰς ἐπ’ Ἰνάχου ῥοὰς,
  • Σὺ δ’ ἀμφὶ Θήβας στεῖχε τὰς Καδμηΐας.
  • οὕτως ἐνταῦθα σὺ μὲν βάδιζε τὰς ἐφ’ ἥπατι πύλας, σὺ δ’ ἐπί τε κύστιν ἢ καὶ νεφροὺς δύο ἢ τὸ καταποθὲν εἰς τὴν κοιλίαν ἀναδίδοται μὲν εἰς ἧπαρ, ἐντεῦθεν δὲ φέρεται πάντῃ

    364
    τοῦ σώματος; ἀλλὰ τοῦτό γε τὸ σκῶμμα δηλοῖ τοὺς ταῦτα λέγοντας εἰς τοσοῦτον ἀπείρους εἶναι φαρμάκων δυνάμεως, ὡς ἀγνοεῖν ὑπὸ μὲν τοῦ θαλαττίου λαγωοῦ μόνον τῶν πάντων ἐν τῷ σώματι μορίων ἑλκόμενον πνεύμονα, κύστιν δ’ αὖ μόνην ὑπὸ τῶν κανθαρίδων. ὑπ’ ἄλλων δὲ τοὺς ἐν νεφροῖς λίθους θρυπτομένους, ὑφ’ ἑτέρων δὲ τὰς ἐκ πνεύμονός τε καὶ θώρακος ἀναπτύσεις εὐπετεῖς γινομένας, ὥσπερ ὑπ’ ἄλλων ἄλλα καθ’ ἕν τι μόριον ἐξαιρέτως ἐπιτελούμενα. πολυειδῶς δὲ τοῦτον τὸν λόγον ἐν τῷ πρώτῳ τῶν γεγραμμένων ἤδη μοι πρόσθεν, ὡς ἔφην, ὑπομνημάτων ἐξειργασάμην, ὥσπερ αὖ κατὰ δεύτερον ἄλλον, οἰομένων τινῶν ἐν τῇ συνθέσει διαφθείρεσθαι παντάπασι τὰς ἐναντίας ἀλλήλαις δυνάμεις τῶν ἁπλῶν φαρμάκων. εἰ γὰρ ὕδωρ, φασὶ, τὸ ζεστότατον τῷ ψυχροτάτῳ μίξεις, οὐδέτερον μενεῖ τῶν μιχθέντων ὁποῖον ἦν ἔμπροσθεν, ἀλλ’ ἕν τι γενήσεται τρίτον, ἕτερον ἀμφοῖν. ἐδείχθησαν δὲ κᾀνταῦθα ληροῦντες μάταια διὰ τὸ μὴ γινώσκειν ἔνια μὲν τῶν προσφερομένων τῷ σώματι κατὰ τὰς ἐμφύτους δυνάμεις, ἔνια δὲ κατὰ τὰς ἐπικτήτους
    365
    ποιότητας ἐνεργεῖν. τίς γὰρ οὐκ οἶδε κώνειον ἢ μηκώνειον ψύχοντα; καὶ μὴν εἰ θερμήνας αὐτὰ σφοδρῶς, προσφέροις ζώου σώματι, καυτηρίῳ παραπλησίως ἕλκος ἐργάσῃ. καθάπερ γε πάλιν εἰ νᾶπυ τρίψας ἐν ἀέρι ψυχρῷ, μεθ’ ὕδατος ψυχροτάτου χειμῶνος ὥρᾳ, προσενέγκῃς ἐξαίφνης ἀραιῷ τε καὶ ἀσθενεῖ σώματι, φρίξει οὐδὲν ἧττον ἢ εἰ χιὼν ἢ κρύσταλλος ἔψαυσεν αὐτοῦ. ἀλλ’ ἐὰν ὁμιλήσῃ σώματι ζώου χρόνῳ πλέονι, πρῶτα μὲν αἴσθησιν ἐργάσεται θερμασίας ὀλίγης, εἶτα πλείονος, εἶθ’ οὕτω πολλῆς, ὡς ὑπὸ πυρὸς καίεσθαι δοκεῖν. ἔμπαλιν δὲ κώνειόν τε καὶ μηκώνειον θερμὰ προσαχθέντα, ἐὰν ὁμιλήσῃ τῷ σώματι χρόνῳ πλέονι, τοσαύτην ἐργάσεται τὴν ψύξιν, ὡς ἀναίσθητα γενέσθαι τὰ σώματα, κᾂν πρότερον αἰσθητικώτατα ὑπάρχῃ. διωρισμένων οὖν ἡμῖν τῶν τοιούτων ἁπάντων ἐν τοῖς περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως ὑπομνήμασιν, ἕνδεκα τὸν ἀριθμὸν οὖσιν, ἐπ’ αὐτὴν ἤδη τρέψομαι τὴν χρήσιμον διδασκαλίαν, ἐν ᾗ γυμνασάμενός τις, ἐὰν καὶ μηδ’ ὅλως ἐπιφέρηται τὰς γραφὰς τῶν πολυφαρμάκων δυνάμεων, οὐκ ἀπορήσει τῶν ἐπιτηδείων πρὸς ἕκαστον
    366
    πάθος, ἐὰν οὗτος, ὡς ἔφην, ἔμπειρος ᾖ τῆς ὕλης τῶν ἁπλῶν φαρμάκων. ἐν παρέργῳ δὲ ὁ λόγος οὗτος ἐπιδείκνυσι καὶ τὴν τῶν ἐμπειρικῶν ἰατρῶν φιλονεικίαν εἰς ὀνείρατά τε καὶ τύχην καὶ περίπτωσιν ἀναγόντων τὰ σύνθετα φάρμακα σχεδὸν ἅπαντα, πλὴν ὀλιγίστων τινῶν, ἃ κατὰ τὸν κοινὸν ἁπάντων ἀνθρώπων λόγον, ὃν ἐπιλογισμὸν αὐτοὶ καλοῦσιν, εὑρηκέναι φασί. ὥσπερ ὅταν ἀλλήλοις μίξωμιν φάρμακα τὴν αὐτὴν ἐπιδεδειγμένα διὰ τῆς πείρας ἐνέργειαν, ἄλλο δ’ ἐπ’ ἄλλου σώματος ἄμεινον ἢ χεῖρον ἐνηργηκὸς, εὔλογον μὲν ἡμῖν ἔδοξε, φασὶν ἔνιοι τῶν ἐμπειρικῶν, οὐ γὰρ δὴ πάντες γε, συνθεῖναι πλείω τοιαῦτα χάριν τοῦ κᾂν ἓν ἐξ αὐτῶν εὑρεθῆναι τῇ φύσει τοῦ θεραπευομένου σώματος οἰκεῖον. ὅπερ ἐπὶ τούτου δὴ τοῦ καινοτάτου φαρμάκου τοῦ καλουμένου κεφαλικοῦ γεγονέναι φασὶ, μιχθέντων ἐν αὐτῷ πάντων τῶν καὶ κατὰ μόνας ἐγνωσμένων ἕλκη σαρκοῦν. ἀλλὰ κατὰ τίνα γε λόγον ἰὸς μιχθεὶς ἁπλῇ κηρωτῇ σαρκωτικὸν ἐργάζεται φάρμακον, οὐδετέρου τῶν μιχθέντων σαρκοῦντος, οὐκέτι λέγουσιν. ὁ μὲν γὰρ ἰὸς ἀναβιβρώσκει τὴν 
    367
    ἡλκωμένην σάρκα, θερμὸν καὶ δριμὺ φάρμακον ὑπάρχον. ἡ κηρωτὴ δὲ πρᾷον μέν ἐστι καὶ ἄδηκτον, ἀντὶ δὲ σαρκὸς νέας ῥύπον ἐπιτρέφει τοῖς ἕλκεσιν. ἐμοὶ δὲ καὶ τοῦθ’ ὅπως ἀλλήλοις ἐπιμίγνυται καὶ τἄλλα, ὅσα κατὰ τὸν αὐτὸν τρόπον ἐκ τῶν ἐναντίων σύγκειται, λέλεκται μὲν ἤδη καὶ κατὰ τὸ τρίτον γράμμα τῆς θεραπευτικῆς πραγματείας, εἰρήσεται δὲ καὶ νῦν ἡ κατὰ μέρος γυμνασία μετὰ παραδείγματος ἐφ’ ἑκάστου πάθους.

    [Τίνα προσεπίστασθαι χρὴ τὸν μέλλοντα καλῶς συντιθέναι τὰ φάρμακα.] Περὶ μὲν τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως εἴρηται δι’ ἑτέρας πραγματείας ὅτι χρὴ γινώσκειν ἑκάστου τὴν δύναμιν, οὐ κατὰ γένος μόνον, ὡς ἔγραψάν τινες, ἤτοι θερμαίνειν ἢ ψύχειν ἢ ξηραίνειν ἢ ὑγραίνειν εἰπόντες, ἀλλὰ διωρισμένως τε καὶ διηρθρωμένως, ἐκ τίνος ἐστὶ τάξεως, ὡς ἡμεῖς ἐδηλώσαμεν. ἔνια μὲν γὰρ φάρμακα παντάπασιν ἀμυδρῶς ἐργάζεται τῶν εἰρημένων ἕκαστον, ἔνια δὲ σαφῶς, ἔνια δὲ ἰσχυρῶς, ὥσπερ ἄλλα τελέως. οὔκουν αὐταρκὲς ἐπίστασθαι θερμαίνειν ἢ ψύχειν τόδε τὸ

    368
    φάρμακον, ἀλλὰ καὶ μέχρι πόσου θερμαίνει καὶ ψύχει προσδιορίσασθαι χρή. θερμαίνουσι γὰρ αἱ ῥητίναι πᾶσαι καὶ τοῦτο κοινὸν αὐταῖς, ἀλλὰ τὸ μᾶλλον καὶ ἧττον οὐκ ὀλίγον ἐν τῇ θερμότητι κέκτηνται. θερμαίνουσι δὲ καὶ ὀποὶ πολλοὶ, διαφέροντες ἀλλήλων οὐ σμικρὰν διαφορὰν ἐν τῷ μᾶλλόν τε καὶ ἧττον. εἰ γὰρ παραβάλλοις ὀπὸν πάνακος τῷ Κυρηναίῳ καὶ Μηδικῷ, δόξει σοι τοῦτο μηδὲν ὡς πρὸς ἐκείνους εἶναι. καὶ τί δεῖ πόῤῥω τὸν λόγον ἀπάγειν, αὐτῶν οἷς ὁσημέραι προσφερόμεθα τῆς διαφορᾶς ἀναμνῆσαι δυναμένους; ἄνηθον γοῦν καὶ πήγανον καὶ κρόμμυον θερμαίνοντα πάντα πολὺ διενήνοχεν ἀλλήλων, ὥστε καὶ κατὰ τὰς θεραπείας τῷ μὲν ἱκανῶς ἐψυγμένῳ μορίῳ τὸ θερμαῖνον ἱκανῶς προσοίσομεν φάρμακον, τῷ δὲ βραχὺ τοῦ κατὰ φύσιν ἐξηλλαγμένῳ τὸ μετρίως θερμαῖνον, ὥσπερ γε καὶ τῷ πάνυ κατεψυγμένῳ τὸ σφοδρότατα θερμαῖνον. εἰκότως οὖν ἡμεῖς ἐποιησάμεθα τέσσαρας τάξεις ἐν τοῖς θερμαίνουσι, διορισάμενοι τῶν ἐπ’ ὀλίγον θερμαινόντων τά τε σαφῶς τοῦτο δρῶντα καὶ τὰ πάνυ θερμαίνοντα καὶ τὰ σφόδρα μετὰ τοῦ
    369
    καίειν. ἐν ἑκάστῃ δὲ τῶν τεσσάρων διαφορῶν ἔνια μὲν οἷον ἀρχομένης τε διαφορᾶς, ἔνια δὲ τελευτώσης τε καὶ πλησιαζούσης τῇ μετὰ ταύτην, ἔνια δὲ ἐν τῷ μεταξύ. τῶν γοῦν ἑλκούντων διὰ θερμότητα, καθάπερ καὶ τῶν σηπτῶν ὀνομαζομένων, ἔνια μὲν ἅμα τῷ προσαχθῆναι τῷ σώματι τὴν ἑαυτῶν ἐπιδείκνυνται δύναμιν, ἔνια δὲ δυοῖν ἢ τριῶν ἢ τεττάρων ὡρῶν δεῖται· τινὰ δ’ ὅλης ἡμέρας ἢ καὶ τῆς μετ’ αὐτὴν νυκτὸς ἢ καὶ πλειόνων ἐφεξῆς. ταῦτ’ οὗν, ὥσπερ ἐπὶ τῶν θερμαινόντων, οὕτω καὶ ἐπὶ τῶν ψυχόντων ἐπίστασθαι χρὴ, τὸν μέλλοντα συντίθεσθαί τι φάρμακον. ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ὑγραινόντων καὶ ξηραινόντων. αἱ δὲ ὗλαι τῶν φαρμάκων, αἱ μὲν ἀπὸ φυτῶν εἰσιν, αἱ δὲ ἀπὸ μετάλλων, αἱ δ’ ἀπὸ ζώων. καὶ πάσας αὐτὰς διωρισμένας ἐν τῇ περὶ τῶν ἁπλῶν φαρμάκων πραγματείᾳ μεμαθήκατε. πρὸς γὰρ τοὺς ἑταίρους ὁ λόγος οὗτός ἐστί μοι μάλιστα, τοὺς ἀξιώσαντάς με δεύτερον νῦν ἐπὶ τοῖς ἀπολωλόσι γράφειν ταῦτα· καθάπερ δὲ τῶν ἁπλῶν φαρμάκων τὰς δυνάμεις
    370
    ἁπάντων ὑμᾶς ἀκριβῶς ἐπίστασθαι προσῆκεν, ἵνα ἐν παντὶ χωρίῳ δύνησθε ῥᾳδίως ἐκ τῶν παρόντων συντιθέναι τὰ λυσιτελοῦντα τοῖς θεραπείας δεομένοις σώμασιν, οὕτω καὶ τῶν παρὰ φύσιν πασῶν διαθέσεων τὰς διαφορὰς ὑπόμνημα· δεύτερον δὲ τὸ περὶ τῆς τῶν συμπτωμάτων, καὶ τρίτον ἐπ’ αὐτοῖς, ἐν ᾧ περὶ τῶν τὰς νόσους ἐργαζομένων αἰτίων διέρχομαι. καὶ πρὸς τούτοις ἄλλα τρία τῶν ἐν τοῖς συμπτώμασιν αἰτίων. ἔχετε δὲ καὶ τὸ περὶ πλήθους ἐμὸν γράμμα καὶ τὸ περὶ τῆς τῶν πυρετῶν διαφορᾶς· ἐπ’ αὐτοῖς τε τὰ τῆς θεραπευτικῆς μεθόδου, δι’ ὧν ἐμάθετε τάς τε διαθέσεις, ὑφ’ ὧν ἐνέργεια βλάπτεται, καὶ ὡς ἡ θεραπεία τούτων πρώτων ἐστὶν, ὥσπερ γε πάλιν ἡ προφυλακὴ τῶν ἐργαζομένων αὐτὰς αἰτιῶν. ἐμάθετε δὲ καὶ ὅτι πρῶτος σκοπὸς τῆς θεραπείας ἐκ τῶν νοσωδῶν εὑρίσκεται διαθέσεων, ὅτε τε συνενδείκνυται τούτοις ἡ τοῦ πεπονθότος μορίου φύσις, ἅμα τῇ τοῦ περιέχοντος ἡμᾶς ἀέρος κράσει καὶ κατάστασιν καὶ ἡλικίαν καὶ ὥραν καὶ χώραν, ἐπιτηδεύματά τε καὶ ἔθη συνεπισκέπτονται πολλοὶ τῶν ἀρίστων ἰατρῶν,
    371
    ὑπὲρ ὧν εἰρήσεταί τινα καὶ νῦν, ἔνθ’ ἂν αὐτῶν γένηται χρεία. ταῦτ’ οὖν ὑμᾶς οὕτως ἅπαντα διὰ μνήμης ἔχειν χρὴ πρόχειρα, βουλομένους ἐν ἅπαντι χωρίῳ φαρμάκων εὐπορεῖν ἁπλῶν τε καὶ συνθέτων, ἔτι τε πρὸς τούτοις, ὡς ἐνίοτε μὲν ἕν τι φάρμακον αὐτοφυὲς ἁπλοῦν, ἱκανόν ἐστι τὴν παρὰ φύσιν ἰάσασθαι διάθεσιν, ἐνίοτε δὲ χρεία γίγνεται συνθέτου καὶ διὰ τί γε πράττομεν τοῦτο λεκτέον ἐφεξῆς.

    [Τίς ἡ χρεία τῶν συνθέτων φαρμάκων.] Εἰ διὰ τῶν ἁπλῶν φαρμάκων μόνον ἦν δυνατὸν ἁπάσας ἰάσασθαι τὰς παρὰ φύσιν διαθέσεις, οὐκ ἂν ἐδεήθημεν οὐδέποτε συνθέτου φαρμάκου, νυνὶ δὲ οὐχ οὕτως ἔχει. πολλάκις γὰρ ἄχρι τοσοῦδέ τινος ἐκθερμανθῆναι τὸ σῶμα βουλόμενοι τῶν ἁπλῶν οὐδὲν ἔχομεν τοιοῦτον. ἀνάλογον γὰρ εἶναι χρὴ τῇ θεραπευομένῃ διαθέσει τὸ θεραπεῦον φάρμακον. ἐὰν οὖν ἡ διάθεσις ᾖ ψυχρὰ, τέτταρσιν ἀριθμοῖς ἀφεστῶσα τῆς κατὰ φύσιν, ὅτι μὲν εἶναι χρὴ τὸ θεραπεῦσον αὐτὴν φάρμακον, ἴσῃ ποσότητι θερμότερον τοῦ συμμέτρου πρόδηλον παντί. 

    372
    μὴ παρόντος δ’ ἐνίοτε μηδενὸς τοιούτου τῶν ἁπλῶν ἂν εὐπορῶμεν δυοῖν, ὧν τὸ μὲν ἀριθμοῖς πέντε, τὸ δὲ τρισὶ θερμότερον, μίξαντες αὐτὰ τὸ μέσον ἐργασόμεθα, τέτρασιν ἀριθμοῖς ὑπερέχον τοῦ συμμέτρου. τινὰ δὲ τῶν ἁπλῶν οὐδ’ εἰς χρῆσιν ἀχθῆναι δύναται χωρὶς ἑτέρας μίξεως, οἷον ὅταν ἐμπλαστὸν φάρμακον ἐπιτιθέναι τινὶ βουλώμεθα. τῶν γὰρ ἁπλῶν οὐδὲν ἐπιτήδειον εἰς τὴν τοιαύτην χρείαν. οὔτ’ οὖν ἄσφαλτος οὔτε κηρὸς οὔτε ῥητίνη, καθάπερ οὐδὲ πίσσα πρόπολίς τε καὶ λάδανον, ἔτι δὲ μᾶλλον ἰὸς καὶ ψιμύθιον ἢ λιθάργυρος ἢ μολύβδαινα ἢ τῶν ἄλλων τι μεταλλικῶν φαρμάκων. ὡσαύτως οὐδὲ βοτάναι μόναι φάρμακον ἐμπλαστὸν δύνανται ποιεῖν. εἰκότως οὖν ἐπενόησαν οἱ πρώτως συνθέντες ἐμπλαστὰ φάρμακα καὶ δι’ ἐλαίου μίξεως ἕψειν μὲν τὰ μεταλλικὰ, τήκειν δὲ τὰ τηκτὰ, προσεμβάλλειν δ’ αὐτοῖς καὶ βοτάνας ξηρὰς, κεκομμένας τε καὶ διηθημένας. ἐφ’ ἑτέρων πάλιν διαθέσεων, χρεία ἑνὸς φαρμάκου μόνου τῶν αὐτοφυῶν ἐστιν, ἐπιμίγνυμεν δ’ αὐτῷ τινὰ, ποτὲ μὲν
    373
    ἀμβλῦναι τὸ σφοδρὸν τῆς δυνάμεως αὐτοῦ βουλευόμενοι, ποτὲ δὲ τὴν ἀηδίαν παραμυθήσασθαι, καθάπερ Ἱπποκράτης ἐν τῷ περὶ διαίτης ὀξέων ἔφη κατὰ τήνδε τὴν ῥῆσιν· ἢν δ’ ὑπὸ φρένας ᾖ τὸ ἄλγημα, ἐς δὲ τὴν κληῗδα μὴ σημήνῃ, μαλθάσσειν χρὴ τὴν κοιλίην ἢ μέλανι ἐλλεβόρῳ ἢ πεπλίῳ, μέλανι μὲν δαῦκον ἢ σέσελι ἢ κύμινον ἢ ἄνισον ἢ ἄλλο τι τῶν εὐωδέων μίσγοντα, πεπλίῳ δὲ ὀπὸν σιλφίου. ἐν ταύτῃ τῇ ῥήσει σαφῶς ὁ Ἱπποκράτης ἐνεδείξατο χρείαν μὲν εἶναι τοῦ καθαίροντος φαρμάκου, τὴν δ’ ἀηδίαν αὐτοῦ κατὰ τὴν πόσιν καὶ τὴν ἐν τῇ κοιλίᾳ μόνην ἡδύσματος δεῖσθαι. πολλὰ γάρ τοι τῶν πινομένων φαρμάκων ἐπὶ τοσοῦτον ἀηδῆ τοῖς προσφερομένοις ἐστὶν, ὡς ἀνατρέπεσθαι τὸν στόμαχον, ἐμεῖσθαί τε παραχρῆμα, τινὰ δὲ κᾂν ἐπ’ ὀλίγον ἐν τῇ γαστρὶ μεῖναι δυνηθῇ, μετὰ ταῦτα γοῦν ἐμεῖσθαι μοχθηρὰς ἐρυγὰς κινήσαντα. καθάπερ δὲ τῶν καθαιρόντων οἷον ἡδύσματά ἐστι τὰ τοιαῦτα τῶν φαρμάκων, ὧν Ἱπποκράτης ἐμνημόνευσεν, οὕτως τῶν ἀνωδύνων ὀνομαζομένων, ἕτερα τῆς σφοδρότητος ὑπάρχει πραϋντικὰ, καθάπερ ὅταν ὀπὸν μήκωνος
    374
    ἢ ὑοσκυάμου σπέρμα παραδιδόαμεν ἢ μανδραγόρου ῥίζης φλοιὸν, ὥστε καὶ αὕτη χρεία συνθέσεως φαρμάκων ἐστί. μεγίστη δ’ ἐπὶ τῶν ἐναντίων δυνάμεων ἅμα χρῃζόντων παθῶν, οἷον ἀποκρουστικῶν τε καὶ διαφορητικῶν ἢ ῥυπτικῶν τε καὶ λεαντικῶν, ἢ παχυνόντων τε ἅμα καὶ λεπτυνόντων χυμοὺς, καθά τε πολυχρηστότατα καὶ κάλλιστα φάρμακα τὰς ἐναντίας ἐν αὐτοῖς ἔχει δυνάμεις, ὡς ἐπιδείξομεν. ἀλλὰ καὶ ἥδε ἡ χρεία συνθέσεως φαρμάκων ἐστὶν, ὅταν ἕν τι φάρμακον ἔχειν βουλώμεθα πρὸς πολλὰ τῶν ἰοβόλων θηρίων ἢ θανασίμων φαρμάκων ἐπιτήδειον, ἥτις χρεία καὶ τὴν θηριακὴν ὀνομαζομένην ἀντίδοτον ἐσκεύασε καὶ πρὸς αὐτῇ τὴν Μιθριδάτειον ἑτέρας τε πολλάς. εἰσὶ δὲ καὶ ἄλλαι τινὲς χρεῖαι, μικρότεραι μὲν τῶν εἰρημένων, ὅμως δ’ οὖν ἀναγκάζουσαι πολλάκις ἡμᾶς ἐπὶ τὴν σύνθεσιν ἀφικνεῖσθαι τῶν φαρμάκων, ἃς ἐν τῇδε τῇ πραγματείᾳ πάσας μαθήσεσθε. νυνὶ γὰρ ἤδη τῶν προκειμένων ἄρξομαι, πρώτου μνημονεύσας ἐμπλαστοῦ φαρμάκου πολυχρηστοτάτου συντεθέντος ὑπ’ ἐμοῦ.

    375

    [Περὶ τοῦ διὰ χαλκίτεως ἐμπλαστοῦ φαρμάκου.] Τίνι λόγῳ συνέθηκα τὴν διὰ χαλκίτεως ἔμπλαστρον, ἣν φοινικίνην ὀνομάζω, κολλητικήν τε καὶ συνουλωτικὴν ἑλκῶν καὶ φλεγμονῶν θεραπευτικὴν, ἐπειδὰν τακεῖσα σύστασιν ὑγρᾶς ἔχῃ κηρωτῆς, τοὺς μὲν ἐμπειρικοὺς ἐάσαντες ὁμολογεῖν τὴν ἑαυτῶν ἀμαθίαν, ἀποστάντες δὲ καὶ τῶν περὶ τὸν Θεσσαλὸν, ἀγνοούντων τὰ κάλλιστα τῶν ἡυρημένων τοῖς ἰατροῖς φαρμάκων, ἐξ ἐναντίων δυνάμεων συγκείμενα, τὸν λογισμὸν ἀσκεῖτε πρὸς τὸ δύνασθαι συντιθέναι φάρμακα ταῖς αὐταῖς ἐμοὶ χρώμενοι μεθόδοις, ἵν’ ἔργῳ καὶ αὐτοὶ πεισθῆτε καὶ τὰ τοῖς ἔμπροσθεν ἡυρημένα λογισμῷ συντίθεσθαι πάντα, ληρώδους τῆς τῶν ἐμπειρικῶν περιπτώσεως οὔσης. λεκτέον οὖν ἤδη τὸν λόγον τῆς τοῦ προκειμένου φαρμάκου συνθέσεως. διαφορητικὴν μὲν ἔχει δύναμιν ἔλαιόν τε παλαιὸν καὶ στέαρ, ἀποκρουστικὴν δὲ καὶ στυπτικὴν ἥ τε χαλκῖτις καὶ ὁ τοῦ φοίνικος χυλός. ἐκ τούτων οὖν ἐγὼ συνέθηκα φάρμακον, ᾧ πάνυ πολλοὺς ἤδη χρωμένους

    376
    ἴστε διὰ τὸ τῶν ὁμοειδῶν ἁπάντων ἄμεινον κεκρίσθαι, δι’ αὐτῶν τῶν ἔργων βασανισθέν. ὁ μὲν γὰρ λόγος εὑρίσκει τὴν σύνθεσιν, ἡ δὲ πεῖρα κρίνει τὴν τῶν εὑρεθέντων ἀρετὴν, ὥστε καὶ τοῖς ἀπείροις λογικῶν μεθόδων πιστεύεσθαι τὰ τεχνικῶς συντεθέντα. προσέμιξα δὲ τοῖς εἰρημένοις ἄρτι φαρμάκοις λιθάργυρον οὐδέν τι μέγα συντελέσαι δυναμένην οὔτε τοῖς ἀναστέλλουσι τὸ ἐπιῤῥέον οὔτε τοῖς διαφοροῦσι τὸ ἐστηριγμένον ἤδη κατὰ τὰ φλεγμαίνοντα μόρια· ξηραντικῆς γάρ ἐστι δυνάμεως οὐ μὴν ἰσχυρᾶς, ἀλλ’ ὡς ἐπιτήδειον φάρμακον αὐτὴν εἰς ἐμπλαστοῦ σύνθεσιν ἔμιξα, σὺν γὰρ τοῖς εἰρημένοις ἕψηται μέχρι συστάσεως ἀμολύντου. χρὴ δὲ τὸ στέαρ ἄναλόν τε καὶ ὡς ἔνι μάλιστα παλαιότατον εἶναι, τό τε ἔλαιον ὁμοίως παλαιόν. ἐμάθετε γάρ πως παραπλησίας μὲν εἶναι ἀλλήλοις δυνάμεως τό τε ἔλαιον καὶ τὸ στέαρ τῶν ὑῶν, μαλακτικώτερον βραχὺ καὶ θερμότερον ὂν τῇ δυνάμει τὸ στέαρ. ἐμάθετε δὲ καὶ ὡς παλαιούμενα λεπτομερέστερά τε καὶ διαφορητικώτερα γίγνεται καὶ διὰ τοῦτο ταῖς μὲν ὀδυνηραῖς φλεγμοναῖς παρηγορικώτερα 
    377
    τὰ νέα, ταῖς δὲ μὴ τοιαύταις ὠφελιμώτερα τὰ παλαιά. καὶ ὅσῳ γ’ ἂν ᾖ χρονιωτέρα τε καὶ δύσλυτος ἡ φλεγμονὴ, τοσούτῳ τὰ παλαιὰ χρησιμώτερα καὶ μόνα θεραπεύειν ἱκανὰ μηδενὸς ἐπιῤῥέοντος ἔτι τῷ πεπονθότι μορίῳ. εἰ δ’ ἐπιῤῥέοι τι, μικτὴν εἶναι χρὴ καὶ τοῦ φαρμάκου τὴν δύναμιν, οἵαπερ ἐστὶ τοῦ συντεθέντος ὑπ’ ἐμοῦ. διὰ τοῦτο γοῦν ἔμιξα τοῖς διαφοροῦσι τὴν χαλκῖτιν καὶ τὸν φοίνικα, παντάπασιν ὀλίγας φλεγμονὰς εἰδὼς χρονιζούσας, ἐφ’ ὧν οὐδὲν ἐπιῤῥεῖ. διὰ γὰρ τοὺς ἐπιῤῥέοντας αὐτοῖς χυμοὺς εἰώθασι χρονίζειν. ἀρχομένων δὲ καὶ αὐξανομένων τῶν φλεγμονῶν ἐπικρατεῖν προσήκει τὴν τῶν στυφόντων τε καὶ ψυχόντων φαρμάκων δύναμιν, καὶ διὰ τοῦτο τηκόμενον εἰς πάχος κηρωτῆς ὑγρᾶς τὸ ἐμπλαστὸν τοῦτο φάρμακον ἱκανῶς πολύχρηστον γίγνεται ποτὲ μὲν οἴνου προσλαμβάνον ἢ ὄξους ἢ ὕδατος, ἔστι δὲ ὅτε δι’ ὠμοτριβοῦς ἐλαίου τηκόμενον ἤ τινος τῶν στύψιν ἐχόντων, οἷόν ἐστι τὸ Σπανόν τε καὶ τὸ Ἰστρικὸν, ἢ διά τινος τῶν γλυκέων ἄνευ στύψεως ἢ διὰ παλαιοῦ. καὶ
    378
    διὰ μυρσίνου δὲ καὶ μηλίνου πολλάκις ἔτηξα τὸ φάρμακον, ἐφ’ ὧν ἐστι στύψεως ἰσχυροτέρας χρεία. αὕτη μὲν οὖν ἡ σύνθεσις τοῦ φαρμάκου κατὰ τοιάνδε γίγνεται συμμετρίαν. τοῦ παλαιοῦ στέατος ὃ καλοῦσιν ἀξούγγιον οἱ πιπράσκοντες ἔστωσαν λίτραι β΄. τοῦ δὲ ἐλαίου τοῦ παλαιοῦ λίτραι γ΄. καὶ λιθαργύρου λίτραι γ΄. χαλκίτεώς τε οὐγγίαι δ΄. ἕψειν δὲ αὐτὰ χρὴ κατὰ τόνδε τὸν τρόπον. τοῦ στέατος τοὺς ὑμένας ἐξελὼν καὶ τὸ λοιπὸν θλάσας, ὡς εὔτηκτον γενέσθαι μετὰ τοῦτο τῆξον ἐπὶ πυρὸς, εἶτα λαβὼν ἠθμὸν διήθησον, ὡς καθαρὸν αὐτὸ γενέσθαι, μηδὲν ὑμένος ἔχον, ἕλκον σταθμὸν τὰς προειρημένας δύο λίτρας, εἶτα λελειωμένας τὰς δ΄. οὐγγίας τῆς χαλκίτεως σὺν ταῖς τρισὶ λίτρας τοῦ ἐλαίου μίξεις τῷ στέατι, προσεπιβαλὼν καὶ τὰς γ΄. λίτρας τῆς λιθαργύρου, καὶ πάντα κατὰ θυείαν ἑνώσας ἔμβαλλε ἐν τῇ κακκάβῃ, κινῶν ξύλῳ φοίνικος. ἀρκέσει δέ σοι κλάδος εἷς τῶν μεγάλων, ὡς τῷ μὲν ἁδρῷ μέρει τοῦ ξύλου χρῆσθαι κινοῦντα, κατὰ τὴν τῆς καλουμένης σπάθης χρείαν· οὕτω γὰρ ὀνομάζουσιν ᾧ κινοῦσι τὰ σκευαζόμενα, καὶ ἡμεῖς τοῦ σαφοῦς ἐχόμενοι καλέσομεν ὡσαύτως αὐτοῖς. τὸ
    379
    δὲ συνεχὲς τῷ ἁδρῷ μέρει τοῦ κλάδου περικαθῄρας καὶ τὰς ἑκατέρωθεν ἐκφύσεις τὰς λεπτὰς ἀποτρίψας κατάτεμνε, προπεριξύσας τὸν φλοιὸν, ὅπως ἐμβληθέντα τὰ τμήματα τῷ φαρμάκῳ μεταδῷ τοῦ καθ’ ἑαυτὰ χυλοῦ. τῇ μὲν οὖν σπάθῃ χρῆσθαι προσῆκεν ἀπ’ ἀρχῆς εὐθέως, τὰ δὲ λεπτὰ τμήματα τῆς φοίνικος ἐμβάλλειν, ὅταν εἰς σύστασιν ἥκῃ τὸ φάρμακον ὁμοίαν κηρωτῇ. ἐὰν γὰρ ἀπ’ ἀρχῆς ἐμβάλλῃς αὐτὰ, καταναλωθήσεται διὰ τῆς ἑψήσεως ὁ χυλὸς τῶν ἐμβληθέντων, ὃν διαμεῖναι βουλόμεθα. καὶ αὐτῆς δὲ τῆς σπάθης, ᾗ κινεῖς ἐξ ἀρχῆς τὸ φάρμακον, ὅταν τὸ διαβρεχόμενον ἐν τῇ κακκάβῃ γένηται ξηρὸν, ὡς μηκέτ’ ἔχειν τὸν οἰκεῖον χυλὸν, ἀποτέμνων αὐτὸ καὶ ἀποῤῥίπτων τῷ λοιπῷ χρῷ. καὶ αὖθις ὁμοίως εἰ τύχοι τὸ διαβρεχόμενον ἐν τῷ φαρμάκῳ ξηρανθὲν αὖθις ἀπότεμνε. πρόδηλον δ’ ὅτι τὸν κλάδον τοῦ φοίνικος οὐ χρὴ πρὸ πολλῶν ἡμερῶν ἀποτετμῆσθαι τοῦ δένδρου, ξηραίνεται γὰρ ἐν τῷ χρόνῳ καὶ ἄχυλος γίνεται. κατὰ τὴν προτέραν οὖν, εἴπερ εἴη χειμὼν, ἀφῃρήσθω, θέρους δὲ χρὴ καὶ κατ’ αὐτὴν ἐκείνην τὴν ἡμέραν, ἐν ᾗπερ ἂν ἕψῃς τὸ φάρμακον, ἀφῃρῆσθαι τοῦ δένδρου τὸν κλάδον. ὅταν δ’ οὕτως
    380
    ἑψόμενον ἀμόλυντον γένηται τὸ φάρμακον, αὐτῷ μὲν ἐμπλαστῷ χρήσῃ κατά τε τῶν δυσεπουλώτων ἑλκῶν καὶ τῶν ἐναίμων ἐλαίῳ διατήκων, ἐπὶ τῶν φλεγμαινόντων, ἐν ποδάγραις, ἐν ἀρθρίτισιν, ἐν βουβῶσιν, ἐν φύμασιν, ἐν κατακαύμασιν, ἐν χειμέθλοις, ἐν κατάγμασιν, ἐν θλάσμασιν, ἐν ταῖς ῥευματικαῖς καλουμέναις διαθέσεσιν ἁπάσαις. ἤδη δὲ καὶ τῶν τὰς κήλας τεμνόντων πολλοὶ μετὰ τὴν χειρουργίαν εὐθέως ἐπιτιθέασιν αὐτὸ, μετά τε τῶν ἐπιβροχῶν καὶ τῶν καταπλασμάτων διαπραττόμενοι. εἰ μέντοι τῆς χαλκίτεως ἐμβάλοις οὐγγίας στ΄. ὅπερ ἐστὶν ἥμισυ λίτρας, ἔσται σοι μεγάλων τραυμάτων κολλητικώτερον τὸ φάρμακον ἐπουλωτικώτερόν τε τῶν δυσεπουλώτων. ἀλλ’ ἐν τούτῳ μέν ἐστι καὶ ἄλλα φάρμακα τῆς αὐτῆς δυνάμεως. τηχθέντι δὲ αὐτῷ μετ’ ἐλαίου θαῤῥεῖν χρὴ τῶν ἄλλων ἁπάντων μᾶλλον ἐπὶ τῶν ῥευματικῶν διαθέσεων. ἐν γοῦν τῇ Ῥώμῃ πλείστων γιγνομένων τοιούτων, οὐδὲν οὕτως ηὐδοκίμησεν. ἐπιτήδειον δὲ, ὡς ἔφην, ἔστι καὶ ποδάγραις καὶ ἀρθρίτισιν ἐν ἅπαντι καιρῷ,
    381
    καθ’ ὃν οὐκ εἰσὶν ὀδύναι σφοδραὶ, δεόμεναι καταντλημάτων τε καὶ καταπλασμάτων παρηγορικῶν. ἀρχομένων οὖν καὶ αὐξομένων ἔτι τῶν τοιούτων διαθέσεως, ἐπειδὰν τήξῃς τὸ φάρμακον, ἐάσας ἀποψυχθῆναι, καὶ ξύων σπαθομήλῃ τὸ ξυσθὲν ἔμβαλε εἰς θυείαν παραχέων οἴνου καὶ τρίβων ταῖς χερσὶ πρὸς τῇ θυείᾳ, χάριν τοῦ δέξασθαι τὸν οἶνον. ἔστω δ’ οὗτος ἐκ τῶν αὐστηροτέρων, ἡλικίαν μὲν μέσος, οὐ παχὺς δὲ κατὰ τὴν σύστασιν, ἀλλ’ ὡς οἷόν τε μάλιστα διαυγέστερος. ὁ γὰρ τοιοῦτος, ὡς λεπτομερέστερος ὢν, εἰς τὸ βάθος δύεται τῶν σωμάτων. ἄχρι τοσούτου δ’ αὐτὸν ἐπίχει τῷ τετηκότι φαρμάκῳ, τρίβων ταῖς χερσὶν ἄχρις ἂν ὑποδέχηται καὶ μιγνύηται καὶ μὴ παραπλέῃ τὸ ὑγρὸν ἄμικτον τῷ τριβομένῳ τε καὶ μαλασσομένῳ φαρμάκῳ. καὶ χωρὶς δὲ τοῦ προψύχοντα ξύειν ἔτι θερμῷ τῷ τετηκότι φαρμάκῳ τὸν οἶνον ἐγχέας τις ἀναμῖξαι δυνήσεται. κατὰ μὲν οὖν τὰς ἀρχὰς τῶν φλεγμονῶν τὴν ἀποκρουστικὴν δύναμιν ἐπικρατεῖν προσήκει, κατὰ δὲ τὰς αὐξήσεις ἀφαιρεῖν μέν τι αὐτῆς, προστιθέναι δὲ τῆς διαφορητικῆς. ὅταν δ’ εἰς τὴν οἰκείαν ἀκμὴν 
    382
    ὁ τῆς φλεγμονῆς ὄγκος ἀφίκηται, παραπλησίας ἀλλήλαις εἶναι χρὴ τὰς δυνάμεις τήν τε ἀποκρουστικὴν καὶ διαφορητικὴν, ἐάν γε μή τις ὀδύνη σφοδρὰ παρηγορικοῦ δέηται φαρμάκου. παρακμαζούσης δὲ τῆς φλεγμονῆς τὴν διαφορητικὴν δύναμιν ἐπικρατεῖν προσήκει, ὡς μηδ’ ὅλως ἐν ἐκείνῳ τῷ καιρῷ μίγνυσθαί τι τοῦ οἴνου. καὶ μέντοι καὶ κατ’ αὐτὴν τὴν τῆξιν, ἔνθα μὲν ἐπικρατεῖν ἱκανῶς βουλόμεθα τὴν στύφουσαν ποιότητα, τὸ Σπανὸν ἔλαιον ἢ τὸ Ἰστρικὸν ἢ τὸ καλούμενον ὀμφάκινόν τε καὶ ὠμοτριβὲς ἐμβάλλειν προσήκει. ἔνθα δὲ παραπλησίας ἔχειν ἀμφοτέρας τὰς δυνάμεις, ἐλαίῳ γλυκεῖ μήτε προσφάτῳ μήτε παλαιῷ τήκειν αὐτό. διαφορητικὸν δὲ ποιῆσαι βουλόμενοι, ἐπιτήδειόν ἐστι παλαιὸν ἔλαιον ἢ κίκινον. ἡ δὲ ἐν τῷ τήκεσθαι συμμετρία τοῦ ἐμπλαστοῦ φαρμάκου τοιάδε γιγνέσθω. βραχὺ πλέον ἔστω σοι τὸ ἔλαιον τοῦ φαρμάκου καὶ μᾶλλον δηλονότι τοῦ θέρους, ὡς εἶναι δέκα μὲν οὐγγίας τοῦ φαρμάκου, τοῦ δὲ ἐλαίου λίτραν μίαν αὐτάρκως ἂν ἐμβάλλοι τις. εὔδηλον δ’ ὅτι δραστικώτερον μὲν γίνεται πλέον ἔχον τοῦ φαρμάκου, παρηγορικώτερον
    383
    δὲ καὶ ἀνωδυνώτερον, ὅσῳ περ ἂν ὑγρότερον γένηται τακὲν σὺν ῥοδίνῳ. κηρωτῆς δὲ ἐγχρίστου σύστασιν λαμβάνει, τακείσης τοῦ φαρμάκου λίτρας μιᾶς ἐν ἡμιλίτρῳ ἐλαίου. χρήσιμον δὲ τὸ τοιοῦτο ταῖς παρακμαῖς τῶν φλεγμονῶν ἐστι. καὶ τοὺς ἐν ἕδρα δὲ καὶ κατὰ τὸ ἀπευθυσμένον ἔντερον ὄγκους φλεγμονώδεις αὐτομάτως γιγνομένους, οὐδὲν οὕτως ὀνίνησι. τετῆχθαι δὲ αὐτὸ χρὴ τηνικαῦτα μετ’ ἐλαίου πλείονος, ὡς δι’ εὐθυτρήτου κέρατος ἐνίεσθαι, κύστιν ὑείαν ἔχοντος προσδεδεμένην, ὡς εἰώθαμεν ἐπὶ τῶν τοιούτων χρῆσθαι. καὶ διὰ ῥοδίνου δὲ ἐπὶ τούτων ἔτηξα πολλάκις αὐτὸ, προϋποκειμένης τῷ ἀγγείῳ καθ’ ὃ τήκεται κακκάβης, ὕδωρ μὲν ἐν αὐτῇ ἐχούσης θερμὸν, ἄνθραξι δὲ διαπύροις ἐπικειμένης ἢ κατὰ φλογὸς ἀκάπνου. κατὰ μέντοι τὴν προειρημένην συμμετρίαν τετηκὸς, ὡς σύστασιν ἔχειν ὑγρᾶς κηρωτῆς καὶ τὰ κατὰ τὸ αἰδοῖον ἕλκη καὶ τὰ κατὰ τὴν ἕδραν ὀνίνησιν. οὐχ ἥκιστα δὲ καὶ τἄλλα πάντα καὶ μέχρι τῶν ἑλκωθέντων χειμέθλων τε καὶ πυρικαύτων. καὶ γὰρ ἀφλέγμαντα καὶ καθαρὰ ποιεῖ ταχέως ἅπαντα καὶ σαρκοῖ στερεᾷ σαρκὶ καὶ μάλισθ’ ὅταν ἔχῃ πλέον χαλκίτεως. εὔδηλον
    384
    δ’ ὅτι καὶ οἴνου μεμίχθαι χρὴ τῷ τοῦτο δράσοντι φαρμάκῳ. εἰ προσλάβοι δὲ ὄξους, ἄριστον ἐπὶ τῶν πυρικαύτων ἐστὶ καὶ παραχρῆμα καὶ μετὰ ταῦτα κατὰ πάντα καιρὸν ἐπιτιθέμενον, ἐάν τε ἤδη φλυκταίνας ἔχῃ τὸ πυρίκαυτον, ἐάν τε μή. πρόδηλον δ’ ὅτι κᾂν ἐφ’ ὕδατος ζέοντος καυθῇ τις, ὀνομάζεται καὶ τοῦτο τὸ πάθημα πυρίκαυτον. εἰ δὲ πρὶν φλεγμῆναί τις ἐπιθείη τὸ φάρμακον, οὐδὲν οὕτως κωλύει γένεσιν φλεγμονῆς, ὥστε καθάπερ ἔφην καὶ τῶν τὰς κήλας τεμνόντων εὐθέως αὐτῷ χρῶνταί τινες, οὐδὲ προεπιβρέξαντες τὸ τραῦμα. καὶ καταθλασμάτων δὲ καὶ καταγμάτων καὶ τῶν ὁπωσοῦν πεπληγότων, ἐπιτηδειότατόν ἐστιν ὑγρὸν ἐπιτιθέμενον. ἐπιδέσμοις δὲ περιλαμβανόμενον ἐν τρόπῳ καταγματικῆς ἐπιδέσεως, οἰδήματά γε πάντα καὶ ἐμφυσήματα θαυμαστῶς ὀνίνησι. κακοχύμου δ’ ὄντος τοῦ σώματος ἢ καὶ λίαν αἰσθητικοῦ, μιγνύειν αὐτῷ χρὴ κατ’ ἀρχὰς ἐπιτιθέντα τοῖς τεθλασμένοις τε καὶ πεπληγόσι μέρεσιν ὑοσκυάμου πρόσφατον. εἰ δ’ ἀποροίης προσφάτου, διὰ τὴν ὥραν τοῦ ἔτους
    385
    ἢ τὸ χωρίον οὐδὲν μεῖον ἕξεις ἐπεμβάλλων τὸν ἀποτεθέντα διὰ τοῦ θέρους, οἷος καὶ ὁ ἀπὸ Κρήτης ἐστὶ κομιζόμενος ἡμῖν εἰς Ῥώμην καθ’ ἕκαστον ἔτος. ἔτι δὲ μᾶλλον τούτου τὸν χυλὸν τοῦ μανδραγόρου μιγνύων, ἀνώδυνον ἐργάσῃ τὸ φάρμακον. ἴστε δ’ ὅτι καὶ οὗτος ἀπὸ Κρήτης κομίζεται κάλλιστος ἐν ὀστρακίνοις ποτηρίοις. ἀρκεῖ δὲ μίαν οὐγγίαν μῖξαι τοῦ χυλοῦ, λίτρᾳ ἐλαίου τῆς τηκομένης ἐμπλάστρου. καὶ πλεῖον δ’ ἂν ἔσθ’ ὅτε καὶ ἔλαττον ἐμβάλλοις κατὰ τὴν χρείαν τῆς διαθέσεως. συντελεῖ δὲ ἐπὶ τῶν τοιούτων σωμάτων καὶ τὸ διὰ ῥοδίνου τετῆχθαι τὸ φάρμακον. ὅσα δὲ ἐκ καταπτώσεως ἐθλάσθη μέρη τοῦ σώματος ἢ πληγέντα ξύλῳ καὶ λίθῳ, κᾂν ἐκχύμωμά τι γένηται, κατὰ τὰς ἀρχὰς εὐθέως ἐπιτιθέναι χρὴ τὸ τετηκὸς φάρμακον, ὡς εἴρηται, μιχθέντος οἴνου. προσήκει δὲ κατὰ τὴν τρίτην ἡμέραν ἢ πάντως γε τὴν τετάρτην, ἐὰν ἀφλέγμαντον εἴη τὸ μόριον, ἀφαιρεῖν μὲν τὸν οἶνον, ἐλαίῳ δὲ τήκειν παλαιῷ τὴν ἔμπλαστρον. ἐὰν γὰρ ἐπὶ πλέον στύφηται τὰ ἐκχυμώματα δυσδιαφόρητα γίνεται. τούτῳ τῷ φαρμάκῳ καὶ πρὸς ἐρυσιπέλατα χρῶμαι καὶ μάλιστα
    386
    φλεγμονώδη καὶ πολὺ δὴ μᾶλλον ἔτι πρὸς τὰς ἐρυσιπελατώδεις φλεγμονάς. ἐν ἀρχῇ μὲν οὖν ἐπιτίθημι τήκων αὐτὸ ῥοδίνῳ δι’ ὠμοτριβοῦς ἐλαίου καὶ ἀνάλου σκευασθέντι, κάλλιστον μὲν γὰρ πρὸς ἐρυσιπέλατα τὸ τοιοῦτον. τακέντι δ’ οὕτως αὐτῷ μιγνύσθω κατὰ τὴν θυείαν, ἀναφυρόμενός τε καὶ δευόμενος ἀκριβῶς ὅλος δι’ ὅλου στρυχνοῦ χυλὸς ἢ εἰ μὴ τοῦτο παρείη ψυλλίου. θέρους δὲ ὄντος καὶ ὁ τῆς ὄμφακος μετὰ τοῦ τῆς ἀνδράχνης ἤ ἀειζώου. μόνος μὲν γὰρ ὁ τῆς ὄμφακος πλέον ἢ δεῖ στύφει. βλάπτει δὲ ἡ τοσαύτη στύψις ἐρυσιπέλατα, κατακλείει γὰρ αὐτῶν τὴν θερμότητα πυκνοῦσα τὸ δέρμα. πάλιν δὲ ὁ τῆς ἀνδράχνης χυλὸς, οὐδ’ ἐκθλιφθῆναι δύναται μόνος ὑπὸ γλισχρότητος. ἄριστον οὖν ἐστιν ἐκθλίψαντα τὸν τῆς ὄμφακος χυλὸν ἐπιβάλλειν ἐν ὅλμῳ κεκομμένης τῇ ἀνδράχνῃ καὶ οὕτως αὖθις κόπτειν. εἶθ’ ὅταν ἀκριβῶς ἑνωθῇ τὸ μικτὸν ἐξ ἀμφοῖν ἐκθλίβειν τὸν χυλόν. ὁμοίως δὲ καὶ τὸν τοῦ ἀειζώου χυλὸν ἐκθλίψεις. καταμόνας γὰρ οὐδὲ ἐκ τούτου δυνατὸν ἐκθλῖψαι δαψιλῆ, καθάπερ οὐδ’ ἐκ τῆς κοτυληδόνος. εἰ δὲ καὶ τῶν τοῦ μανδραγόρου 
    387
    μήλων ἀκμαίων ὄντων ἐκθλίψετε πρόσφατον χυλὸν, ἐπιτηδειότερον ἐργάσεσθε τὸ φάρμακον. εἰ δὲ μὴ κατὰ καιρὸν εἴη, ἀλλὰ τοῦ γε ἀπὸ Κρήτης ἤ τινος ἑτέρου χωρίου τοιούτου κομιζομένου μιγνύειν χρή. καὶ ὑοσκυάμου δὲ χυλὸν εἴωθα μιγνύειν αὐτῷ καί ποτε καὶ μηκώνειον. ὀνομάζεται δὲ οὕτως ὁ τῆς μήκωνος ὀπός. ἄμεινον δὲ ἅμα τούτῳ καὶ γλαυκίου τι προσεπεμβάλλειν. ἀσθενέστερος δὲ πολὺ τούτων, ἀλλ’ εὐπόριστος ὁ τῆς θριδακίνης χυλὸς, ὅ τε τῆς ἀγρίας καὶ ὁ τῆς κηπευομένης, ἣν ἅπαντες οἱ Ἕλληνες οἱ νῦν οὐ θριδακίνην, ἀλλὰ θρίδακα προσαγορεύουσι, τὴν ἀγρίαν μόνην θριδακίνην ὀνομάζοντες. ἀσθενέστεροι δὲ τούτων εἰς ψύξιν χυλοὶ, σέρεως καὶ πολυγόνου καὶ τριφύλλου καὶ μυὸς ὤτων εἰσὶ, ψύχουσι δ’ οὖν καὶ αὐτοί. καὶ μᾶλλον αὐτῶν ὁ ἀπὸ τῶν τελμάτων φακός. εἰ δὲ μηδὲν τούτων παρείη, μιγνύειν ὄξους τε καὶ ὕδατος. ἅπαντα δὲ τὰ τοιαῦτα φάρμακα τὰς ἐπικτήτους ποιότητας ἐχέτω ψυχρὰς, ἐνισταμένων τῶν ἀγγείων ὕδατι ψυχρῷ λίαν ἢ χιόνι. καὶ αὐτὸ δὲ τὸ τῆς φοινικίνης φάρμακον ὁμοίως κατεψύχθω προσαγόμενον
    388
    ἐρυσιπέλασιν, ἄχρι περ ἂν αὐτῶν παύσηται τὸ πάνυ φλογῶδες. εὔδηλον δ’ ὅτι συνεχῶς ὑπαλλάττεσθαι χρὴ τὰ δι’ ἐπικτήτου ποιότητος ψυχρᾶς ὠφελοῦντα τὰς ἐρυσιπελατώδεις διαθέσεις καὶ μάλισθ’ ὅταν ἀκριβὲς ᾖ τὸ ἐρυσίπελας ἄνευ τοῦ μεμίχθαι φλεγμονῇ. παυσαμένου μέντοι τοῦ πάνυ φλογώδους ἢ μηδὲ τὴν ἀρχὴν ἀκριβοῦς ἐρυσιπέλατος γεγονότος, ἀλλ’ ἤτοι φλεγμονῆς ἐρυσιπελατώδους ἢ ἐρυσιπέλατος φλεγμονώδους, οὐδὲν ἔτι δεόμεθα τῆς ἐπικτήτου ψύξεως, ἀλλὰ καὶ τῶν ψυχόντων πάνυ χυλῶν ἀφεψόμεθα, τοὺς μετρίως ψυχροὺς μιγνύντες τῷ τηχθέντι φαρμάκῳ. καὶ μετὰ τούτους ἤδη καὶ λινοσπέρμου χυλὸν καὶ χαμαιμήλου μίξωμεν· αὐτῷ τε μόνῳ μετὰ ταῦτα χρησόμεθα τῷ τετηκότι φαρμάκῳ μηδὲν ἐπιμιγνύντες ἄλλο. φθάσαντος δέ ποτε πελιδνοῦ γενέσθαι τοῦ ἐρυσιπέλατος, ὑπὸ τῆς τῶν ψυχόντων δυνάμεως, χρὴ μὲν οὐδ’ ὀνομάζειν ἔτι τὸ τοιοῦτον ἐρυσίπελας· ἀπέχεσθαι δὲ προσήκει τηνικαῦτα μὴ ὅτι τοῦ οἴνου τῆς μίξεως, ἀλλὰ καὶ τοῦ ῥοδίνου καὶ τῶν στυπτικῶν ἐλαίων, ἱκανὴ γὰρ ἡ φοινικίνη μόνη διαφορῆσαι τὸ πελιδνωθὲν
    389
    ἐλαίῳ τηκομένη παλαιῷ, καὶ καταντλεῖται ὕδατι θερμῷ τηνικαῦτα τὰ πεπονθότα μόρια καὶ κατασχάζεται. καὶ ὑμῖν εἰ δόξει ποτε τοῦτο πρᾶξαι, παραχρῆμα μὲν ἐπιτιθέναι χρὴ τὸ τῆς φοινικίνης τακείσης ὑγρὸν φάρμακον ἔχον οἴνου, μετὰ δὲ μίαν ἡμέραν ἀφαιρεῖν τὸν οἶνον. εἰ δὲ πλέον ἤδη κατεψυγμένον ἐρυσίπελας ὑπὸ τῶν ἀμέτρως ψυχόντων ἰατρῶν παραλάβοιμεν, ὡς ἤδη καὶ μελαίνεσθαι, τῇ τε καταντλήσει καὶ τῇ ἀποχαράξει μᾶλλον χρησόμεθα. καὶ χωρὶς δὲ τούτων τῷ ὑγρῷ φαρμάκῳ μίξομέν τι τῆς ἀσβέστου τιτάνου. μαλακοσάρκων δὲ τῶν πεπονθότων ὄντων, πεπλυμένης αὐτῆς μίξομεν. ἀγαθὸς δὲ τηνικαῦτα καὶ ὁ τοῦ κοριάνδρου χυλὸς ἀναμιγνύμενος τῷ φαρμάκῳ. οὗτος μέν γε καὶ μετὰ ῥοδίνης κηρωτῆς ὀνίνησι μεγάλως, πρὸς ἃ δὴ καὶ τὰς τοιαύτας διαθέσεις καὶ ἄλλα πολλὰ φάρμακα κατὰ τὸν ἑξῆς λόγον εἰρήσεται, τινὰ μὲν ὁμοίαν ἔχοντα δύναμιν τῇ φοινικίνῃ, τινὰ δὲ καὶ δραστικωτέραν. πρὸς δὲ τὰ ῥευματικὰ πάντων ἄριστον φάρμακον τοῦτο καὶ πολλάκις ἐλπίδος τι μεῖζον ἀνύσαν
    390
    ἐκπυήσαντος οὖν ποτε μηροῦ πλησίον τοῦ βουβῶνος, ἀπέπτου τῆς καθ’ ὅλον αὐτὸν οὔσης φλεγμονῆς, ἐσχηματίζετο μὲν ὑφ’ ἡμῶν τὸ σκέλος, ὡς ἐκρεῖν τοὺς ἰχῶρας ἐπὶ τὸν βουβῶνα. κατὰ δὲ τὸ γενόμενον ἕλκος, ἐν πλέονι χρόνῳ τούτου συμβάντος, ἐξεκενώθη μὲν τὸ κατασκῆψαν εἰς τὸν μηρὸν ῥεῦμα, συριγγώδης δέ τις ἐγένετο διάθεσις ὑπὸ τῷ δέρματι καθ’ ὅλον τὸν μηρὸν, ὡς βούλεσθαι μὲν διελεῖν αὐτὸν ἐγγὺς τῆς ἐπιγονατίδος, ὅπως ἑκατέρωθεν ἔκρους μὲν ὑπάρχῃ τοῖς ἰχῶρσιν, εὐπορία δὲ τοῖς ἐνιεμένοις ὑγροῖς φαρμάκοις ἐπὶ πλέον διεξιέναι. λυθέντος δὲ τοῦ μηροῦ κατὰ τὴν ὑστεραίαν, ἐν ᾧ τέμνειν αὐτὸν ἐγνώκειν, εὑρέθη προσπεπτωκότα καὶ ξηρὰ καὶ ἄνικμα πάντα. πρόδηλον οὖν ὅτι καὶ κατ’ ἐκείνην τὴν ἡμέραν εὔλογον ἦν χρήσασθαι τῷ φαρμάκῳ καὶ κατὰ τὴν ἐπιοῦσαν ὡσαύτως, ἔν τε ταῖς ἑξῆς, ἐπειδὴ καθ’ ἑκάστην αὐτῶν εὐχρούστερόν τε καὶ ὅλον ὑγιεινότερον αὐτοῦ τὸ μόριον ἐγίγνετο. θεραπευθέντος οὖν οὕτως τοῦ μειρακίου μετὰ ταῦτα πολλὰς ῥευματικὰς διαθέσεις ἐθεράπευσα τῷ φαρμάκῳ, στόμιον μὲν ἐχούσας ἓν,
    391
    ἀκόλλητον δὲ καὶ συριγγῶδες τὸ ἔνδον. οὐ χρὴ δὲ ἀφίστασθαι τῆς χρήσεως αὐτοῦ, κᾂν μηδὲν αἰσθητὸν ὠφελεῖν φαίνηται μέχρι πολλῶν ἡμερῶν. ὕστερον γάρ ποτε κατὰ μίαν ἡμέραν ἀθρόαν ὠφέλειαν ἐπιδείκνυται μεγίστην, ὥστε θαῤῥοῦντες αὐτῷ χρῆσθε διὰ παντὸς ἐπὶ τῶν ῥευματικῶν διαθέσεων, ὅταν μὲν ἁπαλόσαρκος ἄνθρωπος ἤ τις παῖς ἢ γυνὴ πάσχῃ, μετὰ τὴν προειρημένην συμμετρίαν ἐμβάλλοντες οὐγγίας δ΄. τῆς χαλκίτεως. ὅταν δὲ ἰσχυρὸν καὶ σκληρὸν πάσχον σῶμα, κατὰ τὴν ἀναλογίαν ἤτοι μίαν οὐγγίαν ἢ δύο προστιθέντες, ὥστε ε΄. μὲν ἢ στ΄. εἶναι τῆς χαλκίτεως οὐγγίας, τρεῖς δὲ λίτρας ἑκατέρου, τοῦ τε ἐλαίου τοῦ παλαιοῦ καὶ τῆς λιθαργύρου καὶ δύο τοῦ παλαιοῦ στέατος, ὃ καλεῖν ἔφην τοὺς πιπράσκοντας ἀξούγγιον. ἀνιέσθω δὲ ἐπὶ τῶν ῥευματικῶν διαθέσεων ἐλαίῳ γλυκεῖ μήτε προσφάτῳ μήτε παλαιῷ, καὶ προσλαμβανέτω τὸν αὐστηρὸν οἶνον, ἡλικίας ὑπάρχοντα μέσης. τοῦτο τὸ φάρμακον ἤλεγξε τὴν Θεσσαλοῦ φλυαρίαν, ἐνεργεστάτην μὲν ἐπιδεικνύμενον ὠφέλειαν, ἐξ ἐναντίων δὲ ταῖς δυνάμεσι συγκείμενον, ὧν ἐὰν ἀφέλῃς 
    392
    τὴν ἑτέραν, οὐδὲν τῶν εἰρημένων ἐργάσεται. οὔτε γὰρ ἐκ τῶν στυφόντων μόνον ἄνευ τῶν χαλώντων ἀνύσει τι γενναῖον ἐπὶ τῶν ῥευματικῶν διαθέσεων ἢ ὅλως τῶν ἀρχομένων τε καὶ αὐξανομένων φλεγμονῶν. οὐδὲ γὰρ ἕξει τὸ παρηγορικὸν οὔτε ἐκ μόνων τῶν χαλώντων τὸ διαφορητικὸν ἄνευ στύψεως γενόμενον, οἷς μαλάττειν ὑπάρχει τὰ σκληρυνόμενα. χαλαστικὸν δ’ ἂν ἀκριβῶς γένοιτο καὶ μετρίως μαλακτικὸν, εἰ μὴ πάνυ παλαιὸν ἔχοι τό τε ἔλαιον καὶ τὸ στέαρ. ὃ γοῦν συνέθηκεν ὁ Μνασαῖος φάρμακον, ἴσα μὲν ἀλλήλοις ἔχει τό τε ἔλαιον καὶ τὴν λιθάργυρον καὶ τὸ στέαρ. ἐναντιώτατον δέ ἐστιν ἀρχομέναις τε καὶ αὐξανομέναις φλεγμοναῖς. ἔχει δὲ δηλονότι καὶ τὸ ἡμέτερον τοῦτο φάρμακον ὅσα περ καὶ τὸ τοῦ Μνασαίου, τήν τε λιθάργυρον καὶ τὸ στέαρ καὶ τὸ ἔλαιον. ἀλλ’ ἐὰν μηδὲν προσλάβῃ τῶν στυφόντων; ἐκθηλύνει τὰ μόρια καὶ διαλύει τὸν τόνον αὐτῶν, διὸ καὶ ῥευματικὰ γίγνεται μεμαθήκατε γὰρ ὡς οὐκ ἀεὶ διὰ θερμασίαν πολλὴν, ὥς τινες οἴονται, ῥευματίζεται τὰ μόρια τοῦ σώματος, ἀλλὰ τοῦτο μὲν γίγνεται
    393
    σπανίως αὐτοῖς. ἡ δὲ ἀσθένεια τῶν μορίων τὰς ῥευματικὰς ἐργάζεται διαθέσεις ἥ τις ὡς τὸ πολὺ κατὰ δυσκρασίαν ἀποτελεῖται ψυχράν. ἐὰν οὖν ὑγραίνῃ τις αὐτὰ καὶ θερμαίνῃ τοῖς χαλαστικοῖς φαρμάκοις, τελέως ἔκλυτά τε καὶ ἄῤῥωστα γίγνεται. πάλιν δ’ αὖ στύφων ἰσχυρῶς τοὺς ἐν ταῖς ῥευματικαῖς διαθέσεσιν ὄγκους, ἐν ἀρχῇ μὲν ἀνύσαι δόξει, δύσλυτον δὲ ἐργάσεται καὶ σκιῤῥῶδες αὐτὸ τὸ λείψανον. ὡς τὰ πολλὰ δὲ οὐδὲ φέρουσι τὴν τῶν ἄγαν στυφόντων ἐπίθεσιν αἱ τοιαῦται διαθέσεις, ὀδυνώμεναί τε καὶ συντεινόμεναι πρὸς αὐτῶν. ὀδύνη δὲ πᾶσα παροξύνει τὰ φλεγμαίνοντα καὶ ῥευμάτων αἰτία γίγνεται, κᾂν μὴ ῥευματικὴν ἔχῃ δυσκρασίαν ὁ πεπονθώς. ἀλλ’ οὐδὲν θαυμαστὸν ἄπειρόν τε τῶν κατ’ ἰατρικὴν τέχνην ἔργων ὄντα τὸν Θεσσαλὸν, ἀδύνατόν τε τῷ λόγῳ τὰς διαθέσεις ἐξευρεῖν, ἀγνοεῖν ἅπαντα τὰ κατὰ τὰς ἰάσεις τῶν φλεγμονῶν, ὑμᾶς δὲ τεθεαμένους πολλάκις καὶ τῆς φοινικίνης τῆσδε καὶ ἄλλων φαρμάκων ἐξ ἐναντίων δυνάμεων συγκειμένων ἐναργεστάτην ὠφέλειαν, ἐπὶ πολλῶν διαθέσεων πειρᾶσθαι χρὴ καὶ αὐτοὺς, ὅταν ἀπορῆτέ ποτε
    394
    τῶν ἤδη συγκειμένων, συντιθέναι φάρμακα κατὰ τὴν αὐτὴν μέθοδον, ἐκ τῶν εὐπορουμένων ἐν ἐκείνῳ τῷ χωρίῳ, προσδοκωμένης μὲν ἔσεσθαι φλεγμονῆς ἢ καὶ κατηργμένης ἤδη πλέονα τὴν στύψιν ἔχοντα, κατὰ δὲ τὰς αὐξήσεις αὐτὰς ἐλάττονα, κατὰ δὲ τὰς ἀκμάς τε καὶ παρακμὰς πλέονα τὴν χαλαστικήν τε καὶ διαφορητικὴν ἔχοντα δύναμιν. ἀεὶ μέντοι μεμίχθωσαν ἀμφότερα, ἥ τε ἀποκρουστικὴ καὶ διαφορητικὴ, πλὴν εἴ ποτε τῶν ἐπιῤῥεόντων ἤδη τελέως πεπαυμένων καὶ κενοῦ τοῦ σώματος ὄντος, ἐπὶ τὰς διαφορητικὰς δυνάμεις ἀκινδύνως ἄν τις ἔλθοι, καθάπερ ἐν ταῖς πρώταις εἰσβολαῖς ἐπὶ τὰς ἀποκρουστικάς.

    [Περὶ τῶν διὰ λιθαργύρου σκευαζομένων ἐμπλάστρων.] Ἐπειδὴ κατὰ σύνθεσιν τῆς ἐμῆς φοινικίνης ἐμπλάστρου διαφορητικὴν μὲν ἔφην δύναμιν εἶναι ἔν τε τῷ στέατι τῷ παλαιῷ καὶ τῷ ἐλαίῳ, συνακτικὴν δὲ καὶ ἀποκρουστικὴν, ἔν τε τῇ χαλκίτιδι καὶ τῷ φοίνικι, ταῦτα δ’ ἄνευ τῆς λιθαργύρου ποιῆσαι φάρμακον ἐμπλαστὸν οὐ δύναται, διὰ τοῦτ’ ἔδοξέ μοι περὶ τῆς κατὰ τὴν λιθάργυρον χρείας ἐφεξῆς διελθεῖν. εἰς μὲν γὰρ τὴν δύναμιν τῆς φοινικίνης

    395
    οὔτ’ ἀντιπράττειν τι νομιστέον αὐτὴν οὔτε συντελεῖν, ὕλης δὲ λόγον ἔχειν μόνον ἐπιτηδείου πρὸς ἐμπλαστοῦ φαρμάκου ποίησιν. εὔλογον οὖν ἔδοξέ μοι τὸν περὶ τῶν τοιούτων φαρμάκων λόγον ὡς ἐπὶ παραδείγματος τῆς λιθαργύρου διελθεῖν. ἔστι δὲ οὐκ ὀλίγα δύναμιν μὲν ἢ οὐδεμίαν ἢ πάνυ σμικρὰν τῷ σκευαζομένῳ συνεισφερόμενα, χρείαν δ’ ὕλης παρέχοντα πρὸς τὸ γενέσθαι φάρμακον ἐμπλαστὸν ἢ κηρωτῶδες. οὔτε γὰρ θερμαίνουσα σαφῶς ἡ λιθάργυρος, καθάπερ οὐδὲ ψύχουσα οὐδ’ ὑγραίνουσα βραχεῖαν ἔχει δύναμιν ξηραντικὴν κατὰ τὴν πρώτην ἀπόστασιν τῶν ἀκριβῶς μέσων, τοῦθ’ ὑγραίνειν καὶ ξηραίνειν· οὐ μὴν οὐδ’ ἐμπλαστικῆς ἐστι δυνάμεως, ὥσπερ οὐδ’ ἐκφρακτικῆς, ὡσαύτως δὲ οὐδὲ ῥυπτικῆς, ὥσπερ οὐδὲ ῥυπαινούσης σαφῶς, ἠρέμα δέ πως ἀποκεχώρηκε τῶν μέσων ἐπὶ τὸ παχυμερέστερον. ἀλλὰ κατὰ τὴν ἐπὶ πλέον ἕψησιν ἀποτίθεται καὶ τοῦτο, χεομένη τε καὶ ἀλλοιουμένη διὰ τῆς τοῦ πυρὸς δυνάμεως. μόνη δὲ καθ’ ἑαυτὴν ὠμὴ παρατρίμματα μηρῶν ἐξ ὁδοιπορίας ὀνίνησιν, ᾧ καὶ δῆλον ὅτι βραχέως ξηραίνει. τοῦ δὲ
    396
    μήτε δριμεῖαν ἔχειν αὐτὴν ἢ γλυκεῖαν ποιότητα μήτ’ ὀξεῖαν ἢ πικρὰν ἢ αὐστηρὰν ἢ στρυφνὴν ἢ ὅλως στυπτικὴν, ἡ γεῦσις ἱκανὴ μάρτυς, ὥσπερ καὶ τὰ ἕλκη, μήτε δακνόμενα πρὸς αὐτῆς μήτε θερμαινόμενα μήτε ψυχόμενα μήτε καθαιρούμενα μήτε σαρκούμενα μήθ’ ὅταν ὑπερσαρκώσῃ καθαιρούμενα. πάρεστιν οὖν ἡμῖν εἰς πολλὰ κεχρῆσθαι λιθαργύρῳ, ποτὲ μὲν ἐλαίῳ καὶ ὕδατι τὴν ἕψησιν αὐτῆς ποιουμένοις ἄχρι συστάσεως ἐμπλαστρώδους, ἔστι δ’ ὅτε ἐν ἐλαίῳ καὶ ὄξει καί ποτε ἐν ἐλαίῳ καὶ οἴνῳ. ἐν οἷς δ’ ἂν ἕψηται τούτων, ἄμεινον γίγνεται τὸ φάρμακον ἐπὶ πλέον ἑψηθέν. ἔσται δὲ τοῦτο τῷ πλήθει τῶν μιγνυμένων ὑγρῶν. ἔστι μὲν γὰρ τῶν τηκτῶν φαρμάκων καὶ ἡ λιθάργυρος ὅλη χεομένη, καθάπερ ἥ τε ῥητίνη καὶ ὁ κηρὸς, ἀλλ’ οὐκ εὐθέως ἅμα τῷ ψαῦσαι τοῦ πυρὸς, ὅθεν καὶ λανθάνει πολλοὺς καὶ νομίζουσιν αὐτὴν οὐδ’ ὅλως χεῖσθαι. σὺν ὀξελαίῳ μὲν οὖν ἑψομένη τήκεται θᾶττον, ὥσπερ γε καὶ σὺν ἰῷ καὶ αὐτοῦ δηλονότι τοῦ ἰοῦ χεῖσθαι πεφυκότος, ὥσπερ ἥ τε χαλκῖτις 
    397
    καὶ τὸ μίσυ. τάχιστα μὲν οὖν αὐτῶν ἡ χαλκῖτις τοῦτο πάσχει, βραδύτατα δ’ ὁ λιθάργυρος· ἐν δὲ τῷ μεταξὺ τούτων ὅ τε ἰός ἐστι καὶ τὸ μίσυ. χεῖται καὶ τὸ σῶρυ χρόνῳ πλέονι, γεωδέστερόν τε γάρ ἐστι καὶ λιθωδέστερον τῆς χαλκίτεώς τε καὶ τοῦ μίσυος. ἀλλὰ περὶ μὲν τούτων αὖθις εἰρήσεται. τὴν λιθάργυρον δὲ δι’ ὀξελαίου μὲν ἕψων θᾶττον τήξῃς, δι’ ὑδρελαίου δὲ βραδύτερον, ὅμως μὲν χεῖται καὶ οὕτως, ἐὰν ᾖ διπλάσιον αὐτῆς ἑκάτερον τῶν ὑγρῶν. ἐγὼ δὲ καὶ πλέον ἢ διπλάσιον ἔμιξα πολλάκις, ὡς ὀλίγον ὕστερον εἰρήσεται. κάλλιον δ’ ἐστὶν εὐθέως ἐξ ἀρχῆς ἐν θυείᾳ μιγνύειν τὰ τρία, τήν τε λιθάργυρον καὶ τὸ ὕδωρ καὶ τὸ ἔλαιον. εἰ δὲ τοῦ λευκὸν γίνεσθαι τὸ φάρμακον φροντίζεις, ἔλαιόν τε καθαρώτερον καὶ διαυγέστερον ἔμβαλλε καὶ ὕδωρ ὁμοίως καθαρόν τε καὶ λευκὸν, ἑψέσθω τε κατὰ χωρίον ὑπαίθριον ἡλιούμενον. ὁ μὲν γὰρ ζοφώδης ἀὴρ μελαίνει τὸ φάρμακον, ὁ δὲ καθαρὸς εἰς λευκότητα μεγάλως συντελεῖ, καθάπερ γε καὶ τὸ καταῤῥαινόμενον ὕδωρ ἐν ἀέρι τοιούτῳ. φυλάττου δὲ καὶ τὸ διὰ ξύλων ποιεῖσθαι τὴν ἕψησιν ἢ ἀνθράκων ἀρχομένων διακάεσθαι,
    398
    μελαίνει γὰρ αὐτὸ ῥᾳδίως ὁ καπνός. προδιακαύσας οὖν τοὺς ἄνθρακας, ὅταν ἀκριβῶς ὦσι διάπυροι, τότε ἕψειν ἄρξαι. καὶ εἰ μὴ φθάσοιεν οὗτοι συμπληρῶσαι τὴν ἕψησιν, ἐφ’ ἑτέρας ἑστίας ὁμοίως παρασκευάσας ἄνθρακας ἐπιτίθει κατ’ ἐκείνην τὴν κακκάβην. ἕνεκα μὲν οὖν τοῦ λευκὸν γενέσθαι τὸ φάρμακον, ὅσα χρὴ παραφυλάττειν αὐτάρκως εἴρηται. γίγνεται δὲ ἐχεκολλότερον εἰς τοσοῦτον, εἰς ὅσον ἂν ἔχῃ πλέον, ὡς εἴρηται, τὸ ὑγρόν. ὡς ἐάν γε τῶν τριῶν ἀνὰ λίτραν α΄. ἐμβάλῃς, δυσαπόπτωτον ἔσται. καὶ μέντοι καὶ ἄτηκτος ἡ λιθάργυρος μένει, καὶ τοῦτό γέ ἐστιν αὐτὸ μάλιστα αἴτιον τοῦ ῥᾳδίως ἀποπίπτειν αὐτὸ, καθάπερ γε καὶ τὸ προσμένειν μέχρι πλέονος, εἰ ἡ λιθάργυρος ἑψηθεῖσα χυθείη τε καὶ ἀλλοιωθείη. λευκότερον δ’ ἔσται καὶ θᾶττον ἑψηθήσεται βληθεισῶν δύο λιτρῶν ὕδατος εἰς τρεῖς ἑκατέρου λιθαργύρου τε καὶ ἐλαίου. καὶ τούτῳ συνήθως ἐπὶ τῶν μικρῶν ἑλκῶν χρῶμαι. πρόδηλος δὲ ἡ δύναμίς ἐστι τοῦ δι’ ὕδατος ἑψομένου φαρμάκου μεμνημένοις ἡμῖν τῶν εἰρημένων ἐν τῇ περὶ τῶν ἁπλῶν φαρμάκων πραγματείᾳ.

    399

    [Περὶ τῆς διὰ λιθαργύρου καὶ ὑδρελαίου σκευαζομένης ἐμπλάστρου.] Τὸ ὕδωρ ὑγραίνει μὲν ἀεὶ καὶ ψύχει κατὰ τὴν οἰκείαν οὐσίαν· ἐπίκτητον δὲ θερμότητα προσλαβὸν, ἄχρι περ ἂν αὐτὴν διαφυλάττῃ θερμαίνει, ψυχρὸν δὲ γενόμενον ψύχει. τό γε μὴν ἔλαιον, ἐὰν εἴη νέον, οὐκ ἀντιπράττει τῷ φαρμάκῳ, διαμένει γὰρ ὑγρόν τε καὶ μετρίως ψυχρὸν, ὁποίου μάλιστα δεῖται τά θ’ ἁπαλόσαρκα σώματα καὶ τὰ κακόχυμα. γυναῖκές τε οὖν καὶ παῖδες καὶ τῶν τελείων οἱ μαλακὴν ἔχοντες τὴν ἕξιν τοῦ σώματος, εἰσὶ δ’ οὗτοι καὶ λευκοὶ κατὰ τὸ χρῶμα, τῶν τοιούτων δέονται φαρμάκων. ἑψηθὲν δ’, ὡς εἴρηται, μετὰ πλείονος ἐλαίου τε καὶ ὕδατος οὕτως γίνεται δυσαπόπτωτον, ὡς μηδὲ λουομένων ἀποῤῥεῖν. καὶ μέντοι καὶ συμφέρει τοῖς ἐπουλουμένοις ἕλκεσιν ἐπιμένειν τὸ φάρμακον ἐφεξῆς ἡμερῶν πλεόνων, ἄμεινόν τε γὰρ οὕτω καὶ θᾶττον ἐπουλοῦται. πρόδηλον δ’ ὅτι κνήσμασι καὶ ἀποσύρμασι καὶ συνελόντι φάναι μικροῖς ἕλκεσιν ἁρμόττει τὸ τοιοῦτον φάρμακον, ἐφ’ ὧν καὶ ἡ πάρυγρος ὀνομαζομένη κηρωτὴ καὶ ἄλλαι τινὲς ὅμοιαι χρησιμώτεραι

    400
    τῶν ἰσχυρὰν δύναμιν ἐχόντων εἰσὶν, ὁποῖα τοῖς μεγάλοις τραύμασιν ἐπιτίθεμεν. ὑπὲρ ὧν ἁπάντων τῆς καθόλου δυνάμεως ἐν τῷ τρίτῳ τῆς θεραπευτικῆς μεθόδου γέγραπται, καθ’ ὃ τοὺς γενικοὺς καὶ κοινοὺς λόγους, οὓς καθόλου καλοῦσιν, ἐφ’ ἑκάστης διαφορᾶς ἕλκους, διῆλθον ἐπιδεικνὺς ὁποίας τινὰς εἶναι προσήκει τὰς δυνάμεις τῶν ἰασομένων αὐτὰ φαρμάκων, ἐνταυθοῖ δὲ τὰς κατὰ μέρος ὕλας διέρχομαι, συμμετρίας τε τῶν μιγνυμένων ὁρίζων, ἐπιδεικνύς τε τοὺς τρόπους ἐν οἷς σκευαζόμενα γενήσεται κάλλιστα. δι’ ὑδρελαίου μὲν οὖν ἡ λιθάργυρος, ὡς εἴρηται, σκευαζομένη τὴν μὲν ἔμπλαστρον εὐαφεστάτην τε ἅμα καὶ δυσαπόπτωτον ἐργάζεται, καὶ προσέτι λευκὴν ὀφθῆναι, δύναμιν ἔχουσαν ψυκτικὴν μετρίαν, ᾗ χρωμένη καὶ κωλύει τὶ τοῖς ἡλκωμένοις μορίοις ἐπιῤῥεῖν καὶ τὸ φθάσαν ἐπιῤῥυῆναι, πάλιν ἀποκρούεται πρὸς τοὺς πέριξ τόπους, ὡς γίνεσθαι τὸ πρᾶγμα τοιοῦτον, οἷον ὅταν ὕδατι ψυχρῷ διάβροχον ἐργασάμενοι σπόγγον ἐπιθῶμέν τινι μορίῳ τοῦ σώματος. ἐκεῖνός τε γὰρ ῥυσὸν καὶ προσεσταλμένον ἐργάζεται τὸν τόπον ὅλον, οὐ
    401
    μόνον ἀποκρουόμενος τὸ ἐπιῤῥέον, ἀλλὰ καὶ τὸ περιεχόμενον ἐν αὐτῷ πρὸς τοὺς πλησιάζοντας ἐκθλίβων. ἥ τε νῦν εἰρημένη κατὰ τὸν λόγον ἔμπλαστρος, οὐ κατὰ πρώτην δύναμιν, ἀλλὰ κατὰ συμβεβηκὸς ξηραίνειν ἂν λεχθείη. κυρίως μὲν γὰρ καὶ πρώτως τά τε διαφοροῦντα καὶ τὰ τὰς κράσεις ὑπαλλάττοντα πρὸς τὸ ξηρότερον ὀνομάζεται ξηραίνοντα. κατὰ συμβεβηκὸς δὲ καὶ τὰ διὰ ψύξιν, ἀναστέλλοντα μὲν τὸ ἐπιῤῥέον, ἐκθλίβοντα δὲ τὸ περιεχόμενον. ὅλως δὲ οὐδὲν τῶν ὑγραινόντων ἢ πρώτως ἢ κατὰ συμβεβηκὸς ὠφέλιμον ἕλκεσίν ἐστιν, ὡς ἐν τῷ τρίτῳ δέδεικται τῆς θεραπευτικῆς μεθόδου.

    [Περὶ τῆς διὰ λιθαργύρου καὶ ὀξελαίου σκευαζομένης ἐμπλάστρου.] Περὶ μὲν οὖν τῆς δι’ ὑδρελαίου σκευαζομένης λιθαργύρου καὶ ταῦθ’ ἱκανά. μεταβῆναι δὲ ἤδη καιρὸς ἐπὶ τὴν δι’ ὀξελαίου συντιθεμένην. συμμέτρως μὲν οὖν ξηραντικὸν γίνεται τὸ φάρμακον, ἐὰν διπλάσιον ἑκάτερον ᾖ τῆς λιθαργύρου τό τε ἔλαιον καὶ τὸ ὄξος. ἐὰν δὲ καὶ παλαιὸν ᾖ τὸ ἔλαιον, ἔτι καὶ μᾶλλον ξηραίνει. 

    402
    πλέον δὲ ἢ διπλάσιον ἑκάτερον αὐτῶν ἐμβληθὲν ἰσχυρότερον ποιεῖ τὸ φάρμακον, ὥστε καὶ σύριγγας, ὅσαι μήπω τύλον ἔχουσι σκληρὸν, ἰᾶσθαι. βάλλεται δὲ λιθαργύρου μὲν ἓν μέρος, ἑκατέρου δ’ ἐκείνων δύο καὶ ἥμισυ. καὶ μέντοι καὶ τριπλάσιον ἐνίοτε μίξας ἑκατέρου, δι’ ὅλης μὲν ἡμέρας ἥψησα τὸ φάρμακον. ἐγένετο δὲ μέλαν μὲν, στίλβον δ’ ὁμοίως ἀσφάλτῳ τῇ καλῇ. ξηραντικωτάτην δ’ ἔχει δύναμιν τοῦτο, θεραπεύει τε ἕλκη δυσίατα καὶ σύριγγας οἵας εἶπον, ἐναίμων τε τραυμάτων κολλητικὸν ὑπάρχει. ἑνὶ δὲ λόγῳ ξηραντικὸν ἀδήκτως. διὰ τοῦτο οὖν καὶ τἄλλα πάντα ἕλκη θεραπεύει τά τε μείζω καὶ τὰ μικρότερα, μέχρι συνουλώσεως. ἄξιον δὲ καὶ ἄλλα τινὰ τῶν ἔργων αὐτοῦ διελθεῖν, ἃ τάχ’ ἂν οὐδὲ ἐλπίσειέ τις, ὅσον ἐπὶ τῷ τῆς ὕλης εὐκαταφρονήτῳ. κριθέντος γάρ τινος ἐν πυρετῷ διὰ παρωτίδος ἐκπυησάσης, ὑπελείφθη συρίγγιον, ὃ μετὰ μῆνας ἓξ τῆς ἀρχῆς ἐδείχθη μοι κατ’ ἀγρόν. ἦν γὰρ ὁ παῖς υἱὸς γεωργοῦ περὶ τὴν πέντε καὶ δέκα τὴν ἡλικίαν, τούτῳ δοὺς ἐπιτεθῆναι τῆς ἐμπλάστρου
    403
    ταύτης, ὅσον εἶχον ἑπόμενον, αὐτὸς μὲν ἐπανῆλθον εἰς τὴν πόλιν, ἐν ἀσχολίαις πλείοσιν ἰατρικαῖς γενόμενος ἐπελαθόμην τοῦ λαβόντος τὸ φάρμακον. ἀλλὰ μετὰ δύο γε μῆνας ἧκεν ὑγιὴς, οὐ πάνυ τι ἐλπίσαντος ἐμοῦ τοῦτο γενέσθαι. καθιέντων γὰρ ἡμῶν ὑείαν τρίχα διὰ τοῦ συριγγίου, μέχρι τῆς διαρθρώσεως ἐφαίνετο προερχομένη, κατὰ τύχην δὲ μετ’ ὀλίγας ἡμέρας ἄλλου μοι δειχθέντος παιδαρίου τὴν ἡλικίαν ἄγοντος τὴν αὐτὴν τῷ πρόσθεν, ὁμοίαν τε διάθεσιν ἔχοντος, ἐπέθηκα τῆς ἐμπλάστρου, καὶ συνέβη καὶ τούτῳ τελέως ὑγιασθῆναι. μετὰ ταῦτα δὲ οὐκ ὀλίγους ἐκ τῆς αὐτῆς διαθέσεως ἰασάμην τῷ φαρμάκῳ τούτῳ καὶ παῖδας καὶ γυναῖκας καὶ νεανίσκους. εἰ τοίνυν καὶ ὑμεῖς βούλεσθε χρῆσθαι πρὸς τὰ τοιαῦτα αὐτῷ, παλαιότατόν τε τὸ ἔλαιον ἐμβάλλετε καὶ ὄξος δριμύτατον ἐξ οἴνου δηλονότι μόνου γεγονὸς, οὐχ ὡς ἔνιοι σκευάζουσιν αὐτὸ μιγνύντες ὕδωρ. ἔστω δὲ καθαρὸν ὡς ἔνι μάλιστα καὶ διαφανὲς τὸ ὄξος. οὕτω γὰρ ἂν εἴη λεπτομερέστερόν τε καὶ βέλτιον εἰς
    404
    ἃ δεόμεθα. τούτῳ τῷ φαρμάκῳ καὶ μῦς ἐσκληρυσμένους πολλάκις ἰασάμην.

    [Περὶ τῆς διὰ λιθαργύρου καὶ οἰνελαίου σκευαζομένης ἐμπλάστρου.] Ὑπόλοιπον οὖν μοι διελθεῖν περὶ τῆς δι’ οἰνελαίου σκευαζομένης λιθαργύρου, τὰ μὲν τῆς συμμετρίας ἐχούσης τὰ αὐτὰ τοῖς εἰρημένοις, ἀκολούθως τε τὰς τῆς δυνάμεως ὑπεροχὰς τῷ πλήθει τῶν ὑγρῶν. καὶ γὰρ ἴσα τὰ τρία βαλὼν ἐσκεύασα, καὶ διπλάσιον ἑκάτερον τῶν ὑγρῶν τῆς λιθαργύρου καὶ πρὸς τῷ διπλασίονι ἔτι τὸ ἥμισυ προσθεὶς καί ποτε καὶ τριπλάσιον. ἐσκεύασα δέ ποτ’ αὐτὸ καὶ οὕτως. ὥρᾳ θέρους ἐν ἡλίῳ θερμῷ καθ’ ἑκάστην ἡμέραν ἡ λιθάργυρος ἐτρίβετο μετ’ οἴνου Φαλερίνου καὶ τοῦτο ἡμέραις ἐγένετο ιε΄. προσεπιχέοντός μου πάλιν οἶνον, εἰ διαφορηθεὶς ἔτυχεν ὁ πρότερος. μετὰ δὲ τὰς εἰρημένας ἡμέρας ἑψηθὲν τὸ φάρμακον ἱκανῶς ἐγένετο ξηραντικόν. ἐχρησάμην δὲ αὐτῷ καὶ κατὰ τῶν ῥευματικῶν διαθέσεων ὁμοίως τῇ φοινικίνῃ διατήκων ἐλαίῳ, καθάπερ ἐπ’ ἐκείνης προείρηται. καὶ μηρὸν δὲ χρονίως ἐσκληρυσμένον ἰασάμην αὐτῷ καὶ κατὰ

    405
    τραυμάτων ἐναίμων ἐπέθηκα καὶ ἦν εἰς πάντα κάλλιστον. ἔστω τοιγαροῦν ἐπ’ αὐτοῦ, κᾂν μὴ Φαλερῖνον ἔχῃ τις ἕτοιμον, ἕτερος κιῤῥὸς μὲν τὴν χρόαν, λεπτὸς δὲ τὴν σύστασιν ὡς διαυγεῖσθαι. τοιοῦτος δέ ἐστιν ὅ τ’ Ἀριούσιος ἐν τῇ Χίῳ γεωργούμενος, ὅ τ’ εὐώδης πάνυ Λέσβιος, ἐν Μιτυλήνῃ μὲν ὀλίγος, ἐν Ἐρεσσῷ δὲ καὶ Μηθύμνῃ πλείων τε καὶ βελτίων ἅμα γινόμενος, ὅ θ’ ὅμοιος τῷ Φαλερίνῳ Τμωλίτης. ἔστι δὲ καὶ οὗτος λεπτότατος καὶ διαυγὴς, κιῤῥὸς δὲ τὴν χρόαν καὶ μετρίως γλυκὺς εὐώδης τε πάνυ. τούτῳ παλαιωθέντι εἰς ἅπαντα χρῆσθαι δυνατόν ἐστιν, εἰς ἅπερ καὶ τῷ Φαλερίνῳ. καὶ ἕτερος δ’ ἐστὶ Τμωλίτης οἶνος, ὅμοιος αὐτῷ κατὰ τὴν χροιὰν καὶ τὴν σύστασιν, ἀλλ’ οὔτε γλυκὺς οὔτ’ εὐώδης. ἔχει δέ τινα στύψιν, ἀπολειπόμενος δὲ τοῦ γλυκέος πολύ. ταυτὶ μὲν οὖν ἑψομένης τῆς λιθαργύρου γίνεται φάρμακα.